TA ΠΡΟΛΕΓΟΜΕΝΛ ΤΗΣ ΦΙΛΟΣOΦΙΑΣ ΑΠΟ ΦΩΝΗΣ ΔΑΒΙΔ ΤΟΥ ΘΕΟΦΙΛΕΣΤΑΤΟΥ KAI ΘΕΟΦΡΟΝΟΣ ΦΙΛΟΣΟΦΟΥ. Κ. f. 127r <Ορᾶξις α΄.>. Οἱ τῶν τὴς φιλοσοφίας λόγων ἐρῶντες καὶ τῆς ἐκ τούτων ἡδονῆς ἄκρῳ δακτύλῳ γευσάμενοι, πάσῃ τῇ τοῦ βίου φροντίδι χαίρειν εἰπόντες, σώφρονί τινι μανία πρὸς τούτους ἐλαυνόμενοι φαίνονται καὶ τῇ τῶν ὄντων ἐπιστήμῃ συντόμως αὐτῶν ψυχαγωγοῦσι τὸν ἔρωτα· ἐπιστήμη δὲ τῶν ὄντων ἐστὶν ἡ φιλοσοφία, ὡς σὺν θεῷ μαθησόμεθα. ἐπεὶ τοίνυν καὶ ἡμᾶς σοφὸς ἔρως καὶ πολλὴ προθυμία εἰς τοῦτον διήλασε τὸν ἀγῶνα, φέρε τὸν τῆς φιλοσοφίας θεῖον ἀγῶν ὑποδυσώμεθα, μὴ τὸ παρὸν δυσχερὲς ἐπιλογιζόμενοι, ἀλλὰ πρὸς τὸ πέρας τῆς θείας ἐπαγγελίας αὐτῆς ἀποβλέποντες πάντα μόχθον ἐλάττονα καὶ δεύτερον αὐτῆς ἡγησώμεθα. Δοκεῖ δέ μοι μικρὸν ἀναβάλλεσθαι τὴν ἐγκύκλιον ἐξήγησιν Ἀριστοτελιχοῖς πειθομένῳ θεσμοῖς, ὡς δεῖ ἐν ἑκάστῳ σχεδὸν πράγματι τὰ τέσσαρα ταῦτα ζητεῖν κεφάλαια· εἰ ἔστι, τί ἐστι, ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστι. καὶ εἰκότως τὰ τέσσαρα ταῦτα ζητοῦμεν· τῶν γὰρ πραγμάτων τὰ μὲν ἀνύπαρκτά ἐστιν, ὡς τραγέλαφος, σκινδαψός, βλίτυρι καὶ τὰ λοιπά, ὅσα ἡ ἡμετέρα διάνοια διαπλάττεται, τὰ δὲ ὕπαρξιν ἔχει. καὶ τούτων αὗθις τῶν ὕπαρξιν ἐχόντων τὰ μὲν ἀμφιβαλλομένην ἕχει ἔχει τὴν ὕπαρξιν, ὡς ἄναστρος σφαῖρα ἢ ὡς ἀντίποδες ταῦτα γὰρ ἀμφιβάλλονται εἴτε εἰσὶν εἴτε οὔ), τὰ δὲ οὐκ ἀμφιβαλλομένην ἀλλ’ ὁμολογουμένην, ὥσπερ ἄνθρωπος ἤ βοῦς. καὶ ἐπὶ μὲν 1. 2 Inscripsi ex V: προλεγόμενα τῶν πέντε φωνῶν τῆς φιλοσοφίας ἀπὸ φωνῆς τοῦ θεοφιλεστάτου φιλοσόφου χυρίου δᾶδ Κ: om. T 3 πρᾶξις ά addidi (cf. p. 2,30) 4 τῶν τῆς (ante φιλ.) om. V 6 φαίνονται] φέρονται V 7 αὐτῶν (sc. λόγων)] αὑτῶν Brand. 8 ἡμᾶς post ἔρως (9) colloc. KT 9 καὶ πολλὴ προθυμία post ἀγῶνα colloc. T εἰς] ἐπὶ V διήλαυνε V 9. 10 φέρε—ἀλῶνα] φέρε δὴ δὲ T) φέρε λοιπὸν τοῦτον KT 10 ἀποδυσώμεθα V1 11 ἐπαγγελίας αὐτῆς] αὐγῆς V 13 ἀναβαλέσθαι K 13. 14 Ἀριστοτ. πειθ. θεσμοῖς] cf. Anal. post. Β 1 p. 89b23 17 εἰσιν V ἢ σκινδ. V καὶ τὰ λοιπά suppl. V2 διάνοια] ἔννοια V 18 καὶ τούτων suppl. V2 19 ἡ ἄναστρος V 20. 21 οὐκ ἀμφιβ. ἀλλ’ om. V 21 ὡμολογημένην K: ὡμολογουμένην Τ1: ὁμολογουμένην T2 τῶν ὕπαρξιν ἐχόντων ἀμφιβαλλομένην δὲ ζητοῦμεν τὸ εἰ ἔστιν, ἐπὶ δὲ τῶν ὁμολογουμένην ἐχόντων τὴν ὕπαρξιν ζητοῦμεν τὸ τί ἐστι. τὸ δὲ τί ἐστιν ἢ δι’ ὀνόματος ἢ δι’ ὁρισμοῦ γινώσκεται, δι’ ὀνόματος μέν, ὅταν βλέπωμέν τι καὶ ἐρωτῶμεν τί ἐστι, καὶ λέγωμεν ὅτι ῾ἄνθρωτος’, δι’ ὁρισμοῦ δέ, ὅταν λέγωμεν ῾ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν’. εἶτα δὲ ἐπειδὴ τὰ πράγματα οὐ μόνον κοινωνοῦσιν ἀλλὰ καὶ διαφέρουσιν καὶ γὰρ τὰ ζῷα οὐ μόνον κοινωνοῦσι κατὰ τὸ γένος καθὸ ζῷα, ἀλλὰ καὶ διαφέρουσι, καθὸ τὰ μὲν λογικὰ τὰ δὲ ἄλογα), διὰ τοῦτο ζητοῦμεν τὸ ὁποῖόν τί ἐστιν, ἵνα γνῶμεν τὰς διαφοράς· καὶ γὰρ τῷ ὅρῳ συναναφαίνονται αἱ 127 v διαφοραί. ἰστέον δὲ ὅτι ἡνίκα τὸ τί ἐστι δι’ ὀνόματος ἐκφέρεται, τότε δεῖ ζητεῖν τὸ ὁποῖόν τί ἐστιν, ἡνίκα δὲ δι’ ὅρου γινώσκεται, τότε οὐ δεῖ ζητεῖν ὁποῖόν τί ἐστιν, ἀλλὰ τὸ διὰ τί ἐστιν.] ἐπειδὴ δὲ πάντα πρός τι τέλος ὁρῶσι καὶ οὐδὲν μάτην οὕτε ὁ δημιουργὸς οὔτε ἡ φύσις οὔτε ἡ τέχνη ἐπενόησεν, τούτου χάριν ζητοῦμεν τὸ διὰ τί ἐστιν· οἷον διὰ τί ἐστι κλίνη; διὰ τὴν τῶν ἀνθρώπων ἀνάπαυσιν. καὶ πάλιν διὰ τί ἐστιν ἄνθρωπος; διὰ τὸ κοσμῆσαι τόδε τὸ πᾶν· καὶ γὰρ τὸ πᾶν ἀτελὲς ἦν, εἰ μὴ ἦν τὸ ἀνθρώπειον γένος, ὡς δηλοῖ καὶ ὁ Πλατῶν ἐν τῷ Τιμαίῳ· ποιεῖ γὰρ τὸν δημιουγρὸν λέγοντα μετὰ τὴν ποίησιν οὐρανοῦ καὶ γῆς ῾ἔτι λείπεται τρία γένη ἡμῖν θνητὰ καὶ ἀγέννητα, ὧν μήπω γενομένων ὁ οὐρανός, φησίν, ἐστὶν ἀτελής’. οὐρανὸν δὲ ἐκάλεσε τὸν κόσμον ἐκ τοῦ περιέχοντος ὀνομάσας τὸ περιεχόμενον. Ἐπεὶ τοίνυν ἡ φιλοσοφία ἐστὶν ἡμῖν τὸ προκείμενον, τὸ κάλλιστόν τε καὶ τιμιώτατον τῶν ἐν ἀνθρώποις πράξεων, ἥτις παρ’ ἡμῖν μὲν οὐκ ἀμφιβάλλεται, παρὰ δέ τισιν ἀμφιβάλλεται τυφλοῖς ἐοικόσι περὶ χρωμάτων συλλογιζομένοις, οὓς ὁ Σταγειρίτης φησίν οἱ γὰρ ἐκ γενετῆς τυφλοὶ οὐ δύνανται περὶ χρωμάτων συλλογίσασθαι· οὐ γὰρ ἴσασι τί ἐστι χρῶμα), φέρε τοὺς τούτων λόγους εἰς μέσον ἐκθώμεθα καὶ τὴν τούτων ἀνατροπὴν ὡς οἷόν τέ ἐστι ποιησώμεθα σαφῶς ἐλέγχοντες τὴν τούτων ἄνοιαν. τίνες δὲ εἰσιν οἱ τούτων λόγοι, ἐν τῇ ἐφεξῆς θεωρίᾳ μαθησόμεθα. Πρᾶξις β΄. Καθάπερ ἐν τῇ προτέρᾳ θεωρίᾳ ὑπεσχόμεθα, ἔλθωμεν καὶ τοὺς λόγους τῶν βουλομένων ἀνελεῖν τὴν ὕπαρξιν τῆς φιλοσοφίας ἐκθώμεθα καὶ τούτων 2 τὴν om. V ante τὸ δὲ add. ἐπειδὴ δέ (sic) V 3 βλέποντές V 4 καὶ ἐp.] λέγωμεν V λέγομεν TV 5. 6 εἶτα δὲ ἐπειδὴ] εἶτα ἐπειδὴ δὲ Κ: εἶτα ἐπειδὴ T: εἶτα δὲ Y 6 ante τὰ πράγμ. add. καὶ V κοίνων. ἀλλήλοις T 10 ἰστἐον— ἀλλὰ τὸ διὰ τί ἐστιν (12) delevi ἐκφέρηται V 13 ἡ (ante τέχνη) om. V 16 τὸ (ante pr. πᾶν) om. V 17 ἐν τῷ τιμαίῳ] p. 41 B 22 ἡ om. KT τῶν προκειμένων ἡμῖν V τε om. V 24 ἀμφιβάλλεται (alt.) om. V 25 συλλογίσασθαι Κ ὁ Σταγειρίτης] Phys. Β 1 p. 193a7 7 γεννητῆς KTV 27 τοὺς τούτων λόγους] τοῦ βίου τοὺς λόγους V 28. p. 3,1 ποιησόμεθα V ἄνοιαν] μανίαν V δέ om. V 29 ἑξῆς T 30 πρᾶξις σὺν θεῶ β' KV: om. T 32 προανελεῖν V1 τὴν ἀνατροπὴν ὡς οἷόν τέ ἐστι ποιησώμεθα. πρῶτον μὲν ἐπιχείρημα τῶν ἀνατρεπόντων τὴν φιλοσοφίαν ἐστὶ τοῦτο· τὸ ὂν τῶν ὁμωνύμων ἐστίν, τὰ ὁμώνυμα ὅρῳ οὐ καθυποβάλλονται, τὰ ὅρῳ καθυποβαλλόμενα γνώσει οὐχ ὑποπίπτουσι, τὸ ὂν ἄρα ἄγνωστόν ἐστιν. εἰ δὲ ἡ φιλοσοφία γνῶσις τῶν ὄντων ἐστί, δῆλον ὅτι ἄγνωστός ἐστιν, εἴ γε τὸ ὂν ἄγνωστόν ἐστι. πρὸς τοῦτο τὸ ἐπιχείρημα διττῶς ὑπαντῶμεν τῇ τε ἐνστάσει κεχρημένοι καὶ τῇ ἀντιπαραστάσει. ἰστέον δὲ ὅτι ἐνστάσεως μὲν ἔργον ἐστὶ τὸ ἐκ βαλβῖδος αὐτῆς καὶ εὐθέως ἐκ προοιμίων ἀνατρέπειν τοὺς δι’ ἐναντίας λόγους, ἀντιπαραστάσεως δὲ τὸ δέξασθαι μὲν τὸν λόγον ὡς ἀληθῆ δεῖξαι δὲ αὐτὸν μηδαμῶς καταβλάπτοντα τὸ προκείμενον, ἀλλὰ μάτην εἰρημένον. ἀνατρέποντες οὖν | τὸ ἐπιχείρημα τῶν ἀνατρεπόντων τὴν φιλοσοφίαν κεχρήμεθα τῇ 128r ἐνστάσει, λέγοντες ὅτι τὸ ὂν οὐκ ἔστι τῶν ὁμωνύμων ἀλλὰ τῶν ἀφ’ ἑνός τί δέ ἐστι τὰ ὁμώνυμα καὶ τί τὰ ἀφ’ ἑνός, προκόπτοντες μαθησόμεθα), τῇ δὲ ἀντιπαραστάσει κεχρήμεθα λέγοντες ὅτι εἰ καὶ δῶμεν τῶν ὁμωνύμων εἶναι τὸ· ὄν, οὐ παρὰ τοῦτο ἄγνωστόν ἐστι· καὶ γὰρ δύναται τὰ ὁμώνυμα ὅρῳ καθυποβληθῆναι· κανὼν γάρ ἐστι διαλεκτικὸς ὁ λέγων ὅτι ἐπὶ τῶν ὁμω- νύμων τρία τινὰ δεῖ ζητεῖν, πόσα σημαινόμενα ἔχει τὸ ὁμώνυμον, καὶ περὶ ποίου σημαινομένου ἐστὶν ὁ λόγος, καὶ εἷθ’ οὕτως ὑπογράψαι ἢ ὁρίσασθαι τὸ ἓν τῶν σημαινομένων περὶ οὗ ἐστιν ὁ λόγος οἷον παραδείγματι σαφη- νίσωμεν τὸ λεχθέν· ἡνίκα περὶ κυνός ἐστιν ὁ λόγος, ἐπειδὴ αὕτη ἡ φωνὴ τῶν ὁμωνύμων ἐστίν, δεῖ πρῶτον λέγειν πόσα σημαινόμενα ἔχει, οἷον ὅτι σημαίνει τόν τε ἀστρῷον καὶ τὸν θαλάττιον καὶ τὸν χερσαῖον, καὶ δεύτερον τερον περὶ ποίου κυνός ἐστιν ὁ λόγος, εἶτα ὑπογράφειν αὐτὸ ἢ ὅρῳ καθυποβάλλειν· οἷον εἰ περὶ τοῦ χερσαίου κυνός ἐστιν ὁ λόγος, λέγομεν ὅτι ἐστὶ ζῷον τετράπουν ὑλακτικόν. οὕτως οὖν καὶ ἐπὶ τοῦ ὄντος τὰ τρία ταῦτα ζητοῦμεν· ζητοῦμεν γὰρ πρῶτον πόσα σημαινόμενα ἔχει καὶ λέγομεν ὅτι κατὰ δέκα σημαινομένων φέρεται, ἤγουν κατὰ τῶν δέκα κατηγοριῶν. καὶ δεύτερον ζητοῦμεν περὶ ποίου σημαινομένου ἐστὶν ὁ λόγος, ἆρα περὶ οὐσίας ἢ περὶ ποσοῦ ἢ περὶ ποιοῦ ἢ περὶ τῶν ἑξῆς κατηγοριῶν. τότε ζητοῦμεν ὁρισμῷ ἢ ὑπογραφῇ καθυποβάλλειν. εἰ ἄρα οὖν ὁρισμῷ καθυπβάλλεται, δῆλον ὅτι οὐκ ἔστιν ἄγνωστον τὸ ὄν. Τὸ δὲ δεύτερον ἐπιχείρημα τῶν ἀνατρεπόντων τὴν φιλοσοφίαν προέρχεται τοῦτον τὸν τρόπον· τὰ ὄντα ἐν ῥοῇ καὶ ἀπορροῇ εἰσι καὶ στάσεως οὐδεμιᾶς τυγχάνουσι· φθάνει γὰρ τὸν λόγον ἀμειφθέντα τὰ πράγματα· καὶ γὰρ σχεδὸν 4 ante εἰ δὲ ἡ φιλ. add. πῶς τοίνυν φατὲ τὴν φιλοσοφίαν γνῶσιν τῶν ὄντων τοῦ ὄντος ἀγνώστου ὑπάρχοντος KT 6 διχῶς V 6. 7 κεχρημένοι post ἀντιπαραστ. colloc. V 7 δὲ om. Κ μὲν om. KT post βαλβῖδος add. καὶ ἀφετηρίας V 9 pr. δὲ] δ’ ἔργον ἐστὶ V 10 ἀλλὰ μάτην εἰρημένον om. V (fort, recte) 11 τὸ om. K 13 εἰσι KT 14 ὅτι om. T 15 δύνανται KT 18 ἥ] καὶ TV 21 λέγειν supra scr. K: εἰπεῖν (sed post ἔχει colloc.) T 23 ante περὶ add. περὶ ποίου σημαινομένου ἤγουν V εἶτα ὑπογp. αὐτὸ] καὶ τρίτον τοῦτο ὑπολράφει (sic) V 23. 24 χαθυποβάλλει V 24 ἐστὶ τυχὸν ὁ λόγος V 27 τῶν om. KT 29 χατηγοριῶν om. V 29. 30 τότε ζητοῦμεν] χαὶ τότε τὸ ζητούμενον V 30 pr. ὁρισμῷ] ὅρω V χαθυποβάλλομεν (pr. 1.) V 31 τό ὄν om. KT πρὸ τοῦ ῥηθῆναι τὸν περὶ αὐτῶν λόγον ἀμείβονται τὰ πράγματα. καὶ φέρουσι παράδειγμα τοιοῦτον, ὅτι ὥσπερ ἐν ποταμῷ ἐν τῷ αὐτῷ ὕδατι οὐ δύναταί τις βρέξαι δὶς τὸν πόδα, ἢ ὥσπερ ἕτεροι ἐπιτείνοντες τὴν ἀπορίαν λέγουσιν ὅτι οὐδὲ ἅπαξ δύναταί τις ἐν τῷ αὐτῷ ὕδατι βρέξαι τὸν πόδα ἐκείνου τοῦ ὕδατος παρερχομένου συντόμως καὶ ἄλλου ἐπερχομένου, οὕτω καὶ τὰ πράγματα ἐν ῥοῇ καὶ ἀπορροῇ ὄντα στάσεως οὐδεμιᾶς τυγχάνουσι καὶ δῆλον ὅτι γνώσει οὐχ ὑποπίπτουσιν· ἐν τῷ γὰρ θέλειν τινὰ γινώσκειν αὐτὰ ἀμείβονται καὶ ἄλλοτε ἄλλως ἔχουσι, καὶ οὐ καταλαμβάνει τις γνῶναι αὐτά. πῶς οὖν ἡ φιλοσοφία νῶσις τῶν ὄντων ἐστίν, ὅπου τὰ ὄντα ἐν ῥοῇ καὶ ἀπορροῇ ὄντα ἄγνωστά εἰσιν; ἄλλως τε δέ φασιν· ἵνα γένηται κατάληψις, θέλει τὸ γινῶσκον ἐφαρμόζεσθαι τῷ γνωστῷ. | καὶ γινῶσκον μὲν λέγουσι τὴν ψυχὴν γνωστὸν δὲ τὸ πρᾶγμα 128 v τὸ ὑποκείμενον ἤγουν τὸ γινωσκόμενον. ἵνα δὲ γένηται ἐφαρμογή, τοῦτ’ ἔστιν ἁρμοδία κατάληψις, θέλει τὸ γνωστὸν ἡ μὴ κινεῖσθαι ἀλλ’ ἀεὶ ὡσαύτως ἔχειν, ἢ εἰ κινεῖται τὸ γνωστὸν καὶ μεταβάλλεται, θέλει. καὶ τὸ γινῶσκον ἤγουν ἡ ψυχὴ συγκινεῖσθαι καὶ συμιuεταβάλλεσθαι, καὶ τυχὸν εἰ γίνεται τὸ γνωστὸν λευκόν, θέλει καὶ ἡ ψυχὴ λευκὴ εἶναι, καὶ εἰ γίνεται ὕδωρ, θέλει καὶ ἡ ψυχὴ ὕδωρ γίνεσθαι. ἀλλὰ μὴν ἡ ψυχὴ οὐ συμμεταβάλλεται τῷ γνωστῷ· δῆλον ὅτι οὐ δύναται γνῶναι αὐτό. ἄρα ἡ φιλοσοφία γνῶσις τῶν ὄντων εἶναι οὐ δύναται, ὅπου τὰ ὄντα γνώσει οὐ καθυποβάλλονται. ταῦτα μὲν οὗτοι. ἔστι δὲ εἰπεῖν πρὸς αὐτούς· πρῶτον μὲν ἡ φιλοσοφία οὐ καταγίνεται περὶ τὰ μερικά, ἅτινά εἰσιν ἐν ῥοῇ καὶ ἀπορροῇ, ἀλλὰ περὶ τὰ καθόλου, ἅτινα οὐ μεταβάλλεται, ἀλλ’ ἀεὶ ὡσαύτως ἔχει. δεύτερον δὲ εἰ καὶ δῶμεν αὐτὴν περὶ τὰ μερικὰ καταγίνεσθαι, οὐ παρὰ τοῦτο οὐ δύναταί τις καταλαβέσθαι, καθὸ τὸ γινῶσκον ἤγουν ἡ ψυχὴ οὐ συμμεταβάλλεται τῷ γνωστῷ ἤγουν τῷ ὑποκειμένῳ πράγματι· κατὰ γὰρ τοῦτον τὸν λόγον οὐδὲ τὸ θεῖον εἴσεταί τι τῶν γινομένων, ἐπειδὴ οὐ συμμεταβάλλεται τοῖς πράγμασιν, ἀλλ’ ἀεὶ ὡσαύτως ἔχει. καὶ πάλιν κατὰ τοῦτον τὸν λόγον ὁ ἰατρὸς κατὰ φύσιν ὢν οὐ δύναται γνῶναι τὰ παρὰ φύσιν, τοῦτ’ ἔστιν ὅταν ὑγιαίνῃ, οὐ δύναται διακρῖναι τὴν νόσον, ἀλλ’ ἀναγκάζεται νοσεῖν, ἵνα τὴν νόσον διακρίνῃ. ἔτι δὲ πολλάκις ἡ ψυχὴ πρὸ τοῦ ἀμειφθῆναι τὰ πράγματα γινώσκει αὐτά, ὡς καὶ ὁ Πλατῶν δηλοῖ λέγων αἱ γὰρ τῶν σπουδαίων ψυχαὶ οὐ μόνον κατόπιν ἔρχονται τῶν πραγμάτων, ἀλλὰ καὶ προφθάνουσιν αὐτὰ καὶ προγινώσκουσι πρὸ τοῦ ἀμειφθῆναι’. χαὶ ταῦτα μὲν ἐν τούτοις. 1 παράδ. τοιοῦτον] cf. Amm. in Cat. p. 2,25 3 οὐ supra scr. Κ τώ. αὐτοῦ πόδα δίς T 5 ἐκείνου τοῦ ὕδ.] τοῦ αὐτοῦ ὕδ. Κ: αὐτοῦ τοῦ ὕδ. T συντόμως περιερχ. (sic) V 12 καὶ γινῶσκον—ψυχὴν iter. Κ γινῶσκον μὲν] γινώσκομεν V1 14 post γνωστὸν add. ἥ κινεῖσθαι in mrg. V2 16 τὴν ψυχὴν KT μεταβάλλεσθαι T 17 pr. γίνεται] γὰρ V 19 τῷ γνωστῷ] τὸ γνωστὸν V pr. οὖν inserui (cf. p. 8,13) 20 οὐ δύναται εἶναι colloc. V 20. 21 οὐχ ὑποβάλλοντι Κ 21 ante πρὸς add. καὶ V 22 ante ἐν add. τὰ V 26 alt. τῶ] τὸ κν 31 δὲ om. K 32 καὶ om. V ὁ Πλάτων δηλοῖ] cf. Meno. p. 81 C 34 πρὸ τοῦ ἀμειφθῆναι om. V (fort, recte) Τρίτον δὲ ἐπιχείρημα οἱ ἀνατρέποντες τὴν φιλοσοφίαν φασὶ τοῦτο· γὰρ δημιουργὸς ὄψιν καὶ ἀκοὴν ἡμῖν ἐδωρήσατο, ἵνα διὰ τούτων τὸ τῆς φιλοσοφίας κατορθώσωμεν γένος’ . τοῦτο λαβόντες ὡς ὁμολογούμενόν φασιν ὅτι εἰ δείξομεν ἐκ τῆς ὑμῶν διαιρέσεως μὴ δυνάμενα εἶναι τὰ μέρη τῆς φιλοσοφίας, δῆλον ὅτι οὐ συνίσταται ἡ φιλοσοφία. φασὶν οὖν ὅτι καθ’ ὑμᾶς ἡ φιλοσοφία διαιρεῖται εἰς θεωρητικὸν καὶ πρακτικόν, τὸ θεωρητικὸν πάλιν εἰς μαθηματικὸν φυσιολογικὸν καὶ θεολογικόν· εἰ ἄρα οὖν ταῦτα ἀνατρέψομεν, δῆλον ὅτι οὐ συνίσταται ἡ φιλοσοφία. φασὶν ὅτι τὸ μαθηματικὸν οὐκ ἔστι μέρος τῆς φιλοσοφίας, ὡς καὶ ὁ Πλάτων δοξάζει· καὶ γὰρ | οὗτος 129r τὸ μαθηματικὸν οὐ δοξάζει μέρος τῆς φιλοσοφίας ἀλλὰ προγύμνασμά τι, ὥσπερ τὴν γραμματικὴν καὶ τὴν ῥητορικήν. ὅθεν κἀν τῷ ἀκροατηρίῳ ἐπέγραφεν· ‟ ἀγεωμέτρητος μηδεὶς εἰσίτω’’. τὸ δὲ φυσιολογικόν, φασίν, ἀνατέτραπται διὰ τοῦ δευτέρου ἐπιχειρήματος τοῦ λέγοντος ὅτι τὰ ὄντα ἐν ῥοῇ καὶ ἀπορροῇ εἰσιν, τὸ δὲ θεολογικὸν ἀνατέτραπται οὕτως· φασὶ γὰρ ὅτι τὰ θεῖα αἰσθήσει καθυποβάλλονται, τὰ δὲ αἰσθήσει μὴ καθυποβαλλόμενα γνώσει οὐχ ὑποπίπτουσι, τὰ θεῖα ἄρα ἄγνωστά εἰσι. ταῦτα μὲν ἐν τούτοις. Ἔστι δὲ εἰπεῖν ὅτι περὶ τοῦ πρακτικοῦ τέως οὐδὲν εἰρήκασιν, ὅπερ ἀντιδιαιρεῖται τῷ θεωρητικῷ, καὶ δῆλον ὅτι οὐκ ἀνεῖλον πᾶσαν τὴν φιλο- σοφίαν· κᾳὶ γὰρ καὶ τὸ πρακτικὸν μέρος τῆς φιλοσοφίας. καὶ τοῦτο δηλοῖ ὁ Πλατῶν λέγων ὅτι ‘ οὐ μόνον φιλόσοφον λέγω τὸν πολλὰ εἰδότα καὶ πολλὰ ἀποστηθίσαι δυνάμενον, ἀλλὰ καὶ τὸν ἀκηλίδωτον καὶ ἄρρυπον βίον κτησάμενον’, ὅπερ ἐστὶν ἔργον πρακτικοῦ φιλοσόφου. ταῦτα μὲν ἐν τούτοις. ἔλθωμεν δὲ καὶ ἀπολογησώμεθα περὶ τοῦ μαθηματικοῦ καὶ φυσιολογικοῦ καὶ θεολογικοῦ. καὶ περὶ μὲν τοῦ μαθηματικοῦ ἔστιν εἰπεῖν ὅτι οὐ δοξάζει ὁ Πλατῶν τοῦτο μὴ εἶναι μέρος τῆς φιλοσοφίας, εἰ μὴ τῆς ἄκρας φιλοσοφίας ἤγουν τοῦ θεολογικοῦ· τούτου γὰρ δοξάζει μὴ εἶναι μέρος αὐτό· ὅτι γὰρ ἐπίσταται τὸ μαθηματικὸν μέρος τῆς φιλοσοφίας δῆλον, εἴ γε καὶ ἐπιστήμην αὐτὸ λέγει εἶναι· εἰ δὲ ἐπιστήμη ἐστί, δῆλον ὅτι μέρος τῆς φιλο- σοφίας ἐστί. καὶ ὁ Ἀριστοτέλης δὲ φανερῶς τὸ μαθηματικὸν μέρος τῆς φιλοσοφίας καλεῖ. περὶ δὲ τοῦ φυσιολογικοῦ ἀπελογησάμεθα ἀνατρέψαντες 1 ἁ Πλατῶν δηλοῖ] Tim. p. 47 4 γένος κατορθ. colloc. V 5 ἡμῶν Κ 6 οὖν om. V 8 πάλιν om. V καὶ om. V 10 ὁ Πλατῶν] cf. Zelleri Ph, Gr. IP p. 533 12 ἡ ἡ om. V) γραμματικὴ καὶ ῥητορική TV κἀν] καὶ V 13 ἐπέγραψεν Brand. ἀγεωμέτρητος] cf. Zelleri Phil. Gr. II 3 p. 357 not. 3 13. 14 ἀνατἐτp. φασί colloc. T 15 ἀνατρέπουσιν V γὰρ om. V 16 οὐχ ὑποβάλλονται V δὲ om. TV 17 ante γνώσει add. ἐν V1 ἐν om. T 18 τέως om. Brand. 19 ἀντιδιαιp.] ὡσαύτως διήρηται V 20 post μέρος add. ἐστὶ V 21 ὁ Πλάτων] locus apud Platonem non invenitur, de usu vocis ἀκηλίδωτος cf. Fr. Creuzeri notam ad Olymp. in PI. Alc. comm. p. 55 not. 24 22 ἀκηλίδυτον T ἄρυπον TV 24 ἀπολογησόμεθα V 27 τοῦ θεολογικοῦ τούτου· οὐ γὰρ δοξάζει αὐτὸ μὴ εἶναι μέρος V 28 post φιλοσοφίας add. εἰνὶ V 29 αὐτὸ] αὐτὴν V εἶναι λέγει colloc. T μέρος om. T 30 ὁ om. KT Ἀριστοτ.] cf. Zelleri Phil. Gr. III3 p. 179 τὸ δεύτερον αὐτῶν ἐπιχείρημα τὸ φάσκον ὅτι τὰ ὄντα ἐν ῥοῇ χαὶ ἀπορροῇ εἰσι. περὶ δὲ τοῦ θεολογικοῦ ἔστιν εἰπεῖν ὅτι εἰ καὶ τὸ θεῖον ἄγνωστον, ἀλλ’ οὗν θεωροῦντες τὰ δημιουγήματα καὶ τὴν εὔτακτον κίνησιν τοῦ παντὸς εἰς ἔννοιαν ἐρχόμεθα τοῦ δημιουργήσαντος. τὸ δὲ ἀφανὲς ἐκ τοῦ φανεροῦ ταχίστην ἔχει τὴν διάγνωσιν · ἐπειδὴ γὰρ πᾶν κινούμενον ὑφ’ ἑτέρου τινὸς κινεῖται, ὁρῶμεν δὲ τὸν οὐρανὸν σῶμα καὶ ὅτι κινεῖται, οὐκοῦν ὑπό τινος ἑτέρου κινεῖται· ἔστιν ἄρα τις κινῶν τὸν οὐρανόν. καὶ ἐπειδὴ τὴν αὐτὴν κίνησιν κινεῖται διηνεκῶς, δῆλον ὅτι ὑφ’ ἑνὸς κινεῖται, ὥς φησιν ὁ Ἀριστοτέλης· εἰ γὰρ ἦσαν πολλοὶ οἱ κινοῦντες τὸν οὐρανόν, ἄλλος ἄν ἄλλως ἐκίνει καὶ ἡ αὐτὴ κίνησις οὐκ ἐγίνετο. καὶ ἐπειδὴ ἀπαύστως ἀεὶ κινεῖται, δῆλον ὅτι ὑπό τινος ἀσωμάτου ἀεὶ κινεῖται· εἰ γὰρ εἶχε σῶμα ὁ κινῶν τὸν οὐρανόν, πεπερασμένος ἂν ἦν· τὸ δὲ πεπερασμένον σῶμα πεπερασμένην καὶ δύναμιν ἔχει καὶ οὐκ ἂν ἠδύνατο συνεχῶς καὶ ἀπαύστως κινεῖν τὸν οὐρανόν· ὥστε δῆλον ὅτι οὐκ ἔχει σῶμα. ἀλλὰ μὴν οὐδὲ φθείρεται· | εἰ γὰρ 129 v ἐφθείρετο ὁ κινῶν τὸν οὐρανόν, συνεφθείρετο αὐτῷ καὶ ὁ οὐρανός· ἀλλὰ μὴν ὁ οὐρανὸς οὐ φθείρεται· δῆλον ὅτι οὐδὲ ὁ κινῶν τὸν φθείρεται. τί οὖν συνήγαγεν ὁ λόγος; ὅτι ὁ κινῶν τὸν οὐρανὸν εἷς ἐστι καὶ ἀσώματος καὶ ἄπειρος καὶ ἄφθαρτος. τοῦτο δὲ οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ τὸ θεῖον. οὕτως οὖν ἐκ τοῦ φανεροῦ εἰς ἔννοιαν ἐρχόμεθα τοῦ ἀφανοῦς. οὕτως ἀνατρέψαντες καὶ τὸ τρίτον αὐτῶν ἐπιχείρημα καταπαύσωμεν ὧδε τὴν θεωρίαν. Πρᾶξις γ΄. Τὸ τέταρτον ἐπιχείρημα τῶν ἀνατρεπόντων τὴν φιλοσοφίαν ἔχει τοῦτον τὸν τρόπον· ἡ φιλοσοφία ἢ γνῶσίς ἐστιν ἢ οὐκ ἔστι γνῶσις· καὶ εἰ μὲν οὐκ ἔστι γνῶσις, δῆλον ὅτι οὐδὲ τέχνη ἐστὶν οὐδὲ ἐπιστήμη· πᾶσα γὰρ τέχνη καὶ ἐπιστήμη γνῶσίς ἐστι· γινώσκει γὰρ τὰ ὑποκείμενα αὐτῇ πράγματα· εἰ δὲ γνῶσίς ἐστιν, ἢ μερική ἐστιν ἢ καθόλου· καὶ εἰ μὲν μερική ἐστι, χείρων ἐστὶ τῶν ἄλλων τεχνῶν ἐκεῖναι γὰρ καθόλου γνώσεις εἰσὶν ἔχουσαι καὶ καθολικοὺς κανόνας· καὶ γὰρ ἡ γραμματικὴ καὶ ἡ ῥητορικὴ χαὶ ἡ ἰατρικὴ ἔχουσι καθολικοὺς κανόνας)· εἰ δὲ χείρων ἐστὶ τῶν ἄλλων τεχνῶν, πῶς λέγετε αὐτὴν τέχνην τεχνῶν εἶναι καὶ ἐπιστήμην ἐπιστημῶν; εἰ δὲ 1 φάσκον] λέγον V 2 post ἄγν. add. ἐστι V 5 τινὸς om. V 6 ὁρῶμεν— κινεῖται om. Κ 8 ὥς φησιν ὁ ὁ om. V) Ἀριστοτ.] Phys. VIII 6 p. 259a18 Metaph. XII 8 p. 1073a28 9 ἄν om. V 11 ἀσωμάτου τινὸς colloc. V ἀεὶ om. V 12 δὲ] γὰρ V 14 ὥστε om. V 16 οὖν inserui (cf. p. 4,19 8,13) ὅτι om K 17 τὸν οὐρανὸν om. V καταπαύσομεν V ὧδε] ἐνταῦθα V 22 post πρᾶξις add. σὺν θεῶ KV 28 τοῦτον ἔχει colloc. T 24 ἥ (ante γνῶσις)] εἰ V ἢ (ante οὐκ)] εἰ V 25 οὐδὲ ἐπιστ. ἐστὶν οὐδέ τέχνη T: οὐ τέχνη ἐστὶν οὔτε ἐπιστ. V 26 καὶ ἐπιστήμη om. K 27 ἐστιν (prius) om K ἐστιν (alt.) om. V 29 ἔχουσαι] ἔχουσι γὰρ V καὶ (post ἐχ.) om. TV 29. 30 καὶ γὰρ—κανοινας om. V 29 καὶ ἡ ῥητορικὴ iter. Brand. 