ΠΡΟΟΙΜΙΟΝ. Ed. Par. 1 Καλὺν μέν τι χρῆμα καὶ εὔδαιμον νῖκαι πολέμων καὶ τρόπαια, Ed.Ven. 5, πόλεών τε ἀνοικισμοὶ καὶ ἀγλαίσματα, καὶ ἅπαντα ὁπόσα μεγάλα τε καὶ ἀξιάγαστα ἔργα. ταῦτα δὲ καὶ τὰ τοιάδε δόξαν μέν τινα καὶ ἡδονὴν τοῖς κτησαμένοις ἐπάγει, ἀποβιοῦσι δὲ αὐτοῖς καὶ ἐκεῖσε οἰγομένοις οὔτι μάλα ἐθέλουσιν ἕπεσθαι, ἀλλὰ καὶ λήθη παρεμπεσοῦσα ἐπικαλύπτει καὶ παρατρέπει P.2 τὰς ἀληθεῖς τῶν πράξεων ἀποβάσεις· ἤδη δὲ καὶ τῶν ἐπισταμένων ἀποβιούντων, οἴχεται καὶ διαδιδράσκει ἡ γνῶσις σὺν αὐτοῖς σβεννυμένη. οὕτως ἄρα μνήμη γυμνὴ ἀνόνητόν τι καὶ οὐ μόνιμον, οὐδὲ τῷ μακρῷ συνεκτείνεσθαι πέφυκεν χρόνῳ. καὶ οὐκ ἂν οἶμαι ἢ πατρίδος προκινδυνεύειν ἔνιοι ἔγνωσαν, ἢ ἄλλους ἀναδέχεσθαι πόνους, εὖ εἰδότες, ὡς, εἰ καὶ Β σφόδρα μέγιστα δράσαιεν, συναπολεῖται τὸ κλέος αὐτοῖς καὶ διαρρυήσεται, μόνῳ τῷ βίῳ αὐτῶν ἐκμεμετρημένον· εἰ μή τις, ὡς ἔοικε, θεία προμήθεια τὸ ἀσθενὲς τῆς φύσεως ἀναῤῥνωννῦσα τὰ ἐκ τῆς ἱστορίας ἐπεισήγαγεν ἀγαθὰ καὶ τὰς ἐνθένδε ἐλπίδας. οὐ γὰρ οἶμαι κοτίνου γε ἕνεκα καὶ σελίνου οἱ Ολυμπιονῖκαι ἐν ταῖς κονίστραις ἐναπεδύοντο, οὐδ᾿ αὐ οἱ ἀγαμέντοι 1 μέντοι R. 10. συνεκτείνεσθαι R., Intpr. extendi, συνεκτείνειν νειν vulg. πέφυκε vulg., ν ἐφελκυστικὸν h. 1. et passim addidi ex R. 11. ἢ πατρίδος R., Intpr. pro patria, vulg. ἥ καὶ πατρ. 15, ἀναῤῥωνῦσα R. θοὶ τῶν πολέμων ἀγωνισταὶ λαφύρων γε μόνον καὶ τοῦ παραυτίκα C τίκα κερδαλέου ἐφιέμενοι, ἐς προὖπτόν τε καὶ διαφανῆ κίνδυνον σφᾶς αὐτοὺς ἀφιᾶσιν· ἀλλὰ δόξης ἀμφότεροι ἕκατι βεβαίας τε καὶ ἀκηράτου, ἣν οὐχ οἷόν τε ἄλλως καρπώσασθαι, ἢ τῆς ἱστορίας αὐτοὺς ἀπαθανατιζούσης· οὐχ οἶα τὰ Ζαμόλξιδος νόμιμα καὶ ἡ Γετικὴ παραφροσύνη, ἀλλ’ ὡς ἀληθῶς τρόπῳ τινὶ θείῳ τε καὶ ἀθανάτω, καὶ ᾧ μόνῳ δύναται τὰ D θνητὰ ἐς ἀεὶ διαβιώσκειν. ῥᾴδιον μὲν οὖν ἥκιστα ἂν εἴη ἃπαντα διεξιέναι καὶ ἀπαριθμεῖσθαι, ὁπόσων ἀγαθῶν ἡ ἱστόρια τὸν βίον ἐμπίπλησι τὸν ἀνθρώπειον· ὡς δὲ συλλήβδην εἰπεῖν, οἶμαί γε αὐτὴν φιλοσοφίας τῆς πολιτικῆς οὐ μάλα μειονεκτεῖσθαι, εἰ μή τι καὶ μᾶλλον ὀνίνησιν. ἡ μὲν γὰρ, οἵα τις ἀστεμφὴς δέσποινα