10. (V, 237.) πᾶσαν ἐγὼ τὴν νύκτα κινύρομαι· εὖτε δ’ ἐπέλθῃ ὄρθρος ἐλινῦσαι μικρὰ χαριζόμενος, ἀμφιπεριτρύζουσι χελιδόνες, ἐς δέ με δάκρυ βάλλουσιν, γλυκερὸν κῶμα παρωσάμεναι. ὄμματα δὲ σταλάοντα φυλάσσεται· ἡ δὲ Ῥοδάνθης αὖθις ἐμοῖς στέρνοις φροντὶς ἀναστρέφεται. ὦ φθονερᾶι παύσασθε λαλητρίδες· οὐ γὰρ ἔγωγε τὴν Φιλομηλείην γλῶσσαν ἀπεθρισάμην. ἀλλ’ Ἴτυλον κλαίοιτε κατ’ οὔρεα, καὶ γοάοιτε εἰς ἔποπος κραναὴν αὖλιν ἐφεζόμεναι, βαιὸν ἶνα κνώσσοιμεν· ἴσως δέ τις ἤξει ὄνειρος, ὅς με Ῥοδανθείοις πήχεσιν ἀμφιβάλοι. 11. (V, 261.) Εἰμὶ μὲν οὐ φιλόοινος· ὅταν δ’ ἐθέλῃς με μεθύσσαι, πρῶτα σὺ γευομένη πρόσφερε, καὶ δέχομαι. εἰ γὰρ ἐπιψαύσεις τοῖς χείλεσιν, οὐκέτι νήφειν εὐμαρὲς, οὐδὲ φυγεῖν τὸν γλυκὺν οἰνοχόον· πορθμεύει γὰρ ἔμοιγε κύλιξ παρὰ σοῦ τὸ φίλημα, καὶ μοι ἀπαγγέλλει τὴν χάριν ἣν ἔλαβεν. 12. (V, 263.) Μήποτε λύχνε μύκητα φέροις, μηδ’ ὄμβρον ἐγείροις, μὴ τὸν ἐμὸν παύσῃς νυμφίον ἐρχόμενον. αἰεὶ σὺ φθονέεις τῇ Κύπριδι, κὼ γὰρ ὅθ’ Ἥρω ἥρμοσε Λειάνδρῳ... θυμὲ, τὸ λοιπὸν ἔα. Ἡφαίστου τελέθεις, καἰ πείθομαι, ὅττι χαλέπτων Κύπριδα, θωπεύεις δεσποτικὴν ὀδύνην. 13. (V, 267.) ἁ Τί στενάχεις; βφιλέω. ατίνα; βπαρθένον· ἁ ἦ ῥά γε καλήν,. β καλὴν ἡμετέροις ὄμμασι φαινομένην. ἁ ποῦ δέ μιν εἰσενόησας; βἐκεῖ ποτὶ δεῖπνον ἐπελθὼν ξυνῇ κεκλιμένην ἔδρακον ἐν στιβάδι. ἁ ἐλπίζεις δὲ τυχεῖν; βναὶ ναὶ φίλος· ἀμφαδίην δὲ οὐ ζητῶ φιλίην, ἀλλ’ ὑποκλεπτομένην. ἆτόν νόμιμον μᾶλλον φεύγεις γάμον· ἀτρεκὲς ἔγνων ὅττι γε τῶν κτεάνων πουλὺ τὸ λειπόμενον. βἔγνως. αοὐ φιλέεις, ἐψεύσαο· πῶς δύναται γὰρ ψυχὴ ἐρωμανέειν ὀρθὰ λογιζομένη; 14.* (V, 269.) Δισσῶν θηλυτέρων μοῦνός ποτε μέσσος ἐκείμην, τῆς μὲν ἐφιμείρων, τῇ δὲ χαριζόμενος. εἷλκε δέ μ’ ἡ φιλέουσα· πάλιν δ’ ἐγὼ, οἶά τέ τις φὼρ, χείλεϊ φειδομένῳ τὴν ἑτέρην ἐφίλουν, ζῆλον ὑποκλέπτων τῆς γείτονος, ἧς τὸν ἔλεγχον καὶ τὰς λυσιπόθους ἔτρεμον ἀγγελίας. ὀχθήσας δ’ ἄρ’ ἔειπον· ἐμοὶ τάχα καὶ τὸ ὡς τὸ φιλεῖν χαλεπὸν, δισσὰ κολαζομένῳ.