31 λέγετα: KV αὐτὴ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστ. εἶναι om.) V καθόλου ἐστὶ γνῶσις, οὐ δύναται συστῆναι. καὶ δῆλον ἐντεῦθεν· ἡ καθόλου γνῶσις καθόλου συμβεβηκός ἐστι καὶ γὰρ ἡ γνῶσις συμβεβηκός τί ἐστι· ποιότης γάρ ἐστιν, ἡ δὲ ποιότης, ὡς μαθησόμεθα, συμβεβηκός ἐστι)· τὰ δὲ καθόλου συμβεβηκότα ἐν μερικῷ ὑποκειμένῳ οὐ δύναται θεωρεῖσθαι καὶ γὰρ τὸ καθόλου λευκὸν οὐ δύναται ἐν κύκνῳ μόνῳ θεωρεῖσθαι, ἐπεὶ οὐκ ὤφειλεν ἐν ἄλλῳ τινὶ θεωρεῖσθαι, οἷον ἐν χιόνι ἢ ψιμυθίῳ ἢ γάλακτι)· εἰ ἄρα οὖν ἡ φιλοσοφία καθόλου γνῶσίς ἐστι, δῆλον ὅτι οὐ δύναται ἐν μερικῷ ὑποκειμένῳ θεωρεῖσθαι, οἷον ἐν Σωκράτει, ἐν Πλάτωνι, ἐν Ἀλκιβιάδῃ· εἰ δὲ οὐ θεωρεῖται ἐν ὑποκειμένῳ, δῆλον ὅτι οὐκ ἔστι· τὰ γὰρ αυμβεβηκότα μὴ ἐν ὑποκειμένῳ θεωρούμενα οὐκ εἰσί. ταῦτα μὲν οὗτοι. Ἔστι δὲ ἀνατρέψαι αὐτοὺς οὕτως· ὅτι καὶ καθόλου γνῶσίς ἐστιν ἡ φιλοσοφία καὶ οὐκ ἀδύνατον αὐτὴν ἐν μερικῷ ὑποκειμένῳ θεωρεῖσθαι· καὶ γὰρ εἰ καὶ τὰ καθόλου συμβεβηκότα οὐ δύναται ἐν μερικῷ ὑποκειμένῳ θεωρεῖσθαι, ἀλλ’ οὖν ἡ περὶ τούτων γνῶσις δύναται ἐν μερικῷ θεωρεῖσθαι, οἷον εἰ καὶ τὸ καθόλου λευκὸν οὐκ ἔγκειται ἐν τῷ Σωκράτει μόνῳ, ἀλλ οὖν ἡ περὶ τούτου γνῶσις δύναται ἐν τούτῳ μόνῳ ἐγκεῖσθαι· δύναται γὰρ ὁ Σωκράτης γινώσκειν ὅτι λευκόν ἐστι χρῶμα διακριτικὸν ὄψεως. καὶ πάλιν οὐδέποτε τὰ ἐναντία ἀμιγῆ καὶ ἄκρατα ὄντα ἐν τῷ αὐτῷ μορίῳ κατὰ τὸν αὐτὸν χρόνον δύναται θεωρεῖσθαι, οἷον τὸ λευκὸν καὶ τὸ μέλαν ἀμιγῆ ἄκρατα ὄντα οὐ δύναται ἐν τῷ αὐτῷ ὑποκειμένῳ κατὰ τὸν αὐτὸν χρόνον θεωρεῖσθαι· οὐ δύναται γὰρ τὸ αὐτὸ | μόριον κατὰ τὸν αὐτὸν χρόνον 130r καὶ λευκὸν καὶ μέλαν εἶναι. πρόσκειται δὲ τὸ ‘ἐν τῷ αὐτῷ μορίῳ’ , ἐπειδὴ ἐν ἄλλῳ καὶ ἄλλῳ μορίῳ δύναται καὶ τὸ λευκὸν θεωρεῖσθαι καὶ τὸ μέλαν, ὥσπερ ἐπὶ τοῦ Αἰθίοπος· καὶ γὰρ ὁ Αἰθίοψ κατὰ μὲν τοὺς ὀδόντας ἐστὶ λευκός, κατὰ δὲ τὸ λοιπὸν μέρος τοῦ σώματός ἐστι μέλας. πρόσκειται δὲ ‘ κατὰ τὸν αὐτὸν χρόνον’ , ἐπειδὴ ἐν τῷ αὐτῷ μορίῳ δύναται καὶ τὸ λευκὸν θεωρεῖσθαι καὶ. τὸ μέλαν κατ’ ἄλλον καὶ ἄλλον χρόνον. πρόσκειται δὲ ‘ ἀμιγῆ καὶ ἄκρατα ὄντα’ διὰ τὸ φαιόν, ὅ ἐστι τὸ μύινον, ἐπειδὴ ἐν τούτῳ θεωρεῖται καὶ τὸ μέλαν κεἰ τὸ λευκόν, ἀλλ’ οὐκ εἰσὶν ἐκεῖ ἀμιγῆ καὶ ἄκρατα· οὔτε γὰρ ἡ φύσις τοῦ λευκοῦ τελείως σώζεται οὔτε ἡ τοῦ μέλανος· τὸ γὰρ φαιὸν μῖγμά ἐστι τοῦ λευκοῦ καὶ μέλανος. καὶ ὅμως εἰ καὶ τὰ ἐναντία ἀμιγῆ καἲ ἄκρατα ὄντα οὐ δύναται ἐν τῷ αὐτῷ μορίῳ κατὰ τὸν αὐτὸν χρόνον θεωρεῖσθαι, ἀλλ’ οὖν ἡ περὶ τούτων γνῶσις δύναται ἐν ἑνὶ ὑποκειμένῳ θεωρεῖσθαι· δύναται γὰρ ὁ αὐτὸς γινώσκειν ὅτι λευκόν ἐστι χρῶμα διακριτικὸν ὄψεως, ἤγουν χρῶμα διαχέον τὴν ὄψιν καὶ γὰρ τὸ χρῶμα τὸ λευκὸν διαχέει τὴν ὅρασιν), καὶ ὅτι μέλαν ἐστὶ χρῶμα συγκρι- 1 ἡ] εἰ V1 2 χαὶ γὰρ ἡ γν. συμβ. τί ἐστι om. T 6 ψιμμυθίω K ἥ ἐν γάλ. V 7 ἐν μεριχῷ οὐ δύν. colloc. T 9 συμβεβηχότα om. V 11 ὅτι om. V 14 ἀλλ’ οὖν-θεωρεῖσθαι om. V 15 εἰ] ἐστὶ V 16 τούτου] τοῦτο V 19—21 οἷον τὸ λευχὸν—θεωρεῖσθαι om. KT 22. 25. 27 πρόσκειται] καὶ κεῖται V 23 τὸ (ante λευκὸν) om. KT 24 ἐστι om. V 27 ante χp. add. τὸν T post χρόνον add. δύναται γὰρ τὸ αὐτὸ μόριον καὶ λευκὸν εἶναι καὶ μέλαν κτὰ ἄλλον χρόνον γίνεσθαι ἀπὸ ἡλιοκαίας V 28 τὸ (ante μὐινον) om. KT 29 ἐκεῖ om. KT 30 τελεία V 31 τοῦ] ἐκ T: om. Κ 35 διακp.] δὲ κριτικὸν V τικὸν ὄψεως, ἤγουν χρῶμα συνάγον τὴν ὄψιν· καὶ γὰρ τὴν ὅρασιν τὴν διαχυθεῖσαν διὰ τοῦ μέλανος ἀνακαλούμεθα, ὅθεν καὶ οἱ ὀφθαλμιῶντες πανίον μέλαν ἐπιτιθέασι τοῖς ὀφθαλμοῖς αὐτῶν διὰ τὸ τὴν ὅρασιν τὴν διαχυθεῖσαν συναγαγεῖν. οὕτως οὖν εἰ καὶ τὰ καθόλου οὐ δύναται ἐν μερικῷ ὑποχειμένῳ θεωρεῖσθαι, ἀλλ’ οὖν ἡ περὶ τούτων γνῶσις δύναται ἐν μερικῷ θεωρεῖσθαι ὑποκειμένῳ· δύναται γὰρ ὁ Σωκράτης γινώσκειν τὰ καθόλου, οἷον τί ἐστιν ἄνθρωπος, τί ἐστιν ἵππος, τί ἐστι λίθος. Οὕτως οὖν ἀνατρέψαντες καὶ τὸ τέταρτον αὐτῶν ἐπιχείρημα ἔλθωμεν καὶ δείξωμεν ὅτι ἔστιν ἡ φιλοσοφία· δεῖ γὰρ μὴ μόνον τὰ τῶν ἐναντίων ἀνασχευάζειν ἀλλὰ καὶ τὰ οἰκεῖα κατασκευάζειν. δείκνυμεν δὲ ὅτι ἔστιν ἡ φιλοσοφία τοῦτον τὸν τρόπον· εἰ ἔστι θεός, ἔστι καὶ πρόνοια· οὐ μόνον γὰρ ἔστι θεός, ἀλλὰ καὶ προνοεῖται. ἀλλὰ μὴν ἔστι θεός· μεμηνότων γάρ ἐστι τὸ λέγειν ὅτι οὐκ ἔστι θεός· δῆλον οὖν ὅτι ἔστι καὶ πρόνοια. εἰ δὲ πρόνοια, δῆλον ὅτι ἔστι καὶ σοφία, δι’ ἧς προνοεῖται ὁ θεός· οὐ γὰρ ἀλόγως προνοεῖται θεὸς οὐδὲ ἄνευ σοφίας. εἰ δὲ ἔστι σοφία, δῆλον ὅτι ἔστι καὶ ἔφεσις αὐτῆς καὶ ἐπιθυμία· πᾶς γὰρ τοῦ ἀγαθοῦ ἐφίεται, ὅθεν καὶ ἀγαθὸν λέγεται παρὰ τὸ ἄγαν θέειν ἡμᾶς ἐπ’ αὐτό. εἰ δὲ ἔφεσις αὐτῆς καὶ ἐπιθυμία, δῆλον ὅτι καὶ ἡ φιλοσοφία ἔστιν· οὐδὲν γὰρ ἕτερόν ἐστιν ἡ φιλοσοφία ἢ φιλία σοφίας, ὡς ὁ Πυθαγόρας ὁρίζεται. ἐν οἷς καὶ ἡ προῦσα πράξις. πρᾶξις δ΄. Εἰ καὶ πάρεργον ἦν τὸ ζητῆσαι ἐπὶ τῆς φιλοσοφίας τὸ εἰ ἔστιν, ἀλλ’ 130 v οὗν τῇ ἀληθείᾳ συμμάχῳ χρησάμενοι τοὺς λόγους τῶν πειραθέντων τὴν ὕπαρξιν ἀνελεῖν τῆς φιλοσοφίας ὡς ἀσθενεῖς ἀνετρέψαμεν· καὶ γὰρ οἷς ἔρις ὁ βίος ἐστίν οὗτοι δέ εἰσιν οἱ Πυρρώνειοι οἱ πάντα ἀνατρέπειν πειρώμενοι), τὴν μητέρα τῶν ἀποδείξεων, φημὶ δὴ τὴν φιλοσοφίαν, δι’ ἀποδείξεων ἠβούλοντο ἀναιρέπειν καί, ὡς ἄν τις εἴποι, τὴν φιλοσοφίαν διὰ φιλοσοφίας ἀνέτρεπον πρὸς οὓς ἀπαντᾷ ὁ Πλάτων λέγοντας μὴ εἶναι κατάληψιν· πῶς φατε μὴ εἶναι κατάληψιν χατειληφότες ἢ ὡς μὴ κατειληφότες; καὶ εἰ μὲν ὡς καταλαβόντες, δῆλον ὅτι ἐστι κατάληψις, ἐπειδὴ κατελάβετε· εἰ 3 παννἰον Κ τὴν (post ὅρασιν)] om. Κ 6 ὑποκ. θεωp. colloc. V 9 δείξομεν V 10 δὲ om. Κ ἡ om. V 12 primum ἔστι supra scr. V γάρ ἐστι] ἄρα T 13 οὑν om. V 14 ἔστι post εἰ (13) transp. V σοφία] φιλοσοφία Κ 14. 15 ὁ θεός—προνοεῖται om. V 15. 16 καὶ ἔφεσις αὐτῆς ἐστι colloc. V 17 εἰ δ’ ἔστιν V 18 ἡ (post καὶ) om. V 19 ἢ] εἰ μὴ V ὡρίζετο V 19. 20 ἐν οἷς—πρᾶξις om. T 19 post οἶς add. σὺν θεῶ V 20 πp.] θεωρία V 21 post πρᾶξις add. σὺν θεῶ V (fere coustanter) 24 φιλ.] σοφίας T1 25 πυρώνειοι KT πάντως V πειp.] πειρώμενοι βουλόμενοι KT: βουλόμενοι V 26 δὴ] δὲ V post ἀποδείξεων add. φημί T 27 εἴπη V 28 ὁ πλάτων] cf. El. p. 109,31 Zelleri Phil. Gr. ΙΙ3 p. 492 sq. 29 κατειληφ. (bis)] καταλαβόντες V μὴ ὡς colloc. V 30 δῆλον—κατελάβετε] δῆλον ὅτι κατελάβετε καὶ ἔστι κατάληψις V δὲ ὡς κατειληφότες, τίς ὑμῖν πιστεύσει τοιαῦτα λέγουσιν, ἃ μὴ κατελάβετε μηδὲ ἐπίστασθε; καὶ ὁ Ἀριστοτέλης δὲ ἔν τινι Προτρεπτικῷ αὐτοῦ συγράμματι, ἐν ᾧ προτρέπεται τοὺς νέους ἐπὶ φιλοσοφίαν, λέγει ὅτι εἴτε μὴ φιλοσοφητέον, φιλοσοφητέον, εἴτε φιλοσοφητέον, φιλοσοφητέον· πάντως δὲ φιλοσοφητέον. τοῦτ’ ἔστιν εἴτε λέγει τις μὴ εἶναι φιλοσοφίαν, ἀποδείξεσι κέχρηται, δι’ ὧν ἀναιρεῖ τὴν φιλοσοφίαν· εἰ δὲ ἀποδείξεσι κέχρηται, δῆλον ὅτι φιλοσοφεῖ μήτηρ γὰρ τῶν ἀποδείξεων ἡ φιλοσοφία)· εἴτε λέγει εἶναι φιλοσοφίαν, πάλιν φιλοσοφεῖ· ἀποδείξεσι γὰρ κέχρηται, δι’ ὧν δείκνυσιν οὖσαν αὐτήν. πάντως οὗν φιλοσοφεῖ καὶ ὁ ἀναιρῶν αὐτὴν καὶ ὁ μὴ ἀναιρῶν· ἑκάτερος γὰρ αὐτῶν ἀποδείξεσι κέχρηται, δι’ ὧν πιστοῦται τὰ λεγόμενα· εἰ δὲ ἀποδείξεσι κέχρηται, δῆλον ὅτι φιλοσοφεῖ· μήτηρ γὰρ τῶν ἀποδείξεων ἡ φιλοσοφία. Παρέντες οὖν τὸ εἰ ἔστιν ἔλθωμεν ἐπὶ τὸ τί ἐστι καὶ εἴπωμεν τί ἐστιν ἡ φιλοσοφία. ἰστέον δὲ ὅτι ἡ φιλοσοφία καὶ ἕν τί ἐστιν ὡς ὅλη ἐξεταζομένη καὶ πεπληθυσμένη ἐστὶν ὡς διάφορα μέρη ἔχουσα. ὡς οὗν ὅν τι οὖσαν αὐτὴν ὁριζόμεθα, ὡς δὲ πεπληθυσμένην διαιροῦμεν· ἄτοπον γάρ ἐστιν ἐπὶ μὲν τῶν ἄλλων τεχνῶν ὅρον παραδοῦναι καὶ διαίρεσιν, ἐπὶ δὲ τῆς φιλοσοφίας μὴ παραδοῦναι μήτε ὅρον μήτε διαίρεσιν, ἐξ ἧσπερ πᾶσαι αἱ τέχναι προέρχονται. ἰστέον δὲ ὅτι καὶ τοῦ ὅρου καὶ τῆς διαιρέσεως μέμνηται ὁ. Πλάτων, καὶ τοῦ μὲν ὅρου ἐν Φαιδρῷ τῷ διαλόγῳ λέγων ὅτι ‘ῶ παῖ, μία ἐστὶν ἀρχὴ τοῦ καλῶς βουλεύεσθαι, τὸ εἰδέναι περὶ ὅτου ἐστὶν ἡ σκέψις, ἢ τοῦ παντὸς ἁμαρτάνειν ἀνάγκη’, τοῦτ’ ἔστιν ὅτι ὁ θέλων καλῶς περί τινος βουλεύσασθαι ὀφείλει εἰδέναι τὴν φύσιν αὐτοῦ τοῦ πράγματος, ἤγουν τὸν ὅρον· ὁ γὰρ μὴ τοῦτο γινώσκων | πάντως τοῦ πράγ- 131r μάτος ἐκείνου ἀποτυγχάνει. οἷον ἐάν τις βουλόμενός τι περὶ ἰατρικῆς διαλαβεῖν μὴ γνῷ τὴν φύσιν τῆς ἰατρικῆς, τοῦτ’ ἔστιν ὅτι περὶ τὰ ἀνθρώπεια σώματα καταγίνεται, ἀλλὰ νομίσῃ αὐτὴν περὶ ξύλα χαταγίνεσθαι, πάντας τοὺς περὶ αὐτῆς καταβαλλομένους λόγους μάτην καταβάλλεται. τῆς δὲ διαιρέσεως μέμνηται ἐν τῷ Σοφιστῇ τῷ διαλόγῳ λέγων ἰτὴν δὲ διαιρετικὴν μέθοδον οὐδὲν ἐγκαυχήσεται φυγόν’· καὶ γὰρ οὐδὲν ἐκφεύγει τὴν διαίρεσιν· ἐὰν γὰρ εἴπω ὅτι τῶν ζῴων τὰ μέν εἰσι λογικὰ τὰ δὲ ἄλογα, οὐδέν ἐστι παρὰ τοῦτο· οὐδὲν γάρ ἐστι ζῷον μὴ ὂν λογικὸν ἢ ἄλογον. καὶ πάλιν δὲ ὁ αὐτὸς ἐν τῷ αὐτῷ διαλόγῳ περὶ τῆς διαιρέσεως ταῦτά φησι, τὴν διαιρετικὴν δεδωρῆσθαι ἡμῖν διὰ Προμηθέως σὺν φανοτάτῳ πυρί· ἰστέον γὰρ ὅτι μυθεύ- 1 μὴ ὡς colloc. Κ πιστεύει V 1.2 ἅ—ἐπίστασθε] μὴ καταλαβοῦσι μηδ’ ἐπισταμένοις V 2 ὁ Ἀριστοτέλης] cf. Arist. frg. 51 (Rose) 3 νέους om. T ἐπὶ φιλοσοφίαν] φιλοσοφεῖν V 4 εἴτε φιλ. φιλ. εἴτε μὴ φιλ. φιλ. TV 5 post ἔστιν add. ὅτι T εἴτε (ante λέγει)] εἰ V 6 δι’ ῷν—κέχρηται om. V 12 τῶν om. Κ 14 δὲ] γὰρ V: om. T 15. 16 πεπληθυμμέν. V 16 οὖσαν in ras. V 17 post ἐπὶ additum δὲ τῆς φιλοσοφίας μὴ παραδοῦναι μήτε ὁρμή (sic) del. V 20 ἐν Φαιδρῷ] p. 237 Β 23 τινός τι V ὤφειλεν V 26 ante μὴ add. εἰ libri, quod eieci τὰ om. V 27 νομίσῃ scripsi: νομίσει libri 29 ἐν τῷ Σοφιστῇ] p. 235 C 31 οὐδὲν] οὐδὲ TV 32.33 ἐν τῷ αὐτῷ διαλόγῳ] potius Phileb. p. 16 C ὄντες λέγουσιν ὅτι ὁ Προμηθεὺς ἔκλεψεν ἐκ τῶν θεῶν τὸ πῦρ καὶ ἐδωρήσατο τοῖς ἀνθρώποις· τοῦτο γὰρ ἀλληγορεῖται· ἐπειδὴ γὰρ ὁ Προμηθεὺς πρῶτος ἐφεῦρε τὴν διαιρετικὴν μέθοδον, ἡ δὲ διαιρετικὴ μέθοδος τῷ πυρὶ ἀναλογεῖ, τούτου χάριν λέγουσιν αὐτὸν τὸ πῦρ δωρήσασθαι τοῖς ἀνθρώποις. ὅτι δὲ ἡ διαιρετικὴ μέθοδος τῷ πυρὶ ἀναλογεῖ, δῆλον ἐντεῦθεν· ὥσπερ γὰρ τὸ πῦρ καὶ τὰ ὁμοιογενῆ διακρίνει ἀπ’ ἀλλήλων καὶ τὰ ἀνομοιογενῆ, καὶ τὰ ὁμοιογενῆ μὲν οἷον τὰ μέταλλα ταῦτα γὰρ διὰ τοῦ πυρὸς διακρίνονται ἀπ’ ἀλλήλων· καὶ γὰρ διὰ τοῦ πυρὸς διακρίνεται ὁ ἄργυρος ἐκ τοῦ χρυσοῦ καὶ ὁ μόλιβδος ἐκ τοῦ χαλκοῦ· ταῦτα δὲ ὁμοιογενῆ εἰσι, καθὸ μέταλλά εἰσι πάντα), ἀνομοιογενῆ δέ, ὡς ὅταν διὰ τοῦ πυρὸς διακρίνηται ὁ ῥύπος ἐκ τῶν μετάλλων ὁ γὰρ ῥύπος καὶ τὸ μέταλλον ἀνομοιογενῆ εἰσι)· τὸν αὐτὸν τρόπον καὶ ἡ διαίρεσις διακρίνει τά τε ὁμοιογενῆ ἀπ’ ἀλλήλων καὶ τὰ ἀνομοιογενῆ· ὁμοιγενῆ μέν, ὡς ὅταν τὸ ζῷον διαιρῶμεν εἰς λογικὸν καὶ ἄλογον, θνητὸν καὶ ἀθάνατον καὶ διὰ μὲν τοῦ λογικοῦ διακρίνομεν τὸ ἄλογον, διὰ δὲ τοὐ θνητοῦ τὸ ἀθάνατον· ταῦτα δὲ ὁμοιογενῆ εἰσι, καθὸ πάντα ζῷά εἰσιν), ἀνομοιογενῆ δέ, ὡς ὅταν διαιροῦντες διαχωρίσωμεν τὸν δέκα ἀριθμὸν ἀπὸ τῆς γραμματιχῆς, λέγοντες ὅτι ἡ?μὲν γραμματικὴ ὑπὸ τὸ ποιὸν ἀνάγεται ποιότης γάρ τίς ἐστιν), ὁ δὲ δέκα ἀριθμὸς ὑπὸ τὸ ποσόν ποσότης γάρ ἐστι)· ταῦτα δὲ ἀνομοιογενῆ εἰσιν· οὐκ ἀνάγονται γὰρ ὑπὸ τὸ αὐτὸ γένος· ὁ γὰρ δέκα ἀριθμὸς ὑπὸ τὸν ἀριθμὸν ἀνάγεται, ὁ δὲ ἀριθμὸς ὑπὸ τὸ ποσὸν ἀνάγεται· ἡ δὲ γραμματικὴ οὐκ ἀνάγεται ὑπὸ τὸ ποσόν, ἀλλ’ ὑπὸ τὴν καθόλου τέχνην, ἡ δὲ τέχνη ὑπὸ τὴν ἐπιστήμην, ἡ δὲ ἐπιστήμη ὑπὸ τὴν ἕξιν, ἡ δὲ ἕξις ὑπὸ τὴν ποιότητα. Τούτου οὖν οὕτως ἔχοντος εἴπωμεν ὅρον τῆς φιλοσοφίας καὶ διαίρεσιν αὐτῆς ποιησώμεθα. ἀλλὰ ζητήσωμεν ποῖον δεῖ πρῶτον ποιῆσαι· ἆρα ὅρον αὐτῆς ἀποδοῦναι δεῖ πρῶτον ἢ διαίρεσιν αὐτῆς ποιήσασθαι; καὶ ἔστιν εἰπεῖν ὅτι πρῶτον δεῖ | ὁρίσασθαι αὐτὴν καὶ εἶθ’ οὕτως διελεῖν αὐτὴν 131 v διὰ τοιαύτην αἰτίαν· ὁ ὅρος ἀναλογεῖ τῇ μονάδι, ἡ δὲ διαίρεσις τῷ πλήθει· ὥσπερ οὖν ἡ μονὰς προτερεύει τοῦ πλήθους, τὸν αὐτὸν τρόπον καὶ ὁ ὅρος ἀναλογῶν τῇ μονάδι προτερεύει τῆς διαιρέσεως τῆς ἀναλογούσης τῷ πλήθει· ὅτι μὲν γὰρ ὁ ὅρος ἀναλογεῖ τῇ μονάδι ἡ δὲ διαίρεσις τῷ πλήθει, δῆλον ἐντεῦθεν· ὥσπερ ἡ μονὰς ἕν τί ἐστι καὶ μία φύσις, τὸν αὐτὸν τρόπον καὶ ὁ ὅρος τὰ πολλὰ ἕν τι ποιεῖ καὶ μίαν φύσιν ἀποτελεῖ καὶ γὰρ τὸ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἕν τι καὶ μίαν φύσιν ἀποτελεῖ, τὸν ἄνθρωπον), ἡ δὲ διαίρεσις τοὐναντίον τὸ ἓν πολλὰ ποιεῖ· καὶ γὰρ λαμβάνουσα τὴν οὐσίαν διαιρεῖ αὐτὴν εἰς σῶμα καὶ ἀσώματον καὶ τὸ σῶμα εἰς ἔμψυχον καὶ ἄψυχον, καὶ τὰ ἑξῆς ὁμοίως. 2 γὰρ] δὲ γ’ 4. 5 τούτου χάριν-ἀναλογεῖ om. KT 5 ante δῆλον add. χαὶ KT 6 καὶ τὰ ἀνομοιογενῆ ante διακρίνει colloc. T: ante καὶ τὰ ὁμοιογενῆ V 11 μετάλων T 12. 13 ἀνομοιογ. ἀπ’ ἀλλ. καὶ τὰ ὁμοιογ. colloc. V 13 ὁμοιογενῆ om. V διαιροῦμεν V 14 εἰς θνητὸν V διακρίνωμεν Κ 15 ante ὁμοιογ. add. πάντα T 16 διαχωρήσωμεν V —21 ποσότης—ὁ δὲ ἀριθμὸς ὑπὸ τὸ ποσόν om. KT 32 ὥσπερ δὲ V 33 καὶ μίαν φύσιν ἀποτελεῖ iteratum del. K Ἐλθωμεν οὖν καὶ ὁρισώμεθα τὴν φιλοσοφίαν. ἀλλ’ ἐπειδὴ ὥσπερ ἀδύνατόν ἐστί τινα πλέξαι συλλογισμόν, εἰ μὴ πρότερον μάθῃ τί ἐστι συλλουισμὸς λογισμὸς καὶ πόθεν γίνεται, τὸν αὐτὸν τρόπον καὶ ὁρίσασθαί τι ἀδύνατόν ἐστί τινα, εἰ μὴ πρότερον μάθῃ τί ἐστιν ὅρος καὶ πόθεν λαμβάνεται· τοῦτο γινώσκοντες ἐννέα κεφάλαια παραδίδομεν. καὶ πρῶτον μέν ἐστι κεφάλαιον ἐν ᾧ λέγομεν τί ἐστιν ὁρισμός, δεύτερον δὲ ἐν ᾧ λέγομεν τί διαφέρει ὁρισμὸς ὅρου καὶ ὑπογραφῆς καὶ ὑπογραφικοῦ ὁρισμοῦ, τρίτον ἐν ᾧ λέγομεν πόθεν λέγεται ὁρισμός, τέταρτον ἐν ᾧ λέγομεν πόθεν λαμβάνονται οἱ ὁρισμοί, πέμπτον ἐν ᾧ λέγομεν ποῖος τέλειος καὶ ποῖος ἀτελὴς ὁρισμὸς καὶ τίς ἡ κακία καὶ τίς ἡ ὑγίεια τοῦ ὁρισμοῦ, ἕκτον ἐν ᾧ λέγομεν πόσοι ὁρισμοὶ τῆς φιλοσοφίας, ἕβδομον ἐν ᾧ λέγομεν διὰ τί τοσοῦτοί εἰσιν οἱ τῆς φιλοσοφίας ὁρισμοὶ καὶ μήτε πλείους μήτε ἐλάττους, ὄγδοον ἐν ᾧ λέγομεν τὴν τάξιν αὐτῶν, ἔνατον ἐν ᾧ λέγομεν τίνες ἐφεῦρον τοὺς ὁρισμοὺς τούτους. ἐν οἷς καὶ ἡ παροῦσα πρᾶξις. Πρᾶξις ἑ΄. Ἀρξώμεθα τοῦ πρώτου κεφαλαίου καὶ εἴπωμεν τί ἐστιν ὁρισμός. ἰστέον ὅτι ὁρισμός ἐστι λόγος σύντομος δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος. ἀλλ’ ἐπειδή, ὡς μαθησόμεθα, οἱ ὅροι εἰώθασιν ἀπὸ γένους καὶ συστατικῶν διαφορῶν λαμβάνεσθαι, εἴπωμεν ποία λέξις ἐν τῷ παρόντι ὁρισμῷ ἀναλογεῖ τῷ γένει καὶ ποία ταῖς συστατικαῖς διαφοραῖς. ἀλλ’ ἵνα σαφὴς ἡμῖν ἡ διδασκαλία γένηται, χρησώμεθα παραδείγματι τῷ ὅρῳ τοῦ ἀνθρώπου. ἰστέον ὅτι ὁ ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν· ἰδοὺ ἐνταῦθα τὸ μὲν ζῷον ἀντὶ γένους εἴληπται (κοινότερον γάρ ἐστι καὶ κατὰ πλειόνων φέρεται· φέρεται γὰρ κατά τε ἀνθρώπου καὶ κυνὸς καὶ ἵππου καὶ τῶν τοιούτων), αἱ δὲ λοιπαὶ λέξεις ἀντὶ συστατικῶν διαφορῶν | παραλαμβάνονται. οὕτως οὖν καὶ ἐν τῷ 132r ὁρισμῷ τούτῳ τοῦ ὁρισμοῦ ὁ μὲν ‘λόγος’ ἀντὶ γένους εἴληπται κοινότερος γάρ ἐστι καὶ κατὰ πλειόνων φέρεται· φέρεται γὰρ κατά τε τοῦ ἐνδιαθέτου καὶ προφορικοῦ), αἱ δὲ λοιπαὶ λέξεις ἀντὶ συστατικῶν διαφορῶν παρα- λαμβάνονται. ἔλθωμεν οὖν καὶ ἐξηγησώμεθα. ἰστέον ὅτι ὁ λόγος πρόσχειται πρὸς ἀντιδιαστολὴν τοῦ ὀνόματος· καὶ γὰρ καὶ τὸ ὄνομα δηλοῖ τὴν φύσιν τοῦ ὁποκεμένου πράγματος, οἷον τὸ ἄνθρωπος, καὶ ὅπερ ὁ ὅρος ποιεῖ διὰ πλειόνων λέξεων, τοῦτο τὸ ὄνομα ποιεῖ διὰ μιᾶς λέξεως. ὅθεν 3 post γίνεται add. συλλογισμός V 3. 4 ὁρίσασθαί τινα ἀδ. ἐστι τι οm.) V 4 πρότερον om. Κ 5 post ἐννέα add. τινὰ V 6 δὲ om. T 9 ποῖος τέλειος om. V 11 post φιλ. add. εἰσίν V εἰσιν om. T 11. 11. 12 οἱ ὁp. τῆς φιλ. colloc. V 13 ἔννατον KV 14 ἐν οἷς—πρᾶξις om. TV 18 εἰώθασιν] συνίστανται λαμβάνεσθαι v. 19 om.) V 22 ὁ om. Κ 27 τοῦ ὁρισμοῦ ὁ μὲν λόγος scripsi: ὁ τοῦ ὁρισμοῦ μὲν λόγος Κ: ὁ τοῦ ὁρισμοῦ λόγος T: τοῦ ὁρισμοῦ μὲν λόγος Κ 29 καὶ τοῦ προφοp. V 30 ὁ om. KT 31 καὶ (post γὰρ) om. Κ καὶ ἀνθορίζονται· ὄνομα μὲν γάρ, φάσιν, ἐστὶν ὅρος συνεσταλμένος, τοῦτ’ ἔστι κατὰ σύνοψιν ἤγουν ἐν συντόμῳ, ὅρος δέ ἐστιν ὄνομα ἐξηπλωμένον. ἵνα οὗν χωρισθῇ τὸ ὄνομα, πρόσκειται λόγος. καὶ εἰ ἄρα ὅπερ ποιεῖ τὸ ὄνομα, ποιεῖ καὶ ὁ ὅρος καὶ γὰρ καὶ τὸ ὄνομα καὶ ὁ ὅρος τὴν φύσιν τοῦ ὑποκειμένου πράγματος δηλοῦσι), διὰ τί ἐπενοήθη ὁ ὅρος; καὶ λέγομεν διὰ τὸ γνῶναι ἡμᾶς τὰς συστατικὰς διαφοράς, τοῦτ’ ἔστι τὰ συστατικὰ τοῦ ὑποκειμένου πράγματος· ἐὰν μὲν γὰρ εἴπωμεν ἄνθρωπος, οὐ γινώσκομεν τὰς συστατικὰς διαφοράς, ἐὰν δὲ εἴπωμεν ζῷον λογικὸν καὶ τὰ ἑξῆς, οἴδαμεν ταύτας. ‘σύντομος’ δὲ πρόσκειται διὰ τοὺς ἐχτεταμένους λόγους, οἷον διὰ τὸν Περὶ στεφάνου, καὶ τοὺς διηγηματικοὺς λόγους· οὗτοι γὰρ λόγοι εἰσίν, ἀλλ’ οὐ σύντομοι. ‘δηλωτικὸς δὲ τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος’ πρόσκειται ἢ διὰ τὰ ἀποφθέγματα οἷον διὰ τὸ ‘ὑηδὲν ἄγαν’ καὶ ‘γνῶθι σαυτόν’ (ταῦτα γὰρ λόγοι εἰσὶν καὶ σύντομοι, ἀλλ’ οὐ δηλοῦσι τὴν φύσιν τοῦ ὑποχειμένου πράγματος), ἢ διὰ τὰς ὑπογραφάς· αὗται γὰρ οὐ δηλοῦσι τὴν φύσιν τοῦ ὑποκειμένου πράγματος ἀλλὰ τὰ περὶ τὴν φύσιν καὶ τὰ παρεπόμενα αὐτῇ, οἷον ὡς ὅταν εἴπω ‘ἄνθρωπός ἐστιν ὀρθοπεριπατητικὸν γελαστικὸν πλατυώνυχον’· ταῦτα γὰρ τὰ παρεπόμενα αὐτῷ δηλοῦσιν. ἐν οἷς τὸ πρῶτον κεφάλαιον. Ελθωμεν δὲ καὶ ἐπὶ τὸ δεύτερον καὶ εἴπωμεν τί διαφέρει ὁρισμὸς ὑπογραφῆς καὶ ὅρου καὶ ὑπογραφικοῦ ὁρισμοῦ. ἰστέον ὅτι ὁρισμὸς ὑπογραφῆς διαφέρει, ὅτι ὁ μὲν ὁρισμὸς ἐξ οὐσιωδῶν φωνῶν λαμβάνεται καὶ τὴν οὐσίαν αὐτὴν καὶ τὴν φύσιν τοῦ ὑποκειμένου πράγματος δηλοῖ, οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, ἡ δὲ ὑπογραφὴ ἀπὸ συμβεβηκότων λαμβάνεται καὶ τὰ παρεπόμενα τῷ ὑποκει- μένω πράγματι καὶ τὰ περὶ τὴν φύσιν αὐτοῦ δηλοῖ, οἷον ὡς ὅταν εἴπω ‘ἄνθρωπός ἐστιν ὀρθοπεριπατητικὸν γελαστικὸν πλατυώνυχον’. ἐπειδὴ δὲ εἰρήκαμεν ὅτι ὁ μὲν ὁρισμὸς ἀπὸ ·οὐσιωδῶν φωνῶν λαμβάνεται, ἡ δὲ ὑπογραφὴ ἀπὸ συμβεβηχότων, μάθωμεν τί ἐστιν οὐσιῶδες καὶ τί συμβεβηκός. ἰστέον ὅτι οὐσιῶδές ἐστιν ὃ παρὸν μὲν σώζει τὸν ἄνθρωπον, ἀπὸν δὲ φθεί- 132v ῥεῖ, ὥσπερ τὸ λογικόν· τοῦτο γὰρ παρὸν μὲν σώζει τὸν ἄνθρωπον, ἀπὸν δὲ φθείρει· ἀδύνατον γὰρ εἶναι ἄνθρωπον μὴ εἶναι λογικόν. δέ ἐστιν ὃ οὔτε παρὸν σώζει οὔτε ἀπὸν φθείρει αὐτόν, ὥσπερ τὸ λευχόν· τοῦτο γὰρ οὔτε παρὸν σώζει οὔτε ἀπὸν φθείρει τὸν ἄνθρωπον· 1 post ἀνθοp. add. οὕτως T φησιν V 5 λέγω Κ: λέγει T post λέγ. add. ὅτι διὰ τοῦτο ἐπενοήθη ὁ ὅρος V 7 μὲν γάρ om. Κ: μὲν om. T 8 post λογιχὸν add. θνητὸν V 8. 9 οἴδαμεν ταύτας] γινώσκομεν τὰς συστατικὰς διαφοράς V 9 σύντομον T 10 Περὶ στ.] Demostheuis orationem spectat 11 οὐ] οὖν V 13. 14: δηλοῦσι φύσιν ὑποκ. (τὴν et τοῦ om.) V 14. 15 ἡ διὰ τὰς ὑπογρ—πράγματος om. KT 16 εἴπωμεν V (cf. v. 25) 17. 26 πλατυόνυχον KT Ι7 αὐτῷ δηλ.] δηλοῦσιν αὐτό γ’ οἷς] τούτοις T 20 καὶ (ante ὅρου) om. V post ὄτι add. ὁ V 22 δηλοῖ post φύσιν colloc. TV 24 ἑπόμενα V 25 αὐτοῦ scripsi: αὐτὴν libri 26 ὀρθοπεριπατηκὸν V πλατ. γελ. colloc. V 29 τὸν ἄνθρωτον] an τὸ ὑποκείμενον ? 31 καὶ addidi 32 αὐτόν] an αὐτό ? (cf. v. 29) 32. 33 ὤσπερ—τὸν ἄνθρωπον om. KT δύναται γὰρ ἄνθρωπος καὶ εἶναι λευκὸς καὶ μὴ εἶναι λευκός· οὐδὲ γὰρ ἐὰν μή ἐστι λευκός, παρὰ τοῦτο οὐκ ἔστιν ἄνθρωπος. καὶ πάλιν ὥσπερ τὸ ὀρθοπεριπατητικὸν καὶ πλατυώνυχον· ταῦτα γὰρ οὔτε παρόντα σώζουσιν οὔτε ἀπόντα φθείρουσι τὸν ἄνθρωπον· κἂν γὰρ μή ἐστιν ὀρθοπεριπατητικὸν ὁ ἄνθρωπος, ἀλλὰ τετραποδίζει, καὶ εἰ μὴ ἔχει ὄνυχας, οὐδὲν ἧττον ἄνθρωπος ἐστι. Ταῦτα εἰπόντες ἔλθωμεν καὶ εἴπωμεν τί διαφέρει ὁρισμοῦ ὅρος. ἰστέον ὅτι ὥσπερ ὁ ἄνθρωπος καὶ τὸ ζῷον καθολικῷ καὶ μερικῷ διαφέρουσιν ἀλλήλων καὶ γὰρ ὁ μὲν ἄνθρωπος μερικώτερός ἐστι, τὸ δὲ ζῷον καθολι- κώτερον· εἴ τι μὲν γὰρ ἄνθρωπος, τοῦτο καὶ ζῷον· πᾶς γὰρ ἄνθρωπος ζῷόν ἐστον· οὐκ εἴ τι δὲ ζῷον, τοῦτο καὶ ἄνθρωπος· οὐ πᾶν γὰρ ζῷον ἄνθρωπός ἐστιν· οὐ μόνον γὰρ ἄνθρωπός ἐστι ζῷον ἀλλὰ καὶ ἵππος καὶ βοῦς καὶ κύων), τὸν αὐτὸν δὴ τρόπον ὁ ὁρισμὸς καὶ ὁ ὅρος τῷ καθολικῷ διαφέρουσι καὶ τῷ μερικῷ· καὶ γὰρ ὁ μὲν ὁρισμὸς μεριχώτερός ἐστιν, ὁ δὲ ὅρος καθολικώτερος· εἴ τι μὲν γὰρ ὁρισμός, τοῦτο καὶ ὅρος, οὐκ εἴ τι δὲ ὅρος, τοῦτο καὶ ὁρισμός· ὁ γὰρ ὅρος οὐ μόνον τὸν ὁρισμὸν δηλοῖ, τοῦτ ἔστι τὸν λόγον τὸν σύντομον τὸν δηλωτικὸν τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος, ἀλλὰ καὶ τὸ ὁροθέσιον καὶ κατὰ τὸν Ἀριστοτέλην εἰς ὃν ἀναλύεται ἡ πρότασις· λέγει γὰρ ὁ Ἀριστοτέλης ὅτι ‘ὅρον τόνδε καλῶ εἰς ὃν ἀναλύεται ἡ πρότασις, τό τε κατηγορούμενον καὶ καθ’ οὖ κατηγορεῖται’. οἷον τὸ ‘Σωκράτης περιπτατεῖ’ πρότασίς ἐστι· τοῦτο ἀναλύεται εἰς τὸ Σωκράτης καὶ εἰς τὸ περιπατεῖ· ἑκάτερον οὖν αὐτῶν, ὦς φησιν ὁ Ἀριστοτέλης, ὅρος καλεῖται· ὅρος οὖν ἐστι καὶ τὸ Σωκράτης καὶ τὸ περιπατεῖ. κατὰ οὖν τὸ καθολικὸν καὶ μερικὸν διαφέρουσιν ἀλλήλων ὁ ὁρισμὸς καὶ ὁ ὅρος. πολλάκις δὲ καὶ τὸν ὁρισμὸν ὅρον καλοῦμεν τῷ καθολικῷ ὀνόματι κεχρημένοι, ὥσπερ καὶ τὸν ἄνθρωπον τῷ γενικῷ ὀνόματι ζῷον καλοῦμεν. Μαθόντες οὖν τί διαφέρει ὁρισμὸς ὅρου, ἔλθωμεν καὶ εἴπωμεν τί διαφέρει ὁρισμὸς ὑπογραφικοῦ ὁρισμοῦ. ἰστέον ὅτι διαφέρει ὁρισμὸς ὑπογραφιχοῦ ὁρισμοῦ, ὅτι ὁ μὲν ὁρισμὸς μονοειδής ἐστι καὶ ἐξ οὐσιωδῶν φωνῶν μόνων εἴληπται, οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, ὁ δὲ ὑπογραφικὸς ὁρισμὸς μικτός ἐστι· καὶ γὰρ εἴληπται ἔκ τε οὐσιωδῶν καὶ συμβεβηκότων καί, ὡς ἄν τις εἴποι, ἐξ ὁρισμοῦ καὶ ὑπογραφῆς σύγκειται, ὡς ὅταν εἴπωμεν ‘ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν ὀρθοπεριπατητικὸν | πλατυώνυχον’. καὶ ἰστέον 133r ὅτι πρὸς μὲν τὸ γενέσθαι ὁρισμὸν δεῖ πάσας τὰς φωνὰς οὐσιώδεις εἶναι, οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, πρὸς δὲ τὸ γενέσθαι ὑπογραφικὸν ὁρισμὸν ἀρκεῖ μία μόνη προστεθεῖσα φωνὴ 1 ὁ ἄνθp. Τ ἐὰν] ἄν V 3 πλατυόνυχον KT 5 5 εἰ om. V 13 ὁ (ante ὅρος) om. KT 14 διαφέρουσι scripsi: διαφέρει libri 15 pr. εἴ τι] ἐστι T 18 Ἀριστοτέλη TV (cf. Αnal. pr A 1 p. 24b16 ὅν] ὅ V 23 post, οὖν ἐστι add. τοῦτ’ ἔστι V 24 καὶ τὸ μεριχὸν T 28. 29 alt. όρισμὸς ὑπογραφικοῦ όρισμοῦ om. ΚΤ 32 post ὡς add. ὅτι V εἴπη Τ 33 ante ὡς add. οἶον V 34 πλατυόνυχον ΚΤ 36 νοῦ χαὶ ἐπ. δ.] χαὶ τὰ λοιπά KT 37 προστεθεῖσα] Yp. παρατραπεῖσα in mrg. add. V2 συμβεβηχός τι δηλοῦσα, οἷον· ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν ὀρθοπεριπατητιχόν. καὶ ὥσπερ πρὸς μὲν τὸ γεμέσθαι ἁρμονίαν δεῖ πάσας τὰς χορδὰς εὐαρμόστους εἶναι, πρὸς δὲ τὸ γενέσθαι ἀναρμοστίαν ἀρκεῖ καὶ μία μόνη χορδὴ παρατραπεῖσα, καὶ πάλιν ὥσπερ πρὸς μὲν τὸ γενέσθαι ὑγείαν δεῖ συμμετρίαν εἶναι τῶν κράσεων καὶ σύνθεσιν κατὰ φύσιν τῶν μορίων, πρὸς δὲ τὸ γενέσθαι νόσον ἀρκεῖ καὶ μία κρᾶσις παρατραπεῖσα καὶ ἓν μόριον μὴ ἔχον κατὰ φύσιν· τὸν αὐτὸν δὴ τρόπον πρὸς μὲν τὸ γενέσθαι ὁρισμὸν δεῖ πάσας τὰς φωνὰς οὐσιώδεις εἶναι, πρὸς δὲ τὸ γενέσθαι ὑπογραφικὸν ὁρισμὸν ἀρκεῖ καὶ μία μόνη προσ- τεθεῖσα φωνὴ ἐπουσιῶδές τι δηλοῦσα. ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες πρὸς τὸ πρῶτον κεφάλαιον λέγοντες ὅτι κακῶς τοῦ ὁρισμοῦ ὁρισμὸν ἀπεδώκατε· ἀπαιτοῦμεν γὰρ ὑμᾶς κἀκείνου τοῦ ὁρισμοῦ ἄλλον ὁρισμὸν καὶ τοῦ ἄλλου ἄλλον, καὶ ἐπ’ ἄπειρον τὸ τοιοῦτον ἐκφέρεται καὶ οὐδέποτε εἰσόμεθα τί ἐστιν ὁρισμός. ἀπολογοῦνται οὖν τινες λέγοντες ὅτι οὐχ ὡς ὁρισμὸν ὡρισάμεθα αὐτόν, ἀλλ’ ὡς ὁριστόν, ἤγουν ὡς πρᾶγμα ὑποχείμενον. πρὸς οὓς ἔστιν εἰπεῖν ὅτι οὐδὲν ἧττον ἡ ἀπορία ἔμεινεν· ἐροῦμεν γὰρ ἡμεῖς ὅτι κἀκείνου τοῦ ὁρισμοῦ ἀποδοτέον ὅρον ὡς ὁριστοῦ καὶ πάλιν τοῦ ἄλλου ὁρισμοῦ ὡς ὁριστοῦ, καὶ τοῦτο ὁμοίως ἐπ’ ἄπειρον ἐκφέρεται. ἔστιν οὖν εἰπεῖν ὅτι ὥσπερ εἰσί τινα αὐτομέτρητα καὶ ἑτερομέτρητ καὶ γὰρ ὁ δέκα ἀριθμὸς καὶ αὐτομέτρητός ἐστι καὶ έτερομέτρητος, καὶ αὐτομέτρητος μὲν καθὸ ἑαυτὸν μετρεῖ κατὰ τὰς ἐν αὐτῷ μονάδας, ἐτερομέτρητος δὲ καθὸ ἄλλον ἀριθμὸν μετρεῖ· μετρεῖ γὰρ τὸν εἴκοσι κατὰ τὸν δύο ἀριθμόν· δὶς γὰρ δέκα εἴκοσι), τὸν αὐτὸν δὴ τρόπον ἔστι καὶ αὐθόριστος ὅρος καὶ έτερόριστος· ἑτερόριστος μὲν ὅτι πάντας τοὺς ἄλλους ὁρισμοὺς ὁρίζεται, αὐθόριστος δὲ ὅτι καὶ ἑαυτὸν σὺν ἐκείνοις ὁρίζεται. καὶ ὥσπερ ὁ ἄνθρωπος ὁριζόμενος ἄλλον ἄνθρωπον ὁρίζεται λέγων ὅτι ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ οὐ μόνον πάντας τοὺς ἀνθρώπους ὡρίσατο ἀλλὰ καὶ ἑαυτὸν ὡρίσατο ἅτε δὴ ἄνθρωπον ὄντα, οὕτω δὴ καὶ ὁ ὁρισμὸς τοῦ ὁρισμοῦ οὐ μόνον τοὺς ἄλλους ὁρισμοὺς ὡρίσατο, ἀλλὰ καὶ ἑαυτὸν ὡρίσατο ἅτε δὴ ὁρισμὸν ὄντα. καὶ ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες | πρὸς τὸ δεύτερον κεφάλαιον λέγοντες· εἰ ἄρα ἡ οὐσία 133v τιμιωτέρα ἐστὶ τῶν συμβεβηκότων, ὁ δὲ ὁρισμὸς ἐξ οὐσιωδῶν φωνῶν εἴληπται, ἡ δὲ ὑπογραφὴ ἀπὸ συμβεβηκότων, διὰ τί ὑπογραφικὸν ὁρισμὸν λέγομεν τὸ χεῖρον προτάξαντες καὶ μὴ ὁρισμὸν ὑπογραφικόν; καὶ ἀπολογοῦνταί τινες λέγοντες ὅτι ἐπειδὴ κατὰ τὸν ποιητὴν τὰ χείρονα νικᾷ καὶ μάλιστα ἐν ταῖς ὀνομασίαις ἡμίονον γὰρ λέγομεν ἐκ τοῦ χείρονος ὀνομάζοντες καὶ οὐχ 2 τὸ om. T 9. 10 προστεθεῖσα om. Κ 10 post φωνὴ add. καὶ V ταῦτα μὲν ἐν τούτοις om. V 12 ὑμᾶς] ἡμεῖς Κ: ἡμᾶς T 16 post ἔμεινεν add. ἀπορία πάλιν T 17 ἡμεῖς] ὑμῖν Κ· ἡμῖν T 17. 18 καὶ πάλιν—ὁριστοῦ om. T 19 post αὐτομ. add. ἐστι Κ καὶ ὲτερομέτρητα om. K 24 ὅρος] ὁριστὸς V1 post ὅρος add. ἐστὶ V ἑτεροόριστος (utrobique) KT: (altero loco) V ante alt. ἑτεp. add. καὶ Κ 27 θνητὸν—δεκτικόν] καὶ τὰ λοιπά KT καὶ (ante οὐ) om. V 29 post μόνον add. γὰρ Y 32. 33 ὁ δὲ ὁρισμός—συμβεβηκότων om. Κ 33 κατὰ τὸν ποιητὴν] Ηom. Α 576 σ 404 ἡμίιππον), τούτου χάριν ὑπογραφικὸν ὁρισμὸν λέγομεν τὸ χεῖρον προτάξαντες· ταῦτα μὲν οὗτοι. ἔστι δὲ εἰπεῖν ὅτι πιθανή ἐστιν ἡ λύσις, πλὴν κακῶς ἠπόρησαν οἱ ἀπορήσαντες, πρῶτον μὲν ὅτι οὐδεὶς τῶν παλαιῶν εἶπεν ὅτι ὑπογραφικὸν ὁρισμὸν δεῖ λέγειν, καὶ οὐχ ὁρισμὸν ὑπογραφικόν, δεύτερον δὲ εἴτε οὕτως εἴπωuεν εἴτε οὕτως, οὐδὲν ἡ σημασία λυμαίνεται· λέγει γὰρ ὁ Ἀριστοτέλης ὅτι τὰ ὀνόματα καὶ τὰ ῥήματα μετατιθέμενα τὸ αὐτὸ σημαίνουσι καὶ γὰρ τὸ ‘Σωκράτης περιπατεῖ’ καὶ τὸ ‘περιπατεῖ Σωκράτης’ τὸ αὐτὸ σημαίνουσι καὶ τὸ Πλάτωνος Ἀλκιβιάδης καὶ Ἀλκιβιάδης Πλάτωνος τὸ αὐτὸ σημαίνουσιν. ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις. Πρᾶξις ζ΄. Ἀρξώμεθα τοῦ τρίτου κεφαλαίου τοῦ λέγοντος πόθεν λέγεται ὁρισμός. ἰστέον ὅτι ὁρισμὸς λέγεται ἀπὸ μεταφορᾶς τῶν ἐν τοῖς γηδίοις ὁροθεσίων· καὶ γὰρ οἱ ἀρχαῖοι ἑκατέραν ἀμετρίαν ἐκφεύγοντες, τήν τε πλεονεξίαν καὶ τὴν μειονεξίαν, ἐφεῦρον τὰ ὁροθέσια, ἵνα διὰ τούτων τῶν μὲν οἰκείων ἀπολαύωσι, τῶν δὲ ἀλλοτρίων ἀπέχωνται. οὕτως οὖν καὶ ὁ ὁρισμὸς περιορίζει τὸ πρᾶγμα τὸ ὑποκείμενον καὶ χωρίζει αὐτὸ ἐκ τῶν ἀλλοτρίων. οἷον ἐπὶ τοῦ ὁρισμοῦ τοῦ ἀνθρώπου γυμνάσωμεν τὸν λόγον· ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν· ἰδοὺ διὰ τοῦ εἰπεῖν ζῷον ἔχω ρισα αὐτὸν ἐκ τῶν μὴ ὄντων ζῴων, οἷον ἐκ τῶν ἀψύχων, διὰ δὲ τοῦ εἰπεῖν λογικόν ἐκ τῶν μὴ ὄντων λογικῶν, οἷον τῶν ἀλόγων, διὰ δὲ τοῦ εἰπεῖν θνητόν ἐκ τῶν ἀθανάτων, διὰ δὲ τοῦ εἰπεῖν νοῦ καὶ ἐπιστήμης δεκτικόν ἐκ τῶν μακραιώνων νυμφῶν, τοῦτ’ ἔστιν ἐκ τῶν θνητῶν δαιμόνων· εἰσὶ γὰρ δαίμονες θνητοὶ αἱ μακραίωνες νύμφαι, αἵτινες πολλὰ ἔτη ζῶσιν· καὶ γὰρ ζῷά εἰσι καὶ θνητὰ καὶ λογικά, ἀλλ’ οὔκ εἰσι νοῦ καὶ ἐπιστήμης δεκτικά· οὐ μανθάνουσι γὰρ ἀλλ’ οἴκοθεν ἔχουσι τῇ φύσει τὴν γνῶσιν καὶ πᾶσαν ἐπιστήμην. μόνος δὲ ὁ ἄνθρωπός ἐστι νοῦ καὶ ἐπιστήμης δεκτικός· καὶ γὰρ μανθάνει τὴν κατ’ ἐνέ·ργειαν γνῶσιν. ἰστέον δὲ ὅτι ἐν τοῖς ὅροις ἀντιπεπονθότως ἔχουσιν αἱ λέξεις πρὸς τὰ πράγματα· ἡνίκα μὲν γὰρ ὁ ὅρος πλεονάσῃ ταῖς λέξεσιν, ἐλλείπει τοῖς πράγμασιν, οἷον ἐὰν εἴπω | ἄνθρωπός ἐστι 134r ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν γραμματικόν, ἐπλεόνασα μὲν τῖς λέξεσιν, ἔλειψα δὲ τοῖς πράγμασιν οὐδὲ γὰρ πάντα ἄνθρωπον ὡρισάμην ἀλλὰ τὸν γραμματικὸν μόνον), ἡνίκα δὲ ἐλλείψῃ ταῖς λέξεσι, πλεονάζει τοῖς πράγμασιν, οἷον ἐὰν εἴπω ‘ἄνθρωπός ἐστι ζῷον λογικὸν θνηὅτι] 2 ὃ V ἐστιν om. V ἡ λύσις] ἀπολογία V 5 οὕτως . . οὕτως] ὁρισμὸν ὑπογραφικὸν . . ὑπογραφικὸν ὁρισμόν V λυμ. ἡ σημασία colloc. v 5. 6 Ἀριστ.] De inteipr. 10 p. 20 1 8 σημαίνει KV (cf. v. 9) 9 σημαίνει T ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις om. TV 12 ὁρίων ἤτοι ὁροθεσίων T 13 οἱ γὰρ ἀρχαῖοι καὶ om.) T 18 τοῦ] τὸ T 18. 19 ἐχωρίσαμεν V 20 μὴ ὄντων—οἶον τῶν om. KT 23 post θνητοὶ add. καίπερ V 23. 24 καὶ γὰρ ζ. εἰσὶ] εἰσὶ γὰρ ζ. ΚΤ 24 24 καὶ λ.] λ. καὶ θυ. Τ οὐκ εἰσὶ] οὐχὶ Κ: οὐχὶ καὶ Τ 28 πλεονάσει KV 31 an ἐνέλειψα? (cf. p. 16,1) 32 ἐλλείψει KV τόν’ ἐνέλιπον μὲν ταῖς λέξεσιν, ἐπλεόνασα δὲ τοῖς πράγμασιν· οὐ γὰρ μόνον τὸν ἄνθρωπον ὡρισάμην, ἀλλὰ καὶ τὰς μακραίωνας νύμφας· καὶ ταῦτα γὰρ ζῷά εἰσι καὶ λογικὰ καὶ θνητά. καὶ ὡς ἔλεγεν ’0λυμπιόδωρος ὁ φιλόσοφος, “θαυμαστόν τι ἐφεῦρεν ἡ φύσις μηχάνημα, ἔνδειαν πλουτοῦσαν καὶ πλοῦτον ὑποκρινόμενον ἔνδειν’’ . εἰ δέ τις ἀπορεῖ λέγων ὅτι ἐάν, ὡς εἰρήκαμεν, ἡνίκα πλεονάσῃ ταῖς λέξεσιν, ἐλλείπῃ τοῖς πράγμασιν, πῶς ἐὰν εἴπω ‘ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν ἀποθνῆσκον καὶ τὰ ἑξῆς’ καὶ πλεονάσω ταῖς λέξεσιν ὁ ὅρος, οὐκ ἐλλείπει τοῖς πράγμασιν (πάντα γὰρ ἄνθρωπον συμπεριέλαβον), λέγομεν ὅτι ἡ προστεθεῖσα λέξις οὐδὲν πλέον σημαίνει τῆς ὑποκειμένης· ταὐτὸν γάρ ἐστιν κατὰ τὴν σημασίαν τὸ θνητόν καὶ τὸ ἀποθνῆσκον. ἐπειδὴ οὖν οὐδὲν πλέον σημαίνει ἡ προστεθεῖσα λέξις, τούτου χάριν οὐκ ἐποίησεν ἔνδειαν πραγμάτων. ταῦτα μὲν καὶ τὸ τρίτον κεφάλαιον. Ἔλθωμεν δὲ καὶ ἐπὶ τὸ τέταρτον καὶ εἴπωμεν πόθεν λαμβάνονται οἱ ὁρισμοί. ἰστέον ὅτι οἱ ὁρισμοὶ λαμβάνονται ἢ ἀπὸ τοῦ ὑποκειμένου ἢ ἀπὸ τοῦ τέλους ἢ ἀπὸ τοῦ συναμφοτέρου, τοῦτ’ ἔστιν ἀπὸ τοῦ ὑποκειμένου ἅμα καὶ τοῦ τέλους. ἀλλὰ πρῶτον εἴπωμεν τί ἐστιν ὑποκείμενον καὶ τί ἐστι τέλος. ἰστέον ὅτι ὑποκείμενόν ἐστι περὶ ὃ καταγίνεται ἡ τέχνη καὶ περὶ ὃ ἐνεργεῖ, τέλος δὲ οὗ καταστοχάζεται καὶ ᾧ χαρακτηρίζεται καὶ οὗ χάριν πάντα ποιεῖ. οἷον τῆς μὲν τεκτονικῆς ὑποκείμενά εἰσι τὰ ξύλα (περὶ ταῦτα γὰρ καταγίνεται καὶ ἐνεργεῖ), τέλος δὲ τὸ ποιῆσαι σκάμνον ἢ θρόνον ἤ τι τοιοῦτον. καὶ πάλιν τῆς ἀστρονομίας ὑποκείμενά εἰσι τὰ οὐράνια σώματα, τέλος δὲ οὐ τὸ ποιῆσαι ὅμοια τούτοις, ἀλλὰ τὸ εἰδέναι τὴν κίνησιν αὐτῶν. οὕτως οὖν καὶ ἡ φιλοσοφία ἔχει καὶ ὑποκείμενον καὶ τέλος. καὶ ὑποκείμενα μὲν ἔχει πάντα τὰ ὄντα τέλος δὲ τὴν γνῶσιν αὐτῶν, τοῦτ’ ἔστιν τὸ εἰδέναι αὐτὰ καὶ διὰ τούτου ὁμοιωθῆναι θεῷ· καὶ γὰρ ὁ φιλόσοφος ὅμοιός ἐστι τῷ θεῷ, ὡς δηλοῖ καὶ ἡ Πυθία λέγουσα περὶ Λυκούργου νομοθέτου τε ὄντος καὶ φιλοσόφου οἱ γὰρ πάλαι φιλόσοφοι καὶ νομοθέται ἦσαν)· ἤλυθες, ὦ Λυκόεργε, ἐμὸν ποτὶ πίονα νηόν· δίζω ἤ σε θεὸν μαντεύσομαι ἠὲ καὶ ἄνδρα. ἀλλ’ ἔμπης σε θεὸν μαντεύ|σομαι, ὦ Λυκόεργε. 134v διστάζει δὲ οὐχ ὡς ἀγνοοῦσα τί αὐτὸν καλέσῃ καὶ δεομένη εἰς τοῦτο ἄλλης Πυθίας, ἀλλ’ ἵνα δείξῃ ἀμφήριστον τὴν τοῦ θεοῦ φύσιν καὶ τὴν τοῦ ἀνδρός, ὅθεν ἐπιφέρει ἀλλ’ ἔμπης σε θεὸν μαντεύσομαι. 1. 2 οὐ γὰρ—νύμφας] καὶ γὰρ καὶ τὰς μακp. νύμφας ὡρισάμην T 3 καὶ (ante λογ.) om. T 4 εὗρεν Κ 5 ἐὰν om. v 6 ἐλλείπῃ scripsi: ἐλλείπει libri 9 σημ] δηλοῖ KT 11 οὖν] γὰρ T σημ.] δηλοῖ T 15 ἅμα om. V 18 ᾧ scripsi: οὗ libri 19 μὲν om. KT ὑποκείμενον Κ 21 καὶ (ante πάλιν) om. T ἀσώματα KT 23 καὶ (post ἔχει) om. T 23. 24 ὑποκείμενον KT 25 τούτου Vat. 2253: τοῦτο KTV 25. 26 καὶ γὰρ—θεῷ om. T 26 Πυθία] cf. Herod. I 65 τοῦ νομοθέτου V 27 τε om. T ὄντος om. Κ πάλαι] παλαιοὶ Κ 28 ἤλυθες El.: ἦλθεσ KTV 27. 29 Λυκόεργε El.: Λυκοῦργε KTV 29 δίζω El.: δίζων KTV ἠὲ καὶ ἄνδρα El.: ἣ ἄνθρωπον ἤ γε καὶ ἄνδρα KT: ἢ ἄνθρωπον εἴ γε καὶ ἄνδρα V 31 αὐτὸν καλέσῃ scripsi: αὑτὸν καλέσει KT: καλέσει αὐτὸν V εἰς τοῦτο om. T 32 ἀναμφήριστον KT τῆ τοῦ θ. φύσει καὶ καὶ om. T) τὴν τοῦ ἁ. KT 33 ὅθεν καὶ ἐπιφέρει Brand. Ὅτι δὲ τέλειος φιλόσοφος ὅμοιός ἐστι τῷ θεῷ. δῆλον, ἐπειδὴ τοῖς αὐτοῖς χαρακτηρίζεται, οἷσπερ καὶ ὁ θεός· ὥσπερ γὰρ ὁ θεὸς χρακτηρίζεται τῷ ἀγαθῷ καὶ τῷ γνωστικῷ καὶ τῷ δυνατῷ. ὡς καὶ ἡ ποίησις δηλοῖ λέγουσα ἐπὶ μὲν τοῦ ἀγαθοῦ θεοὶ δωτῆρες ἐάων. ἔπι δὲ του γνωστικοῦ θεοὶ δέ τε πάντα ἴσασιν, ἔπι δὲ του δυνάτου θεοὶ δέ τε πάντα δύνανται, τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ τέλειος φιλόσοφος τοῖς τρισὶ τούτοις χαρακτηρίζεται, λέγω δὴ τῷ ἀγαθῷ καὶ τῷ γνωστικῷ καὶ τῷ δυνατῷ· καὶ τῷ μὲν ἀγαθῷ, ὅτι ὥσπερ ὁ θεὸς προνοεῖται τῶν πάντων, οὕτω καὶ ὁ φιλόσοφος προνοεῖται τῶν ἀτελῶν ψυχῶν καὶ ἐπὶ τὸ τέλειον αὐτὰς ἄγει διὰ τοῦ ἀγνοούσας αὐτὰς ἐπὶ τὴν γνῶσιν μεταφέρειν· τῷ δὲ γνωστικῷ, ὅτι ὥσπερ τὸ θεῖον πάντα γινώσκει, οὕτω καὶ ὁ τέλειος φιλόσοφος ἐπαγγέλλεται πάντα γινώσκειν· τῷ δὲ δυνατῷ, ὅτι ὥσπερ τὸ θεῖον ὅσα δύναται καὶ βούλεται, οὕτω καὶ ὁ τέλειος φιλόσοφος ὅσα δύναται καὶ βούλεται. ἀλλ’ ἐπὶ μὲν τοῦ θεοῦ ἀντιστρέφει καὶ γὰρ ὅσα δύναται καὶ βούλεται καὶ ὅσα βούλεται καὶ δύναται), ἐπὶ δὲ τοῦ φιλοσόφου οὐκ ἀντιστρέφει· ὅσα μὲν γὰρ δύναται, βούλεται, οὐχ ὅσα δὲ βούλεται, δύναται· ἐὰν γὰρ βουληθῇ τι ἀδύνατον, οὐ δύναται τοῦτο ποιῆσαι· οἷον ἐὰν βουληθῇ τῷ δακτύλῳ ἅψασθαι τοῦ οὐρανοῦ, οὐ δύναται τοῦτο ποιῆσαι. καὶ ἀποροῦσί τινες λέγοντες· πῶς φατε τὸν φιλόσοφον τῷ δυνατῷ παραπλησίως χαρακτηρίζεσθαι τῷ θεῷ, ὅπου γε ἐπὶ μὲν τοῦ θεοῦ ἀντιστρέφει, ὡς εἴρηται, ἐπὶ δὲ τοῦ φιλοσόφου οὐκ ἀντιστρέφει; καὶ ἔστιν εἰπεῖν ὅτι τοῦτο λέγομεν, ἐπειδὴ ταῦτα βούλεται ὁ τέλειος φιλόσοφος καὶ τούτων ἐρᾷ, ὧν καὶ τυχεῖν δύναται· τῶν γὰρ ἀδυνάτων οὐκ ἐρᾷ· καὶ γὰρ κατὰ τοὺς Στωϊχοὺς μεγίστη ἔνδειά ἐστιν ἡ τῶν ὀρέξεων ἀπληστία. ἰστέον δὲ ὅτι προϊόντες ἔχομεν δεῖξαι ὅτι ἄλλως πώς ἐστι τὸ γνωστικὸν παρὰ τῷ θεῷ καὶ τὸ ἀγαθὸν καὶ τὸ δυνατὸν καὶ ἄλλως πως παρὰ τῷ φιλοσόφῳ. Δεῖ τοίνυν γινώσκειν ὅτι οἱ ὅροι ἀπὸ τοῦ ὑποκειμένου λαμβάνονται ἢ τοῦ τέλους ἢ ἀπὸ τοῦ συναμφοτέρου, τοῦτ’ ἔστιν ἀπὸ τοῦ ὑποκειμένου ἅμα καὶ τοῦ τέλους. καὶ ἀπὸ τοῦ ὑποκειμένου μέν, ὡς ὅταν εἴπωμεν ὅτι ἰατρική 1 τῷ om. Κ 3 τῶ γνωστικῷ καὶ τῶ ἀγαθῶ coll. KT ἡ ποίησις] Hom θ 325 δ 379. 468 κ 306 4 ἐπὶ μὲν τοῦ ἀγαθοῦ om. KT 5 δοτῆρες KT 7 τε om. T 11 καὶ (post ἀγαθῷ) om. T 12 τῶν om. Κ ἀπάντων T 14 τοῦ] τὸ TV ἀγνωούσας T 18. 19 ὅσα δύν.—δύν.] ὅσα βούλ. καὶ δύν. καὶ ὅσα δύν. βούλ. K: ὄσα βούλ. χαὶ δύν. (rel. om.) T 19 μὲν om. K 20 γὰρ om. K 21. 22 οἷον—ποιῆσαι om. V 22 λέγοντες om. Κ 23 τῷ δυνατῷ om. Κ 24 γε om. KV 23 post λέγομεν add. ὅτι T 27 κατὰ τοὺς Στωϊκοὺς] cf. Zelleri Phil. Gr. ΙV3 p. 251 28 δὲ om. Κ 29 καὶ τὸ δυνατὸν καὶ τὸ ἀγαθόν colloc. T 30 πως om. KT παρὰ] περὶ T 32 ἀπὸ (ante τοῦ συναμφ.) om. T 32. 33 τοῦτ’ ἔστιν—τέλους om. T 33 ὑποκ.] συνυποκειμένου Κ ὄτι om. T ἐστι τέχνη περὶ τὰ ἀνθρώπεια σώματα καταγινομένη περὶ ταῦτα γὰρ καταγίνεται), ἀπὸ τοῦ τέλους δέ, ὡς ὅταν εἴπωμεν ὅτι ἰατρική ἐστιν τέχνη ὑγείας περιποιητική τέλος γὰρ τῆς ἰατρικῆς τὸ τὴν παροῦσαν ὑγείαν φυλάξαι ἢ τὴν ἀποῦσαν ἀνακαλέσασθαι), | ἀπὸ τοῦ συναμφοτέρου δέ, ὡς ὅταν εἴπωμεν 135r τοὺς δύο ὅρους συνάψαντες ‘ἰακτρική ἐστι τέχνη περὶ τὰ ἀνθρώπεια σώματα καταγινομένη ὑγείας περιποιητική’. οὕτως οὖν καὶ τὴν φιλοσοφίαν ὁριζόμεθα ἀπὸ μὲν τοῦ ὑποκειμένου, ὡς ὅταν εἴπωμεν ‘φιλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων’, ἀπὸ δὲ τοὐ τέλους ‘φιλοσοφία ἐστὶν ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’, ἀπὸ τοῦ συναμφοτέρου δέ, ὡς ὅταν εἴπωμεν ‘φιλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων ὁμοίωσις ωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’. καὶ ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες ὅτι πῶς φατε τοὺς ὅρους ἢ ἀπὸ τοῦ ὑποκειμένου λαμβάνεσθαι ἢ ἀπὸ τοῦ τέλους ἢ ἀπὸ τοῦ συναμφοτέρου, ὅπου γε εἰώθαμεν λέγειν ὅτι πάντες οἱ ὅροι ἀπὸ γένους καὶ συστατικῶν διαφορῶν λαμβάνονται; καὶ λέγουσί τινες ταύτην τὴν αἰτίαν, ὅτι ἐπὶ μὲν τῶν φυσικῶν πραγμάτων ἀπὸ γένους καὶ συστατικῶν διαφορῶν λαμβάνονται οἱ ὅροι, οἷον ὡς ἐπὶ τοῦ ἀνθρώπου, ἐπὶ δὲ τῶν τεχνῶν ἀπὸ τοῦ ὑποκειμένου λαμβάνονται ἢ ἀπὸ τοῦ τέλους ἢ ἐκ τοῦ συναμφοτέρου, ὡς ἐπὶ τοῦ προρρηθέντος παραδείγματος. ταῦτα μὲν οὗτοι. κακῶς δὲ λέγουσι, πρῶτον μὲν ὅτι τὴν ἀπορίαν οὐκ ἔλυσαν· ἡ γὰρ ἀπορία ἔχει ὅτι πάντες οἱ ὅροι ἀπὸ γένους καὶ συστατικῶν διαφορῶν λαμβάνονται, οὗτοι δὲ εἶπον τινὰς μὲν τῶν ὅρων ἀπὸ γένους καὶ συστατικῶν διαφορῶν λαμβάνεσθαι, τινὰς δὲ ἢ ἀπὸ τοῦ ὑποκειμένου μένου ἢ ἀπὸ τοῦ τέλους ἢ ἐκ τοῦ συναμφοτέρου, τοῦ ὑποκειμένου ἅμα καὶ τοῦ τέλους. δεύτερον δὲ ὅτι κακῶς ἐπέλυσαν εὑρίσκομεν γὰρ καὶ ἐπὶ τῶν φυσικῶν τὸν ὅρον ἀπὸ τοῦ ὑποκειμένου καὶ τέλους λαμβανόμενον, ὡς ἐπὶ τοῦ θυμοῦ· οὗτος γὰρ φυσικόν ἐστι καὶ ὅμως ἀπὸ τοῦ ὑποκειμένου καὶ τοῦ τέλους ὁριζόμεθα αὐτόν· λέγομεν γὰρ ὅτι θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος πρὸς ὄρεξιν ἀντιλυπήσεως. καὶ ἰδοὺ ἡ μὲν ζέσις τοῦ περὶ τὴν καρδίαν αἵματος ἀπὸ τοῦ ὑποκειμένου ἐστί καὶ γὰρ τῷ θυμῷ τὸ περὶ τὴν καρδίαν αἷμα ὑπόκειται) τὸ δὲ ‘πρὸς ὄρεξιν ἀντιλυπήσεως’ ἀπὸ τοῦ τέλους· τέλος γὰρ τοῦ θυμοῦ τὸ ὀρέγεσθαι τοῦ λυπῆσαι τὸν ἀντιλυπήσαντα. σαντα. ταῦτα μὲν ἐν τούτοις. ἔστι δὲ εἰπεῖν ὅτι καλῶς λέγομεν πάντας τοὺς ὅρους ἀπὸ γένους καὶ συστατικῶν διαφορῶν λαμβάνεσθαι· καὶ γὰρ οἱ ἐκ τοῦ τέλους λαμβανόμενοι καὶ οἱ ἐκ τοὐ ὑποκειμένου καὶ οἱ ἐκ τοῦ συναμφοτέρου ἔχουσι καὶ γένος καὶ συστατικὰς διαφοράς, οἷον ἰατρική ἐστι τέχνη περὶ τὰ ἀνθρώπεια σώματα καταγινομένη· ἰδοὺ ἐνταῦθα ἀντὶ γένους μὲν εἴληπται τὸ τέχνη, ἀντὶ δὲ συστατικῶν διαφορῶν αἳ λοιπαὶ 1. 5 ἀνθρώπινα T 2 ὅτι om. Κ ἡ ἰατρικὴ V 4. 5 τοὺς δύο ὅρους συνάπτωμεν καὶ εἴπωμεν T 5 τέχνη om. Κ 6 καταγιν.] γινομένη Κ 8 τε om. T φιλ. ἐστὶν om. KV 10. 11 an ὁμοιουμένη? 13 λαμβάνετε V 17 τοῦ (ante ὐποκ.) om. V 19 δὲ om. V 23 ἐκ] ἀπὸ T 23. 24 τοῦ ὑποκ.—τέλ.] ὑποκ. καὶ τέλους T 25 τοῦ om. T ante τἐλ. add. τοῦ Κ 30 τὴν om. Κ 31 τοῦ (ante λυπ.) Vat. 2253: om. KTV 35 ἡ ἰατp. Τ 36 καταγιν.] γινομένη T 37 et p. 19,2.3 συστατικῆς διαφορᾶς V λέξεις. I καὶ πάλιν ἰατρική ἐστι τέχνη ὑγείας περιποιητική· ἰδοὺ ἐνταῦθα 135v τὸ μὲν τέχνη ἀντὶ γένους εἴληπται, αἱ δὲ λοιπαὶ λέξεις ἀντὶ συστατικῶν διαφορῶν. καὶ πάλιν ἰατρική ἐστι τέχνη περὶ τὰ ἀνθρώπεια σώματα καταγινομένη ὑγείας περιποιητική· ἰδοὺ ἀντὶ μὲν γένους εἴληπται τὸ τέχνη, ἀντὶ δὲ συστατικῶν διαφορῶν αἱ λοιπαὶ λέξεις. καὶ πάλιν φιλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων· ἰδοὺ ἐνταῦθα ἀντὶ μὲν γένους εἴληπται τὸ γνῶσις, ἀντὶ δὲ συστατικῶν διαφορῶν αἱ λοιπαὶ λέξεις. ταῦτα μὲν ἔχει καὶ τὸ τέταρτον καφάλαιον. Πέμπτον δὲ ὑπάρχει κεφάλαιον, ἐν ᾧ ζητοῦμεν ποῖος τέλειος ὁρισμὸς καὶ ποῖος ἀτελής. ἰστέον ὅτι τέλειος ὁρισμός ἐστιν ὁ ἀντιστρέφων πρὸς τὸ ὁριστόν, οἷον ὡς ὅταν εἴπωμεν ὅτι εἴ τι ἄνθρωπος, τοῦτο καὶ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ εἴ τι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, τοῦτο ἄνθρωπος. ἀτελὴς δὲ ὁρισμός ἐστιν ὁ μὴ ἀντιστρέφων· κακία γὰρ ὅρου ἐστὶ τὸ μὴ ἀντιστρέφειν. τοῦτο δὲ γίνεται ἐκ τοῦ πλεονάζειν τὸν ὅρον ἢ ἐλλείπειν· καὶ γὰρ οὗτος ὁ πλεονάζων ὅρος οὐκ ἀντιστρέφει, οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν γραμματικόν· οὗτος γὰρ πλεονάζων οὐκ ἀντιστρέφει· εἴ τι μὲν γὰρ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν γραμματικόν, τοῦτο ἄνθρωπος, οὐκ εἴ τι δὲ ἄνθρωπος, τοῦτο ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν γραμματικόν· οὐ γὰρ πᾶς ἄνθρωπος γραμματικός ἐστι. ἀλλὰ μὴν οὐδὲ ὁ ἐλλείπων ὅρος ἀντιστρέφει· οἷον ἄνθρωπός ἐστι ζῷον λογικόν· ἰδοὺ γὰρ οὗτος ὁ ὅρος ἐλλείπων οὐκ ἀντιστρέφει· ἔ τι μὲν γὰρ ἄνθρωπος, τοῦτο ζῷον λογικόν, οὐκ εἴ τι δὲ ζῷον λογικόν, τοῦτο ἄνθρωπος· οὐ μόνον γὰρ ἄνθρωπός ἐστι ζῷον λογικόν, ἀλλὰ καὶ ἄγγελοι καὶ δαίμονες. ταύτα μὲν ἐν τούτοις. Ζητήσωμεν δὲ λοιπὸν ποῖοι ἐκ τῶν προρρηθέντων ὅρων εἰσὶ τέλειοι. ἰστέον ὅτι οἱ ἐκ τοῦ συναμφοτέρου, ἤγουν οἱ ἐξ ὑποκειμένου ἅμα καὶ τέλους, μᾶλλόν εἰσι τέλειοι (οἶον τεκτονική ἐστι τέχνη περὶ ξύλα θρόνου περιποιητική), οἱ δὲ ἐκ τοῦ ὑποκειμένου μόνου ἢ καὶ ἀπὸ μόνου τοῦ τέλους ὡς ἐπὶ τὸ πλεῖστον οὔκ εἰσι τέλειοι, οἷον ἐὰν εἴπωμεν ‘ἰατρική ἐστι τέχνη περὶ τὰ ἀνθρώπεια σώματα καταγινομένη’, οὐκ ἀντιστρέφει· εἴ τι μὲν γὰρ ἰατρική, τοῦτο τέχνη περὶ τὰ ἀνθρώπεια σώματα καταγινομένη, οὐκ εἴ τι δὲ τέχνη περὶ τὰ ἀνθρώπεια σώματα καταγινομένη, τοῦτο ἰατρική· οὐ γὰρ μόνη ἡ ἰατρικὴ περὶ τὰ ἀνθρώπεια σώματα κατα- γίνεται, ἀλλὰ καὶ ἡ γυμναστικὴ καὶ ἡ κομμωτικὴ καὶ ἡ κουρευτική. καὶ 1–3 καὶ πάλιν ἰατρική ἐστι τέχνη ὑγείας—διαφορῶν om. T 1 τέχνη (ante ὑγείας) om. 6 τε om. T μὲν γένους] τούτων Τ τὸ] ἡ Τ ὑπῆρχε ΚV ὁρισμὸς] ὅρος T 10 ἐστιν ὁp. coll. T 11 ὅτι om. KV 13 νοῦ καἰ ἐπ. δεκτ.] καὶ τὰ ἑξῆς T τοῦτο καὶ ἄνθp. V 15 ἡ ἤ ἐλλ.] ἢ ἐκ τοῦ ἐλλείπειν 17 οὖτος—ἀντιστρέφει om. T οὗτος] οὕτως V; eicias 19 τοῦτο καὶ ἄνθp. KV 20. 21 ἐστι γραμ. colloc. T 21.22 οἷον οἶον—ἀντιστρέφει om. KV 24 γὰρ ὁ ἄνθp. T ζῷον om. T 28 μᾶλλον om. T 29 περιπ.] ποιητική T 29. 30 ἡ ἀπὸ τοῦ τέλους καὶ et μόνου om.) T 32. 33 ἀνθρώπινα T 35 χομμοτιχὴ T πάλιν ἐὰν εἴπω ὅτι θυμός ἐστι ζέσις τοῦ περὶ τὴν καρδίαν αἵματος, οὐκ ἀντιστρέφει· εἴ τι μὲν γὰρ θυμός, τοῦτο ζέσις τοῦ περὶ τὴν καοδίαν αἵματος, οὐκ εἴ τι δὲ ζέσις τοῦ περὶ τὴν καρ | δίαν αἵματος, τοῦτο θυμός· δύναται 136r γὰρ ζέσις εἶναι τοῦ περὶ τὴν καρδίαν αἵματος καὶ ἀπὸ πυρετοῦ. καὶ πάλιν ἐὰν εἴπω ὅτι ῥητορική ἐστι πειθοῦς δημιουργός, οὐκ ἀντιστρέφει· εἴ τι μὲν γὰρ ῥητορική, τοῦτο πειθοῦς δημιουργός, οὐκ εἴ τι δὲ πειθοῦς δημιουργός, τοῦτο ῥητορική· οὐ μόνη γὰρ ἡ ῥητορικὴ πειθοῦς δημιουργός, ἀλλὰ καὶ ἡ διαλεκτικὴν φιλοσοφία. πρόσκειται δὲ ἀνωτέρω ‘ὡς ἐπὶ τὸ πλεῖστον οὔκ εἰσι τέλειοι οἱ ἀπὸ τοῦ ὑποκειμένου μόνου λαμβανόμενοι ἢ οἱ ἀπὸ τοῦ τέλους , ἐπειδὴ ἔστιν ὅτε εὑρίσκεται καὶ ὁ ἐκ τοῦ ὑποκειμένου μόνου λαμβανόμενος ὅρος τέλειος, οἷον ὡς ἐπὶ τῆς ὑαλουργικῆς· ἐὰν γὰρ εἴπωμεν ὅτι ὑαλουργική ἐστι τέχνη περὶ ὕαλον καταγινομένη, τέλειός ἐστιν ὅρος· εἴ τι μὲν γὰρ ὑαλουργική ἐστι, τοῦτο τέχνη περὶ ὕαλον καταταγινομέην, καὶ εἴ τι περὶ ὕαλον καταγινομένη τοῦτο τέχνη ἐστὶν ὑαλουργική· τῇ γὰρ ὑαλουργικῇ μόνῃ ὑπόκειται ὁ ὕαλος. ἐπὶ δὲ τῆς φιλοσοφίας καὶ ἀπὸ τοῦ τέλους μόνου καὶ ἀπὸ τοῦ ὑποκειμένου τέλειός ἐστιν ὁρισμός. καὶ ἀποροῦσί τινες λέγοντες διὰ τί ἐπὶ τῆς φιλοσοφίας ὁ ἐκ μόνου τοῦ ὑποκειμένου ὅρος τέλειός ἐστι καὶ ὁ ἐκ μόνου τοῦ τέλους. καὶ ἔστιν εἰπεῖν, ἐπειδὴ καὶ τὸ ὑποκείμενον τῇ φιλοσοφίᾳ αὐτῇ μόνῃ ὑπόκειται καὶ οὐκ ἄλλῳ τινί τῇ γὰρ φιλοσοφίᾳ μόνῃ ὑπόκειται πάντα τὰ ὄντα), καὶ πάλιν καὶ τὸ τέλος τῆς φιλοσοφίας αὐτῆς μόνης ἐστὶ τέλος· μόνη γὰρ ἡ φιλοσοφία τὴν γνῶσιν πάντων τῶν ὄντων ἔχει καὶ δι’ αὐτῆς ὁμοιοῦται τῷ θεῷ. ταῦτα καὶ τὸ πέμπτον κεφάλαιον καὶ ἡ παροῦσα πρᾶξις. Πρᾶξις ζ΄. Μεμαθηκότες τὸ πέμπτον καφάλαιον ζητήσωμεν καὶ τὸ ἕκτον, ἐν ᾧ λέγομεν πόσοι καὶ ποῖοι τῆς φιλοσοφίας εἰσὶν ὁρισμοί. εἰσὶ δὲ οὖτοι· πρῶτος μὲν ὁ λέγων ‘φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ἡ ὄντα ἐστί’, δεύτερος δὲ ‘γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτω’, τρίτος ’ μελέτη θανάτου’ , τέταρτος ‘ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’, πέμπτος ‘τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν’, ἕκτος ‘φιλοσοφία ἐστὶ φιλία σοφίας’ καὶ ταῦτα μὲν τὸ ἕκτον κεφάλαιον. 1 περὶ τὴν καρδίαν] περικαρδίου (constanter) T 4 τοῦ πυρετοῦ Κ 5 ὅτι om. KV 7 μόνον T 8 πρόκειται V 9 μόνου (post ὑποκ ) om. Κ post λαμβ. add. ὅροι T 9. 10 ἥ οἱ—τέλους μόνου om. T 10 καὶ ὁ om. T ἐκ] ἀπὸ T 12 ὅτι om. T 13 ὁ ὅρος V γὰρ om. T ἐστι om. T 14 ἐστὶν om. T 15 μόνης Κ 16 ὁ ὁρισμός TV 18 ante καὶ ὁ add. ὡσαύτως T 18 pr. καὶ om. T 19 20 καὶ οὐκ ἄλλω τινί om. T 20 τῆ γὰρ φιλ.] ταύτη T ὑπόκεινται Κ 22 πάντων om. T 23 καὶ ἡ παp. πp. om. T 25 ante τὸ πέμπτ. add. καὶ T 26 ἐλέγομεν V οἱ ὁρισμοὶ T 27 πρῶτον T ἐστί Brand.: εἰσί KTV (cf. p. 28,16) 28 post δὲ add. ἐστι KV γνῶσις post πραγμ. coll. T τε om. T —30 τρίτον . . τέταρτον . . πέμπτον . . ἔκτον T Ἕβδομον δέ ἐστι κεφάλαιον, διὰ τί τοσοῦτοί εἰσιν οἱ τῆς φιλοσοφίας ὁρισμοὶ καὶ μήτε πλείονες μήτε ἐλάττονες. καὶ ἔστιν εἰπεῖν δύο λύσεις, μίαν μὲν ἀπὸ διαιρέσεως, ἑτέραν δὲ ἀριθμητικτήν. ἔστι δὲ ἡ ἀπὸ διαιρέδεως αὕτη· εἰσί τινα ὑφεστηκότα μέν, μὴ ὀνομαζόμενα δέ, ὡς ἐπὶ τῶν ὄντων ἐν τῷ βυθῷ καὶ ἐν τοῖς ἀβάτοις ὄρεσιν· εἰσὶ γάρ τινα ἐν τῷ βυθῷ, ἅτινα εἰσὶ μέν, οὐκ ὀνομάζονται δὲ διὰ τὸ μὴ γινώσκεσθαι ὑφ’ ἡμῶν. καὶ πάλιν εἰσί τινα ὀνομαζόμενα μέν, μὴ ὑφεστηκότα δέ, ὡς ἐπὶ τοῦ ίπποκενταύρου· κενταύρου· τοῦτο γὰρ ὀνομάζεται μέν, οὐχ ὑφέστηκε δέ· | οὐ γὰρ ἔστιν 136v ἱπποχένταυρος. καὶ πάλιν εἰσί τινα καὶ ὀνομαζόμενα καὶ ὑφεστηκότα, ὥσπερ ὁ ἄνθρωπος καὶ αἱ τέχναι· καὶ γὰρ ὀνομάζονται καὶ εἰσίν. ἡ δὲ φιλοσοφία καὶ ὀνομάζεται καὶ ὑφέστηκεν, ὡς ἐν τῷ εἰ ἔστι μεμαθήκαμεν. καὶ ἐν πρώτοις τὴν ὕπαρξιν ἔχει· καὶ γὰρ ἡ φιλοσοφία μήτηρ τῶν τεχνῶν καὶ ἐπιστημῶν ἐστιν· ἐξ αὐτῆς γὰρ τὰς ἀρχὰς καὶ αἱ τέχναι καὶ αἱ ἐπιστῆμαι λαμβάνουσιν. οἷον ὁ γεωμέτρης λαμβάνει ὁμολογούμενον ὅτι σημεῖόν ἐστιν οὗ μέρος οὐδέν· τούτου δὲ τὴν αἰτίαν ὁ φυσικὸς φιλόσοφος οἶδε. καὶ πάλιν ὁ ἰατρὸς λαμβάνει ὁμολογούμενον ὅτι ἐκ τῶν τεσσάρων στοιχείων τὰ ἀνθρώπεια σώματα συνίστανται· τούτου δὲ τὴν αἰτίαν ὁ φυσικὸς φιλόσοφος οἶδε. καὶ πάλιν ὁ γραμματικὸς λαμβάνει ὁμολογούμενον ὅτι τὸ ἡ καὶ τὸ #x772; μακρά εἰσι· τούτου δὲ τὴν αἰτίαν ὁ μουσικὸς φιλόσοφος οἶδεν. ἡ φιλοσοφία οὖν, ὡς εἴρηται, καὶ ὀνομάζεται καὶ ὑφέστηκε καὶ ἐν πρώτοις τὴν ὕπαρξιν· ἔχει. καὶ ἐπειδὴ μὲν ὀνομάζεται, ἔχει ἐκ τοῦ ὀνόματος ὅρον τὸν λέγοντα ‘φιλοσοφίκ ἐστὶ φιλία σοφίας, ἐπειδὴ δὲ ἐν πρώτοις ἔχει τὴν ὕπαρξιν, ἔχει τὸν ἐκ τῆς ὑπεροχῆς ὅρον τὸν λέγοντα ‘φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν’. ἐπειδὴ δὲ ὑφέστηκεν, ἔχει καὶ ὑποκείμενον, ἔχει καὶ τέλος, καὶ ἑκάτερον τούτων διττόν· πάσα γὰρ τέχνη καὶ ἐπιστήμη ἔχει καὶ ὑποκείμενον, κείμενον, ἔχει καὶ τέλος, καὶ ἑκάτερον τούτων διττόν· ἔχει γὰρ προσεχὲς ὑποκείμενον, ἔχει καὶ πόρρω ὑποκείμενον, καὶ πάλιν ἔχει καὶ προσεχὲς τέλος καὶ πόρρω τέλος. ἀλλ’ ἵνα σαφὲς ἡμῖν τὸ λεγόμενον γένηται, γυμνάσωμεν τὸν λόγον ἐπὶ τῆς ναυπηγικῆς. ἰστέον ὅτι ἡ ναυπηγικὴ ἔχει καὶ ὑποκείμενον, ἔχει καὶ τέλος, καὶ ἑκάτερον τούτων διττόν· ἔχει γὰρ καὶ προσεχὲς ὑποκείμενον καὶ πόρρω ὑποκείμενον, καὶ πάλιν ἔχει προσεχὲς τέλος καὶ πόρρω τέλος. καὶ προσεχὲς μὲν ὑποκείμενον ἔχει τὰ ἁπλῶς ξύλα, πόρρω δὲ ὑποκείμενον τὰ τοιάδε ξύλα οἷον τὰ πεποιωμένα πρὸς τρόπιν καὶ πηδάλιον· πρῶτον γὰρ ὁ ναυπηγὸς λαμβάνει τὰ ἁπλῶς ξύλα, καὶ εἶθ’ οὕτως ζητεῖ ποῖα πεποίωνται πρὸς τρόπιν καὶ πηδάλιον. καὶ πάλιν προσεχὲς μὲν τέλος 5 pr. τῶ om. T 6 ἅτινα] ἁ T ὑφ’] παρ’ T 7 ὑφιστάμενα T 9 τινα om. KV 10 ante ὁ ἄνθp. add. καὶ KV ante ὀνομ. add. καὶ T 11 ἐν τῷ εἰ ἔστι] cf. p. 1,15 15. 16 ὁ ἰατp. δὲ πάλιν καὶ om.) T 17 συνίστ. σώμ. coll. T συνίσταται T 17. 18 οἶδε φιλ. coll. KV 18 λαμβάνει om. KV post ὅτι add. καὶ T 21. 22 τὸν ὅρον τὸν T 24 alt. ἔχει om. T 25 διττόν] διπλοῦν T 25. 26 πᾶσα—διττόν om. T 26 pr. ἔχει om. Κ 27 καὶ (ante προσ.) om. T 28 γέν. τὸ λεγ. coll. T 29 τῆς ναυπ.] παραδείγματος T 30 ἔχει (post ὐποκ.) om. T 31 ὑποκ. (post πόρρω) om. T 32 τέλος om. T 33 πεποιωμένα scripsi : πεποιημένα libri τροπὴν T 35 πεποίωνται scripsi : πεποίηνται libri ἔχει τὸ ποιῆσαι ἁπλῶς ναῦν, πόρρω δὲ τέλος τὸ ποιῆσαι τοιάνδε νῦν, οἷον ἢ δόρκωνα ἢ λύχνον. οὕτως οὖν καὶ ἡ φιλοσοφία ἔχει καὶ ὑποκείμενον καὶ τέλος καὶ ἑκάτερον τούτων διττόν· ἔχει γὰρ προσεχὲς ὑποκείμενον καὶ πόρρω καὶ τέλος ὁμοίως προσεχὲς καὶ πόρρω. καὶ προσεχὲς μὲν ὑποκεί- μένον ἔχει τὰ ἁπλῶς ὄντα, πόρρω δὲ ὑποκείμενον τὰ τοιάδε ὄντα, οἷον τὰ θεῖα καὶ τὰ ἀνθρώπινα πράγματα. καὶ πάλιν προσεχὲς μὲν τέλος ἔχει τὸ μελετᾶν τὸν θάνατον, ἤγουν τὸ νέκρωσιν ἀπεργάζεσθαι τῶν παθῶν, πόρρω δὲ τέλος ἔχει | τὸ διὰ τούτου, ἤγουν διὰ τοῦ νέκρωσιν ἀπεργάζεσθαι τῶν 137r παθῶν, ὁμοιοῦσθαι θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ. ἐπειδὴ οὖν ἡ φιλοσοφία ἔχει καὶ ὑποκείμενον καὶ τέλος καὶ ἑκάτερον τούτων διττόν, ὡς εἴρηται, τούτου χάριν καὶ ἄλλους τέσσαρας ὅρους ἔχει, δύο ἐκ τοὐ ὑποκειμένου, ἕνα μὲν ἐκ τοῦ προσεχοῦς ὑποκειμένου τὸν λέγοντα ὅτι ‘φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστίν’, ἄλλον δὲ ἐκ τοῦ πόρρω ὑποκειμένου τὸν λέγοντα ὅτι ‘φιλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων’, καὶ δύο ἐκ τοῦ τέλους, ἕνα μὲν ἐκ τοῦ προσεχοῦς τέλους τὸν λέγοντα ‘φιλοσοφία ἐστὶ μελέτη θανάτου’, ἄλλον δὲ ἐκ τοῦ πόρρω τέλους τὸν λέγοντα ‘φιλοσοφία ἐστὶν ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’. Αὕτη μὲν οὖν ἡ ἀπὸ διαιρέσεως λύσις ἡ δεικνῦσα διὰ τί ἐξ εἰσιν οἱ τῆς φιλοσοφίας ὁρισμοί. ἡ δὲ ἀριθμητική ἐστιν αὕτη· τῶν ἀριθμῶν οἱ μέν εἰσι τέλειοι οἱ δὲ ὑπερτέλειοι οἱ δὲ ἐλλιπεῖς, οἵτινες καὶ ἀτελεῖς καλοῦντι. καὶ τέλειος μὲν ἀριθμός ἐστιν οὗ τὰ μέρη συντιθέμενα ἐξισοῦνται τῷ ὅλῳ, ὡς ἐπὶ τοῦ ἕξ· τούτου γὰρ τὰ μέρη συντιθέμενα τὸν ἓξ ἀριθμὸν ἀποτελοῦσιν· λοῦσιν· ἔχει γὰρ τὸ ἥμισυ τρία, τὸ τρίτον δύο καὶ τὸ ἕκτον μονάδα· ἰδοὺ ἕξ· τέταρτον γὰρ προσλαβεῖν οὐ δύναται, ἐπειδὴ ἐὰν προσλάβῃ τέταρτον, ἀναγκάζεται τμηθῆναι ἡ μονάς· οἱ δὲ ἀριθμητικοὶ οὐ τέμνουσι τὴν μονάδα. ὑπερτελὴς δὲ ἀριθμός ἐστιν οὗ τὰ μέρη συντιθέμενα ὑπὲρ τὸ ὅλον εὑρίσκονται, σκονται, ὡς ἐπὶ τοῦ δώδεκα· τούτου γὰρ τὰ μέρη συντιθέμενα τὸν ἓξ καὶ δέκα ἀριθμὸν ἀποτελοῦσιν· ἔχει γὰρ τὸ ἥμισυ ἕξ, τὸ τρίτον τέσσαρα, τὸ τέταρτον τρία, τὸ ἕκτον δύο καὶ τὸ δωδέκατον μονάδα· ἰδοὺ δεκαέξ. ἐλλιπὴς δὲ ἀριθμὸς ἤτοι ἀτελής ἐστιν οὗ τὰ μέρη συντιθέμενα ἐλάττονα τονα τοῦ ὅλου εὑρίσκονται, ὡς ἐπὶ τοῦ ὀκτώ· τούτου γὰρ τὰ μέρη συντιθέμενα τὸν ἑπτὰ ἀριθμὸν ἀποτελοῦσιν· ἔχει γὰρ τὸ ἥμισυ τέσσαρα, τὸ τέταρτον δύο καὶ τὸ ὄγδοον μονάδα· ἰδοὺ ἑπτά. τούτων οὖν οὕτως ἐχόντων ἐπειδὴ πρῶτος τέλειος ἀριθμὸς ὁ ἕξ ἐστιν πρὸ αὐτοῦ γὰρ ἄλλος τέλειος οὐκ ἔστιν), τούτου χάριν ἕξ εἰσιν οἱ τῆς φιλοσοφίας ὁρισμοί· ἔδει 1 post alt. ναῦν add. ἡ τοιάνδε T 8 τοῦ] τὸ V 11 ἔχει ὅρους colloc. T 12 ὅτι om. T 13 εἰσίν T (cf. p. 28,16) 13. 16 ἄλλον] ἕνα T 14 ὅτι om. T 15 alt. τέλους om. T 21 ἐξισοῦται T 22 τοῦ ἕκτου (pr. I.) T τὸν ἕκτον (alt. Ι.) T 23 καὶ om. T 25 ἡ μονάς om. T 26 δὲ om. T 27 τοῦ δωδεκάτου TV 27. 28 τὸν ἕξ—ἀπογτελοῦσιν] ὑπὲρ τὸ ὅλον εὑρίσκονται T ἓξ καὶ δέκατον V 29 ante τὸ ἕκτον add. καὶ KV 80 ἐστιν post ἀριθμὸς transp. KV 31 ὀκτώ] ὀγδόου TV 32 ἑπτὰ] ἕβδομον V 33 ante δύο add. ἔχει V οὖν om. Κ 34 ὁ ἕκτος TV 35 post τέλειος add, ἀριθμὸς Κ γὰρ τὴν μητέρα τῶν τεχνῶν καὶ ἐπιστημῶν τῷ πρώτῳ καὶ τελείῳ ἀριθμῶ κεκοσμῆσθαι. ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις. Πρᾶξις η΄. Ελθωμεν ἐπὶ τὸ ὄγδοον κεφάλαιον καὶ εἴπωμεν τὴν τάξιν τῶν ὁρισμῶν τῆς φιλοσοφίας. ἰστέον ὅτι ἓξ ὄντων τῶν τῆς φιλοσοφίας ὁρισμῶν ἔσχατός ἐστιν ὁ ἐκ τῆς ἐτυμολογίας ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ φιλία σοφίας’. τῶν δὲ πέντε τῶν ἄλλων ἔσχατός ἐστιν ὁ ἐκ τῆς ὑπεροχῆς ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν. τῶν δὲ | τεσσάρων 137 οἱ μὲν ἐκ τοῦ ὑποκειμένου εἰσὶ πρῶτοι, οἱ δὲ ἐκ τοῦ τέλους ἔσχατοι. καὶ ἐν ἑκατέρῳ τούτων ὁ ἐκ τοῦ προσεχοῦς προτερεύει τοῦ ἐκ τοῦ πόρρω· καὶ γὰρ ὁ ἐκ τοῦ προσεχοῦς ὑποκειμένου ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί’ προτερεύει τοῦ ἐκ τοῦ πόρρω ὑποκειμένου τοῦ λέγοντος ὅτι ‘φιλοσοφία ἐστὶν γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων’. καὶ πάλιν ὁ ἐκ τοῦ προσεχοῦς τέλους ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ μελέτη θανάτου’ προτερεύει τοῦ ἐκ τοῦ πόρρω τέλους τοῦ λέγοντος ὅτι φιλοσοφία ἐστὶν ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’ · ὥστε εἶναι τὴν τάξιν οὕτως· πρῶτος μέν ἐστιν ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί’, δεύτερος ‘γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων’, τρίτος ‘μελέτη θανάτου’, τέταρτος ‘ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’, πέμπτος ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν’, ἕκτος δέ ἐστιν ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ φιλία σοφίας’. ταῦτα εἰπόντες ἔλθωμεν καὶ εἴπωμεν τὴν αἰτίαν τῆς τάξεως αὐτῶν. ἰστέον ὅτι ὁ ὁρισμὸς ὁ ἀπὸ τῆς ἐτυμολογίας ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ φιλία σοφίας’ τελευταίαν ἐπέχει τάξιν. καὶ τοῦτο εὐλόγως· πρῶιον γὰρ δεῖ ὑπάρχειν τὸ πρᾶγμα καὶ τελευταῖον ἐπιτίθεσθαι αὐτῷ ὄνομα, ὅθεν καὶ ὄνομα λέγεται οἱνοεὶ τῷ ὄντι ὅμοιον· καὶ γὰρ οὐχ ὡς ἔτυχεν ἐπετίθεσαν οἱ ἀρχαῖοι τὸ ὄνομα, ἀλλ’ ἁρμοζόντως τῷ ὑποκειμένῳ πράγματι, οἷον ἄνθρωπος λέγεται παρὰ τὸ ἀναθρεῖν καὶ ἀναλογίζεσθα ἃ ὄπωπε, καὶ πάλιν ἵππος λέγεται παρὰ τὸ ἵπτασθαι τοῖς ποσίν. οὕτως οὖν δεῖ ὑπάρχειν τὴν φιλοσοφίαν καὶ τελευταῖον ἐπιτίθεσθαι αὐτῇ ὄνομα καὶ καλεῖν αὐτὴν φιλοσοφίαν. ἐπειδὴ οὖν τὸ ὄνομα τελευταίαν ἐπέχει τάξιν, τούτου χάριν καὶ ὁ ἀπὸ τῆς ὀνομασίας ἤγουν ὁ ἀπὸ τῆς ἐτυμολογίας ὅρος τελευταίαν ἐπέχει τάξιν. ὁ δὲ 2 ἐν-πρᾶξις omisso add. εἰσὶ δὲ τέλςιοι ἀριθμοὶ ὁ ἕκτος ὁ εἰκοστὸς ὄγδοος ὁ τετρακοσιοστὸς ἐνενηκοστὸς καὶ ὁ ὀκτακισχιλιοστὸς ἑκατοστὸς εἰκοστὸς ὄγδοος TV 4 ἔλθωμεν καὶ T 6 ἐκ om. KV ἐτοιμολογίας Τ1 7 ὁ ἐκ τῆς ὑπεροχῆς om. T 9 πρῶτοι εἰσὶ colloc. T 10 ἐκ τοῦ (ante πόρρω) om. T 11 ἐστὶ om. V 12 εἰσίν V (cf. p. 22,13) 18 εἰσὶ KV 21 ἐστιν om. T 24 τὴν τάξιν Κ τοῦτο om. T 25 ἐπιτιθέναι KV (cf. v. 30) 26 post οἱονεὶ add. τὸ T ἐτίθεσαν TV 28 ἀναθρεῖν El.: ἀνωθρεῖν KV: ἀναρθρεῖν T ὤπωπε V 29 παρὰ] περὶ T ἵπτασθαι] ἵεσθαι KV 32 ὅρος (post ἐτυμ.) om. KV ὅρος ὁ ἐκ τῆς ὑπεροχῆς ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν’ ἔσχατος τῶν ἄλλων ἐστὶ διὰ τοιαύτην αἰτίαν· τὰ κοινότερα προτερεύουσι τῶν ἰδίως τινὶ ὑπαρχόντων καὶ αὐτῷ μόνῳ τῷ πράγματι ἁρμοζόντων, ὥσπερ καὶ ἐπὶ τῶν ὅρων· καὶ γὰρ καὶ ἐν τούτοις αἱ μὲν κοινότεραι λέξεις πρῶταί εἰσίν, αἱ δὲ ἰδίως αὐτῷ ὑπάρχουσαι καὶ τῷ ὁριστῷ μόνῳ ἁρμόζουσαι τελευταίαν ἐπέχουσι τάξιν, οἷον ὡς ἐπὶ τοῦ ‘ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν καὶ τὰ ἑξῆς’ • ἰδοὺ ἐνταῦθα αἱ μὲν κοινότεραι λέξεις πρῶταί εἰσιν, οἷον τὸ ζῷον οὐ γὰρ μόνος ὁ ἄνθρωπός ἐστι ζῷον ἀλλὰ καὶ ἵππος καὶ κύων), καὶ πάλιν τὸ λογικόν οὐ μόνον γὰρ ὁ ἄνθρωπός ἐστι λογικὸν ἀλλὰ καὶ ἄγγελος καὶ δαίμων), ὁμοίως καὶ τὸ θνητόν οὐ μόνον γὰρ ὁ ἄνθρωπός ἐστι θνητὸν ἀλλὰ καὶ αἱ μακραίωνες νύμφαι), αἱ δὲ ἰδίως | αὐτῷ ὑπάρχουσαι καὶ τῷ ὁριστῷ μόνῳ ἁρμόζουσι 138r τελευταίαν ἐπέχουσι τάξιν· τὸ γὰρ νοῦ καὶ ἐπιστήμης δεκτικόν τῷ ἀνθρώπῳ μόνῳ ἁρμόζει· μόνος γὰρ ὁ ἄνθρωπος μανθάνει τὴν κατ’ ἐνέργειαν γνῶσιν, αἱ δὲ μακραίωνες νύμφαι οὔκ εἰσι νοῦ καὶ ἐπιστήμης δεκτικαί· οὐδὲ γὰρ μανθάνουσι τὴν κατ’ ἐνέργειαν γνῶσιν, ἀλλ’ οἴκοθεν αὐτὴν ἔχουσιν· αὗταί γὰρ φύσει πάντα ἴσασιν. ἐπειδὴ οὖν τὰ κοινότερα προτερεύουσι τῶν ἰδίως τινὶ ὑπαρχόντων, τούτου χάριν καὶ οἱ ἀπὸ τοῦ ὑποκειμένου καὶ οἱ ἀπὸ τοῦ τέλους ὅροι προτερεύουσι τοῦ ἀπὸ τῆς ὑπεροχῆς ὅρου· καὶ γὰρ κοινότερον μέν ἐστι τὸ ὑποκείμενον καὶ τὸ τέλος οὐ μόνον γὰρ ἡ φιλοσοφία σοφία ἔχει καὶ ὑποκείμενον καὶ τέλος ἀλλὰ καὶ πᾶσα τέχνη καὶ πᾶσα ἐπιστήμη), ἰδίως δὲ ὑπάρχει τῇ φιλοσοφίᾳ ἡ ὑπεροχή· μόνη γὰρ ἡ φιλοσοφία ὑπερέχει πασῶν τῶν τεχνῶν καὶ ἐπιστημῶν. οἱ δὲ ἐκ τοῦ ὑποκειμένου ὅροι προτερεύουσι τῶν ἐκ τοῦ τέλους, ἐπειδὴ καὶ τὸ ὑποκείμενον προτερεύει τοῦ τέλους· εἰ μὴ γὰρ ᾖ ὑποκείμενον, οὐδὲ τέλος εύρίσκεται· εἰ μὴ γὰρ ἔχει ὁ τέκτων ξύλα, οὐ δύναται ποιῆσαι θρόνον ἢ κλίνην ἤ τι τοιοῦτον. οἱ δὲ ἐκ τοῦ προσεχοῦς προτερεύουσι τῶν ἐκ τοῦ πόρρω, οἷον ὁ ἐκ τοῦ προσεχοῦς ὑποκειμένου ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί’ προτερεύει τοῦ ἐκ τοῦ πόρρω ὑποκειμένου τοῦ λέγοντος ὅτι ‘φιλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων’. καὶ πάλιν ὁ ἐκ τοῦ προσεχοῦς τέλους ὁ λέγων οἴ ‘φιλοσοφία ἐστὶ μελέτη θανάτου’ προτερεύει τοῦ ἐκ τοῦ πόρρω τέλους τοῦ λέγοντος ὅτι ‘φιλοσοφία ἐστιν ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’, ἐπειδὴ τὸ προσεχὲς προτερεύει τοῦ πόρρω· καὶ γὰρ τὸ προσεχὲς ἐγγύτερόν ἐστι καὶ δι’ αὐτοῦ ἐπὶ τὸ πόρρω ἐρχόμεθα· καὶ γὰρ εἰ μὴ ἔχει ὁ τέκτων τὰ ἁπλῶς ξύλα, οὐ δύναται διακρῖναι τὰ τοιάδε ξύλα, οἷον τὰ πεποιωμένα καὶ τὰ οὐ πεποιωμένα, καἲ 3 ἰδίως ex ἰδίων corr. Κ 4 τούτοις] τοῖς ὅροις T 6 τὴν τάξιν V 7 καὶ τὰ ἑξῆς] νοῦ καὶ ἐπιστήμης δεκτικόν T 8 μόνον V 8. 