καὶ ἀθώπευτος, κελεύει καὶ διατάττει, ὁποίων P.3 τε ἔχεσθαι καὶ ὁποῖα διαφεύγειν προσήκει, ὡσπερ τῷ πείθοντι καταμιγνῦσα τὸ ἀναγκάζον· ἡ δὲ τῷ θέλγοντι πλείστῳ χρωμένη καὶ οἷον καρυκεύουσα τὰς ἀπαγγελίας τῇ ποικιλίᾳ v.6 παραδειγμάτων, καὶ παριστῶσα τῷ λόγῳ, ἐν οἷς τε εὐδοκιμήκασιν ἄνθρωποι εὐβουλίᾳ χρησάμενοι καὶ δικαιοσύνη, καὶ ἔνθα διήμαρτον τοῦ προσήκοντος, ἢ γνώμης τινὸς ἐναντίας ἢ Β τύχης ἡγησαμένης, λανθάνει ταῖς ψυχαῖς ἠρέμα τὰς ἅρπας ἐσοικίζουσα. τὸ γὰρ προσηνὲς αὐταῖς καὶ αὐθαίρετον μᾶλλόν τι ἐμφύεται καὶ προσιζάνει. ἐγὼ μὲν οὖν ταῦτα ἐκ πλείστου σκοπαριστῶσα 17, παριστᾶσα R., παριστᾶσα vulg. πῶν τε καὶ διαλογιζόμενος, ὑπεράγασθαι μὲν χρῆναι ἡγούμην καὶ κοινοὺς ἀνυμνεῖν εὐεργέτας τοὺς ὁπόσοις ἤδη αἱ τοιᾶιδε C πραγματείαι διαπεπόνηνται. οὐ μὴν ἐγχειρητέα ἐμοὶ τῷδε τῷ πόνῳ ἐδόκει, οὐδὲ τὴν ἀρχὴν ἀποπειρατέα. ἐτύγχανον γὰρ μᾶλλον δή τι ἐκ παίδων τῷ ἡρῴῳ ῥυθμῷ ἀνειμένος, καί με ἤρεσκεν τὰ ἡδύσματα τῶν τῆς ποιητικῆς κομψευμάτων. καὶ τοίνυν πεποίηταί μοι ἐν ἐξαμέτροις βραχέα ἄττα ποιήματα, ἃ δὴ Δαφνιακὰ ἐπωνόμασται, μύθοις τισὶ πεποικιλμένα ἐρω- D τικοῖς, τῶν τοιούτων ἀνάπλεα γοητευμάτων ἔδοξε δέ μοι πρότερον κἀκεῖνο ἀξιέπαινόν τι εἶναι καὶ οὐκ ἄχαρι, εἴγε τῶν ἐπιγραμμάτων τὰ ἀρτιγενῆ καὶ νεώτερα, διαλανθάνοντα ἔτι καἰ χύδην οὑτωσὶ παρ’ ἐνίοις ὑποψιθυριζόμενα, ἀγείραιμί τε ὡς οἷόν τε εἰς ταὐτὸν καὶ ἀναγράψαιμι ἕκαστα ἐν κόσμῳ ἀποκεκριμένα. καὶ οὖν δὴ καὶ τόδε μοι ἐκτετέλεσται ἕτερά τε πολλὰ ἀγωνίσματα, τοῦ μὲν ἀναγκαίου χάριν οὐ μάλα πεποιημένα, P.4 ἄλλως δὲ ἴσως προσαγωγὰ καὶ θελκτήρια. καὶ γὰρ δῆτα ἡ ποίησις τι χρῆμα καὶ θεσπέσιον. ἐνθουσιῶσι γοῦν ἐν αὐτῇ αἱ ψυχαὶ, εἴποι ἂν ὁ σοφὸς ὁ Ἀρίστωνος, καὶ λίαν ὠδίνουσιν ἐπαφρόδιτα, ὅσαι δὴ ὡς ἀληθῶς μουσόληπτοι γίνονται, καὶ τῇδε κάτοχοι τῇ βακχείᾳ. ἐμοὶ μὲν οὖν τοῖσδε θαὁπόσους 2, ὁπόσους Par. αἱ add. R,, om. vulg. 3. ἐγχειρ. γὰρ ἐμοὶ R. 4, οὐδὲ τὴν R., οὐδὲ κατὰ τὴν vulg. 5. με ἤρεσκεν R., μοι ἤρεσκε vulg. 6. κομψευσμάτων R. 8. Δαφνικὰ R., Intpr.; male. 12. οὐτοσὶ edd. 13, ταὐτὸν R., ταὐτὰ vulg. 14. τίδε R. 20, θαμίζειν R., θαυμάζειν vulg. μίζειν ἐδόκει, καὶ οὐ μήποτε ἑκόντι εἶναι τὰ νεανικὰ ταῦτα καὶ ἐπιτερπῆ σπουδάσματα μεθιέναι, ἀλλ’ ἕπεσθαι τῷ Δελφικῷ B ἐκείνῳ προγράμματι καὶ τὰ οἰκεῖα γιγνώσκειν. ἐπει δὲ ἐν τῷ κατ’ ἐμὲ χρόνῳ ξυνέβη μεγάλους μὲν πολέμους πολλαχοῦ τῆς οἰκουμένης ἀπροσδóκητα ξυῤῥαγῆναι, ἐθνῶν τε πολλῶν βαρβαρικῶν μεταναστάσεις γενέσθαι, καὶ πράξεων ἀδήλων τε καὶ ἀπίστων παραλόγους ἀποβάσεις, καὶ τύχης ἀτάκτους ἀπιῤῥοπιάς, γενῶν τε καταλύσεις, καὶ πόλεων ἀνδραπο- C δισμοὺς καὶ μεταβολὰς οἰν̣ητόρων, καὶ οἶον ἅπαντα τὰ ἀνθρώπεια κεκινῆσθαι· ἐπειδὴ οὖν ταῦτα καὶ τὰ τοιάδε ξυνέβη, δεδιέναι μοί πως ἐπῆλθε, μή τι ἄρα οὐχ ὅσιον εἴη, ἔργα οὕτω μέγιστά τε καὶ θαύματος ἄξια καὶ τοῖς μετὰ ταῦτα· χρήσιμα ἐσόμενα καὶ ὀνησιφόρα καταλιπεῖν ἄμνηστα τὸ μέρος, καὶ σεσιγημένα. τοιγάρτοι ἔδοξέ μοι οὐκ ἀπὸ τρόπου εἶναι, καὶ τοῦ συγγάφειν ἁμωσγέπως ἀποπειρᾶσθαι, ὡς ἄν μοι μὴ ἅπας ὁ D βίος ἐν μυθολογία τε καὶ περιττῷ πόνῳ ἀναλωθείη, ἀλλά τι φέροιτο καὶ ἀναγκαῖον. πολλοὶ δέ με καὶ τῶν ἐπιτηὸειων ἐπείγοντες καὶ ἐλγκελευόενοι ἐξηρέθισαν τὴν ὁρμὴν καὶ ἐπέῤῥωσαν, ἐν τοῖς Εὐτυχιανὸς ὁ νέος· ἀρχηγός τε ἦν τῆς παραινέσεως Ρ.5 ἀνὴρ τὰ πρῶτα τελῶν ἐν τοῖς τῶν βασιλέων ὑπογραφεῦσι, καὶ 2. σπουδάγματα R. ἀλλ᾿ R. Lugd., ἀλλὰ edd. τοῖς Δελφικοῖς ἐκείνοις προγράμμασι R. 3. ἐπεὶ R., ἐπειδὴ vulg. 6. πράξεσι R. 8. κατακλύσεις R. 11. ἀπῆλθε R. sed vulg. in mg. 12. μέγιστά τε καὶ R., μέγ. καὶ vulg. 13. τὸ μέρ. καὶ σεσιγημένα R., καὶ σεσ. τ. μ. vulg. 14. ἄπο τρόπου R. Lugd. (Cl.), ἀπότροπον edd. τοῦ om. R. 15. μοι om. R. 16. περ. πόνῳ R., πόνῳ περ. vulg. 19. Ἐχδνὸς R. τε R., γε vulg. Non de Eutychiano loquitur Agathias, sed, ni failor , de Paulo Silentiario, Cyri Flori filio. τὰ ἄλλα ἀγαθὸς καὶ ἀγχινούστατος, παιδείας τε ἀποχρώντως ἔχων, καὶ τοῦ τῶν Φλωριδῶν γένους ἄριστον ἐγκαλλώπισμα γεγενημένον. οὗτος δὴ οὖν ὁ ἀνὴρ, περὶ πλείστου γὰρ τἀμὰ ἐποιεῖτο, καὶ ὡς ἄν μοι ἄμεινόν τι ἔσται εὐκλείας τε πέρι καὶ τῆς ἄλλης ὠφελείας σφόδρα οἱ ἐπεφρόντιστο, οὐκ ἀνίει ἐπειγ́ων καὶ χρηστὰς ἐμφαίνων τὰς ἐλπίδας. δεῖν γὰρ οὐκ ἔφασκεν οὕτω B χαλεπὸν ἡγεῖσθαί μοι καὶ ἀνήνυτον τὸ ἐγχείρημά, οὐδὲ τῷ μήπω ἐς πεῖραν ἐλθεῖν, ὥσπερ ναυτιλίαν οἱ ἀθαλάττωτοι, καταπεπλῆχθαι· οἴεσθαι δὲ μᾶλλον οὐ πόῤῥω τετάχθαι ἱστορίαν V. 7 ποιητικῆς, ἀλλὰ ἄμφω ταῦτα εἷναι ἀδελφὰ καὶ ὁμόφυλα, καὶ μόνῳ ἴσως τῷ μέτρῳ ἀλλήλων ἀποκεκριμένα. ὡς δὴ οὖν οἴκοθεν οἴκαδε οὔσης τῆς μεταστάσεως θαῤῥοῦντά τε ἰέναι ἐκέλευεν καὶ C σθένει παντὶ ἔχεσθαι ἔργου. ἀλλὰ γὰρ τοιαῦτα ἐπᾴδων, ἤνδη μοι καὶ αὐτῷ βουλομένῳ, κατεκήλησέ γε ῥᾳδίως καὶ ἔπεισε. καὶ τοίνυν ἐς τάδε ἀφῖγμαι. ἀλλά μοι εἴη ἄξιόν τι δρᾶσαι τῆς προθυμίας, καὶ τοῦ μεγέθους τῶν ἔργων ὡς ἐγγυτάτω ἱκέσθαι. Δηλωτέον δὲ πρότερον ὅστις τέ εἰμι καὶ ὅθεν, τοῦτο δὴ τὸ τοῖς ξυγγραφεῦσιν εἰθισμένον. ἐμοὶ Ἀγαθίας μὲν ὄνομα, Μύρινα δὲ 1.Vulg. inepte οὐκ ἀποχρώντως. Negationem, quam deleri iussit Toupius ad Suidam I. p. 53. ed. Lips., non agnoscit R. Fieri autem potest ut illa orta sit ex alia scriptura: εὖ κἀποχρώντως. ἀποχρῶντος R. 2. γεγενημένον R., γεγενημένος vulg. 3. περὶ πλ. γὰρ τἀμὰ R., ἐπεὶ π. πλ. τἀμὰ vulg. 4. τε om. R. 6. ἐμφαίνων τὰς ἐλπ. R., ὑποφαίνων ἐλπ. vulg. 7. ἀνόνητον R. μήτε πρὸς τὴν πεῖραν R. 8. καταπεπλῆσθαι (sic) R., δεδιέναι vulg. 9. δὲ om. R. 10. ἀδελφοὺς R. 11. μέτρῳ ἣ (sic) ἀλλήλων R. , μ. ἐστὶν ἀλλ. vulg. οἴκαθεν R. 15. ἔχη inseri iubet Clar. Hasius ad Leonem p. 185. coniecturamque viri sagacissimi confirmat R. 17. πρότερον, quod vulgo deest, add. R. πατρὶς, Μεμνόνιος δὲ πατὴρ, τέχνη δὲ τὰ Ῥωμαίων νόμιμα D καὶ οἱ τῶν δικαστηρίων ἀγῶνες Μυρίναν δέ φημι οὐ τὸ Θρᾴκιον πόλισμα, οὐδὲ εἴ τις ἑτέρα κατὰ τὴν Εὐρώπην τυχὸν ἥ Λιβύην τῷδε κέκληται τῷ ὀνόματι, ἀλλὰ τὴν έν τῇ Ἀσίᾳ πάλαι ὑπὸ Αἰολέων ἀπῳκισμένην, ἀμφὶ τὰς ἐκβολὰς τοῦ Πυθικοῦ ποταμοῦ, ὃς δὴ ῥέων ἐκ Λυδίας τῆς χώρας ἐς τὸν ἔσχατον αὐλῶνα τοῦ κόλπου τοῦ Ἐλαΐτου ἐμβάλλει. γένοιτο μὲν P.6 οὖν ἔμοιγε τελεώτατα τῇδε τροφεῖα ὡς οἶόν τε ἀπότισαι, καὶ ἅπαντα τὰ κλεινὰ καὶ πάτρια ἔργα ἐς τὸ ἀκριβὲς ἀναγράψαι. ιονῦν δὲ ἡ μὲν