100. (331.) Εἰς εἰκόνα πλουτάρχου. Σεῖο πολυκλήεντα τύπον στήσαντο, Χερωνεῦ Πλούταρχε, κρατερῶν υἱέες Αὐσονίων· ὅττι παραλλήλοισι βίοις Ἕλληνας ἀρίστους Ῥώμης εὐπολέμοις ἥρμοσας ἀλλὰ τεοῦ βιότοιο παράλληλον βιόν ἄλλον οὐδὲ σὺ γ’ ἂν γράψαις· οὐ γὰρ ὅμοιον ἔχεις. 101. (332.) Εἰς εἰκόνα Αἰσώπου Εὐ γε ποιῶν, Λύσιππε γέρων, Σικυώνιε πλάστα, δείκελον Αἰσώπου στήσαο τοῦ Σαμίου ἑπτὰ σοφῶν ἔμπροσθεν, ἔπει κεῖνοι μὶν ἀνάγκην ἔμβαλον, οὐ πειθὼ, φθέγμασι τοῖς σφετέροις· ὃς δὲ σοφοῖς μύθοις καὶ πλάσμασι καίρια λέξας, παίζων ἐν σπουδῇ, πείθει ἐχεφρονέειν. φευκτὸν δ’ ἡ τρηχεῖα παραίνεσις· ἡ Σαμίου δὲ τὸ γλυκὺ τοῦ μύθου καλὴν ἔχει δέλεαρ. EPIGRAMMATA QUAE IN PLANUDEA AGATHIAE, IN ANTHOLOGIA CONSTANTINI CEPHALAE ALIIS SCRIPTORIBUS TRIBUUNTUR. 102. (V, 241.) Παύλου Σιλεντιαρίου. Σώζεο σοὶ μέλλων ἐνέπειν, παλίνορσον ἰωὴν ἂψ ἀνασειράζω, καὶ πάλιν ἄγχι μένω. σὴν γὰρ ἐγὼ δασπλῆτα διάστασιν, οἶά τε πικρὴν νύκτα καταπτήσσω τὴν Ἀχεροντιάδα. ἤματι γὰρ σέο φέγγος ὀμοίϊον· ἀλλὰ τὸ μέν που ἄφθογγον· σὺ δέ μοι καὶ τὸ λάλημα φέρεις κεῖνο, τὸ Σειρήνων γλυκερώτερον, ᾧ ἔπι πᾶσαι εἰσιν ἐμῆς ψυχῆς ἐλπίδες ἐκκρεμέες. 103.(VI, 87.) Ἄδηλον. Ανθετό σοι κορύνην καὶ νεβρίδας ἡμέτερος πὰν, Εὔϊε, καλλείψας σὸν χορὸν ἐκ Παφίης. Ἠχὼ γὰρ φιλέει, καὶ πλάζεται· ἀλλὰ σὺ Βάκχε ἵλαθι τῷ ξυνὴν ἀμφιέποντι τέχνην. 104. (VII, 323.) Ἀδέσποτον. Εἷς δύ’ ἀδελφειοὺς ἐπέχει τάφος· ὲν γὰρ ἐπέσχον ἦμαρ καὶ γενεῆς οἱ δύο, καὶ θανάτου.