9 ὁ om. KV ζῶόν ἐστι coll. T 9 ὁ ἵππος καὶ ὁ κύων T μόνος KT 10 ἐστι om. Τ λογικός T ὁ ἄγγ. καὶ ὁ δ. T: ἄγγ. δ. καὶ om.) V 11 γὰρ om. T θνητός (alt. 1.) T 17 φύσει om. Κ 24 τῶν] τοῦ T 25 οὐδὲ] οὔτε libri 27 προτερεύουσι om. V τῶν] τὸν V 28 pr. ὁ] οἱ V 31 ὅτι om. V 32 τέλους om. Κ 34 ἐγκύτερον T 35 τὰ om. Κ 36 πεποιωμένα (bis) scripsi: πεποιημένα libri (cf. p. 21,33) καὶ τὰ οὐ πεποιημένα iter. del. Κ πάλίν ὁ φιλόσοφος εἰ μὴ μελετήσῃ τὸν θάνατον, τοῦτ᾿ ἔστι νέκρωσιν ἀπεργάσηται τῶν παθῶν, οὐ δύναται ὁμοιωθῆναι θεῷ. ταῦτα μὲν περὶ τῆς τάξεως τῶν ἓξ ὁρισμῶν. Ἰστέον δὲ ὅτι καὶ ἄλλους δύο ὅρους θέλουσί τινε ἐπεισφέρειν τῇ φιλοσοφίᾳ, ἕνα μὲν οἱ ἰατροὶ ἕνα δὲ ἕτεροι· καὶ γὰρ οἱ ἰατροὶ θέλοντες τὴν οἰκείαν τέχνην σεμνῦναι, κατὰ τὸν ποιητὴν χρύσεα χαλκείων καταλλασσόμενοι, ὁρίζονται λέγοντες ὅτι ‘φιλοσοφία ἐστὶν ἰατρικὴ ψυχῶν, ἰατρικὴ δέ ἐστι φιλοσοφία σωμάτων.’ οὗτος δὲ ὁ ὅρος οὐκ εὖ ἔχει· διάλληλον γὰρ ἔχει δεῖξιν, ἥτις διαβέβληται παρὰ τοῖς φιλοσόφοις, ἐπειδὴ ἡ διάλληλος δεῖξις ἐκ τοῦ ζητουμένου τὸ ζητούμενον κατασκευάζει, ὡς ὅταν εἴπωμεν ‘ποῦ μένει Πλάτων;’ ‘ὅπου μένει Δίων’, | καὶ ‘ποῦ μένει Δίων;’ ‘ὅπου μένει Πλάτων’. 138v οὕτως οὖν καὶ ἐπὶ τούτοις τοῖς ὁρισμοῖς διάλληλός ἐστι δεῖξις· τί γάρ ἐστι φιλοσοφία; ‘ἰατρικὴ ψυχῶν’ καὶ τί ἰατρική; ‘φιλοσοφία σωμάτων’ · καὶ ἐρωτώμενοι ‘τί ἐστιν ἰατρική;’ φασὶ ‘φιλοσοφία’, καὶ φιλοσοφία;’ φασὶν ‘ἰατρική’, καὶ τὸ ζητούμενον ἐκ τοῦ ζητουμένου κατασκευάζουσιν. ἄλλως τε δὲ εἰ καὶ δῶμεν τὸν ὅρον τὸν λέγοντα ‘φιλοσοφία ἐστὶν ἰατρικὴ ψυχῶν καλῶς ἔχειν, ἐμπεριέχεται ἐκ τοῦ ὅρου τοῦ λέγοντος ὅτι ‘φιλοσοφία ἐστὶ μελέτη θανάτου’ · καὶ γὰρ τὸ μελετᾶν τὸν θάνατον ἤγουν τὸ νέκρωσιν σθαι τῶν παθῶν οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ τὸ ἰατρεῦσαι ψυχήν. ἕτεροι δὲ ἄλλον ὅρον ἐπεισφέρουσι τῇ φιλοσοφίᾳ λέγουτεσ ‘φιλοσοφία ἐστὶ μεγίστη μουσική’ · οὕτω γὰρ 6 Πλατῶν ἐν τῷ Φαίδωνι ὁρίζεται αὐτήν. οὗτος δὲ ὁ ὅρος ἐμπεριέχεται ἐκ τοῦ ὅρου ἀπὸ τῆς ὑπεροχῆς τοῦ λέγοντος ὅτι φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν’ · καὶ γὰρ ὁ λέγων μεγίστην μουσικὴν ἀπὸ τῆς ὑπεροχῆς ἐστι. ταῦτα μὲν τὸ ὄγδοον κεφάλαιον. Ἔλθωμεν δὲ καὶ ἐπὶ τὸ ἔνατον καὶ εἴπωμεν τίνες ἐφεῦρον τούτους τοὺς ὅρους. ἰστέον ὅτι οἱ δύο, ὁ ἀπὸ τοῦ ὑποκειμένου καὶ ὁ ἐκ τῆς έτυμολογίας, μολογίας, εἰς τὸν Πυθαγόραν ἀναφέρονται. τοῦτο δὲ οὐκ ἔχομεν δεῖξαι ἀπὸ Πυθαγορείων συγγραμμάτων· οὐκ ἐποίησε γὰρ συγγράμματα ὁ Πυθαγόρας· ἔλεγε γὰρ ὅτι ἰού βούλομαι ἐν ἀψύχοις τὰ ἐμὰ καταλιπεῖν ἄψυχα δὲ ἐκάλει τὰ βιβλία), ἀλλ’ ἐν ἐμψύχοις ἤτοι ἐν τοῖς μαθηταῖς, οἵτινες καὶ ἐρωτώμενοι δύνανται ἀποκρίνασθαι’· καὶ γὰρ ὁ ἄνθρωπος δύναται πρὸς τὴν ἀπορίαν ἀποκρίνασθαι, τὸ δὲ βιβλίον οὐ δύναται ἀποκρίνασθαι, καὶ ὡς 1 μελετήσει libri τὴν νέκρωσιν V 2 ἀπεργάσεται KT 3 ἒξ om. KT 4 καὶ ἄλλους] καλοὺς V 5 οἱ (bis) om. T θέλοντες] μέλλοντες Brand. 6 οἰκείαν] ἰδίαν T σεμνῆναι T κατὰ τὸν ποιητὴν] Hom. Z 236 7 ὁρίζοντες λέγοντες Brand. 8 σώματος Brand. ὁ om. T 12 ἡ δεῖξις T 14 τί ἐστι φιλ. φασὶν ἰατρική, καὶ τί ἐστιν ἰατp. φασὶ φιλ. T post alt. τί add. ἐστι Κ 15 τοῦ om. V 16 δὲ om. KT εἰ om. V καὶ om. Κ 16. 17 ὅτι om. T (bis) 17 ἐμπεριέχ.] περιέχεται T 19 εἰ μὴ] ἢ T ἰατρεῦσαι post ψυχήν colloc. T τὴν ψυχήν TV 20 ὅρον] ὁρισμὸν T ἐπεισφέροντες τῇ φιλ. λέγουσι T 21 ἐν τῇ Φαίδωνι]. p. 61 A 22 ἀπὸ Vat. 2253: om. KTV (cf. v. 24) ὅτι om. T 23 ἐστι] πάντως λέγει T 25 ἔννατον KV 26. 27 ἐτοιμολ. T 28 σύγγραμμα Βrand. 30. 31 οἵτινες καὶ ἐρωτώμενοι corr. Brand.: ἅτινα καὶ ἐρωτώμενα KTV 31 ἀποκρίνεσθαι T 31. 32 καὶ γὰρ—ἀποp. ἀποκρίνασθαι om. T 32 δύναται ἀποκρίνασθαι om. T ἔλεγέ τις τῶν Πυθαγορείων ἰού δύνανται τὰ βιβλία διδάξαι με ἀεί, ἄλλα καὶ ἄλλα ἀεὶ περὶ τῶν αὐτῶν φθεγγόμενον’· καὶ γὰρ τὸ βιβλίον ἀεὶ τὰ αὐτὰ περὶ τῶν αὑτῶν λέγει καὶ οὐ δύναται πρὸς τὸ ἐρωτώμενον ἀποκρίνασθαι, ὁ δὲ ἄνθρωπος δύναται πρὸς τὸ ἐρωτώμενον ἀποκρίνασθαι. ὡς οὖν εἴρηται, ἐκ τῶν Πυθαγορείων συγγραμμάτων οὐκ ἔχομεν δεῖξαι ὅτι οὗτοι οἱ ὅροι εἰς Πυθαγόραν ἀναφέρονται· οὐδὲ γὰρ συγγράμματα κατέλιπε· μηδὲ γάρ τις οἰέσθω τὰ Χρυσᾶ ἔπη αὐτοῦ εἶναι, ἀλλά τις τῶν Πυθαγορείων ἐποίησε ταῦτα καὶ πρὸς τιμὴν ἐπέγραψε τὸ ὄνομα τοῦ οἰκείου διδασκάλου. δείκνυμεν δὲ ὅτι οὗτοι οἱ ὅροι τοῦ Πυθαγόρου εἰσὶν ἐκ τῶν Πυθαγορείων· καὶ γὰρ ὁ Νικόμαχος εἷς δὲ οὗτος τῶν Πυθαγορείων) λέγει ὅτι ‘ὁ Πυθαγόρας οὕτως ὡρίζετο τὴν φιλοσοφίαν· φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί, καὶ πάλιν γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων, | καὶ πάλιν 139r φιλοσοφία ἐστὶ φιλία σοφίας’. οἱ δὲ δύο οἱ ἐκ τοῦ τέλους εἰς τὸν Πλάτωνα ἀναφέρονται, ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ μελέτη θανάτου’ καὶ πάλιν ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶν ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’ · καὶ γὰρ ἐν μὲν τῷ Φαίδωνι φαίνεται δοξάζων τὴν φιλοσοφίαν μελέτην θανάτου, δι’ ὧν φησι ‘κινδυνεύουσι γὰρ ὅσοι τυγχάνουσιν ὀρθῶς ἁπτόμενοι φιλοσοφίας λεληθέναι σφᾶς τε αὐτοὺς καὶ τοὺς ἄλλους μηδὲν ἕτερον μελετῶντες ἢ θνήσκειν τε καὶ τεθνάναι’, ἐν δὲ τῷ Θεαιτήτῳ φαίνεται δοξάζων αὐτὴν ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ, δι’ ὧν φησιν ‘ἀλλ’ ἐπεί, u) Θεόδωρε γεωμέτρης δὲ οὗτος), οὔτ’ ἀπολέσθαι τὰ κακὰ δυνατόν ὑπεναντίον γάρ τι τῷ ἀγαθῷ εἶναι ἀνάγκη) οὔτ’ ἐν θεοῖς αὐτὰ ἱδρῦσθαι, τήνδε τὴν θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον ἐξ ἀνάγκης περιπολεῖ. διὸ δεῖ πειρᾶσθαι φεύγειν ἐνθένδε ἐκεῖσε ὅτι τάχιστα. τίς οὖν ἡ φυγή ἐστιν; ὁμοίωσις θεῷ κατὰ τὸ δυνα- τὸν ἀνθρώπῳ. ὁμοίωσις δὲ θεῷ ἐστι τὸ ὅσιον καὶ δίκαιον γενέσθαι μετὰ φρονήσεως’. ὁ δὲ ἐκ τῆς ὑπεροχῆς ὅρος ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν’ εἰς τὸν Ἀριστοτέλην ἀναφέρεται· οὕτω γὰρ τὴν φιλοσοφίαν ὁρίζεται ἐν τῇ Μετὰ τὰ φυσικά. ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις. Πρᾶξις θ΄. Μαθόντες πόσοι καὶ ποῖοι τῆς φιλοσοφίας εἰσὶν ὁρισμοὶ καὶ τὴν αἰτίαν δι’ ἣν τοσοῦτοί εἰσι καὶ τὴν τάξιν αὐτῶν καὶ τίνες ἐφεῦρον αὐτούς, 1 διδάξαι με τὰ βιβλία colloc. T δίδαξε V ἄλλα γὰρ ἀεὶ T 2 ἀεὶ (prius) om. T φθεγγόμενον scripsi: φθεγγόμενα KV: φθέγγομαι T καὶ γὰρ τὸ] τὸ δέ γε Τ post τὰ αὐτὰ coll. ἀεὶ Brand. 5 τῶν om. TV οὐκ ἔχ. δεῖξαι post εἴp. (4) colloc. T 6 κατέλιπε] ἐποίησε V 7 πυθαγορίων (fere const.) Y 8 ἔγραψε KV τὸ ὄνομα om. Κ 9 οἱ ὅροι οὗτοι colloc. Κ 10 ὁ om. Brand. Νιχόμ.] cf. Zelleri Ph. Gr. V3 p. IDS 11 οὗτος Κ ὁρίζει V 13 φιλία σοφίας] φιλοσοφία Brand, οἱ (ante ἐκ) supra scr. Κ 14 πάλιν om. T 15 ὅτι om. Κ φιλ. ἐστὶν om. T 16 Φαίδωνι] p. 64 Α 18 ἑαυτοὺς T 19 τε cm. V Θεαιτήτῳ] p. 176 A 20 ὁμοίωσις V 21 οὗτος ἢν T ὑπεναντίαν T γὰρ] δὲ V 22 αὐτὰ] ταῦτα Κ 24 τίς] τί V τὸ om. KV 27. 28 τὴν φιλ.] ἐκεῖνος αὐτὴν T 28 Μετὰ xa φ.] Α 2 p. 982a4sq. ἐν οἷς—πρᾶξις om. T post πρᾶξις add. σὺν θεῶ abhinc interdum etiam Κ 30 εἰσὶν om. Κ οἱ ὁρισμ. KT 31 αὐτούς] αὐτήν KV ἔλθωμεν καὶ τούτους σαφηνίσωμεν εἰς μέσον αὐτοὺς ἀγαγόντες. ἰστέον ὅτι πρῶτος ὅρος ἐστὶν ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί’. καὶ δεῖ γινώσκειν ὅτι ἀντὶ μὲν γένους εἴληπται τὸ γνῶσις· καὶ γὰρ ἡ γνῶσις κοινότερόν τί ἐστιν· ἔστι γὰρ γνῶσις καθολικὴ καὶ γνῶσις μερικὴ καὶ πάλιν γνῶσις μετ’ αἰτίας καὶ γνῶσις ἄνευ αἰτίας, ὡς ἡ κατ’ ἐμπειρίαν γνῶσις. αἱ δὲ λοιπαὶ λέξεις ἀντὶ συστατικῶν διαφορῶν λαμβάνονται διαχωρίζουσαι τὴν φιλοσοφίαν ἀπὸ τῶν ἄλλων τεχνῶν καὶ τῶν ἄλλων ἐπιστημῶν· καὶ γὰρ ἡ φιλοσοφία μὲν πάντων τῶν ὄντων ἐστὶ γνῶσις, αἱ δὲ ἄλλαι τέχναι καὶ ἐπιστῆμαι οὐ πάντων τῶν ὄντων εἰσὶ γνώσεις ἀλλὰ τινῶν ὄντων· καὶ γὰρ ἡ ἀστρονομία περὶ μόνους τοὺς ἀστέρας καταγίνεται καὶ ἡ ἰατρικὴ περὶ μόνα τὰ ἀνθρώπεια σώματα καταγίνεται καὶ ἡ τεκτονικὴ περὶ μόνα τὰ ξύλα καταγίνεται. ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες· διὰ τί εἶπε γνῶσις; τί γάρ; μόνη ἡ φιλοσοφία ἐστὶ γνῶσις καὶ οὐχὶ πᾶσα τέχνη; καὶ ἐπιλυόμενοί τινες λέγουσιν ὅτι ἐπειδὴ αἱ τέχναι ὀλίγα μὲν γινώσκουσαι πολλὰ δὲ ἀγνοοῦσαι μᾶλλον ἄγνοιαί εἰσιν ἤπερ γνώσεις, | ἡ δὲ φιλοσοφία ὡς πάντα γινώσκουσα κυρίως 139v γνῶσίς ἐστι. ταῦτα μὲν οὗτοι λέγουσιν ἐπιλυόμενοι. ἔστι δὲ εἰπεῖν ὅτι περιττή ἐστιν ἡ ἀπορία· κατὰ γὰρ τὸν λόγον αὐτῶν οὐδὲ τὸν ἄνθρωπον ὁριζόμενοι ὀφείλομεν λέγειν ζῷον, ἐπειδὴ οὐ μόνον ἄνθρωπός ἐστι ζῷον ἀλλὰ καὶ ἵππος καὶ βοῦς. πάλιν ἀποροῦσι λέγοντες· διὰ τί εἶπε μετὰ τοῦ ἄρθρου ‘γνῶσις τῶν ὄντων’ καὶ μὴ ἄνευ ἄρθρου ‘γνῶσις ὄντων’; καὶ ἐπιλυόμενοι λέγουσιν ὅτι διὰ τοῦτο εἶπε μετὰ τοῦ ἄρθρου ἵνα δείξῃ ὅτι ἔχουσι κοινωνίαν τὰ ὄνια· καὶ γὰρ τὰ ὄντα καὶ ἄνω ἔχουσι κοινωνίαν κατὰ τὸ ποιητικὸν αἴτιον, ἤγουν κατὰ τὸ δημιουργικόν, καὶ κάτω κατὰ τὸ ὑλικόν, ὡς καὶ ὁ Πλάτων λέγει ‘συνέδησεν ὁ θεὸς τὰς κορυφὰς τῶν πρα- γμάτων ἄνω τε καὶ κάτω, ἄνω μὲν κατὰ τὸ ποιητικὸν αἴτιον, ἤγουν δημιουργικόν, ουργικόν, κάτω δὲ κατὰ τὸ ὑλικόν’. ταῦτα μὲν οὗτοι. ἔστι δὲ εἰπεῖν πρὸς αὐτοὺς ὅτι κακῶς λέγετε· οὐδὲ γὰρ τὸ ἄρθρον δηλοῖ κοινωνίαν ἀλλ’ ἢ ὅλως ἀναφορὰν καὶ ἀναπόλησιν προεγνωσμένου πράγματος· ἐὰν γὰρ εἴπω ‘ἄνθρωπος ἦλθεν’, ἀγνοούμενόν τινα δηλῶ, ἐὰν δὲ εἴπω 6 ἄνθρωπος ἦλθε’, προεγνωσμένον τινὰ εἰσάγω. ἔστιν οὖν εἰπεῖν ὅτι διὰ τοῦτο μετὰ τοῦ ἄρθρου εἶπεν οἷον γνῶσις τῶν ὄντων’ , ἵνα δηλώσῃ ὅτι πάντων τῶν ὄντων γνῶσίς ἐστιν ἡ φιλοσοφία καὶ οὐ τινῶν ὄντων· εἰ γὰρ εἶπε χωρὶς ἄρθρου οἷον ‘γνῶσις ὄντων’, τὸ αὐτὸ ἔλεγεν ὡς εἰ ἔλεγε ‘γνῶσις τινῶν 4 τι supra scr. Κ 5 πάλιν om. T 8 μὲν om. T 9 ἐστὶ γνῶσις V εἰσὶ γνώσεις post τινῶν ὄντων colloc. T 11. 12 καταγ. (post σὡμ. et ξύλα) om. T 14 καὶ ἐπιλ.] ἐπιλ. δὲ T 15. 16 ἄγνοιαι μᾶλλον colloc. T 16 ἤπερ] ἢ T: ὥσπερ (ἤ superscr.) V γνῶσις V ὡς om. KV 18 οὐδὲ] οὔτε 19 μόνος KT 20 βοῦς καὶ ἵππος καὶ κύων T 20. 21 εἶπε τῶν ὄντων μετὰ τοῦ ἄρθρου. καὶ ἐπιλυόμενοι (rel. om.) T 24 ante κατὰ τὸ ποιητ. add. καὶ T καὶ κάτω] κάτω δὲ Κ 25. 27 ὡς καὶ—ὑλικόν om. Κ 25 καὶ om. T ὁ Πλάτων] Phaedo. p. 60 c 25. 26 συνέδησεν—κάτω in mrg. suppl. V 28 ἡ] εἰ V 31 εἰσάγω] δηλῶ T 32 οἷον om. T ὄντων’, ὡς καὶ ὁ Ἀριστοτέλης ἐν τῷ Περὶ ἑρμηνείας φησὶν ὅτι αἱ ἀπροσδιόριστοι προτάσεις ἰσοδυναμοῦσι ταῖς μερικαῖς προσδιωρισμέναις προτάσεσιν, οἷον ὁ λέγων ‘ἄνθρωπος περιπατεῖ’ τὸ αὐτὸ λέγει ὡς ἵνα λέγῃ ‘τὶς ἄνθρωπος περιπατεῖ’. αἱ δὲ μετὰ τοῦ ἄρθρου προτάσεις ἰσοδυναμοῦσι ταῖς καθολικαῖς προσδιωρισμέναις προτάσεσι· καὶ γὰρ ‘ὁνθρωπος ἄνθρωπος περιπατεῖ’ ἐὰν εἴπῃ τις; τὸ αὐτὸ λέγει ὡς ἵνα λέγῃ ‘πᾶς ἄνθρωπος περιπατεῖ’. ἵνα οὖν δηλώσῃ ὅτι πάντων τῶν ὄντων ἐστὶ γνῶσις ἡ φιλοσοφία καὶ οὐ τινῶν ὄντων τούτου χάριν εἶπε μετὰ τοῦ ἄρθρου. πάλιν ἀποροῦσι λέγοντες· διὰ τί εἶπε ‘γνῶσις τῶν ὄντων’ καὶ οὐκ εἶπε ‘καὶ τῶν μὴ ὄντων’ ; καὶ ἔστιν εἰπεῖν ὅτι πρῶτον μὲν μὴ ὄντων οὐκ ἔστι γνῶσις οὐδεὶς γὰρ τὰ μὴ ὄντα δύναται γνῶναι· ἡ γὰρ γνῶσις τῶν ὄντων ἐστί), δεύτερον δὲ εἰ καὶ δῶμεν τῶν μὴ ὄντων εἶναι γνῶσιν, διὰ τοῦ εἰπεῖν ‘γνῶσις τῶν ὄντων’ συμπεριέλαβε καὶ τὰ ἀντικείμενα, λέγω δὴ τὰ μὴ ὄντα· καὶ γὰρ ὁ γινώσκων τὸ ἓν τῶν ἀντικειμένων καὶ τὸ ἕτερον τῶν ἀντικειμένων γινώσκει· οἷον ὁ γινώσκων ὅτι τὸ λευκόν ἐστι χρῶμα διακριτικὸν ὄψεως οἶδεν ὅτι τὸ μέλαν χρῶμα συγκριτικὸν ὄψεως ἐστι. ταῦτα μὲν ὲν τούτοις. ἰστέον δὲ ὅτι ‘ᾖ ὄντα ἐσιί’ προσέθηκεν, ἵνα δηλώσῃ πῶς γινώσκει ἡ φιλοσοφία τὰ ὄντα, τοῦτ’ ἔστιν ὅτι οὐ γινώσκει αὐτὰ κατὰ τὸ ποσόν· οὐ γὰρ γινώσκει τὸ πόσοι ἄνθρωποί εἰσιν ἢ ἵπποι ἢ ἀστέρες, ἀλλὰ τὴν φύσιν αὐτῶν γινώσκει. τοῦτο οὗν βούλεται δηλοῦν τὸ ‘φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί’, τοῦτ’ ἔστι καθὸ | ὑπάρχουσι καὶ 140r ὅπως ἔχουσι φύσεως· οὕτω γὰρ γινώσκει αὐτά, ὡς ἔχουσι φύσεως. Ταῦτα μὲν ἡ σαφήνεια τοῦ πρώτου ὅρου τοῦ λέγοντος ‘φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστίν’. ἔλθωμεν δὲ καὶ ἐπὶ τὸν δεύτερον ὅρον καὶ τοῦτον σαφηνίσων. ἰστέον ὅτι δεύτερος ὅρος τῆς φιλοσοφίας ἐστὶν ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων’. καὶ δεῖ γινώσκειν ὅτι ἡ μὲν γνῶσις ἀντὶ γένους εἴληπται, αἱ δὲ λοιπαὶ λέξεις ἀντὶ συστατικῶν διαφορῶν· καὶ γὰρ ἡ φιλοσοφία περὶ τὰ θεῖα καὶ ἀνθρώπινα πράγματα καταγίνεται καὶ οὔτε τῶν θείων καταφρονεῖ διὰ τὸ καταγίνεσθαι περὶ τὰ ἀνθρώπινα οὔτε τῶν ἀνθρωπίνων ἀμελεῖ διὰ τὸ καταγίνεσθαι περὶ τὰ θεῖα, ἀλλὰ τῶν μὲν θείων ἐφίεται ὡς μαθητιῶσα τὰ δὲ ἀνθρώπινα κοσμεῖ ἐπὶ τὸ τέλειον αὐτὰ ἀνάγουσα. ἀποροῦσι δέ τινες λέγοντες· πῶς φατε τὴν φιλοσοφίαν γνῶσιν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων εἶναι, εἴ γε οὐ μόνον περὶ τὰ θεῖα καὶ ἀνθρώπινα πράγματα καταγίνεται ἀλλὰ καὶ περὶ ἄλλα τινά· διαλαμβάνει γὰρ περὶ οὐρανοῦ, ὅσπερ οὐκ ἐστι θεός, καὶ 1 ὁ om. V ἐν τῷ Περὶ ἑρμ.] ἑρμ.] p. 17b29 Amm. comm, p. 110,24 111, 10 post ὅτι add. καὶ T 2 προδιωρισμ. V 3 ὥς ἶνα] ὡσεὶ T λέγει V: ἔλεγε T 5 προτάσεσι ταῖς προσδ. T ἐὰν εἴπῃ τις ὁ ἄνθp. πέρι coUoc. T 6 λέγῃ] λέγει V 7 γνῶσις ἐστὶ colloc. T 9 ὅτι post μὲν (10) colloc. T 14 οἷον] καὶ T: om. V τὸ (ante λευκὸν) oid. Κ 16 ἐστί om. T 17 ὅτι om. V 18 τὸ om. T (bis) 20 τοῦτ’ ἔστι om. KT 23 εἰσίν (alt. 1.) T 24 τῆς φιλοσοφίας ὅρος coll. T 25 ὅτι om. T 29. 30 ἀνθρώπεια (bis) VT 31 τέλειον] πλεῖον V αὐτὰ] ταῦτα T 32 εἰ] ἥ ex εἴ corr. V 34 ὅσπερ] ὅπερ libri πάλιν Περὶ ζῴων ὁ Ἀριστοτέλης διαλαμβάνει, ἐν ᾧ οὐ μόνον περὶ ἀνθρώπων ἔγραψεν ἀλλὰ καὶ περὶ ἄλλων ζῴων, καὶ πάλιν περὶ φυτῶν, ἅπερ οὔτε θεός ἐστιν οὔτε ἄνθρωπος. ἔστιν οὖν εἰπεῖν ὅτι ἐπειδὴ τῶν ὄντων τὰ μὲν ἀίδιά εἰσι τὰ δὲ φθαρτά, καὶ ἐν μὲν τοῖς ἀιδίοις τιμιώτερά εἰσι τὰ θεῖα ἐν δὲ τοῖς φθαρτοῖς τὰ ἀνθρώπινα, τούτου χάριν ἐμνημόνευσε τούτων μόνων ὡς τιμιωτέρων. ἰστέον δὲ ὅτι ἑκάτερος τῶν ῥηθέντων ὅρων καὶ νικᾷ τὸν ἕτερον καὶ νικᾶται ὑπὸ τοῦ ἑτέρου· καὶ γὰρ ὁ μὲν πρῶτος ὅρος νικᾷ τὸν δεύτερον τῇ ἀκριβείᾳ· ἐδήλωσε γὰρ πῶς γινώσκει τὰ ὄντα ἡ φιλοσοφία διὰ τῆς προσθήκης ‘ᾖ ὄντα ἐστίν’. ὁ δὲ δεύτερος ὅρος νικᾷ τὸν πρῶτον τῇ σαφηνείᾳ· διὰ γὰρ τοῦ εἰπεῖν γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων’ ἐδήλωσε περὶ ποῖ ὄντα καταγίνεται ἡ φιλοσοφία. ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις. Πρᾶξις ι΄. Tρίτος ὅρος ἐστὶν ὁ ἀπὸ τοῦ προσεχοῦς τέλους ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ μελέτη θανάτου’· οὕτω γὰρ ὁρίζεται αὐτὴν ὁ Πλατῶν ἐν τῷ Φαίδωνι, δι’ ὧν φησι κινδυνεύουσι γὰρ ὅσοι τυγχάνουσιν ὀρθῶς ἁπτόμενοι φιλοσοφίας λεληθέναι σφᾶς τε αὐτοὺς καὶ τοὺς ἄλλους μηδὲν ἕτερον μελετῶντες ἢ θνήσκειν τε καὶ τεθνάναι’. καλῶς δὲ τὰ δύο πρόσκεινται, τὸ θνήσκειν τε καὶ τεθνάναι· διὰ μὲν γὰρ τοῦ θνήσκειν τὸ πρακτικὸν ἐδηλώθη· ὁ γὰρ φιλόσοφος ἐν τῷ τελευτᾶν τὸ πρακτικὸν ἔχει· τότε γὰρ νέκρωσιν ἀπεργάζεται τῶν παθῶν. διὰ δὲ τοῦ τεθνάναι τὸ θεωρητικὸν ἐδηλώθη· τὸ γὰρ τεθνάναι παρελθοῦσαν ἔχει τὴν σημασίαν, ὁ δὲ φιλόσοφος μετὰ τὸ τεθνάναι ἐστὶ θεω|ρητικός· μετὰ γὰρ τὸ νεκρῶσαι τὰ πάθη καὶ καθαρθῆναι τὴν ψυχὴν 140v πρὸς θεωρίαν ἀνατείνεται καὶ ἄρχεται θεολογεῖν · εἰ μὴ γὰρ νέκρωσιν τῶν παθῶν ἀπεργάσηται καὶ καθαρθῇ τὴν ψυχήν, οὐ δύναται θεολογῆσαι· κατὰ γὰρ τὸν Πλάτωνα ‘τὸ μὴ καθαρὸν καθαροῦ ἐφάπτεσθαι οὐχὶ θεμιτόν. τοῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες πρὸς τὸν Πλάτωνα λέγοντα τὴν φιλοσοφίαν μελέτην θανάτου λέγοντες· τί φής, ὦ Πλατῶν; ὁ φιλόσοφος ἐξάγει ἤγουν ἀναιρεῖ ἑαυτὸν καὶ τυραννίδα μελετᾷ κατὰ τοῦ δημιουργοῦ βουλόμενος λῦσαι τὸν δεσμὸν ὃν ἐκεῖνος ἔδησεν, φημὶ δὲ τὸν τῆς ψυχῆς καὶ τοῦ σώματος; ὅτι γὰρ οὐ δεῖ τινα ἑαυτὸν ἐξάγειν ἤγουν ἀναιρεῖν, δείκνυται διὰ πολλῶν ἐπιχειρημάτων, πρῶτον μὲν ἐξ αὐτοῦ τοῦ Πλάτωνος· καὶ γὰρ αὐτὸς ὁ Πλατῶν ἐν τῷ αὐτῷ διαλόγῳ φησὶν ὅτι ὡς ἄρα ἔν τινι φρουρᾷ ἐσμεν καὶ οὐ δεῖ 1 ζώου V 2 φυτῶν ἅπερ] ψυχῆς ὅπερ V 3 ἐπειδὴ om. V 4 μὲν om. T 5 ἐμνημόνευσεν ὁ ὅρος T μόνων 003. Κ 6 δὲ om. Κ ῥηθέντων] τοιούτων T 7. 8 ἐν τῆ ἀκp. T 9 ante ᾖ add. τοῦ T εἰσίν T 11 ἐν οἷς—πρᾶξις om. T 13 ὁ (post ἐστὶν) om. T ὅτι om. KV 14 ὁp. ὁ πλάρτων ἐν τῶ φ. ταύτην Κ: ὁp. πλατῶν αὐτὴν ἐν τῶ φ. V ἐν τῷ Φαίδωνι] cf. p. 26,16 16 ἑαυτοὺς T 17 πρόκεινται Κ τε om. V 18 ante alt. γὰρ add. μὲν T 24 ἀπεργάσεται libri 25 Πλάτωνα] Phaedo. p. 67 Β 27 Πλάτωνα om. Κ λέγοντες V 28 θανάτου εἶναι Κ post Πλάτ. add. λέγοντες V 31 ἑαυτὸν om. T 33 ὲν τῷ αὐτῷ αὐτῷ διαλ] Phaedo. p. 62 Β ταύτης ἑαυτὸν ἐξάγειν καὶ διαδιδράσκειν’. δεύτερον δὲ εἰ ἄρα ὁ φιλόσοφος ὅμοιος τῷ θεῷ ἐστιν, ὡς ἐδείξαμεν ἀνωτέρω δείξαντες αὐτὸν διὰ τῶν αὐτῶν χαρακτηριζόμενον δι’ ὧνπερ καὶ τὸ θεῖον, ὁ δὲ ὅμοιος τῷ θεῷ οὐκ ἐξάγει ἤγουν οὐκ ἀναιρεῖ ἑαυτόν, δῆλον ὅτι οὐδὲ ὁ φιλόσοφος ἀναιρεῖ ἑαυτόν, κἂν μελετᾷ τὸν θάνατον· ὅτι γὰρ ὁ ὅμοιος τῷ θεῷ οὐκ ἀναιρεῖ ἑαυτόν, δῆλον, εἴ γε ὁ ἀναιρῶν ἑαυτὸν οὐ μόνον οὐκ ἔστιν ὅμοιος τῷ θεῷ ἀλλὰ καὶ ἐναντίος αὐτῷ ἐστι βουλόμενος λῦσαι τὸν δεσμὸν ὃν ἐκεῖνος ἔδησε, τοῦτ’ ἔστι διαχωρίσαι τὴν ψυχὴν ἀπὸ τοῦ σώματος. τρίτον δὲ τὸ θεῖον οὐδέποτε ἑαυτὸ χωρίζει ἐκ τοῦ δευτερεύοντος, λέγω δὴ τοῦ ἀνθρώπου, ἀλλὰ παρὰ τὴν ἀνεπιτη- δειότητα τοῦ ἀνθρώπου δοκεῖ ἑαυτὸ χωρίζειν ἐξ αὐτοῦ· οἷόν τί ἐστι τὸ λεγόμενον· ὥσπερ τὸ ἡλιακὸν φῶς πάντας ἐξ ἴσου φωτίζει, ἀλλὰ παρὰ τὴν ἀνεπιτηδειότητα τοῦ ὀργάνου δοκεῖ τοὺς μὲν μᾶλλον φωτίζειν τοὺς δὲ ἧττον εὑρίσκονται γὰρ τινὲς μὲν ἔχοντες καλοὺς ὀφθαλμοὺς τινὲς δὲ ἀσθενεῖς, καὶ ἐκ τούτου οἱ μὲν νομίζουσι τὸν ἥλιον λαμπρότερον εἶναι οἱ δὲ ἀμαυρότερον), τὸν αὐτὸν τρόπον καὶ τὸ θεῖον οὐδέποτε χωρίζει ἑαυτὸ ἐκ τοῦ ἀνθρώπου ἀλλὰ πάντων ἐξ ἴσου προνοεῖται, παρὰ δὲ τὴν ἀσθένειαν τοῦ δεχομένου δοκεῖ ἑαυτὸ χωρίζειν ἐξ ἐκείνου· καὶ γὰρ ὁ κακὸς ἄνθρωπος ἐαυτὸν χωρίζει ἐκ τοῦ θείου. οὕτως οὖν καὶ ὁ φιλόσοφος οὐκ ὤφειλε μελετῆσαι θάνατον καὶ χωρίσαι τὴν ψυχὴν ἐκ τοῦ δευτερεύοντος, φημὶ δὴ ἀπὸ τοῦ σώματος· καὶ γὰρ τὸ σῶμα φθαρτὸν ὂν χεῖρόν ἐστι τῆς ψυχῆς ἀθανάτου οὔσης. τέταρτον δὲ εἰ ἄρα ἡ ἀρετὴ μεγίστη εὐδαιμονία ἐστί, χῶρος δὲ τῶν ἀρετῶν ἐστιν ἡ φιλοσοφία διὰ γὰρ τῆς φιλοσοφίας τὰς ἀρετὰς προσκτώμεθα), ὁ δὲ εὐδαίμων καὶ ὁ κατ’ ἀρετὴν ζῶν οὐκ ἀνιᾶται οὔτε ἐπὶ ταῖς σωματικαῖς συμφοραῖς οὔτε ἐπὶ | τοῖς ἐκτὸς ἤγουν τοῖς χρήμασιν, 141r ὁ δὲ μὴ ἀνιώμενος μήτε ἐπὶ ταῖς σωματικαῖς συμφοραῖς μήτε ἐπὶ τοῖς ἐκτὸς ἑαυτὸν οὐκ ἀναιρεῖ, δῆλον ὅτι καὶ ὁ φιλόσοφος ὡς κατ’ ἀρετὴν ζῶν ἑαυτὸν οὐκ ἀναιρεῖ, 〈οὐκ ἀνιώμενος〉 οὔτε ἐπὶ ταῖς σωματικαῖς συμφοραῖς οὔτε ἐπὶ τοῖς ἐκτός, ἐπεὶ οἱ ἀνιώμενοι ἐπὶ ταῖς σωματικαῖς συμφοραῖς καὶ ἐπὶ τοῖς ἐκτὸς ἀκούσονται τοῦ ἐκ τοῦ ‘Iπποκράτους λεγομένου· ἐπ’ ἀλλο- τρίαις γὰρ συμφοραῖς ἰδίας καρποῦνται λύπας. ἄλλως τε δὲ τοῦτο δηλοῖ καὶ ὁ Πλωτῖνος, τοῦτ’ ἔστιν ὅτι ὁ κατ’ ἀρετὴν ζῶν οὐκ ἀνιᾶται οὔτε ἐπὶ ταῖς σωματικαῖς συμφοραῖς οὔτε ἐπὶ τοῖς ἐκτός· καὶ γὰρ οὗτος ἐρωτηθεὶς ἔκ τινος ὅτι ‘ὁ ἐν τῇ ζωῇ Πριαμικαῖς περιπεσὼν συμφοραῖς καὶ ‘Ιλιάδα κακῶν περιβεβλημένος καὶ μετὰ τελευτὴν ἐρριμμένος ἄταφος εὐδαίμων ἐστὶν ἢ 2 τῷ om. KV dvojxipu)] cf. p. 17,1 sq. 4 κἄν] καὶ ΚV 5 τῷ om. K 6 οὐ μόνον om. T 6. 7 αὐτῷ ἐστι om. T 7 διαχωρῆσαι TV 8 χωρίζει ἑαυτὸ colloc. T 9 ἐκ] ἀπὸ T τοῦ δευτερεύοντος ΤV2: τοῦ δευτέρου ὄντος KV1 post δὴ add. ἐκ V παρὰ] περὶ T 10. 11 τὸ λεγόμενον] λέγομεν V1 11 πάντας Vat. 2253: πάντα KTV φωτίζει ἀλλὰ] φωτίζον T 12 τοῖς μὲν . . τοῖς δὲ T 15 ἑαυτὸ] αὐτὸ V 16 ἐκ] ἀπὸ Κ 18 χωp. ἑαυτὸν colloc. V 20 χεῖρόν ἐστι om. Τ1 (post ψυχῆς suppl. m.2) 23 καὶ iter. T 26 δῆλον—ἀναιρεῖ (27) om. Κ 27 οὐκ ἀνιώμενος inserui 29 τὸ . . λεγόμενον KV ἐκ τοῦ ‘Iπποκp.] Περὶ φυσῶν 1 (XXI p. 569 kühn) 30 γὰρ om. T 31 Πλωτῖνος] cf. Enn. Ι 3,5 p. 22 οὔ;᾿ ἀπεκρίνατο λέγων ῾ἄπαγε τῆς μικρολογίας· οὐ γὰρ ἀφιρεῖταί τις ψυχικὴν ἀρετήν᾿. Τούτου οὖν οὕτως ἔχοντος τί ἔχομεν εἰπεῖν περὶ τοῦ Πλάτωνος πῇ μὲν λέγοντος ὅτι δεῖ μελετᾶν τὸν θάνατον, πῇ δὲ λέγοντος ὅτι οὐ δεῖ τινα ἑαυτὸν ἀναιρεῖν; ἆρα ἐναντιοῦται ἑαυτῷ ἢ οὔ; καὶ ἔστιν εἰπεῖν ὅτι οὐκ ἐναντιοῦται ἑαυτῷ. ἀλλ’ ἵνα δείξωμεν ὅτι οὐκ ἐναντιοῦται ἑαυτῷ, εἴπωμεν ὀλίγα τινά. ἰστέον ὅτι ἡ ζωὴ ἀντίκειται τῷθανάτῳ• ἡ μὲν γὰρ ζωὴ ἕξις ἐστὶ καὶ αἰτία τοῦ εἶναι ἡμᾶς, ὁ δὲ θάνατος στέρησις. καὶ τούτων ἑκάτερον διττόν ἐστιν· καὶ γὰρ ἡ ζωὴ διττή ἐστιν· ἔστι γὰρ φυσική, ἔστι καὶ προ- αἱρετική. καὶ φυσικὴ μὲν ζωή ἐστι συνάφεια τῆς ψυχῆς καὶ τοῦ σώματος, καθ ἣν χορηγεῖ τῷ σώματι ἡ ψυχὴ αἴσθησιν καὶ κίνησιν, καθ’ ἣν ἅπαντες ζῶμεν, καθ’ ἣν τὸ σῶμα δεσμεῖ τὴν ψυχήν, ὅθεν καὶ δέμας λέγεται οἱονεὶ δεσμὸς τῆς ψυχῆς, ὅθεν καὶ σῶμα λέγεται οἱονεὶ σῆμα καὶ τάφος τῆς ψυχῆς. προαιρετικὴ δὸ ζωή ἐστιν, ἡνίκα τὸ χεῖρον νικᾷ τὸ κρεῖττον, τοῦτ’ ἔστιν ὡς ὅταν ἡ ψυχὴ νικᾶται ἐκ τῶν σωματικῶν ἡδυπαθειῶν, ἥτις ζωὴ καὶ ἀκόλαστός ἐστι, τοῦτ’ ἔστιν οὐ σώφρων. φυσικὸς δὲ θάνατός ἐστιν ὁ διαχωρισμὸς τῆς ψυχῆς ἐκ τοῦ σώματος, καθ’ ὃν ἅπαντες τελευτῶμεν. προαιρετικὸς δὲ θάνατός ἐστιν ἡ καὶ ἀρετὴν ζωή, τοῦτ’ ἔστιν ὡς ὅταν τοῦ ζῴου σωζομένου μελέτη γίνηται τοῦ θανάτου του διὰ τοῦ νέκρωσιν ἀπεργάζεσθαι τῶν παθῶν. τούτων οὖν οὕτως ἐχόντων τέσσαρά τινα ἐκ τούτων συνάγονται· τὸ εἶναι, τὸ μὴ εἶναι, τὸ εὖ εἶναι, τὸ κακῶς εἷναι. καὶ εἶναι μέν ἐστιν ἡ φυσικὴ ζωή, μὴ εἶναι δὲ ὁ φυσικὸς θάνατος, εὖ εἶναι δὲ ὁ προαιρετικὸς θάνατος, κακῶς δὲ εἶναι ἡ προαιρετικὴ ζωή. ἡνίκα οὖν ὁ Πλατῶν λέγει ὡς δεῖ μελετᾶν τὸν θάνατον, τὸν προαιρετικὸν θάνατον δεῖ νοεῖν, τοῦτ’ ἔστι τὸν κατ’ ἀρετὴν θάνατον, ἤγουν τὴν νέκρωσιν τῶν παθῶν. ἡνίκα δὲ λέγει ὅτι οὐ δεῖ τινα ἑαυτὸν ἀναιρεῖν, τὸν φυσικὸν θάνατον | δεῖ 141v νοεῖν, καθ’ ὅν ἅπαντες τελευτῶμεν. ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι Κλεόμβροτός τις νομίζων ὅτι ὁ Πλατῶν τὸν φυσικὸν θάνατον λέγει τὸν φιλόσοφον μελετᾶν, ῥίψας ἑαυτὸν ἐκ τοῦ τείχους ἐτελεύτησε. περὶ οὗ φησιν ὁ Καλλίμαχος οὕτως· Εἴπας ‘Ἥπας χαῖρε’ Κλεόμβροτος Ἀμβρακιώτης ἥλατ’ ἀφ’ ὑψηλοῦ τείχεος εἰς Ἀίδην, ἄξιον οὔτι παθὼν θανάτου κακόν, ἀλλὰ Πλάτωνος ἓν τὸ περὶ ψυχῆς γράμμ’ ἀναλεξάμενος. πρὸς τοῦτο δὲ εἶπεν ’0λυμπιόδωρος ὁ φιλόσοφος 3 τούτων . . ἐχόντων V2 4 ὅτι (ante οὐ) om. Κ 5. 6 καὶ ἔστιν-ἑαυτῷ] οὐδαμῶς T 10 τῆς et τοῦ om. T 11 χωρηγεῖ K 12 καθ’ ἥν—τάΦ. τ. ψυχῆς(13) eicias δεσμὸ— οἱονεὶ (13) suppl. V2 δεσμός τις V 13 λέγεται (post σῶμα) om. V 16 ἐκ] ἀπὸ T 17 ἐστιν om. T 18 γίνεται τν 19 ouv om. T 20 ἐκ τούτων ante τεσσ. coll. V ante τὸ κακῶς add. καὶ T 21 ἡ om. Κ ὁ om. K 22 δὲ (post εὖ εἶναι) K 23. 25 δεῖ T 23 Odvaxov (post προαιp.) om. T 25 τινας ἑαυτοὺς T εἰπὼν 25. 26 δεῖ νοεῖν θάν. colloc. T 29 ὁ Καλλίμαχος] fr. XXIII ed. Wilam. 30 sircov Brand. χαίρειν V 31 ἥλλατ’ libri τείχους libri 32 οὔτι παθὼν] οὐδὲν ἰδὼν Amm. 33 ἔν τὸ] ἐν τῶ KV τῆς ψυχῆς Κ 34 ante ὀλυμπ. add. ὁ ΚV εἰ μὴ γράμμα Πλάτωνος ἐμὴν ἐπέδησεν ἐρωήν, ἤδη λυγρὸν ἔλυσα βίου πολυκηδέα δεσμόν, τοῦτ’ ἔστιν εἰ μὴ ὠφελήθην ἐκ Πλάτωνος τρόπον εὐζωίας, προέκρινα ἂν μὴ εἶναι ἢ κακῶς εἶναι· καὶ γάρ, ὡς ἐμάθομεν, ὁ Πλάτων λέγει ὅτι οὐ δεῖ τινα ἑαυτὸν ἀναιρεῖν. ἵνα δὲ μὴ πολλοὶ γένωνται Κλεόμβροτοι, προσθῶμεν ἐν τῷ ὅρῳ τινὰ τῆς αὐτῆς σημασίας φυλαττομένης καὶ εἴπωμεν αὐτὸν οὕτως· ‘φιλοσοφία ἐστὶ μελέτη θανάτου τοῦ ζῴου σωζομένου’, τοῦτ’ ἔστιν οὐ τοῦ φυσικοῦ ἀλλὰ τοῦ προαιρετικοῦ θανάτου. ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πράξις. Πρᾶξις ια΄. Ἐπειδὴ ὁ Πλάτων τὴν φιλοσοφίαν μελέτην θανάτου ὡρίσατο, νομίσαντες οἱ Στωïκοὶ ὅτι θάνατον τὸν φυσικὸν λέγει ἔρχονται καὶ παραδιδόασι τρόπους τινάς. καθ’ οὓς εὐλόγως τις ἀναιρεῖ ἑαυτόν, καὶ λέγουσιν ὅτι ἐπειδὴ ὁ βίος συμποσίῳ μεγάλῳ ἔοικε, δῆλον ὅτι καθ’ ὅσους τρόπους τὸ συμπόσιον διαλύεται, κατὰ τοσούτους τρόπους τις εὐλόγως ἀναιρεῖ ἑαυτόν· καὶ γάρ, ὥς φασὶ, κατὰ ἓξ τρόπους διαλύεται τὸ συμπόσιον· καὶ γὰρ δι’ ἔνδειαν βρωμάτων μάτων εὐλόγως ἀνίστανται οἱ ἑστιώμενοι καὶ διαλύεται τὸ συμπόσιον· οὕτως οὗν καὶ δι’ ἔνδειαν χρημάτων εὐλόγως τις ἀναιρεῖ ἑαυτὸν βουλόμενος μὴ καταδαπανᾶσθαι ὑπὸ λιμοῦ ὡς καὶ ὁ Θέογνις τοῦτο δηλοῖ πρὸς Κύρνον τινὰ οὕτω λέγων· χρὴ πενίην φεύγοντα καὶ ἐς μεγακήτεα πόντον ῥιπτεῖν καὶ πετρῶν, Κύρνε, κατ’ ἠλιβάτων. ἰστέον δὲ ὅτι οὐ λέγει ὡς δεῖ τὸν πένητα ἀναιρεῖν ἑαυτόν, ἀλλὰ λέγει ὅτι δεῖ τὸν πένητα πανταχοῦ σπείρειν, καὶ ἐν ἀβάτοις πέτραις καὶ ἐν θαλάσσῃ, εἰ ἔστιν εἰπεῖν, ὅπως τοῦ λιμοῦ ἐλευθερωθῇ. πάλιν διαλύεται τὸ συμπόσιον διὰ τὸ εἶναι κακόχυμα καὶ δηλητηριώδη τὰ βρώματα· καὶ γὰρ τοιούτων ὄντων τῶν βρωμάτων εὐλόγως ἀνίστανται οἱ ἑστιώμενοι καὶ διαλύεται τὸ συμπόσιον. οὕτως οὗν καὶ τοῦ σώματος κακοχύμου ὄντος καὶ ἀνεπιτηδείου πρὸς τὸ δέξασθαι τὰς ψυχικὰς ἀρετὰς εὐλόγως τις ἀναιρεῖ ἑαυτὸν βουλόμενος τῆς νόσου ἀπαλλαγῆναι. ὅθεν καί τις Κυνικὸς φιλόσοφος ἡμίξηρος ξηρος ὢν προσῆλθεν Ἰουλιανῷ τῷ βασιλεῖ λέγων αὐτῷ ταῦτα· 1 ἐρρωήν TV 2 λύτρον Κ 3 τοῦ πλάτ. Κ προέκρινον V 6 ἐν om. V 7 τοῦ (ante ζῴου) superscr. V 8. 9 ἐν οἶς—πρᾶξις om. Τ 12 οἱ Στω·ικοὶ] cf. Olymp. in Phaedonem (Finckh) p. 3 sq. ἔρχονται καὶ om. T παραδιδόασιν ἡμῖν T 15 εὐλόγως om. V ἑαυτὸν ἀν. coll. T 16 φησι ΚV καὶ γὰρ δι’ ἔνδ.] δι’ ἐνδ. γὰρ T 18 καὶ (post οὖν) om. T 19 ὑπὸ τοῦ λιμοῦ K θεόγνης T (v. 175 Bergk) 20 λέγων οὕτω colloc. V 23 post ὅτι add. τοῦτο T ὡς] ὅτι T ἑαυτὸν ἀναιρεῖν colloc. Κ λέγει ὅτι om. T 24 πανταχοῦ τὸν πένητα colloc. T post σπείρειν add. τουτέστι KV ἀβάτις T 26 κακόχυμα εἶναι colloc. T γὰρ om. T 27 ἀνίστ. εὐλόγως coll. Τ 31 Ἰουλιανῷ] cf. Zelleri Ph. Gr. V3 p. 733 αὐτῶ om. Κ ταῦτα om. Τ ἥμισύ μου τέθνηκε, τὸ δ’ ἥμισυ δέρκεται ἠώς· οἴκτειρον, βασιλεῦ, Κυνικὸν ἡμίτομον, τοῦτ’ ἔστιν κέλευσον ἢ ἵνα περιοδευθῶ ἢ ἵνα φονευθῶ. ὁ δὲ εἶπε πρὸς αὐτὸν ἀμφοτέρους ἀδικεῖς, καὶ Πλουτέα καὶ Φαέθοντα, τὸν μὲν ἔτ’ εἰσορόων, τοῦ δ’ ἀπολειπόμενος. πάλιν διαλύεται τὸ συμπόσιον διὰ περίστασίν τινα ἰδικήν· καὶ γὰρ τοῦ ἑστιάτορος ἐξαίφνης ἢ ἀρρωστήσαντος ἢ ἀκούσαντος φίλων ἀπώλειαν ἀνίστανται οἱ ἑστιώμενοι καὶ διαλύεται τὸ συμπόσιον. οὕτως οὖν καὶ ἰδικὴ τινος περιστάσεως καταλαβούσης εὐλόγως τις ἀναιρεῖ ἑαυτόν. ὅθεν καὶ Πυθα- γορεία τις γυνὴ ἡ καὶ Θεανὼ λεγομένη κρατηθεῖσα ὑπὸ τοῦ ἐν Σικελίᾳ τυράννου καὶ ἐρωτωμένη διὰ τί οὐ τρώγουσιν οἱ Πυθαγόρειοι κυάμους, ἔλεγε ‘φάγοιμι ἄν ἢ εἴποιμι’. καὶ πάλιν ἐκείνου λέγοντος αὐτῇ ‘οὐκοῦν φάγε’ , ἔλεγεν εἴποιμι ἄν ἢ φάγοιμι’ . καὶ οὕτω καταδάκνουσα τὴν γλῶσσαν ἐτελεύτησε. πάλιν διαλύεται τὸ συμπόσιον διὰ μέθην· καὶ γὰρ μεθυόντων τῶν ἑστιωμένων εὐλόγως διαλύεται τὸ συμπόσιον. οὕτως οὖν εὐλόγως τις ἀναιρεῖ ἑαυτόν, ἡνίκα ἔλθῃ ἐν τῷ ἐσχάτῳ γήρα καὶ ἄρξηται ληρεῖν καὶ παραφρονεῖν. πάλιν διαλύεται τὸ συμπόσιον, ἡνίκα οἱ ἑστιώμενοι ἄρχονται μάχεσθαι ἀλλήλοις καὶ ἀθέμιτά τινα πρὸς ἑαυτοὺς διαπράττεσθαι. οὕτως οὖν εὐλόγως τις ἀναιρεῖ ἑαυτόν, ἡνίκα κρατηθεὶς ὑπὸ πολεμίων ἀναγκάζεται ἀθέμιτά τινα διαπράξασθαι, τοῦτ’ ἔστιν ἢ μητρογαμῆσαι ἢ φαγεῖν τι ἀθέμιτον. πάλιν διαλύεται τὸ συμπόσιον διὰ κοινὴν περίστασιν· καὶ γὰρ κοινῆς περιστάσεως καταλαβούσης, οἷον ἐμπρησμοῦ ἢ ἐπιδρομῆς βαρβάρων, ἀνίστανται οἱ ἑστιώμενοι καὶ εὐλόγως διαλύεται τὸ συμπόσιον. οὕτως οὖν εὐλόγως τις ἀναιρεῖ ἑαυτὸν διὰ κοινὴν περίστασιν, οἷον ὡς ὅταν πολεμίων ἐπελθόντων τῇ πόλει καὶ μελλόντων αὐτὴν πορθεῖν ὁ πολίτης τῷ φόβῳ νικώμενος ἀναιρεῖ εαυτον. ταύτα μὲν οὔτοι. Ἰστέον δὲ ὅτι ἕτεροί τινες τρεῖς μόνους τρόπους παραδιδόασι, καθ’ οὓς εὐλόγως τις ἀναιρεῖ ἑαυτόν· φασὶ γὰρ ὅτι φύσει ἡ ζωὴ τριττή ἐστιν· ἢ γὰρ ἀρίστη ἐστὶν ἢ μέση ἢ χειρίστη. ἡνίκα οὖν ἐστί τις ἐν τῇ ἀρίστῃ ζωῇ ἢ ἐν τῇ μέσῃ καὶ ὁρᾷ ἑαυτὸν μᾶλλον ἐπὶ τὸ χεῖρον ἐκκλίνοντα, εὐλόγως ἀναιρεῖ ἑαυτόν. πάλιν ἡνίκα τις ἐν τῇ χειρίστῃ ζωῇ ἐστι καὶ ὁρᾷ ἑαυτὸν ἀεὶ ἐν τοῖς αὐτοῖς ὄντα καὶ μηδέποτε ἐπὶ τὴν ἀρίστην μετερχόμενον, εὐλόγως ἀναιρεῖ ἑαυτόν. ταῦτα μὲν ἐν τούτοις. 1 ἥμισυ] cf. Anth. IX 137 ἠώς] ὡς T 3 pr. ἢ om. Κ 4 ἀμφοτέρους ἀδικεῖς om. T πλούτωνα V 6 διὰ περιστατικήν τινα δίκην KV 9 ὅθεν] ὥσπερ V2 10 γυνή] τῆ μοιχόη V1: ἡ μοιχεία V2 (cf. Eliae comm. p. 15,1) 11 ante διὰ add. εἰπὲ V 12 ἔλεγε post εἴποιμι colloc. T post εἴποιμι add. av y αὐτῇ om. KT 13 φάγε] ἔφαγε V post φάγοιμι add. ἄν V 14 μέθης V 15 τις post ἑαυτόν (16) colloc. T IG ἄρξεται KV: ἄρχεται T 20 τοῦτ’ ἔστιν om. T ἀθέμτον] τῶν οὐ θεμιτῶν T 21 κοινῆς] τινὸς V 23 οὖν om. T 24 οἷον ὡς om. T 25 καὶ μελλ. αὐτὴν πορθεῖν om. T τῷ φόβῳ νικ. ὁ πολ. colloc. T an ἀναιρῇ? 26 οὗτοι] οὕτως Brand. 27 μόνους om. T: post τρόπους colloc. V 28 ἡ ζωὴ φύσει colloc. Brand. φύσει om. Κ 31 ἐστὶ ζωῇ colloc. T 31. 32 ἀεὶ ἑαυτὸν colloc. V Ἔστι δὲ εἰπεῖν ὅτι οὔτε εὐλόγως οὔτε ἀλόγως δεῖ τινα ἀναιρεῖν ἑαυτόν ὁ γὰρ τοῦτο ποιῶν τῷ δημιουργῷ ἐναντιοῦται καὶ τυραννίδα κατ’ αὐτοῦ μελετᾷ βουλόμενος λῦσαι τὸν δεσμόν, ὃν ἐκεῖνος ἔδησε, φημὶ δὲ τὸ διαχωρίσαι τὴν ψυχὴν ἐκ τοῦ σώματος), καὶ δεῖ πείθεσθαι | τῷ Πλάτωνι λέγοντι 142v ὡς ἄρα ἔν τινι φρουρᾷ ἐσμεν καὶ οὐ δεῖ ταύτης ἑαυτὸν ἐξάγειν καὶ ἀποδιδράσκειν, ἀλλὰ δεῖ μένειν τὸν δήσαντα, ἄχρις ἄν αὐτὸς λύσῃ’· αὗται γὰρ αἱ περιστάσεις αἰ συμβαίνουσαι οὐ συμβαίνουσι διὰ τό τινα ἑαυτὸν ἀναιρεῖν ἀλλὰ διὰ τὸ δοκιμάζεσθαι τὴν ψυχήν· ὥσπερ γὰρ ὁ ἄριστος κυβερνήτης οὐκ ἐν γαλήνῃ ἀλλ’ ἐν ζάλῃ δοκιμάζεται τὸν αὐτὸν τρόπον καὶ ἡ ἀρίστη ψυχὴ ἐν ταῖς περιστάσεσι δοκιμάζεται. ὅθεν οἱ Περιπατητικοὶ καὶ βουλόμενοι τὸ καρτερικὸν τῆς ψυχῆς ἐνδείξασθαι ἔλεγον ‘ὧ Ζεῦ, ὄρεξον ἡμῖν περιστάσεις’. ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις. Πρᾶξις ιβ΄. Ἄνεισιν ἐντεῦθεν ὁ Πλατῶν ἐπὶ τὸ πόρρω τέλος, καὶ οὐχ ἁπλῶς ἐπὶ τὸ πόρρω, ἀλλ' ἐπὶ τὸ πορρωτάτω καὶ οὗ ἐπέκεινα οὐκ ἔστιν ἀνελθεῖν· ὁρίζεται γὰρ τὴν φιλοσοφίαν ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’· τί γὰρ οὕτω μακάριον ἐν τῷ βίῳ καὶ πρέπον ἀνθρώπῳ τέλος ὡς τὸ ὁμοιωθῆναί τινα θεῷ; ἰστέον δὲ ὅτι λέγουσί τινες ὅτι οὐ δύναται ὁ φιλόσοφος ἅτε δὴ ἄνθρωπος ὢν ὁμοιοῦσθαι θεῷ, καὶ τοῦτο κατασκευάζουσιν οὕτως· ἡ οὐσία θεοῦ καὶ ἀνθρώπου διάφορος, ὡς καὶ ὁ ποιητὴς δηλοῖ λέγων ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων. ὧν δὲ αἱ οὐσίαι διάφοροι, τούτων διάφοροι καὶ αἱ τελειότητες· οἷον ἄλλη ἐστὶν ἡ οὐσία τοῦ ἀνθρώπου καὶ ἄλλη τοῦ ἵππου, καὶ ἄλλη ἡ τελειότης τοῦ ἵππου παρὰ τὸν ἄνθρωπον. εἰ ἄρα οὖν ἡ οὐσία θεοῦ καὶ ἀνθρώπου διάφορός ἐστιν, ὧν δὲ αἱ οὐσίαι διάφοροι, τούτων διάφοροι καὶ αἱ τελειότητες, δῆλον ὅτι ἄλλη τελειότης ἐστὶ τοῦ θεοῦ παρὰ τὸν ἄνθρωπον· ἄρα οὖν οὐκ ἔστιν ἡ φιλοσοφία ὁμοίωσις θεῷ. Ἵνα δὲ τὴν ἀπορίαν ταύτην ἐπιλύσωμεν, εἴπωμεν ἐπὶ ποίου σημαι- νομένου λέγομεν ἐνταῦθα τὸ ὅμοιον. ἀλλὰ πρῶτον εἴπωμεν ποσαχῶς λέγεται τὸ ὅμοιον. ἰστέον ὅτι τὸ ὅμοιον τετραχῶς λέγεται· λέγεται γὰρ ὅμοιον, ἡνίκα ἡ αὐτὴ ποιότης ἐν ὅλῳ τῷ εἴδει θεωρῆται, οἷον ὡς ὅταν ὅλους τοὺς Αἰθίοπας λέγωμεν ὁμοίους εἶναι κατὰ τὸ μέλαν καὶ ὅλους τοὺς κύκνους ὁμοίους εἶναι κατὰ τὸ λευκόν. πάλιν λέγεται ὅμοιον, ἡνίκα ἡ αὐτὴ ποιότης ἐν διαφόροις εἴδεσι θεωρῆται κατὰ τὸ μᾶλλον καὶ ἧττον, 1 ἑαυτὸν ἀναιρεῖν colloc. T 3. 4 διαχωρίσαι] διαχωρῆσαι T 4 ἐκ] ἀπὸ V Πλάτωνι] cf. p. 29,33 7 αἱ συμβ. περιστάσεις T 11 ὄρεξον scripsi: βρέξον libri 12 ἐν ιἶς—πρᾶξις om. T ἡ] καὶ ἡ παροῦσα Κ 14 ἐντεῦθεν om. Κ: post Πλάτ. colloc. T 15 ἀνελθ. οὐκ ἔστιν colloc. T 18. 19 ἰστέον—θεῷ in mrg. suppl. K 19 τῶ θεῶ Κ 20 ὁ ποιητὴς] Hom. E 441 24 alt. ἡ om. KT 24. 25 τοῦ ἀνθp. παρὰ τὸν ἵππον corr. V2 25. 27 παρὰ] περὶ T 25 ἀνθρώπων (alt. 1.) V 27 τοῦ om. Κ τοῦ θεοῦ supra suppl. V2 28 Tui θεῶ KV 32.35 θεωρεῖται KV (cf.p.35,5) 35 et p.35,2 καὶ τὸ ἠπῶ T οἷον ὡς ὅταν τὸ πέπερι τὸ λευκὸν καὶ τὸ μέλαν λέγωμεν ὅμοιον εἶναι κατὰ τὸ θερμόν· ἀμφότερα γὰρ θερμά ἐστιν, ἀλλὰ κατὰ τὸ μᾶλλον καὶ ἧττον· τὸ μὲν γὰρ μέλαν πέπερι μᾶλλον θερμόν ἐστι, τὸ δὲ λευκὸν ἧττον θερμόν ἐστιν. πάλιν λέγεται ὅμοιον, ἡνίκα διάφοροι ποιότητες καὶ αἱ αὐταὶ ἐν δια- φόροις εἴδεσιν εὑρεθῶσιν, οἷον ὡς ὅταν τὴν φάσσαν καὶ τὴν περιστερὰν ὅμοια λέγωμεν εἶναι, ἐπειδὴ ὥσπερ ἡ φάσσα διαφόρους ποιότητας ἔχει ἔχει γὰρ μέλαν, λευκόν, ξανθόν), οὕτω καὶ ἡ περιστερὰ διαφόρους καὶ τὰς αὐτὰς ποιότητας ἔχει· ἔχει γὰρ καὶ αὕτη μέλαν, ξανθόν λευκόν. πάλιν ὅμοιον λέγεται ὡς ἐπὶ τῆς εἰκόνος καὶ τοῦ παραδείγματος, οἷον ὡς ὅταν τὴν 143r εἰκόνα Σωκράτους ὁμοίαν εἶναι λέγωμεν τῷ Σωκράτει. ἰστέον δὲ ὅτι παράδειγμα λέγεται τὸ ἀρχέτυπον καὶ οἱονεὶ πρὸς ὃ ἐγένετο ἡ εἰκών· οἷον παρά· δεῖγμα τῆς εἰκόνος Σωκράτους λέγομεν τὸν Σωκράτην· πρὸς γὰρ τοῦτον ἐγένετο ἡ εἰκὼν αὐτοῦ. κατὰ τοῦτο οὖν τὸ σημαινόμενον λέγομεν τὸν φιλόσοφον ὅμοιον τῷ θεῷ εἶναι· ὥσπερ γὰρ τὴν εἰκόνα Σωκράτους λέγομεν ὁμοίαν εἶναι τῷ Σωκράτει, εἰ καὶ ἄλλο ἐστὶν ἡ εἰκὼν τοῦ Σωκράτους καὶ ἄλλος ὁ Σωκράτης ἡ μὲν γὰρ ἄψυχός ἐστιν, ὁ δὲ ἔμψυχος), κατὰ τοῦτο τὸ σημαινόμενον λέγομεν τὸν φιλόσοφον ὅμοιον εἶναι τῷ θεῷ, εἰ καὶ ἄλλη ἐστὶν ἡ οὐσία τοῦ θεοῦ καὶ ἄλλη τοῦ ἀνθρώπου· ὅτι γὰρ ὁ φιλόσοφος ὅμοιός ἐστι τῷ θεῷ, δῆλον ἐντεῦθεν· οἷς γὰρ τὸ θεῖον χαρακτηρίζεται, τούτοις καὶ ὁ τέλειος φιλόσοφος χαρακτηρίζεται· καὶ γὰρ τρισὶ τὸ θεῖον χαρακτηρίζεται, τῷ τε ἀγαθῷ καὶ τῷ γνωστικῷ καὶ τῷ δυνατῷ, καὶ ὁ τέλειος φιλόσοφος τοῖς αὐτοῖς χαρακτηρίζεται φημὶ δὲ τῷ τε ἀγαθῷ καὶ τῷ γνωστικῷ καὶ τῷ δυνατῷ, καὶ τῷ μὲν ἀγαθῷ, ὅτι ὥσπερ τὸ θεῖον πάντων προνοεῖται, οὕτω καὶ ὁ τέλειος φιλόσοφος τῶν ἀτελῶν ψυχῶν προ- νοεῖται διὰ τῆς γνώσεως καὶ γὰρ τὴν ἀτελῆ ψυχὴν ήγουν τὴν άγνοοῦσαν ἐπὶ τὸ τέλειον μεταφέρει διὰ τῆς γνώσεως), τῷ δὲ γνωστικῷ, ὅτι ὥσπερ τὸ θεῖον πάντα γινώσκει, οὕτω καὶ ὁ τέλειος φιλόσοφος πάντα ἐπαγγέλλεται γινώσκειν, τῷ δὲ δυνατῷ, ὅτι ὥσπερ τὸ θεῖον ὅσα δύναται, καὶ βούλεται, οὕτω καὶ ὁ τέλειος φιλόσοφος ὅσα δύναται, καὶ βούλεται. ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες· πῶς φατε τὸν φιλόσοφον ὁμοιοῦσθαι τῷ θεῷ τῷ τε ἀγαθῷ καὶ τῷ γνωστικῷ καὶ τῷ δυνατῷ, εἴ γε κατὰ τὸν ποιητὴν 1 οἷον om. T ante πέπερι add. τε V 1.3 πἑπερ V 3 μὲν om. T 4 καὶ αἱ αὑταὶ] καὶ αὗται KV: αἱ αὐταὶ T 6 λέγομεν V ἔχει ποιότητας colloc. T 8 ante ἔχει γὰρ iter. μέλαν—ποιότητας ἔχει V αὕτη] αὐτὴ V 10 τοῦ σωκp. Κ (pr. 1.) τῶ om. T δὲ om. Κ 11 γίνεται T 11. 13 οἷον-εἰκὼν in mrg. suppl. Κ 12 τοῦτο T 14. 17 ὥσπερ—τῷ θεῷ in mrg. suppl. Κ 16 ὁ μὲν γὰρ ἔμψυχός ἐστιν ἡ δὲ ἄψυχος Κ ὁ δὲ] ἡ δὲ V 17 τὸν φιλ. λέγ. colloc. Κ 21 τε om. KT καὶ (post ἀγαθῷ) om. T post δυνατῷ add. ὡς καὶ ἡ ποίησις μαρτυρεῖ λέγουσα ἐπὶ μὲν τοῦ ἀγαθοῦ θεοὶ δωτῆρες (δοτῆρες Κ) ἐάων, ἐπὶ δὲ τοῦ γνωστικοῦ θεοὶ δέ τε πάντα ἴσασιν, ἐπὶ δὲ τοῦ δυνατοῦ θεοὶ δέ τε πάντα δύνανται KV (cf. p. 17,3 sqq.) 22 δὲ] δὴ T τε om. TV 23 τῶ δυνατῶ καὶ τῶ γνωστ. colloc. T 26 ὅτι supra scr. Κ 28 καὶ (ante βούλεται) om. Κ 32 κατὰ τὸν ποιητὴν] Hom. E 441. 442 οὔ ποτε φῦλον ὁμοῖον ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων; πρὸς οὓς ἔστιν εἰπεῖν ὅτι διὰ τοῦτο πρόσκειται ἐν τῷ ὅρῳ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’• ὡς γάρ ἐστι δυνατὸν καὶ ἐφικτὸν ἀνθρώπῳ, δοκεῖ ὁμοιοῦσθαι ὁ φιλόσοφος τῷ θεῷ, ἐπεὶ οὐχ ὡσαύτως ἐστὶν οὔτε τὸ ἀγαθὸν οὔτε τὸ γνωστικὸν οὔτε τὸ δυνατὸν παρὰ τῷ θεῷ καὶ παρὰ τῷ ἀνθρώπῳ· καὶ γὰρ ἄλλως πώς ἐστι τὸ ἀγαθὸν παρὰ τῷ θεῷ καὶ ἄλλως πως παρὰ τῷ ἀνθρώπῳ· καὶ γὰρ τὸ ἀγαθὸν συνουσίωται τῷ θεῷ καὶ οὐσία τοῦ θεοῦ ἐστιν ἡ ἀγαθότης, ὅθεν καὶ ἀδυναμίαν λέγεται ἔχειν κακοῦ δι’ ὑπερβολὴν ἀγαθότητος, ὥσπερ καὶ ὁ ἥλιος ἀνεπίδεκτος λέγεται εἶναι τοῦ σκότους δι’ ὑπερβολὴν φωτός. ὁ δὲ ἄνθρωπος κατὰ μέθεξιν ἔχει τὸ ἀγαθόν, ὅθεν καὶ δεκτικός ἐστι κακίας, ὥσπερ καὶ ὁ ἀὴρ κατὰ μέθεξιν λέγεται ἔχειν τὸ φῶς τοῦ γὰρ ἡλίου ἀνατέλλοντος τέλλοντος φωτίζεται), ὅθεν καὶ δεκτικός ἐστι σκότους· δύνοντος γὰρ τοῦ ἡλίου σκοτίζεται. καὶ πάλιν ἄλλως πώς ἐστι τὸ γνωστικὸν παρὰ τῷ θεῷ καὶ ἄλλως πως παρὰ τῷ ἀνθρώπῳ· καὶ γὰρ ὁ μὲν θεὸς ἀεὶ καὶ ἅμα πάντα γινώσκει καὶ οὐκ ἔστι χρόνος ἡνίκα οὐ γινώσκει, ὁ δὲ ἄνθρωπος οὔτε ἀεὶ οὔτε ἅμα πάντα γινώσκει· ἰδοὺ γὰρ τὸ νεωστὶ τικτόμενον παιδίον οὐδὲν γινώσκει ἐνεργείᾳ ἀλλὰ δυνάμει λέγεται γινώσκειν, καὶ πάλιν ἐνδέχεταί ι τινα 143v σήμερον μὲν εἰ τύχοι γινώσκειν αὔριον δὲ ἐπιλαθέσθαι τοῦ γινωσκομένου καὶ μὴ γινώσκειν αὐτό. ἀλλ’ οὔτε δὲ ἅμα πάντα γινώσκει ἀλλὰ κατὰ μέρος· ἐν μὲν γὰρ τῷδε τῷ χρόνῳ τόδε γινώσκει καὶ ἐν ἄλλῳ ἄλλο, ὡς δηλοῖ καὶ ὁ Πλάτων λέγων ‘ἀγαπητόν, ὅτῳ κἀν ἐν γήρᾳ σοφία τε καὶ φρόνησις παρῇ’. καὶ πάλιν ἄλλως πώς ἐστι τὸ δυνατὸν παρὰ τῷ θεῷ καὶ ἄλλως πως παρὰ τῷ ἀνθρώπῳ· καὶ γὰρ ἐπὶ μὲν τοῦ θεοῦ ἀντιστρέφει· ὅσα γὰρ βούλεται, δύναται καὶ ὅσα δύναται, βούλεται καὶ οὐδὲν ἀδύνατόν ἐστι παρὰ τῷ θεῷ. ἐπὶ δὲ τοῦ φιλοσόφου οὐκ ἀντιστρέφει· ὅσα μὲν γὰρ δύναται, βούλεται, οὐχ ὅσα δὲ βούλεται, δύναται· καὶ γὰρ ἐὰν βουληθῇ ἀδύνατόν τι ποιῆσαι, οἱονεὶ ἅψασθαι τοῦ οὐρανοῦ τῷ δακτύλῳ ἢ δημιουργῆσαι οὐρανόν, οὐ δύναται τοῦτο ποιῆσαι. εἰ δέ τις εἴποι ‘ἀλλ’ οὐ βούλεταί τι ἀδύνατον ὁ τέλειος φιλόσοφος, ἀλλὰ τούτων ἐρᾷ, ὧν καὶ τυχεῖν δύναται· κατὰ γὰρ τοὺς Στωϊκοὺς μεγίστη ἔνδειά ἐστιν ἡ τῶν ὀρέξεων ἀπληστία’, λέγομεν ὅτι ὡς γινώσκων τὴν τῆς οἰκείας φύσεως ἀσθένειαν οὐ βούλεταί τι ἀδύνατον, ἀλλ’ ὧν δύναται τυχεῖν, τούτων καὶ ἐρᾷ, παρὰ μέντοι τῷ θεῷ οὐδέν ἐστιν ἀδύνατον. ταῦτα μὲν ἐν τούτοις. 1 ante οὐ add. ἐπεὶ KV 2 post θεῶν additum καὶ ἀνθρώπων del. V 5 ὡσαύτως] ὡς αὐτὰ V1 6 παρὰ (ante τῷ ἀνθp.) om. Κ 7 alt. πως om. Κ 8 τῶ γὰρ θεῶ συνουσίωται τὸ ἀγαθὸν T συνουσιοῦται V 9 διὰ τὴν ὑπερβ. τῆς ἀγαθ. Κ 10 ὥσπερ δὴ καὶ T τοῦ om. T 13. 14 ὅθεν—σκοτίζεται om. KV 15 καὶ ἄλλως—ἀνθρώπῳ om. Κ πως om. V περὶ τῶ ὰνθp. T 19 μὲν σήμερον coll. T τύχη V τοῦ γινωσκομένου] αὐτοῦ KV 20 αὐτό] αὐτά V2 γινώσκει] γινώσκειν TV 21 γινώσκειν V 22 καὶ ὁ om. T ὁ Πλάτων] Leg. II 1 p. 653 Α τε om. V 23 παρὰ] περὶ T 23. 24 τῷ θεῷ—παρὰ om. T 24 τῷ (ante ἀνθp.) om. KV 28 τῶ δακτ. τοῦ οὐp. coll. T 29 τοῦτο om. Κ 32 ante γινώσκων add. ὁ V ᾿Αποροῦσι δέ τινες λέγοντες· ποῦ ὡρίσατο ὁ Πλάτων οὕτω τὴν φιλο σοφίαν· ‘ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’ ; καὶ ἔστιν εἰπεῖν ὅτι ἐν τῷ Θεαιτήτῳ· ἐκεῖ γὰρ πρὸς Θεόδωρόν τινα γεωμέτρην ποιούμενος τὸν λόγον λέγει οὕτως· ἀλλ’ ἐπεί, ὦ Θεόδωρε οὔτ’ ἀπολέσθαι τὰ κακὰ δύναται ὑπεναντίον γάρ τι τῷ ἀγαθῷ εἶναι ἀνάγκη), οὔτ’ ἐν θεοῖς ταῦτα ἱδρῦσθαι, τήνδε τὴν θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον περιπολεῖ ἐξ ἀνάγκης. διὸ χρὴ πειρᾶσθαι φεύγειν ἐνθένδε ἐκεῖσε ὅτι τάχιστα. τίς οὖν ἐστιν ἡ φυγή; ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ. ὁμοίωσις δέ ἐστι τὸ ὅσιον καὶ δίκαιον γενέσθαι μετὰ φρονήσεως’. πάλιν ἀποροῦσιν ὅτι οὐχ ὡρίσατο τὴν φιλοσοφίαν ἀλλὰ τὴν φυγὴν τῶν κακῶν. πρὸς οὓς ἔστιν εἰπεῖν ὅτι καὶ ἡ φυγὴ τῶν κακῶν οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ φιλοσοφία· εἶ γὰρ· ἡ φιλοσοφία νέκρωσιν ἀπεργάζεται τῶν παθῶν, ὡς ἀνωτέρω ἐλέγομεν ὁριζόμενοι αὐτὴν μελέτην θανάτου, ἡ δὲ νέκρωσις τῶν παθῶν οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ φυγὴ τῶν κακῶν, δῆλον ὅτι τὴν φιλοσοφίαν ὡρίσατο. ἄλλως τε δὲ εἰ ἄρα ἡ δικαιοσύνη καὶ ἡ φρόνησις ἀρεταί εἰσι, χωρίον δὲ· τῶν ἀρετῶν ἡ φιλοσοφία ἐστί διὰ γὰρ τῆς φιλοσοφίας τὰς ἀρετὰς προσκτώμεθα), δῆλον ὅτι διὰ τοῦ εἰπεῖν ὅσιον καὶ δίκαιον γενέσθαι μετὰ φρονήσεως’ τὴν φιλοσοφίαν ὡρίσατο. ἔτι δὲ διὰ μὲν τοὐ εἰπεῖν μετὰ φρονήσεως’ τὸ θεωρητικὸν ὡρίσατο· εἰ γὰρ φρόνησίς ἐστιν ἡ τελει- ότης τοῦ λόγου, τέλος δὲ τοὐ θεωρητικοῦ ἡ τελειότης τοῦ λόγου ἐστί, τοῦτ’ ἔστιν ἡ τοῦ λόγου εἴδησις, δῆλον ὅτι διὰ τοῦ εἰπεῖν ‘μετὰ φρονήσεως’ τὸ θεωρητικὸν ὡρίσατο. | διὰ δὲ τοῦ εἰπεῖν ‘τὸ ὅσιον καὶ δίκαιον’ 144r τὸ πρακτικὸν ὡρίσατο· εἰ γὰρ τὸ ὅσιον καὶ δίκαιον ἀρετὴ ἤθους ἐστί, τέλος δὲ τοῦ πρακτικοῦ ἡ ἀρετὴ τοῦ ἤθους ἐστὶν ἤγουν ὁ τοῦ ἤθους καλλωπισμός, δῆλον ὅτι διὰ τοῦ εἰπεῖν ὅσιον καὶ δίκαιον’ τὸ πρακτικὸν ὡρίσατο. ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες· διὰ τί τὰ δύο πρόσκεινται, τοῦτ’ ἔστι τὸ ὅσιον καὶ τὸ δίκαιον., καί τινες ἐπιλυόμενοι λέγουσιν ὅτι τὸ ὅσιον ἐπίτασίς ἐστι τοῦ δικαίου, ὅθεν καὶ τοὺς πάνυ ὄντας ἀδίκους ἀνοσίους λέγομεν. κρεῖττον δέ ἐστιν εἰπεῖν ὅτι διαφέρει ὅσιον δικαίου· καὶ γὰρ· δίκαιος μὲν λέγεται ὁ τὴν ἰσότητα τοῖς ὁμοειδέσι φυλάττων, ὅσιος δὲ ὁ περὶ τὰ θεῖα ἐσπουδακώς. ὅτι γὰρ διαφέρει τὸ ὅσιον τοῦ δικαίου, δηλοῖ ὁ Πλατῶν ποι· ἤσας <δύο> διαλόγους καὶ ἐν τινὶ μὲν αὐτῶν ἐπιγράψας “Περὶ δικαίου ἢ περὶ πολιτείας”, ἐν τινὶ δὲ αὐτῶν “Εὀθύφρων ἢ περὶ ὁσίου’’, ἐν ᾧ περὶ τῶν θείων διαλαμβάνει. ταῦτα μὲν ἐν τούτοις. ἀποροῦσι δέ τινες λέγοντες· 3 ἐν τῷ Θεαιτήτῳ] p. 176 A sq. 5 ἀγαθῷ] θεῶ Κ 6 θνητὴν om. Κ 7 ante ἐνθένδε add. ἐχεῖδε T 11 εἰ μῆ] 12 εἰ] ἡ Τ ἡ om. TV ὠς ἀνω. τέρω ‘ἐλέγομεν] p. 29,22sq. 16 χωρίον] χῶρος T 19 εἰ] ἡ T 22. 23 διὰ δέ— ὡρίσατο in mrg. suppl. KV2 22 alt. τὸ om. Κ 23 ὡρίσατο om. V 24 τοῦ ἤθους ἐστὶν om. T 29. 30 ὅθεν—δικαίου in mrg. suppl. Κ 29 πάνυ] πάντως V 30 ὅσιος V2 ὅσ. τοῦ δικαίου Κ 31 ὁμοειδέσι ΤV2: μονοειδέσι KV1 33 δύο inserui ex Elia (p. 18,19) ἐπιγράψας] γράψας KV 34 ἢ Vat. 2253: om. KTV ἐν ὦ Εlia περὶ T 35 ταῦτα μὲν ἐν τοὐιτοις̣ om. T εἰ ἄρα τέσσαρές εἰσιν αἱ ἀρεταὶ τῆς ψυχῆς, ἀνδρία δικαιοσύνη σωφροσύνη φρόνησις, διὰ τί μιᾶς μόνης ἐνταῦθα ἐμνημόνευσε, φημὶ δὴ τῆς δικαιοσύνης; πρὸς οὓς ἔστιν εἰπεῖν ὅτι πρῶτον μὲν καὶ τῆς φρονήσεως ἐμνημόνευσεν· εἶπε γὰρ τὸ ὅσιον καὶ δίκαιον γενέσθαι μετὰ φρονήσεως’. δεύτερον δέ, εἴ καὶ αὐτῆς ἐμνημόνευσε μόνης, οὐδὲν ἄτοπόν ἐστιν, ὡς δείξομεν· ἰστέον γὰρ ὅτι τριμεροῦς οὔσης τῆς ψυχῆς ἔστι γὰρ λόγος θυμὸς καὶ ἐπιθυμία) τέσσαρές εἰσιν αἱ ἀρεταὶ τῆς ψυχῆς· ἔστι γὰρ ἀνδρία δικαιοσύνη σωφροσύνη φρόνησις. καὶ τοῦτο εἰκότως· δεῖ γὰρ ἕκαστον μέρος τῆς ψυχῆς ἰδίᾳ κεκοσμῆσθαι ἀρετῇ, ὅθεν ὁ μὲν λόγος τῇ φρονήσει κεκόσμηται, ὁ δὲ θυμὸς τῇ ἀνδρίᾳ, ἡ δὲ ἐπιθυμία τῇ σωφροσύνῃ. καὶ ἐπειδὴ οὐ μόνον δεῖ ἕκαστον τῶν μερῶν ἰδίᾳ κεκοσμῆσθαι ἀρετῇ ἀλλὰ καὶ τὴν πρὸς ἄλληλα ἀρμονίαν καὶ εὐταξίαν φυλάττειν δεῖ, τούτου χάριν ἡ δικαιοσύνη διὰ πάντων πεφοίτηκεν, ἵνα μὴ ἐν ἑνὶ μόνῳ μέρει ἀλλ’ ἐν πᾶσι θεωρουμένη τοῖς μέρεσιν ἁρμονίαν καὶ εὐταξίαν φυλάξῃ. καὶ ὥσπερ ἐν τῷ παντὶ ὁρῶμεν τὰ μὲν μόνως ἄρχοντα οἷον τὰ θεῖα, τὰ δὲ καὶ ἄρχοντα καὶ ἀρχόμενα οἷον τὰ ἀνθρώπεια ταῦτα γὰρ καὶ ἄρχονται ἐκ τῶν θείων καὶ ἄρχουσι τῶν ἀλόγων ζῴων), τὰ δὲ μόνως ἀρχόμενα ὥσπερ τὰ ἄλογα ζῷα, τὸν αὐτὸν τρόπον καὶ ἐν τῷ ἀνθρώπῳ μικρῷ κόσμῳ ὄντι κατὰ τὸν Δημόκριτον ταῦτα θεωροῦνται, καὶ τὰ μὲν μόνως ἄρχουσιν ὥσπερ ὁ λόγος, τὰ δὲ καὶ ἄρχονται καὶ ἄρχου- σιν ὥσπερ ὁ θυμός ἄρχεται μὲν γὰρ οὗτος ἐκ τοῦ λόγου, ἄρχει δὲ τῆς ἐπιθυμίας), τὰ δὲ μόνως ἄρχονται ὥσπερ ἡ ἐπιθυμία. τούτων οὖν οὕτως ἐχόντων ἐπειδὴ ἡ δικαιοσύνη ὑπὲρ τὰς ἄλλας ἀρετάς ἐστιν ὥσπερ διὰ πάντων φοιτῶσα καὶ τὴν εὐταξίαν αὐτῶν φυλάττουσα, τούτου χάριν αὐτῆς ὡς ἀναγκαιοτάτης ἐμνήσθη. τρίτον δὲ τῆς δικαιο|σύνης μνημονεύσας καὶ 144v τὰς ἄλλας ἀρετὰς συμπεριέλαβε· καὶ γὰρ αἱ ἐπιστημονικαὶ ἀρεταὶ ἤγουν αἱ μετὰ λόγου ἀλλήλαις ἕπονται· καὶ γὰρ ὁ μετὰ λόγου ὢν σώφρων, τοῦτ’ ἔστιν ὁ γινώσκων διὰ τί ἐστι σώφρων, οἷον ὁ γινώσκων ὅτι δεῖ τινα εἶναι σώφρονα, ἐπειδὴ ἐκ τῆς ἀκολασίας ἀδικίαι καὶ πλεονεξίαι γίνονται, ὁ τοιοῦτος ἐξ ἀνάγκης καὶ ἀνδρεῖός ἐστι, διότι τὰ πάθη ὑποτάττει, ὁ τοιοῦτος δὲ καὶ φρόνιμός ἐστιν οἶδε γὰρ τὴν αἰτίαν, δι’ ἣν δεῖ τινα εἶναι σώφρονα), ὁ τοιοῦτος δὲ καὶ δίκαιός ἐστι· καὶ γὰρ ἐκ τῶν σωματικῶν ἡδυπαθειῶν ἀδικίαι γίνονται. πρόσκειται δὲ ‘αἱ ἐπιστημονικαὶ ἀρεταί’ διὰ τὰς φυσικάς· φυσικαὶ δέ εἰσιν αἱ ἀπὸ κράσεως οὖσαι· αὗται γὰρ οὐχ ἕπονται ἀλλήλαις· καὶ γὰρ ὁ ἀπὸ κράσεως ὢν σώφρων οὐ πάντως ἐστὶ καὶ ἀνδρεῖος ἢ φρονι- 1 αἱ om. V 2 καὶ φρόν. T δὴ] δὲ Κ δικαιοσύνης V2: φρονήσεως KTV1 3 φρονήσεως Vat. 2253: δικαιοσύνης KTV 4 post δέ add. ὅτι T 5 ἐδείξαμεν KV1 γὰρ] δὲ KV 7 αἱ om. T 7. 8 ἐστὶ γὰρ—φρόνησις om. T 11. 12 εὐτ. καὶ ἀρμ. colloc. T 12 δεῖ om. T 14 παντὶ] παρόντι T 15 ἄρχοντα (prius)] ἄρχουσι KV1 καὶ ἄρχοντα καὶ ἀρχόμενα] καὶ (καὶ om. V) ἄρχονται καὶ ἄρχουσιν KV 16 ἐκ] ὑπὸ T 17 ὥσπερ] ὡς οἷον T ζῷ om. T 18 κατὰ τὸν Δημόκp.] fr. 34 Diels cf. Zelleri Phil. Gr. I5 p. 901 19.20 ὡς T 19 καὶ (post δὲ) om. TV 20 ἐκ] ὑπὸ T 21 τὰ] ταῦτα V 25 ἤγουν om. T 26 ὁ om. T 29 διότι] ὅτι Κ 32 πρόσκεινται V αἱ om. KT 34 ὢν om. T παντὸς T alt. καὶ Vat. 2253: ἢ KTV μος ἢ δίκαιος· αὗται γὰρ καὶ ἀνδραποδώδεις καὶ ἄλογοι καλοῦνται, καὶ ἀνδραποδώδεις μέν, διότι ἐξ ἀνάγκης ταῖς κράσεσιν ἕπονται· καὶ γὰρ ὁ ψυχροτέρας ὢν κράσεως ἐξ ἀνάγκης ἐστὶ σώφρων. ἄλογοι δὲ καλοῦνται, ἢ ἐπειδὴ ὁ ἐκ κράσεως ὢν σώφρων οὐ πάντως μετὰ λόγου ἐστὶ σώφρων οὐδὲ γὰρ πάντως γινώσκει τὴν αἰτίαν, δι’ ἣν δεῖ τινα εἶναι σώφρονα), ἡ ἄλογοι λέγονται, ἐπειδὴ καὶ ἐν τοῖς ἀλόγοις ζῴοις θεωροῦνται, ὥσπερ ἡ μὲν τρυγὼν ἐκ φύσεως ἐστι σώφρων ἡ δὲ ἀλώπηξ φρόνιμος ὁ δὲ λέων ἀνδρεῖος ὁ δὲ πελαργὸς δίκαιος· καὶ γὰρ οὗτος γηράσαντα τὸν πατέρα γηροτροφεῖ. ἢ καὶ πάλιν ‘ἐπιστημονικαί’ πρόσκειται διὰ τὰς ἠθικὰς ἀρετάς· ἠθικαὶ δέ εἰσιν αἱ ἀπὸ παραδόσεως τινος καὶ παραγγελίας οὖσαι, οἷον ὡς ὅταν τις ἀπὸ παραδόσεως ἢ παραγγελίας τινός ἐστι σώφρων. αὗται δὲ οὐχ ἕπονται ἀλλήλαις· καὶ γὰρ ἐνδέχεταί τινα εἶναι σώφρονα ἀπὸ παραδόσεως καὶ μὴ εἶναι φρόνιμον. ἐν οἷς ἡ πρᾶξις. Πράξις ιγ΄. Μετὰ τὸ τὸν Πλάτωνα καὶ τὸν Πυθαγόραν διχῶς ὁρίσασθαι τὴν φιλοσοφίαν, τὸν μὲν ἐκ τοῦ ὑποκειμένου τὸν δὲ ἐκ τοῦ τέλους, ἔρχεται ὁ Σταγειρίτης, φημὶ δὴ ὁ Ἀριστοτέλης (Στάγειρα γάρ ἐστι πόλις τῆς Μακεδονίας, ὅθεν ἦν ὁ Ἀριστοτέλης), καὶ ὁρίζεται αὐτὴν οὐ σμικρόν τι φρονῶν, καθὸ μονοειδῶς αὐτὴν ὡρίσατο ἑκατέρου ἐκείνων διχῶς αὐτὴν ὁρισαμένου, ἀλλὰ μέγα καὶ ἐπηρμένον φρονῶν, καθὸ ἐκ τῆς ὑπεροχῆς αὐτὴν ὡρίσατο λέγων ‘φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν’. ἀλλὰ δεῖ ζητῆσαι τί βούλεται ἑκάτερος τῶν ἀναδιπλασιασμῶν, τοῦτ’ ἔστι τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν· ἤρκει γὰρ εἰπεῖν ὅτι φιλοσοφία ἐστὶ τέχνη καὶ ἐπιστήμη. καὶ ἔστιν εἰπεῖν ὅτι διὰ τοῦ πρώτου ἀναδιπλασιασμοῦ, τοῦ τέχνη τεχνῶν, βασιλεῖ παρείκασε τὴν φιλοσοφίαν, διὰ δὲ τοῦ δευτέρου ἀναδιπλασιασμοῦ, τοῦτ’ ἔστι τοῦ ἐπιστήμη ἐπιστημῶν, θεῷ· ὥσπερ γὰρ ἄρχοντα ἀρχόντων λέγοντες δηλοῦμεν τὸν βασιλέα, τὸν αὐτὸν τρόπον καὶ τέχνην τεχνῶν λέγοντες τὴν φιλοσοφίαν I βασιλεῖ αὐτὴν παρεικάζομεν. καὶ πάλιν ὥσπερ βασιλέα βασιλέων 145r λέγοντες δηλοῦμεν τὸν θεόν, τὸν αὐτὸν τρόπον καὶ ἐπιστήμην ἐπι- στήμων λέγοντες τὴν φιλοσοφίαν θεῷ αὐτὴν παρεικάζομεν· καὶ γὰρ κρείττων ἡ ἐπιστήμη τῆς τέχνης, καθὸ ἡ ἐπιστήμη δίδωσι τῇ τέχνῃ τὰς ἀρχάς· καὶ γὰρ ὁ γραμματικὸς οἶδε μὲν ὅτι τὸ ἡ καὶ τὸ ὒ μακρά ἐστι, τὴν δὲ 1 tert. καὶ] καὶ γὰρ V: om. T 3. 4 ἄλογοι—σώφρων om. Κ 5 πάντως (ante γινώσκει) om. T 5. 6 ἡ ἄλ.] ἄλογοι δέ Κ 7 ἡ δὲ] καὶ ἡ T 7.8 ὁ δὲ] καὶ ὁ T (bis) 9 πρόσκεινται K1V 10​ ἠθ. δὲ ἀρεταί εἰσιν T 12 παραδόσεως] φύσεως Κ: παραγγελίας T 13 καὶ μὴ εἶναι] οὐχὶ δὲ καὶ V2 ἐν οἷς ἡ πp. om. TV 15 τὸ om. V διχῶς ὁp.] διαχωρίσασθαι V1 17 φηρὶ δὴ ὁ om. T ὁ Ἀριστ.] cf. Metaph. Α 2 p. 982a4sq. 17. 18 Στάγειρα—ὁ Ἀριστοτέλης om. T 18 αὑτὴν] ταύτην Κ 19 ὡρισαμένου V 22 τί βούλεται om. T ἑκατέρους T 25. 26 τοῦτ’ ἔστι om. T 26 λέγοντες] λέγομενκαὶ T 31 ἡ μὲν ἐπιστ. (alt.l.) K 32 μὲν om. T αἰτίαν τῇ μουσικῇ παρπέμπει. ὥσπερ δὲ ὁ βασιλεὺς οὐ ῥυποῖ ἑαυτὸν ἀμέσως τῷ πολλῷ ὄχλῳ διαλεγόμενος, ἀλλ’ ἵστησιν ἄρχοντας, δι’ ὧν καὶ τῶν ἐσχάτων φροντίδα ποεῖται, τὸν αὐτὸν τρόπον καὶ ἡ φιλοσοφία προβάλλεται τὰς τέχνας, δι’ ὧν τὰ ὑποβεβλημένα αὐτῇ γινώσκει. καὶ πάλιν ὥσπερ τὸ θεῖον ἔχει δυνάuεις τινάς. δι’ ὧν τῶν τῇδε προνοεῖται, οὕτω καὶ ἡ φιλοσοφία προβάλλεται τὰς ἐπιστήμας, δι’ ὧν τὰ ὑποβεβλημένα αὐτῇ γινώσκει. Ἄλλως τε δὲ διὰ τοῦτο εἶπε τὴν φιλοσοφίαν τέχνην τεχνῶν καὶ ἐπιστήμην ἐπιστημῶν, ἐπειδὴ ὃν λόγον ἔχουσι τὰ ὑποκείμενα πρὸς τὰς τέχνας καὶ ἐπιστήμας, τοῦτον τὸν λόγον ἔχουσι καὶ αί ἐπιστῆμαι καὶ αἱ τέχναι πρὸς τὴν φιλοσοφίαν· καὶ γὰρ τῇ ἰατρικῇ ὑπόκεινται τὰ ἀνθρώπεια σώματα, τῇ δὲ φιλοσοφίᾳ αὐτὴ ἡ ἰατρικὴ ὑπόκειται. καὶ πάλιν τῇ ἀστρονομίᾳ ὑπόκεινται τὰ οὐράνια σώματα, τῇ δὲ φιλοσοφίᾳ αὑτὴ ἡ ἀστρονομία ύπόκειται. ἔτι δὲ διὰ τοῦτο εἶπε τὴν φιλοσοφίαν τέχνην τεχνῶν καὶ ἐπιστήμην ἐπιστημῶν, ἐπειδὴ αὕτη μὲν τὴν φύσιν τῶν πραγμάτων γινώσκει, τὰ δὲ παρεπόμενα δίδωσι γινώσκειν ταῖς τέχναις καὶ ἐπιστήμαις· καὶ γὰρ αὕτη λαμβάνουσα κατὰ τὴν γνῶσιν τὸ εἶδος καὶ τὴν ὕλην ἀποτελεῖ τὰ τέσσαρα στοιχεῖα καὶ ἐκ τούτων ἀποτελεῖ τὰ ὁμοιομερῆ καὶ ἐκ τῶν ὁμοιομερῶν τὰ ὀργανικὰ καὶ ἐκ τούτων τὸ ἀνθρώπειον σῶμα, καὶ λοιπὸν τὰ ἄλλα δίδωσι γινώσκειν τῇ ἰατρικῇ, φημὶ δὲ τὴν νόσον καὶ τὴν ὑγίειαν, οὐχ ὡς ἀγνοοῦσα αὐτά γινώσκει γὰρ καὶ ταῦτα), ἀλλ’ ὡς μὴ βουλομένη καταρρυποῦν ἑαυτὴν καὶ ἐπὶ τὰ ἔσχατα ἔρχεσθαι. καὶ πάλιν ἡ φιλοσοφία γινώσκει τὴν φύσιν τῆς φωνῆς, τὰ δὲ παρεπόμενα δίδωσι τῇ γραμματικῇ, τοῦτ’ ἔστι τοὺς τόνους καὶ τὰ πνεύματα. καὶ πάλιν ἡ φιλοσοφία γινώσκει τὰ σχήματα καὶ τὴν φύσιν τῆς γεωμετρίας, τὰ δὲ λοιπὰ δίδωσι τῇ γεωμετρίᾳ γινώσκειν, οἷον ὅτι τὸ σημεῖον ἀμερές ἐστιν. ἔτι δὲ διὰ τοῦτο εἶπε τὴν φιλοσοφίαν τέχνην τεχνῶν καὶ ἐπιστήμην ἐπιστημῶν, ἐπειδὴ ταῖς τέχναις καὶ ταῖς ἐπιστήμαις αὕτη δίδωσι τὰς ἀρχάς· καὶ γὰρ ἡ γραμματική, ὡς εἴρηται, οἶδεν ὅτι τὸ ηݲ καὶ τὸ ωݲ μακρά ἐστι, τὴν δὲ αἰτίαν οὐκ οἶδεν, ἀλλὰ παραπέμπει ταύτην τῇ μουσικῇ. καὶ πάλιν ὁ ἰατρὸς οἶδεν ὅτι ἐκ τῶν τεσσάρων στοι- χείων τὰ ἀνθρώπεια συνίστανται σώματα, τὴν δὲ αἰτίαν παραπέμπει τῇ φυσικῇ φιλοσοφίᾳ. καὶ πάλιν ὁ γεωμέτρης οἶδεν ὅτι τὸ σημεῖον ἀμερές ἐστι, τὴν δὲ αἰτίαν παραπέμπει τῇ φυσικῇ φιλοσοφίᾳ· οὐδὲ γὰρ οἶδε τὴν αἰτίαν, I δι’ ἣν τὸ σημεῖον ἀμερές ἐστι. πάλιν ἡ ῥητορικὴ κέχρηται τῷ 145v τοιῷδε δικαίῳ, τοῦτ’ ἔστι τῷ πολιτικῷ, τὴν δὲ φύσιν οὐκ οἶδε τοῦ δικαίου, ἀλλὰ ταύτην ὁ φιλόσοφος οἶδεν. ὅθεν ἀγνοοῦντες οἱ ῥήτορες τὴν φύσιν τοῦ δικαίου μᾶλλον αἱροῦνται ἀδικεῖν ἤπερ ἀδικεῖσθαι, ὁ δὲ φιλόσοφος ὡς γινώσκων τὴν φύσιν τοῦ δικαίου οὐδὲν μὲν τούτων αἱρεῖται, εἰ δὲ καὶ συμβῇ αἱρεῖσθαί τι τούτων τὸν φιλόσοφον, μᾶλλον αἱρεῖται ἀδικεῖσθαι ἢ 2 ἄρχοντα V 4 αὐτῇ] αὐταῖς V2 4. 6 καὶ πάλιν—γινώσκει om. KV (καὶ πάλιν—προνοεῖται suppl. V2) 10 ὑπόκειται T 14. 15 αὕτη] αὐτὴ KV 19 δὲ] δὴ T 20 ταῦτα] αὐτὰ KV 25 δὲ om. Κ 26 ἐπειδὴ in mrg. suppl. V2 27 αὕτη] αὐτὴ KV 29 τῶν om. Κ 33 καὶ πάλιν T 37 μὲν om. T καὶ supra scr. Κ ἀδικεῖν· καὶ γὰρ λέγουσιν ὅτι οὐ δύναταί τίς τινος ψυχὴν ἀδικῆσαι, εἰ μὴ ἄρα αὐτὸς τὴν ἰδίαν ψυχὴν ἀδικήσῃ ἄδικά τινα καὶ ἄτοπα διαπραττόμενος· καὶ γὰρ ὁ ἀδικῶν τινα ἢ περὶ τὸ σῶμα αὐτὸν ἀδικεῖ διὰ τοῦ πληγὰς αὐτῷ ἐπιφέρειν ἢ περὶ τὰ ἐκτός, ἤγουν τὰ χρήματα, διὰ τοῦ ἀφαρπάζειν τὴν οὐσίαν αὐτοῦ.. αὐτὸς δὲ τὴν ὕπαρξιν ἐν τῇ ψυχῇ ἔχει· τὸ γὰρ σῶμα ὄργανόν ἐστι τῆς ψυχῆς. ὅθεν λέγομεν ὅτι ἔστιν ἐγὼ καὶ ἐμὸν καὶ τὰ τοῦ ἐμοῦ, καὶ ἐγώ μὲν ἔλεγον τὴν ψυχήν, καθὸ ἕκαστος τὴν ὕπαρξιν ἐν τῇ ψυχῇ ἔχει, ἐμόν δὲ ἔλεγον τὸ σῶμα καὶ γὰρ ὄργανον τῆς ψυχῆς τὸ σῶμά ἐστι), τὰ τοῦ ἐμοῦ δὲ ἔλεγον τὰ ἐκτός· καὶ γὰρ τὰ κτήματα τοῦ σώματός εἰσιν. ὁ οὖν ἀδικῶν εἰ μὴ τὴν ἰδίαν ψυχὴν οὐκ ἀδικεῖ. Ἰστέον δὲ ὅτι οὐ μόναις ταῖς ἐπιστήμαις ταῖς λογικαῖς τέχναις ἡ φιλοσοφία δίδωσι τὰς ἀρχὰς ἀλλὰ καὶ ταῖς βαναύσοις τέχναις. ἰστέον δὲ ὅτι βάναυσοι τέχναι καταχρηστικῶς μὲν πᾶσαι αἱ ἄλογοι λέγονται, κυρίως δὲ αἱ διὰ πυρὸς ἐργαζόμεναι λέγονται βάναυσοι παρὰ τὸ βαίνειν περὶ τὸν αὐσόν· αὐσὸς δέ ἐστιν ἡ κάμινος παρὰ τὸ ἀτμόν τινα ἀφιέναι· καὶ γὰρ ὁ τέκτων γινώσκει μὲν ὅτι τῇ στάθμῃ, ἤγουν τῷ σχοινίῳ, διακρίνεται τὰ ὀρθὰ καὶ τὰ καμπύλα ξύλα, ὅθεν καὶ ὁ ποιητὴς δηλοῖ λέγων ἐπὶ στάθμην ἴθυνε, τὴν δὲ αἰτίαν, δι’ ἣν τῇ στάθμῃ διακρίνεται, οὐκ οἶδεν ἀλλὰ παραπέμπει τὴν αἰτίαν τῷ φιλοσόφῳ· τούτου γὰρ τὴν αἰτίαν ὁ γεωμέτρης οἶδε. ταῦτα μὲν ἐν τούτοις. ἰστέον δὲ ὅτι ἄλογοι τέχναι λέγονται οὐ παρὰ τὸ μὴ ἔχειν λόγον καὶ αἰτίαν, εἰ καὶ μὴ ὁ τεχνίτης ἐπίσταται τὴν αἰτίαν ἀλλ’ ἐπειδὴ δύναταί τις καὶ μὴ φθεγγόμενος μετέρχεσθαι αὐτάς· δύναται γὰρ ὁ τέκτων καὶ μὴ λαλῶν ἀποτελέσαι θρόνον. ἰστέον δὲ ὅτι οὐ μόνον τὰς ἀρχὰς ταῖς τέχναις καὶ ταῖς ἐπιστήμαις ἡ φιλοσοφία δίδωσιν, ἀλλὰ καὶ ἐπανορθοῦται τὰ ἐν αὐταῖς ἡμαρτημένα· καὶ γὰρ οἱ μὲν γραμματικοὶ τὴν φωνὴν ὁρίζονται πληγὴν ἀέρος, ὁ δὲ φιλόσοφος διορθούμενος λέγει ὅτι κακῶς ἔχει ὁ ὅρος· οὐδὲ γὰρ ἀντιστρέφει· εἴ τι μὲν γὰρ φωνή, τοῦτο πληγὴ ἀέρος, οὐκ εἴ τι δὲ πληγὴ ἀέρος, τοῦτο φωνή· καὶ γὰρ ἐὰν ἐρίῳ πλήξω τὸν ἀέρα, οὐκ ἀποτελεῖ φωνήν. θέλουσι δὲ οἱ εὖ ἔχοντες ὅροι ἀντιστρέφειν, ὡς ἐμάθομεν. | ὁρίζονται δὲ τὴν φωνὴν οὕτως· φωνή ἐστιν ἀποτέλεσμα τοῦ ἐν ἡμῖν ἀποτεθησαυρισμένου 146r πνεύματος διοδευομένη διὰ τραχείας ἀρτηρίας καὶ εἰδοποιουμέην διὰ γλώττης καὶ ἐπιγλωττίδος. ἔτι δὲ διὰ τοῦτο εἶπε τὴν φιλοσοφίαν τέχνην τεχνῶν καὶ ἐπιστήμην ἐπιστημῶν, ἐπειδὴ αἱ τέχναι καὶ αἱ ἐπιστῆμαι κέχρηνται καὶ ὅροις καὶ διαιρέσεσι καὶ ἀποδείξεσι· μήτηρ δὲ τούτων ἡ φιλοσοφία ἐστίν. ἐν οἷς ἡ πρᾶξις. 2 ἀδικήσῃ] ἀδικήσει KT: compend. V 3 τοῦ] τό T 4 post ἤγουν add. περὶ T τοῦ] τὸ T 7 ἑκάστω V 8 ἔχειν V 9 ἐστι post ὄργ. (8) coll. T 12. 13 ἰστέον δὲ ὅτι ομ. T: δὲ om. Κ 13 βάναυσοι δὲ T 14 λέγ. βάναυσοι om. T περὶ] παρὰ V 15 αὐσός δὲ] αὐσον δὲ V: ὁ αὐσός Brand. 