α'. Ἐπειδὴ Τεΐας ὁ μετὰ Τώτιλαν τῶν Γότθων ἡγεμὼν καταστὰς, ἀνακαλεσάμενος τὰς δυνάμεις καὶ πόλεμον, πανσυδεὶ πρός τε Ναρσῆν καὶ 'Ρωμαίους παρταταξάμενος ἡσσήθη τε κατὰ κράτος καὶ αὐτοῦ πολεμῶν διεφθάρη, οἵ τε περισωθέντες τῶν Γότθων, ἐγκειμένων σφισι 'Ρωμαιων καὶ οὐκ ἀνιέντων, πιεζόμενοι ταῖς τε ἐπιδρομαῖς καὶ ὅτι ἐν χώρῳ ἀνύδρῳ ἐτύγχάνον ξυνειλεγμένοι, σπονδὰς τίθενται πρὸς Ναρσῆν, ἐφ’ ᾧ τὴν μὲν οἰκείαν ἀδεῶς νέμοιντο χώραν, βασιλεῖ δὲ τῶν 'Ρωμαίων κατήκοοι τολοιπὸν ὄντες διατελοῖεν· ἐπειδὴ ταῦτα τῇδε B ἐχώρει, ἐδόκει μὲν ἅπασι πέρας ἔχειν τὰ τῶν ἐν Ἱταλίᾳ πο- 1. τούς τε R. Lugd., τοὺς δὲ edd. 2. Τώτιλλαν R. et sic ubique. 6. γεγένηται Par. 12. ἀνακαλεσάμενος τὰς addidi ex R., Intpr. in unum iam contractis exercitibus. Verum ante πόλεμον articulum desidero. πανσυδὶ R. 18. δὲ add. R. (Cl.). 19. λοιπὸν R. 20. τοῦ — πολέμων Par λέμων· τὰ δὲ ἦν ἄρα προοίμια. οἶμαι γὰρ οὐδὲ ἐπιλείψειν ποτὲ Α. c. 552 Ι. Ι. 26 τὸν αἰῶνα ἡμῶν τὰ τοιάδε, μένειν δὲ ἐς ἀεὶ καἰ ἀκμάζειν, ἔς τ’ ἂν ἡ αὐτὴ φύσις ἀνθρώπων ᾖ, ἐπεὶ καὶ ἄνωθεν ἡμῖν, ὡς ἔπος εἰπεῖν, συνεισῆλθε τῷ βίῳ. καὶ οὖν μεστὴ μὲν ἡ ποίησις, πλήρης δὲ ξύμπασα ἱστόρια πολέμων τε καὶ παρατάιξεων, καὶ P.12 οὐκ ἂν ἄλλο τι εὕροις ἐν τῇδε κατὰ τὸ μᾶλλον ἀναγεγραμμένον· αἴτ́ιον δὲ οἶμαι τούτων οὐχ, ὅπερ οἱ πολλοί φασιν, ἀστέρων τε πορείας καὶ τὸ μεμαρμένον καί τινας παραλόγους ἀνάγκας. εἰ γὰρ τὰ τῆς πεπρωμένης ἐν πᾶσι νικῴη, ἀφαιρεθείη δὲ τῶν ἀνθρώπων τὸ προαιρετὸν καὶ ἑκούσιον, παραινέσεις μὲν ἁπάσας καὶ τέχνας καὶ διδασκαλίας κενὰ καὶ ἄχρηστα νομιοῦμεν, οἰχήσονται δὲ φροῦδοι καὶ ἄκαρποι αἰ τῶν ἄριστα βιούντων ἐλπίδες. οὐ μέντοι ἀλλ’ οὐδὲ τὸ θεῖον αἴτιον, ὥς γε ἐμὲ γιγιγνώσκειν, φόνων τε καὶ συμπλοκῶν ἡγεῖσθαι προσήκει. τὸ γὰρ ἀγαθὸν ἐκεῖνο καὶ ἀλεξίκακον φόνιόν τε καὶ φιλοπόλεμον οὔτ’ B ἂν ἔγωγε φήσαιμι, οὔτε εἰπόντι πιστεύσαιμι. ἐς δὲ πλεονεξίαν τε καὶ ἀδικίαν αἱ τῶν ἀνθρώπων ψυχαὶ αὐθαίρετα κατολι- V.10 σθαινονσαι, πολέμων τε καὶ ταραχῶν ἅπαντα ἐμφοροῦσιν, ἐνθένδε τε ὄλεθροι ξυμβαινουσι πολλοί,̀ καὶ γένη ἀνθρώπων ἀνάρπαστα γίγνεται, καὶ μύριαι ἄλλαι ὠδίνονται κῆρες. οὕτω γὰρ δὴ κὼ τότε οἱ Γóτθοι ἐπειδὴ τὰς σπονδὰς θέμενοι καὶ διακριθέντες οἱ μὲν αὐτῶν εἴσω τοῦ Πάδου πρότερον διαιτώμνοι ποταμοῦ, ἔς τε Τουσκίαν καὶ Λιγουρίαν , καὶ ὅθι 6. τῇδε R., τοῖσδε vulg. 8. μεμαρμένον R., μεμορμ. vulg. 9. νίκην R. 12. ἄριστα R., ἄριστον vulg. 18. τε add. R. 20. οὕτω R. Lugd., οὕτως edd. Α C. 552 Ι. Ι. ἑκάστῳ θυμῆρές τε ἦν καὶ εἰθισμένον, ἐχώρουν οἱ δὲ ἐκτὸς, διαβάντες, ἀμφὶ Βενετίαν καὶ τὰ τῇδε φρούρια καὶ πολίσματα, C ᾗπερ καὶ ἐν τῷ πρὸ τοῦ, ἐσκεδάννυντο· ἐπειδὴ οὖν ἐν τοῖσδε ετυγχανον ὄντες, προσῆκον αὐτοὺς τὰ μὲν ωμοσμενα τοῖς εργοις αὐτοῖς ἐμπεδῶσαι, τὰ δὲ σφέτερα ἐν τῷ ἀσφαλεῖ κατέχοντας κινδύνων ἀπηλλάχθαι χρονίων, καὶ μόλις γοῦν τῶν δεινῶν ἀναπνεῦσαι· οἱ δὲ, ἐλάχιστον ἐπισχόντες, νεωτέρων αὖθις ἐφίεντο πραγμάτων, καὶ ἐς ἀρχὴν ἑτέρου πολέμου καθίσταντο. ἐπεί τε αὐτοὶ κατὰ σφᾶς οὐκέτι πρὸς Ῥωμαίους ἀ·ξιόμαχοι ᾤοντο εἶναι, αὐτίκα παρὰ τοὺς Φράγγους ἐτράποντο, ἄμεινον σφίσιν αὐτοῖς τὰ παρόντα ἔσεσθαι κρίνοντες, καὶ τὴν ὠφέλειαν ἐς ὅ, τι μάλιστα διαρκεστάτην, εἴγε ἐξ ὁμόρων τε καὶ ἀστυγειτόνων ξυμμαχίαν ἐπαγόμενοι εἶτα θᾶττον ἀναμαχέσοιντο. D