10. (V, 237.) πᾶσαν ἐγὼ τὴν νύκτα κινύρομαι· εὖτε δ’ ἐπέλθῃ ὄρθρος ἐλινῦσαι μικρὰ χαριζόμενος, ἀμφιπεριτρύζουσι χελιδόνες, ἐς δέ με δάκρυ βάλλουσιν, γλυκερὸν κῶμα παρωσάμεναι. ὄμματα δὲ σταλάοντα φυλάσσεται· ἡ δὲ Ῥοδάνθης αὖθις ἐμοῖς στέρνοις φροντὶς ἀναστρέφεται. ὦ φθονερᾶι παύσασθε λαλητρίδες· οὐ γὰρ ἔγωγε τὴν Φιλομηλείην γλῶσσαν ἀπεθρισάμην. ἀλλ’ Ἴτυλον κλαίοιτε κατ’ οὔρεα, καὶ γοάοιτε εἰς ἔποπος κραναὴν αὖλιν ἐφεζόμεναι, βαιὸν ἶνα κνώσσοιμεν· ἴσως δέ τις ἤξει ὄνειρος, ὅς με Ῥοδανθείοις πήχεσιν ἀμφιβάλοι.