β΄. πρόσοικοί τε γάρ εἰσι τῇ Ἰταλίᾳ καὶ ἀγχιτέρμονες τὸ γένος τῶν Φράγγων. εἶεν δ’ ἂν οὗτοι οἱ πάλαι ὀνομαζόμενοι Γερμανοί. μανοὶ. δῆλον δέ· ἀμφὶ ῥῆνον γὰρ ποταμὸν οἰκοῦσι καὶ τὴν ταύτῃ ἤπειρον, ἔχουσι δὲ καὶ Γαλλιῶν τὰ πλεῖστα, οὐ πρότερον πρὸς αὐτῶν κατεχόμενα, ἀλλ’ ὕστερον ἐπικτηθέντα, καὶ τὴν Μασσαλίαν πόλιν, τοὺς Ἰώνων ἀποίκους. ταύτην γὰρ δὴ πάλαι Φωκαεῖς ἐς Ἀσίας ὑπὸ Μηδῶν ἀναστάντες κατῴκισαν, Δαρείου τοῦ ‘Υστάσπεω Περσῶν βασιλεύοντος, καὶ νῦν ἔξ Ἑλληνίδος ἐστι βαρβαρική· 4. ὁμοσμένα R. 5. κατέχοντες R. 13. ἐς εἶτα R. ἀναμαχέσοιντο R., ἀναμαχέοιντο vulg. 14. τε add. fr. et R. τῇ Ἰταλίᾳ R., τῆς Ἰταλίας vulg., τάπης R. 17. δὲ δὲ γε vulg. 20. κατῴκησαν R. τὴν γὰρ πάτριον ἀποβεβληκυῖα πολιτείαν, τοῖς τῶν κρατούν- A. C. 552 Ι. Ι. 26 τῶν χρῆται νομίμως. φαίνεται δὲ καὶ νῦν οὐ μάλα τῆς ἀξίας τῶν παλαιῶν οἰκητόρων καταδεεστέρα εἰσὶ γὰρ οἱ Φράγγοι οὐ P.13 νομάδες, ὥσπερ ἀμέλει ἔνιοι τῶν βαρβάρων, ἀλλὰ καὶ πολιτείᾳ ὡς τὰ πολλὰ χρῶνται Ῥωμαϊκῇ, καὶ νόμοις τοῖς αὐτοῖς, κὼ τὰ ἄλλα ὁμοιῶς ἀμφί τε τὰ συμβόλαια καὶ γάμους, καὶ τὴν τοῦ θείου θεραπείαν νομίζουσιν. Χριστιανοὶ γὰρ ἅπαντες τυγχάνουσιν ὄντες καὶ τῇ ὀρθοτάτη χρώμενοι δόξῃ· ἔχουσι δὲ καὶ ἄρχοντας ἐν ταῖς πόλεσι καὶ ἱερεῖς, καὶ τὰς ἑορτὰς ὁμοιῶς ἧμίν ἐπιτελοῦσι, καὶ, ὡς ἐν βαρβάρῳ γένει, ἔμοιγε δοκοῦσι σφόδρα εἶναι κόσμιοι τε καὶ ἀστειότατοι καὶ οὐδέν τι ἔχειν τὸ διαλλάττον, ἢ μόνον τὸ βαρβαρικὸν τῆς στολῆς καὶ τὸ τῆς φωνῆς ἰδιάζον. ἄγαμαι γὰρ αὐτοὺς ἐς τὰ μάλιστα ἔγωγε τῶν τε ἄλλων ὧν ἔχουσιν ἀγαθῶν καἰ τῆς ἐς ἀλλήλους δικαιοσύνης τε καἰ ὁμονοίας. πολλάκις γὰρ ἤδη καὶ πρότερον, καὶ μὶν δὴ Β καὶ τῷ κατ’ ἐμὲ χρόνῳ, τυχὸν μὲν ἐς τρεῖς, τυχὸν δὲ καὶ ἐς πλείους ἡγεμόνας τῆς ἀρχῆς αὐτοῖς μεμερισμένης, οὐπώποτε πόλεμον ἤραντο κατ’ ἀλλήλων, οὐδὲ αἵματι ἐμφυλίῳ τὴν πατρίδα ἔγνωσαν μιαίνειν. καίτοι ἔνθα