εὐμενὴς καὶ ἵλαος καὶ τῆς προθυμίας ἡμᾶς ἀποδεχέσθω. ἐμοὶ δὲ ἐπὶ τὰ κοινὰ καὶ μέγιστα τῶν πραγμάτων ἰτέον. ποιήσομαι δὲ τὴν ξυγγραφὴν, οὐχ ᾗπερ καὶ ἑτέροις ἐν τῷ παρόντι πεποίηται. ἤδη γάρ που καὶ ἄλλοι τὰ νῦν ἐς τόδε B πόνου ἀφίκοντο, ἀληθείας μὲν, ὡς τὰ πολλὰ, ἥκιστα μέλον αὐτοῖς καὶ τοῦ τὰ γεγενημένα ὡς ἔχουσι τύχης διεξιέναι, οὕτω δὲ διαφανῶς κολακεύειν πολλοὺς τῶν δυνατῶν καὶ ὑποθωπεύειν ἑλόμενοι, ὡς εἴποτε ἄρα καὶ ἀληθῆ φήσαιεν, ἀπιστεῖσθαι. καίτοι ἐγκωμίῳ μόνῳ προσήκειν οἱ ταῦτα δεῖνοι φασι, τὰ προσόντα ὁτῳοῦν ἀγαθὰ κατὰ τὸ μᾶλλον ἐξαιρεῖν· ἱστορία δὲ ἐπαινεῖν μὲν καὶ ἥδε τοὺς εὖ τι δράσαντας οὐ πάμπαν ἀναίνεται, C οὐ μὴν τοῦτό γε σκοπὸν οἶμαι καὶ γνώρισμα ἔχειν ἐθέλει· ἀλλ’ εἴ που ἡ τῶν πράξεων ἀπεργασία ἔπαινον ἢ ψόγον ἐπάγοι, οὐ βιάζεσθαι αὐτὴν θέμις, οὐδὲ μεταποικίλλειν τὰ γε- 1. δὲ post Μεμν. addidi ex R. 2. Μύῤῥιναν (ubique cum ῤῥ) R., Μύρινα vulg. 15. τύχης expungitur a corr. R. 23. ἐπάγοι R., ἐπάγει vulg. αὐτὴν N., αὐτῇ vulg., αὐτῆς R. γενημένα. οἱ δὲ ἱστορίαν μὲν ποιεῖσθαι ὁμολογοῦσι, καὶ τὸ D τῆς ἐπιγραφῆς ἐπάγγελμα τοῦτο αὐτοῖς ὑποφαίνει, περώρανται δὲ ὅμως τῇ Πείρᾳ κομψευόμενοι τὴν ἐπωνυμίαν. τοὺς μὲν γὰρ ἔτι περιόντας, εἴτε βασιλεῖς εἶεν, εἴτε καὶ ἄλλως ἐπίσημοι, οὐ μόνον τῇ ἀφηγήσει τῶν ἐξειργασμένων ἐγκωμιάζουσιν, ἦ γὰρ ἂν ὀλίγα ἡμάρτανον,) ἔνδηλοι δὲ ἃπασι P.7 ὅτι δὴ αὐτοῖς οὐδέν τι ἄλλο διεσπούδασται, ἢ μόνον ἐπαινεῖν τε καὶ ἄγασθαι καὶ πέρα τοῦ ἀναγκαίου· τοὺς δὲ ἤδη τεθνηκότας, ὁποῖοί τινες καὶ ἐτύγχανον ὄντες, ἢ κακίστους ἀποκαλοῦσι καὶ τὰ κοινὰ λυμηναμένους, ἢ, τὸ γοῦν ἔλαττον δεινὸν, κατολιγωροῦσιν αὐτῶν, ὡς μηδὲ μνήμης τινὸς μεταδιδόναι. ταύτῃ τε οἴονται τὰ παρόντα εὖ τιθέναι καὶ τὸ ἀεὶ κρατοῦν Β ἐκθεραπεύοντες ὠφέλειαν σφισι πορίζεσθαι, κακῶς ἐπιστάμενοι ὡς καὶ αὐτοὺς δήπου τοὺς πρὸς αὐτῶν ἐπαινουμένους οὐ μάλα τὰ τοιάδε ἀρέσκει, λογιζομένους, ὡς οὐχ ἱκανὸν ἔσται τὸ τῆς κολακείας ἀρίδηλον τὴν περὶ αὐτῶν δόξαν βεβαιῶσαι. οὗτοι μὲν οὖν ξυγγραφόντων, ὥς πη φίλον αὐτοῖς καὶ εἰθισμένον, ἐμοὶ δὲ τὸ ἀληθίζεσθαι περὶ πλείστου ἑκτέον, ἐς C ὅ, τι χωρήσει μεμνήσομαι δὲ τῶν ὅσα παρά τε Ῥωμαίοις καὶ τῶν βαρβάρων τοῖς πλείστοις ἐς τόδε τοῦ καιροῦ ἐπράχθη ἂξι- 2. ὑποφαίνειν R. 6. ἔτι δῆλοι R. 8. πέρα R. Lugd., ὅπερ edd. 10. τὸ γοῦν R., τόγ’ οὖν Lugd., τόγε οὖν edd. 17. ξυγγράφοντες ὥσπερ R. 18. ἐμοὶ δέ — χωρήσει. Hunc locum et mutilum et corruptum esse arbitror. Nihil opis affert R., imo corruptiora: ἑκτέον (sic) εὖ ὅτι χ. Num περὶ πλείστου ποιητέον, ἑὸ εἰδότι ὅτι . . (?) . . χωρήσει? Legebantur olim quaedam in margine R. litteris quadratis scripta, quae nunc erasa sunt. αφήγητα, οὐ μόνον ὑπὸ ἀνδρῶν ἔτι βιούντων τυχὸν, μᾶλλον μὲν οὖν τῶν ἤδη ἀποιχομένων, καὶ οὐδενότι παρήσω τῶν λόγου ἀξίων. Τοιγάρτοι εἰ καὶ μὴ πρότερον ἐς τὸ ξυγγράφειν προῆγμαι, ἢ μόνον ἐξ ὅτου Ἰουστῖνος ὁ νέος τὴν αὐτοκράτορα μετῆλθεν ἀρχὴν, Ἰουστινιανοῦ τεθνηκότος, ἀλλ’ ἔγωγε καὶ D ἐπὶ τοὺς ἀνωτέρω χρόνους ἀναδραμοῦμαι, καὶ ὁπόσα οῦπω ἑτέρῳ τῳ ἐκπεπόνηται, ταῦτα δὲ οἰκεῖον ποιήσομαι ἔργον. τὰ μὲν γὰρ πλεῖστα τῶν κατὰτοὺς Ἰουστινιανοῦ χρόνους γεγενημένων, ἐπειδὴ Προκοπίῳ τῷ ῥήτορι τῷ Καισαρείαθεν ἐς τὸ ἀκριβὲς ἀναγέγραπται, παριτέον ἐκεῖνα ἔμοιγε, ἅτε δὴ ἀποχρώντως εἰρημένα· τὰ δὲ μετ’ ἐκεῖνον, ὡς οἶόν τε, διεξιτέον. προοίμα Ρ.8 μὲν γὰρ αὐτῷ τῆς ἱστορίας Ἀρκάδιος ἀποβιοὺς ἐποιήθη, καὶ V.8 τῷ ἐκείνου παιδὶ Θεοδοσίῳ Ἰσδιγέρδης ὁ Περσῶν βασιλεὺς κηδεμὼν γεγενημένος, τά τε Οὐαραράνῃ καὶ Περόζῃ ξυνενεκθέντα, καὶ ὅπως Καβάδης βασιλεὺς καταστὰς ἀφῄρηται τὴν ἄρχην καὶ εἶτα θᾶττον αὐτὴν ἀνεκομίσατο, ὅπως τε Ἄμιδα Β ἥλω πρὸς αὐτοῦ, Ἀναστασίου Ῥωμαίων βασιλεύοντος, καὶ ὅσους αὖθις μετ’ ἐκεῖνον Ἰουστῖνος ὁ πρεσβύτης ἐν τῷδε τῷ ἔργῳ διεδέξατο πόνους. ἑξῆς δὲ τοὺς Περσικοὺς πολέμους ὁπόσοι δὴ πρός τε Καβάδην καἰ Χοσρόην ἀμφὶ Συρίαν καὶ ᾿Αρ- 2. οὖν addidi ex R. 4. Ἰουστῖνος ὁ νέος., Intpr. Iustinus et iunior. Fort οὕτος ὁ νέος. 7. ἑτέρω τε R. g. τῷ autc Καισ. add. ex R. 13. Post Θεοδοσίῳ add. Iutpr. et imperii procurationem, scil. καὶ τιὴ βασιλείᾳ. Ἰσδιγέρδης R., Ἰσδηγ. vulg. 1 Οὀαραράνῃ N., Οὐαραβάνῃ R., Οὐαράνῃ vulg. 16. Ἄμιδον R. μενίαν, καὶ μὲν δὴ καὶ τὰ Λαζῶν ὅρια Ἰουστινιανῷ τῷ Ῥωμαίων αὐτοκράτορι διαπεπολέμηνται, τούτους δὲ ἅπαντας ἐκ C τῶν Προκοπίου λόγων ἄριστα ἂν διαγνοίης, Γελίμερά τε τὸν Βανδίλον, καὶ Καρχηδόνα τὴν πόλιν, καὶ τὴν ξύμπασαν χώραν τῶν Ἄφρων ἀπὸ Βονιφατιόυ τε καἰ Γεζερίχου καὶ τῆς ἐν τῷ τότε ἀποστάσεως πολλοῖς ὕστερον χρόνοις Ἰουστινιανῷ δουλωθεῖσαν, καὶ πάλιν τῆς Ῥωμαίων ἐπικρατείας μέρος γεγενημένην. μετὰ δὲ τὴν τῶν Βανδίλων κατάλυσιν, καὶ ὅσα οἱ Μαυρούσιοι τὸ ἔθνος ἔδρασάν τε καὶ πεπόνθασι πολλαχοῦ D τῆς Λιβύης κατὰ Ῥωμαίων παραταττόμενοι· ὅτι τε Στότζας καὶ Γόνθαρις Ῥωμαίων μὲν ἤστην, τυράννω δὲ καταστάντε, μεγίστων συμφορῶν τε καὶ στάσεων αἰτιωτάτω τῇ Λιβύῃ γεγόνατον, καὶ ὡς οὐ πρότερον ἐλώφησε τὰ δεινὰ, πρὶν ἐκείνω τὼ ἄνδρε διαφθαρῆναι· ἀλλὰ καἰ τάδε ἀμέλει ἅπαντα εὕροις γε ἂν έν ἐκείνοις· ὅπως τε ἡ στάσις ἡ ἐμφύλιος ἐν Βυζαντίῳ κατὰ τοῦ βασιλέως ἀρθεῖσα, καὶ ἐπὶ μέγα κακοῦ ἀφιγμένη τὰ κοινὰ ἐδηλήσατο · τάς τε τῶν Οὔννων ἐπι- P.9 δρομὰς, ὡς δὴ ἐν τῷ τότε Ἴστρον ποταμὸν περαιωθέντες, μέγιστα οἷα τὴν Ῥωμαίων ἀρχὴν ἐλυμήναντο, Ἰλλυρίους τε καὶ Θετταλοὺς καὶ τὰ πλεῖστα τῆς Εὐρώπης ληϊσάμενοι, μέρος δέ τι καὶ τῆς Ἀσίας, τὸν Ἑλλήσποντον διαβάντες. Σουρὼν δὲ ἡ πόλις ἡ ἐν Συρίᾳ, καὶ Βέῤῥοια, καὶ Ἀντιόχεια ἡ πρὸς 3. Γελίμερα N., Γελίμερ vulg., Γελίμων R., mg. Γελίμερόν τε. 7. μέρος om. R. 8. Pro οἱ Μαυρούσιοι R. liabet οἴμαι. Satis vcrisimile est Agathiam scripsisse: οἱ Μαυρ. οἴμαι τ. ἔ. 10 τε R. pro τῆς. 10. Λιβὐης R., Λιβὐας vulg. Στότζας vulg. et Procop., Στώτζας R. 11. Γονθαρεὶς R. Ῥωμαίων vulg, et R., transfixa in R. nescio a quo ν finali. Intpr. qui vcrtit: Romanarum partium eraut, aliquid amplius, fortasse ξυμμάχω, legisse videtur. 