105. (XI, 402.) Λουκιανοῦ. Μηδεὶς μοι ταύτην, Ἐρασίστρατε, τὴν σπατάλην σου, ποιήσειε θεῶν, ᾑ σὺ κατασπαταλᾷς, ἔσθων ἐκτραπέλως στομάχων κακὰ, χείρονα λιμοῦ, οἶα φάγοιεν ἐμῶν ἀντιδίκων τεκνία. πεινάσαιμι γὰρ αὖθις ἔτι πλέον, ἢ πρὶν ἐπείνων, ἢ χορτασθείην τῆς παρὰ σοι σπατάλης. 106. (XI, 377.) Παλλάδα. Ὄρνεον ἠσθίομεν κεκλημένοι ἄθλιον ἄνδρες, ἄλλων ὀρνίθων βρώματα γιγνόμενοι. καὶ τὸν μὲν Τιτυὸν κατὰ γῆς δύο γῦπες ἔδουσιν, ἡμᾶς δὲ ζῶντας τέσσαρες αἰγυπιοί. 107. (XI, 357.) Τοῦ αὐτοῦ. ἰὸς καὶ γενετὴρ δῆριν φιλόνεικον ἔθεντο, τις πλέον ἐκδαπανῶν κλῆρον ἅπαντα φάγῃ. καὶ μετὰ τὴν βρῶσιν τὴν χρηματικὴν μάλα πᾶσαν, ὕστατον ἀλλήλους λοιπὸν ἔχουσι φαγεῖν. 108. (XI, 401.) Λουκιανὸς. Ἰητήρ τις ἐμοὶ τὸν ἑὸν φίλον υἱὸν ἔπεμψεν, ὥστε μαθεῖν παρ’ ἐμοὶ ταῦτα τὰ γραμματικά. ὡς δὲ τὸ „Μῆνιν ἄειδε” καὶ „ἄλγεα μυρί’ ἔθηκεν” ἔγνω, καἰ τὸ τρίτον τοῖς δ’ ἀκόλουθον ἔπος, πολλὰς δ’ ψυχὰς ψυχὰς ἄϊδι προΐαψεν,” οὐκέτι μιν πέμπει πρός με μαθησόμενον, ἀλλά μ’ ἰδὼν ὁ πατὴρ, σοὶ μὲν χάρις” εἷπεν „ἑταῖρε· αὐτὰρ ὁ παῖς παρ’ ἐμοὶ ταῦτα μαθεῖν δύναται. νὼ γὰρ ἐγὼ πολλὰς ψυχὰς ἄϊδι προϊάπτω, καὶ πρὸς τοῦτ’ οὐδὲν γραμματικοῦ δέομαι.”