ἂν μεγάλαι δυνάμεις ἰσόῤῥοποί τε νὼ ἀμφήριστοι ἀναφανεῖεν, ἐνταῦθα ἀνάγκη φρονήματα φύεσθαι σκληρὰ καὶ ὀγκώδη, φιλοτιμίαι τε, ὥσπερ εἰκὸς ὠδίνονται καὶ φιλοπρωτεῖαι, καὶ ἄλλα ἄττα μυρία ταραχῶν τε 2. νομίμοις R., νόμοις vulg. 3. καταδεέστερον R. 4. ἀμέλει om. fr. 6. τήν τε θεραπείαν R. 11 καὶ οὐδέν τι fir. ct R., vulg. οὐδέν τε. 16. καὶ τῷ R., καὶ ἐν τῳ vulg. καὶ ante ἐς om. fr. 17. ἡγεμόνας add. ex R. fr. et Intpr. princlpes. 20. ἀνάγκη add. ex iisdem. 21. φύεσθαι R. Lugd., φύεται edd. τε om. R. 22. φιλοπρωτεῖαι fr., φιλοπρωτίαι vulg. et R. A. C. 552 I. I. 26 καὶ στάσεων γονιμώτατα πάθη. ὅμως παρ’ ἐκείνοις εἰ καὶ ·ἐς πλείστας ὅσας ἀρχὰς τύχοιεν διῃρημένοι, οὐδὲν ὃ, τι τοιόνδε ξυμφέρεται. ἀλλ’ εἴπερ ἄρα καί τινα ἔριν τοῖς βασιλεῦσιν ἐγγενέσθαι ξυνενεχθείη, παρατάττονται μὲν ἅπαντες ὡς πολε- C καὶ τοῖς ὅπλοις διακριθησόμενοι, καὶ εἶτα ὁμόσε χωροῦσιν· ἰδόντες δὲ ἀλλήλους ἑκατέρωθεν ἡ πληθὺς, αὐτίκα τὸ χαλεπαῖνον ἀποβαλόντες ἐς ὁμοφροσύνην μεταχωροῦσι, καὶ τοὺς ἡγεμόνας κελεύουσι δίκῃ μᾶλλον τὰ ἀμφίβολα διευκρινήσασθαι· εἰ δὲ μὴ, μόνους μόνους ἀγωνίζεσθαι, καὶ ἐν σφισιν αὐτοῖς διακινδυνεύειν, ὡς οὐχ ὅσιον ὂν οὐδὲ πάτριον, ἰδίας αὐτῶν ἕνεκα δυσμενείας τὰ κοινὰ πημαίνεσθαι καὶ ἀνατετράφθαι· εὐθὺς δὴ οὖν τάς τε φάλαγγας διαλύουσι, καὶ τὰ ὅπλα τίθενται, καἰ τολοιπὸν εἰρήνη αὖθις καὶ ἡμερότης, φοιτήσεις τε παρ’ ἀλλήλους ἀφύλακτοι καὶ ἐπιμιξίαι, καὶ κὼ φροῦδα οἴχεται τὸ δεινά. οὕτως ἄρα αὐτοῖς τὸ μὲν ὑπήκοον δί- V. 11 καῖον καὶ φιλόπατρι, τὸ δέ γε ἄρχον εὐμενὲς ἐν δέοντι καὶ D πειθήνιον· ταῦτά τοι κω διατελοῦσι δύναμιν βεβαίαν ἔχοντες, καὶ νομοῖς χρώμενοι τοῖς αὐτοῖς καὶ τῶν μὲν οἰκείων οὐδὲν ὅ, τι ἀποβεβληκότες, Πλεῖστα δὲ ὅσα ἐπικτησάμενοι δικαιοσύνη γὰρ καὶ φιλότης οἶς ἂν ἐντραφείη, εὐδαίμονα τίθησι πολιτείαν καὶ μόνιμον, καὶ ἥκιστα πολεμίως ἁλώσιμον.