12. τῆς Λιβύης R. 18. ὡς δὴ R, corr. pro ὃς δὴ, οἳ δὴ vulg. 21. τὴν Ἑλλ. R. Σουρὼν R., Σουρῶν vulg., Σούρων Procop. Ὀρόντῃ ποταμῷ, ὅπως οἰκτρότατα ὑπὸ Χοσρόου τήν τε Ἐδέσσης πολιορκίαν, καὶ ὅπως ἐνθένδε ἀποκρουσθεὶς ἔπειτα ἀπιὼν ᾤχετο, πάρεστι καὶ ταῦτα ἐν τοῖσδε θεάσασθαν Β τάς τε τῶν Αἰθιόπων καὶ Ὁμηριτῶν παρατάξεις, καὶ ὅτου δὴ χάριν ἄμφω ἐκείνω τὼ φύλω ἐς τόδε δυσμενείας ἠλθέτην εἴρηται δὲ αὐτῷ πολλὰ καὶ τοῦ μεγίστου λοιμοῦ πέρι, ὅπως τε τὴν ἀρχὴν κατ’ ἐκεῖνο τοῦ καιροῦ ἐς τὸ ἀνθρώπειον γένος εἰσήῤῥησε, καὶ ὁποῖα ἀττα παράλογα ἐν αὐτῷ ξυνηνέχθη. ἀλλὰ γὰρ καὶ ὁπόσα ὕστερον τῷ Ῥωμαίων στρατῷ ἀνὰ τὰ Λαζῶν C πολίσματα καὶ πέτρας τὸ φρούριον, πρός τε Χοριάνην καὶ Μερμερόην καὶ τὰ Περσικὰ ἔξείργασται πλήθη, καὶ ταῦτα ἐκεῖθεν ἀναλεκτέον·. μεταβάντι δέ οἱ ἐπὶ Ἑσπέρας, ὅπως τε Θευδέριχος ὁ Γότθων βασιλεὺς ἀπεβίω, καὶ Ἀμαλασοῦνθα ἡ τοῦδε πῶς ὑπὸ Θευδάτου ἀνῄρηται, καὶ ἅπαντα ὧν δὴ ἕνκα ὁ Γοτθικὸς πόλεμος ἀνερράγη, οὐδὲ ταῦτα ἐκείνῳ παρεῖται· οὐμενοῦν ἀλλ’ οὐδὲ ὅπως Οὐΐττιγις ὁ μετὰ Θεύδα- τὸν τοῦ Γοτθικοῦ γένους κρατήσας ὑπὸ Βελισαρίου τοῦ στρατηγοῦ μετά γε πλείστους ὅσους ἀγῶνας δορυάλωτος εἰς τὸ Βυζάντιον ἦκται· οὐδέ γε ὅπως Σικελία τε καὶ ‘ Ρώμηκαὶ Ἰταλία τοὺς ἐπήλυδας ἀποβαλοῦσα βαρβάρους πόλιν ἤθεσι πατρίοις μετεκοσμεῖτο. λάβοι δὲ ἄν τις ἐνθένδε, καὶ ὅτι Ναρσῆς ὁ τομίας Ἰταλίαν ἐστάλη, στρατηγὸς αὐτοκρά- P.10 4. ὅτου R., ὅτῳ vulg. 5. φύλω R. Lugd. (Cl.), Intpr. hae gentes, φίλω edd. 6. λιμοῦ R. 7. εἰσήῤῥησε R. εἰσήρησε vulg. 8. ἅττα R., ἄωτα vulg. 9. καὶ om. R. 14. Θευδάτου R. Lugd., Θεοδάτου edd. 16. ἀλλ’ inserit R. οὐδὲ R. οὐδ’ vulg. Οὐΐτιγις vulg. Θεύδατον R. Lugd., Θεόδατον edd. 18. μέτα γε R. Lugd., μετά τε edd. ὅσους om. R. 19. ἦκται R. (Cl.), ἷκατι Vltlg. 22. ταμίας R. τωρ πρὸς τοῦ βασιλέως γεγενημένος, τούς τε κλεινοὺς ἐκ̣εινονς πολέμους, οἳ δὴ αὐτῷ πρὸς Τώτιλαν ἄριστα διαπεπόνηιφαι· ὅτι τε αὖθις μετ’ ἐκεῖνον Τεΐας ὁ Φρεδιγέρνου τὴν Γοτθικὴν ἡγεμονίαν διαδεξάμενος, οὐκ ἐς μακρὰν καὶ αὐτὸς ἀνῃρέθη. ταῦτα δὲ πάντα ἐς ἕπον τε καὶ εἰκοστὸν ἔτος τῆς Ἰουστινιανοῦ βασιλείας γεγένηνται, καὶ Προκοπίῳ μὲν τῷ ῥήτορι ἐν τοῖσδε B οἶμαι αὐτῷ τὰ τῆς ξυγγραφῆς διήνυσται καὶ ξυνετελέσθη· ἐγὼ δὲ ἐς τὰ ἐχόμενα τούτων, ἐφ’ ἅπερ καὶ τὴν ἀρχὴν ὡρμήθην ἰέναι, καὶ δὴ ἐπὶ ταῦτα εἶμι. καὶ δὴ ἔχομαι τῶν πραγμάτων. Α. C. 552 I. I. 26 P. 11 V. 9