17 τὰ (ante καμπύλα) om. Κ ὁ ποιητὴς] Hom. ε 245 alias 18 στάθμης Κ 19 διακρίν.] διαμύνεται 20 pr. τὴν αἰτίαν om. T 21 ἰστἐον—θρόνον (24) eicias 23 μετέρχεσθαι in mrg., ἐργάζεσθαι in contextu K 30 ἐμάθομεν] cf. p. 19,10 31 τὴν om. T 33 δὲ om. Κ 34 post ἐπειδὴ add. καὶ KT αἱ (ante ἐπιστ.) om. T 36 ἐν οἷς ἡ πp.] τέλος V: om. T Πρᾶξις Ιδ΄. ᾿Επειδὴ ἀνωτέρω ὅλον ὡς ὅλον τὸν ὁρισμὸν μεμαθήκαμεν, ἔλθωμεν καὶ τὰ μέρη αὐτοῦ πολυπραγμονήσωμεν. ἰστέον δὲ ὅτι φασί τινες ὡς ὅτι κακῶς τὴν φιλοσοφίαν τέχνην τεχνῶν εἴπατε εἶναι· εἰ γὰρ τέχνη τεχνῶν ἐστι, δῆλον ὅτι καὶ τέχνη ἐστίν· εἰ δὲ τέχνη ἐστί, δῆλον ὅτι πταιστή ἐστιν, ὅπερ ἄτοπον. πρὸς οὓς ἔστιν εἰπεῖν ὅτι οὐ πάντως τὰ ἅμ λεγόμενα καὶ ἰδίᾳ λέγεται· ἰδοὺ γὰρ λέγεται νεκρὸς ἄνθρωπος, καὶ οὐ δύναται λέγεσθαι ἄνθρωπος, διότι οὐκ ἔχει τὰ ἴδια τοῦ ἀνθρώπου· οὔτε γὰρ ἔμψυχός ἐστιν οὔτε αἰσθητικός. καὶ πάλιν λέγεται λιθίνη ναῦς, καὶ οὐ λέγεται μόνον ναῦς, διότι οὐ νήχεται ὥσπερ ἡ ναῦς. καὶ πάλιν ὡς ἐπὶ τοῦ γρίφου ἤγουν τοῦ αἰνίγματος τοῦ λέγοντος ‘ ἄνθρωπος οὐκ ἄνθρωπος, ἄνθρωπος δὲ ὅμως, ὄρνιν οὐκ ὄρνιν, ὄρνιν δ’ ὅμως, ἐπὶ ξύλου καὶ οὐ ξύλου καθημένην λίθῳ τε καὶ οὐ λίθῳ βαλὼν διώλεσε’• λέγει δὲ ὅτι εὐνοῦχος νυκτερίδα καθημένην ἐν νάρθηκι ῥίψας κίσσηριν ἐφόνευσε. καὶ ἄνθρωπον μὲν οὐκ ἄνθρωπον ἐχάλεσε τὸν εὐνοῦχον, ἄνθρωπον μέν, διότι ἐπιδέχεται τὸν ὅρον τοῦ ἀνθρώπου καὶ αὐτὸς γὰρ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν ἐστιν), οὐκ ἄνθρωπον δέ, διότι οὐ γεννᾷ ὅμοιον ἑαυτῷ ὥσπερ ὁ τέλειος ἄνθρωπος. ὄρνιν οὐκ ὄρνιν τὴν νυκτερίδα ἐκάλεσεν, ὄρνιν μέν, διότι ἵπταται, οὐκ ὄρνιν δέ διότι οὐκ ᾠοτοκεῖ ὥσπερ τὰ ἄλλα ὄρνεα ἀλλὰ ζῳοτοκεῖ, καὶ πάλιν ἡ νυκτερὶς σάρκινα πτερὰ ἔχει, ὅπερ τοῖς ἄλλοις ὀρνέοις οὑ παρέπεται. ξύλον δὲ καὶ οὐ ξύλον τὸν νάρθηκα ἐκάλεσε, ξύλον μέν, διότι ξυλοειδές ἐστιν, οὐ ξύλον δέ, διότι οὐκ ἔστι στερέμνιον ὥσπερ τὰ ἄλλα ξύλα. λίθον δὲ καὶ οὐ λίθον τὴν κίσσηριν εἶπε, λίθον μέν, διότι λιθοειδές ἐστιν, οὐ λίθον δέ, διότι οὐκ ἔστι στερρά, ὥσπερ οἱ ἄλλοι λίθοι, ἀλλὰ σομφώδης, ἤγουν χαῦνόν τί ἐστιν. ὡς οὖν εἴρηται, οὐ πάντως τὰ ἅμα λεγόμενα καὶ ἰδίᾳ λέγονται, ὥσπερ καὶ ἐκ τοῦ ἐναντίου οὐ πάντως τὰ ἰδίᾳ λεγόμενα καὶ ἅμα δύνανται λέγεσθαι· ὑποκείσθω γάρ τις Σίμων τὴν τέχνην σκυτεὺς καὶ τοὺς μὲν τρόπους ἀγαθὸς τὴν δὲ τέχνην φαῦλος· ἐπὶ τούτου τὰ ἰδίᾳ λεγόμενα καὶ ἅμα οὐ δύναται λέγεσθαι· οἷόν τι λέγω ‘Σίμων σκυτεύς ἐστι’, καὶ πάλιν ‘Σίμων ἀγαθός ἐστιν’, I οὐ δύναμαι δὲ ταῦτα ἅμα εἰπεῖν πάντα, οἷον ‘Σίμων σκυτεὺς 146v ἀγαθός ἐστιν’, ἐπεὶ εὑρίσκεται ἀγαθός ἐπὶ τοῦ σκυτέως, ὅπερ ἄτοπον· ὑπεθέμεθα γὰρ αὐτὸν κατὰ τὴν τέχνην φαῦλον. ὥστε οὖν ὁ εἰπὼν τέχνην τεχνῶν τὴν φιλοσοφίαν οὐκ εἶπεν αὐτὴν τέχνην· ὡς γὰρ εἴρηται, οὐ πάντως τὰ ἅμα λεγόμενα καὶ ἰδίᾳ λέγονται. ἄλλως τε δὲ εἰ καὶ τέχνην αὐτὴν 2 ἐπειδὴ δὲ γ’ ὡς ὅλον om. V alt. ὅλον] ὅρον ’ 3 μέρη] περὶ T δὲ om. T alt. ὅτι eicias 7 καὶ ἰδοὺ γὰρ V 7. 8 δύν. λέγ. ἄνθp.] λέγεται ἄνθp. μόνον T 8 διότι] ὅτι T 9 λέγεται (ante μόνον) om. T 14 κσσήριον V1 15 post εὐνοῦχον add. καὶ V διότι] δὴ ὅτι V 17. 19 διότι] ὅτι T 18 ὅτι K ἵππαται V 19 post ζῳοτοκεῖ add. οὐδὲ γὰρ τίκτει ὠόν, ἀλλὰ ζῶον τὸ ζ. αὐτό V) KV 22 alt. δὲ om. Κ 24 χαύνη (τί ἐστιν om.) T 27 καὶ om. Κ 28 τέχνην δὲ colloc. V δύνανται T 29.30 ἐστι—σκυτεὺς om. T 30 πάντα om. K 32 ὁ om. KV εἰπεῖν V εἶπεν, οὐδὲν ἄτοπον· πολλάκις γὰρ τὸ τῆς τέχνης ὄνομα καὶ ἐπὶ τῆς ἐπιστήμης λαμβάνεται· καὶ γὰρ ὁ Πλατῶν ἐν τῷ Γοργίᾳ τῷ διαλόγῳ τὴν ἐπιστήμην τέχνην ἐκάλεσε· φησὶ γὰρ ‘τίνος σε φῶμεν τέχνης ἐπιστήμονα;’ ἀντὶ τοῦ ἐπιστήμης· ὁ γὰρ ἐπιστήμων ἐπιστήμης ἐστὶν ἐπιστήμων. ἐν δὲ τῷ Σοφιστῇ τῷ διαλόγῳ τὸν δημιουργὸν τεχνίτην ἐκάλεσε, καὶ ταῦτα πάντα ἀπταίστως γινώσκοντα. ἔτι δὲ εἰ ἄρα οὗτος ὁ ὅρος ἐκ τῆς ὑπεροχῆς ἐστιν, ὁ δὲ ὑπερέχων οὐκ ἔστι ταὐτὸν τῷ ὑπερεχομένῳ ἀλλὰ κρείττων, δῆλον ὅτι καὶ ἡ φιλοσοφία ὡς ὑπερέχουσα τῆς τέχνης οὐκ ἔστι ταὐτὸν τῇ τέχνῃ. ταῦτα μὲν ἐν τούτοις. λέγουσι δέ τινες· διὰ τί τὴν φιλοσοφίαν ἐπιστήμην ἐπιστημῶν ἐκάλεσε; τί γάρ; ἔστιν ἄλλη ἐπιστήμη παρὰ ταύτην; καὶ ἔστιν εἰπεῖν ὅτι διττή ἐστιν ἡ ἐπιστήμη, ἡ μὲν ἐνυπόθετος ἡ δὲ ἀνυπόθετος. καὶ ἐνυπόθετος μέν ἐστιν ἡ λαμβάνουσα ἀρχὰς δεομένας ἀποδείξεων καὶ ὧν τὴν αἰτίαν ἀγνοεῖ, οἷον ὡς ὅταν ὁ γεωμέτρης λάβῃ όμολογούμενον ὅτι τὸ σημεῖον ἀμερές ἐστι, καὶ τούτου τὴν αἰτίαν οὐκ οἶδεν ἀλλὰ παραπέμπει τῷ φυσικῷ φιλοσόφῳ. ἀνυπόθετος δέ ἐστιν ἡ λαμβάνουσα κοινὰς ἐννοίας μὴ δεομένας ἀποδείξεων, οἷον ὡς ὅταν εἴπωμεν ὅτι ὁ θεὸς ἀγαθός ἐστιν· αὕτη γὰρ κοινὴ ἔννοιά ἐστι· πᾶς γὰρ ὁμολογεῖ ὅτι ὁ θεὸς ἀγαθός ἐστι καὶ οὐ δέεται τοῦτο ἀποδείξεως. ταῦτα μὲν ἐν τούτοις. Ἐπειδὴ δὲ τέχνης καὶ ἐπιστήμης ἐποιησάμεθα μνήμην, ἔλθωμεν καὶ περὶ τούτων διαλάβωμεν. ἀλλὰ πρὸ τούτου ὀλίγα τινὰ περὶ γνώσεως εἴπωμεν. ἰστέον ὅτι γνῶσις ἢ μερική ἐστιν ἢ καθόλου καὶ ἢ μετὰ λόγου ἐστὶν ἢ ἄνευ λόγου, ὥστε ἐκ τούτων τέσσαρά τινα γίνεσθαι· ἔστι γὰρ πεῖρα, ἐμπειρία, τέχνη, ἐπιστήμη. καὶ πεῖρα μέν ἐστιν ἡ ἑνὸς πράγματος ἄλογος γνῶσις, οἷον ὡς ὅταν τις ἓν μόνον ἐπίσταται βοήθημα καὶ τούτῳ κέχρηται μὴ γινώσκων τὴν αἰτίαν μηδὲ τὸ πῶς ὤφειλε χρήσασθαι αὐτῷ. ἐμπειρία δέ ἐστιν ἡ τῶν καθόλου ἄλογος γνῶσις, οἷον ὡς ἐπὶ τῶν ἐμπειρικῶν ἰατρῶν· οὗτοι γὰρ πολλὰ βοηθήματα γινώσκουσι, τὴν δὲ αἰτίαν οὐ γινώσκουσιν. ἐμπειρία οὖν ἐστι μνήμη καὶ τήρησις ἄλογος ἀνθρωπίνη τῶν πολλάκις καὶ ὡσαύτως ὀφθέντων· ὁ γὰρ ἐμπειρικὸς ἰατρὸς μνημονεύων καὶ τηρῶν τὰ πολλάκις καὶ ὡσαύτως ὀφθέντα κέχρηται τοῖς βοηθήμασι. τέχνη δέ ἐστιν ἡ τῶν καθόλου γνῶσις μετὰ λόγου, ἢ τέχνη ἐστὶν ἕξις ὁδῷ βαδίζουσα ζουσα μετὰ φαντασίας· καὶ γὰρ ἡ | τέχνη ἕξις τις καὶ γνῶσίς ἐστιν, ἀλλὰ 147r καὶ ὁδῷ βαδίζει· πάντα γὰρ κατὰ τάξιν ποιεῖ. μετὰ φαντασίας δὲ πρόσκειται διὰ τὴν φύσιν· καὶ γὰρ ἡ φύσις ἕξις ἐστίν ἔχει γὰρ τὸ εἶναι ἐν τοῖς ἔχουσιν αὐτήν, οἷον ἐν ἀνθρώπῳ, ἐν λίθῳ, ἐν ξύλῳ) καὶ ὁδῷ βαδίζει κατὰ 1 εἴπομεν T post οὐδὲν add. εἴπομεν T 2 ἐν τῷ Γοργίᾳ] p. 449 A 5 ἐν δὲ τῷ Σοφ.] p. 219 Α 6 γινώσκων KV οὗτος] αὐτὸς V 7 κρεῖττον Κ1 10 ἔστιν TV2: ἔνι KV1 13 post ὅταν add. ἀγνοῶν Τ ὁ om. V 14 ὡς ὅτι V 16 οἷον om. Κ 17. 18 αὕτη γἀρ-ἀγαθός ἐστι in mrg. suppl. V2: om. KTV1 19 ἐποιησ. μνήμην] ἐμνημονεύσαμεν T 23 ἡ Vat. 2253: om. KTV 24 οἷον om. V 25 μηδὲ τὸ Vat. 2253: om. KTV ὀφείλει T 26 οἷον om. Κ post ἰατρῶν add. ἄλογος γνῶσις V 31 ἕξις post βαδίζ. colloc. T 34 καὶ γὰρ καὶ Κ 35 καὶ ὁδῷ δὲ T γὰρ τάξιν προέρχεται), ἀλλ’ οὐ μετὰ φαντασίας ὥσπερ ἡ τέχνη· καὶ γὰρ ὁ τεχνίτης κεχρημένος τῷ λόγῳ, ἡνίκα βούλεται τι ποιῆσαι, πρότερον διατυποῖ τυποῖ ἐν ἑαυτῷ ὃ βούλεται ποιῆσαι καὶ εἶθ’ οὕτως ἀποτελεῖ αὐτό, ἡ δὲ φύσις οὐδὲν τοιοῦτον ποιεῖ· οὐδὲ γὰρ προδιατυποῖ ἐν ἑαυτῇ ὃ βούλεται κατασκευάσαι. ἢ πάλιν τέχνη ἐστὶ σύστημα ἐκ καταλήψεων ἐμπειρίᾳ συγγεγυμνασμένη πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ. ἡ δὲ σαφήνεια τοῦ ὅρου τοῦτον ἔχει τὸν τρόπον· τέχνη ἐστὶ ‘σύστημα ἐκ καταλήψεων’, τοῦτ’ ἔστιν ἄθροισμα ἐξ ἐφευρέσεων καὶ γὰρ τῶν μὲν τόδε ἐφευρηκότων τῶν δὲ τόδε ἀπετελέσθη ἡ τέχνη), ‘ἐμπειρίᾳ συγγεγυμνασμένη’, τοῦτ’ ἔστι δεδοκιμασμένη μετὰ πολυπειρίας καὶ γὰρ μετὰ πολυπειρίας δοκιμάζονται τὰ θεωρήματα καὶ οὕτως ἀνατιθέασιν αὐτὰ τῇ τέχνῃ), ‘πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ’ πρόσκειται διὰ τὰς ματαιοτεχνίας καὶ κακοτεχνίας· αὗται γὰρ οὐκ εὐχρηστοῦσι τῷ βίῳ. καὶ ματαιοτεχνία μέν ἐστιν ἡ μήτε ὠφελοῦσα τὸν βίον μήτε βλάπτουσα ὡς ἐπὶ τοῦ νευροβάτου καὶ τοῦ κοντοπαίκτου, κακοτεχνία δέ ἐστιν ἡ πρὸς τῷ μὴ ὠφελεῖν τὸν βίον καὶ βλάπτουσα ὡς ἐπὶ τῶν γοήτων· οὗτοι γὰρ πρὸς οἷς οὐκ ὠφελοῦσι τὸν βίον ἀλλὰ καὶ βλάπτουσιν αὐτόν. ταῦτα μὲν καὶ περὶ τῆς τέχνης. ἐπιστήμη δέ ἐστιν ἡ τῶν καθόλου ἄπταιστος καὶ ἀμετακίνητος γνῶσις ἀπταίστως γὰρ γινώσκει τὰ γινωσκόμενα), ἢ γνῶσις ἄπταιστος τῶν ὑποκειμένων αὐτῇ πραγμάτων, καθὸ ἔχουσι φύσεως· ὡς γὰρ ἔχουσι φύσεως καὶ οἱονεὶ τὴν φύσιν τῶν ὑποκειμένων αὐτῇ πραγμάτων γινώσκει. ταῦτα μὲν ἐν τούτοις περὶ τῆς ἐπιστήμης. Ἀποροῦσι δέ τινες λέγοντες· εἰ ἄρα καὶ ἡ τέχνη μετὰ λόγου πάντα ποιεῖ καὶ ἡ ἐπιστήμη μετὰ λόγου πάντα ποιεῖ, κατὰ τί διαφέρουσιν ἀλλήλων; καὶ λέγουσί τινες ὅτι διαφέρει ἡ ἐπιστήμη τῆς τέχνης, καθὸ ἡ μὲν ἐπιστήμη ἄπταιστός ἐστιν ἡ δὲ τέχνη πταιστή. πρὸς οὓς ἔστιν εἰπεῖν ὅτι κακῶς λέγετε· καὶ γὰρ ἡ τέχνη κατὰ τοὺς οἰκείους λόγους ἄπταιστός ἐστιν, ἀλλὰ παρὰ τὴν τοῦ ὑποκειμένου αἰτίαν δοκεῖ πταιστὴ εἶναι, ὡς μετ’ ὀλίγον δείξομεν. ἔστιν οὖν εἰπεῖν ὅτι διαφέρει ἡ ἐπιστήμη τῆς τέχνης κατὰ τὸ ὑποκείμενον· καὶ γὰρ ἡ μὲν τέχνη περὶ τὰ ῥευστὰ καταγίνεται καὶ μὴ ἀε.ὶ ὡσαύτως ἔχοντα· οἷον ἡ ἰατρικὴ περὶ τὰ ἀνθρώπεια σώματα καταγίνεται, ἅτινα ῥευστά εἰσι καὶ οὐκ ἀεὶ ὡσαύτως ἔχουσι. καὶ πάλιν ἡ γραμματικὴ περὶ λέξεις καταγίνεται, αἵτινες οὐκ ἀεὶ ὡσαύτως ἔχουσι· καὶ γὰρ αἱ λέξεις ἄλλοτε ἄλλως | ἔχουσι· ποτὲ μὲν γὰρ τοιώσδε εἰσιν εἰσφερόμεναι ποτὲ δὲ 147v τοιώσδε. ὅθεν νομίζονται αἱ τέχναι πταισταὶ εἶναι. τοῦτο δὲ γίνεται παρὰ 1 τάξιν γὰρ colloc. K 5 ἐκ καταλ.] ἐγκαταλήψεων V (constanter) 5. 6 συγγεγυμν.] γεγυμνασμένη T 11 ἀνατίθεσθαι ἄν V1: ἀνετίθεσαν V2 12 post βίῳ add. τοῦτο V2 12 καὶ κακοτεχνίας in mrg. suppl. Κ 15 τῷ] τὸ T μὴ] μηδὲν V 16 ἀλλὰ καὶ] μᾶλλον KT 17 αὐτόν om. KT ταῦτα-τἐχνης om. Τ τῆς om. Κ 21 ante γινώσκει add. ἀκριβῶς T 23 πάντα μετὰ λόγου colloc. T 24 καὶ ἡ ἐπιστ—ποιεῖ ποιεῖ Vat. 2253: καὶ ἡ ἐπιστήμη πάντα V2: om. KTV1 διαφέρει V 27 λέγεται TV καὶ γὰρ καὶ T 28 εἶναι πταιστή colloc. T 30 τὰ om, T 34 γὰρ om. Κ 35 παρὰ] περὶ T τὴν τοῦ ὑποκειμένου αἰτίαν· καὶ γὰρ τοῦ ὑποκεμένου ῥευστοῦ ὄντος καὶ ἄλλοτε ἄλλως ἔχοντος γίνεται ἀποτυχία καὶ νομίζεται ἡ τέχνη πταιστὴ εἶναι. οἷον τοῦ ἰατροῦ βουλομένου δοῦναί τινι καθάρσιον ἐν δέοντι καιρῷ ἐξαίφνης ἐτράπη τὸ κατάστημα τοῦ ἀέρος καὶ τὸ ὑποκείμενον ῥευστὸν ὂν ἄλλως ἔσχε, καὶ δεδωκότος τοῦ ἰατροῦ τὸ καθάρσιον οὐδὲν ὠφελήθη ὁ κάμνων διὰ τὸ στέγνωσιν γενέσθαι περὶ τὴν ἐπιφάνειαν καὶ μὴ γενέσθαι ἔκκρισιν δι’ ἱδρώτων. καὶ ὅσον μὲν κατὰ τοὺς λόγους τῆς ἰατρικῆς ὠφέλεῖτο πάντως ὁ κάμνων, ἀλλ’ ἐπειδὴ τὸ ὑποκείμενον ῥευστόν ἐστι καὶ ἄλλως ἔσχε, τούτου χάριν ἐγένετο ἡ ἀποτυχία. ἡ δὲ ἐπιστήμη περὶ τὰ ἀεὶ ὡσαύτως ἔχοντα καταγίνεται· διαλαμβάνει γὰρ περὶ τοῦ καθόλου ἀνθρώπου καὶ περὶ τοῦ καθόλου ἵππου, ἅτινα ἀεὶ ὡσαύτως ἔχουσι· κατὰ τοῦτο οὖν διαφέρει ἡ ἐπιστήμη τῆς τέχνης, καὶ ὅτι ἡ μὲν ἐπιστήμη ἀεὶ τῷ λόγῳ κέχρηται καὶ γὰρ ἡ ἀστρονομία λόγῳ μόνῳ κατορθοῦται), ἡ δὲ τέχνη ἢ ἔργῳ μόνῳ κέχρηται, ὡς ἐπὶ τῆς ζωγραφικῆς ὁ γὰρ ζωγράφος ἔργῳ μόνῳ κέχρηται· δύναται γὰρ καὶ μὴ λαλῶν ζωγραφῆσαι), ἡ ἐπίσης καὶ ἔργῳ καὶ λόγῳ κέχρηται ὡς ἐπὶ τῆς κιθαρῳδίας (αὕτη γὰρ ἐπίσης καὶ ἔργῳ καὶ λόγῳ κέχρηται· καὶ γὰρ κρούει ταῖς χερσὶ καὶ ᾄδει τῷ στόματι· κιθαρῳδίαν δὲ εἶπον, οὐ μὴν κιθαριστικήν, ἐπειδὴ ἐκείνη μόνον κρούει ταῖς χερσίν, οὐ μὴν καὶ ᾄδει), ἡ μᾶλλον μὲν λόγῳ κέχρηται ἧττον δὲ ἔργῳ ὡς ἐπὶ τῆς γραμματικῆς (αὕτη γὰρ μᾶλλον μὲν λόγῳ κέχρηται ὡς ἐν τῷ ἐξηγεῖσθαι, ἧττον δὲ ἔργῳ ὡς ἐν τῷ ποιεῖν τόνους ἢ στιγμάς), ἢ μᾶλλον μὲν ἔργῳ κέχρηται ἧττον δὲ λόγῳ ὡς ἐπὶ τῆς ἰατρικῆς· αὕτη γὰρ μᾶλλον μὲν ἔργῳ κέχρηται, ὡς ἡνίκα σφυγμολογεῖ καὶ προσφέρει βοηθήματα, ἧττον δὲ τῷ λόγῳ, ὡς ἡνίκα ἐρωτᾷ τὰ προκαταρκτικὰ αἴτια καὶ λέγει τὴν αἰτίαν τῆς νόσου. ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις. Πρᾶξις ἰὲ. Ἀρχὴ καὶ πέρας ἡμῖν γενέσθω ὁ Πυθαγόρας· καὶ γὰρ τῷ ἀνδρὶ φίλιόν ἐστι τὸ εἰς ἑαυτὸν συννεύειν καὶ τὴν ἀρχὴν συνάπτειν τῷ πέρατι, ὥσπερ καὶ ὁ κύκλος· καὶ γὰρ ἐν τῷ κύκλῳ συνημμένη ἐστὶν ἡ ἀρχὴ τῷ πέρατι. οὕτως οὖν καὶ αὐτὸς καὶ ἀρχὴ καὶ πέρας ἡμῖν γέγονεν, ἀρχὴ μέν, διότι οἱ αὐτοῦ ὅροι ἐν τῇ ἀρχῇ προῆλθον οἱ λέγοντες ῾φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί᾿ καὶ πάλιν ῾γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων᾿, πέρας δέ, διότι πάλιν ὁ αὐτοῦ ὅρος ἐν τῷ πέρατι προῆλθε 1 τοῦ ὑποκ. τὴν colloc. Κ 3 τινὶ δοῦναι colloc. T 7 ὅσω V 7. 8 ὠφελεῖται V 11 περὶ om. V 12 pr. ἡ om. V καὶ om. Κ 13 μόνῳ om. T ἡ om. V 14 alt. μόνῳ om. KT 15 ἢ ἐπίσης om. V post ἢ add. καὶ T 15. 16 καὶ λόγῳ om. V 17 post γὰρ add. καὶ T 18 μόνη Κ 20 μὲν ante γὰρ coll. T 22 μὲν om. KV 23 ἡ μὲν TV 24 προκαθαρτικὰ T 25 ἐν οἶς—πp. om. T 27 γινέσθω Κ αὐτὸς] an οὖτος? καὶ (ante ἀρχὴ) om. V 31 αὐτοὶ Κ1 V1 32 εἰσί KV λέγων ὅτι ‘φιλοσοφία ἐστὶ φιλία σοφίσς᾿. ἰστέον δὲ ὅτι λαμβάνονταί τινες τοῦ παρόντος ὅρου λέγοντες | ὅτι οἱ εὖ ἔχοντες ὅροι ἀντιστρέφειν θέλουσιν, 148r ὁ δὲ παρὼν ὅρος οὐκ ἀντιστρέφει· εἴ τι μὲν γὰρ φιλοσοφία, τοῦτο φιλία σοφίας, οὐκ εἴ τι δὲ φιλία σοφίας, τοῦτο φιλοσοφία· καὶ γὰρ πᾶσα τέχνη ἐφίεται τοῦ ἰδίου ὑποκειμένου. ἔστιν οὖν εἰπεῖν ὅτι καλῶς ἔχει ὁ παρὼν ὅρος, ἐπειδὴ Πυθαγόρου ἐστί· πρῶτος γὰρ ὁ Πυθαγόρας τὸ τῆς σοφίας ὄνομα φερόμενον καὶ ἐπὶ τῶν βαναύσων τεχνῶν, ὡς καὶ ὁ ποιητὴς δηλοῖ λέγων ἐπεὶ σοφὸς ἤραρε τέκτων, τὸ σοφός κατὰ τοῦ τέκτονος θείς, ἀφώρισεν ἐπὶ τῆς ἐν τῷ ὄντι γνώσεως· πρῶτος γὰρ οὗτος σοφίαν ἐκάλεσε μόνην τὴν τοῦ ὄντος γνῶσιν ἤγουν τοῦ θείου· κυρίως γὰρ ὄνια τὰ θεῖα λέγεται ὡς ἀεὶ ὑπάρχοντα· ὂν γάρ ἐστι τὸ ἀεὶ ὡσαύτως ἔχον καὶ μηδέποτε ἐξιστάμενον. τὴν ἔφεσιν οὖν τῆς σοφίας τοῦ ὄντος ἤγουν τοῦ θείου φιλοσοφίαν ἐκάλεσεν. ἰστέον δὲ ὅτι καὶ μᾶλλον τὸ τῆς σοφίας ὄνομα κυρίως ἐπὶ τῶν θείων ὤφειλε λέγεσθαι, ἐπειδὴ σοφία λέγεται οἱονεὶ σαοφία τις οὖσα, τοῦτ’ ἔστιν ἡ τὸ φῶς σώζουσα· καὶ γὰρ τὰ θεῖα ἄυλα ὄντα καὶ μὴ ὄντα δεκτικὰ τῶν ἐναντίων σώζουσι τὸ φῶς τῆς οἰκείας φύσεως, τὰ δὲ ἔνυλα ἤγουν τὰ τῇδε ὡς ὄντα δεκτικὰ τῶν ἐναντίων οὐ σώζουσι τὸ φῶς τῆς οἰκείας φύσεως ἀλλ’ ἐπισκοτίζονται διὰ τῶν ἐναντίων. καὶ ἀποροῦσί τινες λέγοντες· εἰ ἄρα τὰ θεῖα κατὰ τὴν φύσιν σαφῆ εἰσι, πῶς ἡμῖν ἀσαφῆ εἰσι; καὶ ἔστιν εἰπεῖν ὅτι ὥσπερ ὁ ἥλιος φύσει φωτεινὸς ὢν ταῖς νυκτερίσι δοκεῖ ἀμυδρότερος διὰ τὸ ἀνεπιτήδειον τοῦ ὀργάνου, τοῦτ’ ἔστι διὰ τὸ ἐν ἡμέρᾳ μὴ καθορᾶν, τὸν αὐτὸν τρόπον καὶ τὰ θεῖα κατὰ τὴν φύσιν σαφῆ καὶ εἰλικρινῆ ὄντα ἡμῖν ἀσαφῆ εἰσι διὰ τὸ τὸ τῆς ψυχῆς ὄμμα ὑπὸ τῆις σωματικῆς ἀχλύος ἤγουν διὰ τῶν ἡδυπαθειῶν ἐπισκοτίζεσθαι. ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἡ φιλοσοφία πολλοῖς ἀναβαθμοῖς κέχρηται· καὶ γὰρ πολλοῖς ἀναβαθμοῖς κέχρηταί τις, ἵνα γνῷ τὴν φιλοσοφίαν· θέλει γὰρ γινώσκειν τὰς πέντε γνωστικὰς δυνάμεις. εἰσὶ δὲ αὗται· αἴσθησις, φαντασία, δόξα, διάνοια καὶ νοῦς. καὶ αἴσθησις μέν ἐστιν ἡ τοῦ παρόντος μερικὴ γνῶσις· καὶ γὰρ ἡ αἴσθησις τοῦ παρόντος ἀντιλαμβάνεται· ἡ γὰρ ὅρασις εἰ μὴ θεωρήσῃ τι, οὐ δύναται ἀντιλαβέσθαι αὐτοῦ, καὶ πάλιν ἡ ἀκοὴ οὐ δύναται ψόφου ἀντιλαβέσθαι, εἰ μὴ πλησίον ᾖ ὁ ψόφος. φαντασία δέ ἐστιν ἡ τοῦ ἀπόντος μερικὴ γνῶσις, οἷον ὡς ὅταν χθὲς θεωρήσας ἄνθρωπον σήμερον φαντασθῶ αὐτὸν ἤγουν ἀναπολήσω αὐτόν· κατὰ τοῦτο γὰρ διαφέρει ἡ φαντασία τῆς ψιλῆς ἐπινοίας, ὅτι ἡ μὲν φαντασία τῶν ὄντων ἐστὶν ἀναπόλησις (καὶ γὰρ τὸ ὀφθὲν φαντάζεται καὶ ἀναπολεῖ τις), ἡ δὲ ψιλὴ ἐπίνοια τῶν μὴ ὄντων ἐστὶ διατύπωσις, ὡς ὅταν τις τραγέλαφον | 148r 1 δὲ om. Κ 8 ἐπεὶ σοφὸς ..] cf. Ammon. In Porph, Isag. p. 9,13 not. 10 οὖτος Vat. 2253: αὐτὸς KTV 11 ὃν] ὧν V 13 δὲ om, T 15 σαοφία] σοαφία Κ: σοφία T 21 post ἀμυδp. add. εἶναι Κ 22 post καθορῶ add. αὐτάς T 23 τὴν om. Κ 24 alt. τὸ om. KV τὸ ὄμμα τῆς ψ. coll. Τ διὰ (post ἤγουν) om. Κ 25 ἐν τούτοις] οὕτως T 31 θεωρήσῃ Vat, 2253: θεωρήσει KTV (cf. V. 32) 31. 32 ἀντιλαμβάνεσθαι KV (bis) 31 πάλιν om. T 32 ῄ] ἐστὶν T 37 ante ὡς add. οἶον KT ἢ ἱπποκένταυρον ἀναπλάττηται· ταῦτα γὰρ οὐκ εἰσίν. ἡ δὲ δόξα διττή ἐστιν· ἢ γὰρ μετὰ λόγου ἐστὶν ἢ ἄνευ λόγου, καὶ ἄνευ μὲν λόγου, ὡς ὅταν τις τὴν λογικὴν ψυχὴν δοξάζῃ ἀθάνατον εἶναι μὴ λέγων αἰτίαν, μετὰ λόγου δέ, ὡς ὅταν τις τὴν λογικὴν ψυχὴν δοξάζῃ ἀθάνατον εἶναι λέγων αἰτίαν. καὶ ἰστέον ὅτι δόξα μετὰ λόγου ἐστὶ τὸ συμπέρασμα τῶν προτάσεων, οἷον ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, τὸ ἀεικίνητον ἀθάνατον ὥσπερ ἄγγελος, ἡ ψυχὴ ἄρα ἀθάνατος. ἰδοὺ τὸ συμπέρασμα τῶν προτάσεων, λέγω δὴ τὸ ἡ ψυχὴ ἄρα ἀθάνατος᾿, τοῦτο δέ, ὃ αἱ προτάσεις συνεπέραναν, δόξα μετὰ λόγου λέγεται. διάνοια δέ ἐσ.τιν ἡ τῶν καθόλου μετὰ λόγου γνῶσις· κατὰ τοῦτο γὰρ διαφέρει ἡ διάνοια τῆς μετὰ λόγου δόξης, ὅτι ἡ μὲν μετὰ λόγου δόξα συμπέρασμά ἐστιν, ὡς εἴρηται, τῶν προτάσεων, ἡ δὲ διάνοια λαμβάνουσα τὰς προτάσεις ὁμολογουμένας κατασκευάζει τὸ ζητούμενον· λαμβάνουσα γὰρ ὁμολογούμενον ὅτι ἡ ψυχὴ αὐτοκίνητός ἐστι καὶ ὅτι τὸ αὐτὸκίνητον ἀεικίνητον καὶ ὅτι εἴ τι ἀεικίνητον, ἀθάνατον, κατασκευάζει ἐκ τούτου τὸ ζητούμενον, φημὶ δὲ τὸ ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν. ὁ δὲ νοῦς ἁπλῇ προσβολῇ, τοῦτ’ ἔστιν εὐθέως καὶ κατ’ αὐτὸν [ἄνευ λόγου] τὸν χρόνον, πάντα τὰ ὑποπίπτοντα αὐτῷ γινώσκει, τοῦτ’ ἔστι τὰ νοητά. τούτων οὗν οὕτως ἐχόντων ἐκ μὲν τῆς αἰσθήσεως καὶ τῆς φαντασίας ἐγείρεται ἡ πεῖρα (καὶ γὰρ καὶ αὕτη μερική ἐστι γνῶσις), ἐκ δὲ τῆς ἄνευ λόγου δόξης ἐγείρεται ἡ ἐμπειρία· καὶ γὰρ καὶ αὕτη ἄνευ λόγου γινώσκει τὰ γινωσκόμενα ὥσπερ καὶ· ἡ δόξα ἡ ἄλογος. καὶ μὴν καὶ ἐκ τῆς αἰσθήσεως καὶ τῆς φαντασίας ἐγείρεται ἡ ἐμπειρία· καὶ γὰρ ἐκ τῶν μερικῶν συνίσταται· δοκι- μάζοντες γὰρ ἓν καὶ ἕκαστον τῶν βοηθημάτων καὶ φανταζόμενοι αὐτὰ ἀλόγως ἤγουν ἀναπολοῦντες αὐτὰ ἀποτελοῦνται ἐμπειρικοί. ἰστέον ὅτι ἡνίκα μὲν ἐκ τῆς αἰσθήσεως καὶ τῆς φαντασίας ἐγείρεται ἡ ἐμπειρία, τότε αὐτοψία λέγεται (καὶ γὰρ αὐτόπτης ἐγένετο ὁ ἐμπειρικὸς τῆς φύσεως τῶν βοηθημάτων καὶ αὐτὸς διὰ τῆς αἰσθήσεως καὶ τῆς φαντασίας βασανίσας ἕκαστον τῶν βοηθημάτων ἔγνω τὴν φύσιν αὐτῶν), ἡνίκα δὲ ἐκ τῆς δόξης τῆς ἀλόγου ἐγείρεται ἡ ἐμπειρία, καλεῖται ἱστορία, ὡς ὅταν <τις> νομίσῃ φύσιν τοῦδε τοῦ βοηθήματος τοιάνδε εἶναι, οὐ πειραθεὶς αὐτὸς ἀλλ’ ἀπ’ ἄλλων ἀκούσας καὶ τοῦτο δοξάσας. ἡ δὲ τέχνη ἐγείρεται ἔκ τε τῆς μετὰ λόγου δόξης καὶ τῆς διανοίας· καὶ γὰρ καὶ αὕτη ὁμοίως αὐταῖς τὰ καθόλου μετὰ 1 ἀναπλάττεται V 3 δοξάζει V 4 δόξάση KV 5 καὶ om. T 6 οἷον] λέγω δὴ τὸ ἡ ψυχὴ ἄρ ἀθάνατος. συμπεραίνεται δὲ οὕτως T 7 ὥσπερ ἄγγ. eicias 7. 8 ἰδοὺ—ἀθάνατος om. T 8 δὲ] γὰρ KV 10 μὲν om. T 11 ὡς εἴρηται om. T (cf. V. 5) 15 δὲ] δὴ T 16 τὸν ἄνευ λ. χp. coll. V-; ἄνευ λόγου delevi 17 γινώσκειν V 18 post ἐχόντων add. ἰστέον ὅτι ὁ Ὀλυμπιόδωρος οὕτω λέγει τὴν ἀνάβασιν ἤγουν τὴν γνῶσιν τῆς φιλοσοφίας· πρώτη ἐστὶν αἴσθησις, δευτέρα φαντασία, τρίτη δόξα,. τετάρτη πεῖρα πέμπτη ἐμπειρία Hamilt. 382), ἕκτη γνῶσις, ἑβδόμη ἐπιστήμη, ὀγδόη μνήμη, ἐνάτη σοφία, ἦς ἐστιν ἔφεσις ἡ φιλοσοφία T 19 αὕτη] αὐτὴ KV 20 καὶ (post γὰρ) om. V αὕτη] αὐτὴ K 21 ante τῆς φαντ. add. ἐκ Κ 22 καὶ γὰρ καὶ T συνίστανται V 23 ἕν ἕκαστον καὶ om.) T: ἕν καὶ ἕν ἕκαστον V αὐτὰ Vat. 2253: αὐτὸ KTV 25 ἐκ] ἀπὸ T 26 post ἐμπειρικὸς add. ἰατρὸς KTV: eieci secundum Vat. 2253 29 τις inserui 31 τε om. T 32 αὕτη] αὐτὴ KV λόγου γινώσκει. ἡ δὲ ἐπιστήμη ἐγείρεται ἔκ τε τῆς διανοίας καὶ τοῦ νοῦ· ἡνίκα μὲν ἀρχὰς λαμβάνῃ δεομένας ἀποδείξεων, οἷον τὸ σημεῖον ἀμερές ἐστι τοῦτο γὰρ ὡς δεόμενον ἀποδεί|ξεως) ἐκ τῆς διανοίας ἐγείρεται, ἡνίκα δὲ 149r ἢ ὅρους λαμβάνῃ ἢ κοινὰς ἐννοίας μὴ δεομένας ἀποδείξεων, οἷον ὅτι ὁ θεὸς· φιλάνθρωπός ἐστι (τοῦτο γὰρ παρὰ πᾶσιν ὁμολογεῖται καὶ οὐ δέεται ἀποδείξεως), τότε ἐκ τοῦ νοῦ ἐγείρεται. ὥστε οὐ μόνον κατὰ τὰ λεχθέντα ἐν τῇ προτέρᾳ πράξει διαφέρει ἡ τέχνη τῆς ἐπιστήμης ἀλλὰ καὶ κατὰ τοῦτο, ὅτι ἡ μὲν τέχνη ἔκ τε τῆς δόξης τῆς μετὰ λόγου καὶ τῆς διανοίας ἐγείρεται, ἡ δὲ ἐπιστήμη ἔκ τε τῆς διανοίας καὶ τοῦ νοῦ. δέδεικται οὖν διὰ τούτων τῶν προλεχθέντων ὅτι πολλοῖς ἀναβαθμοῖς κέχρηται ἡ φιλοσοφία καὶ ὅτι κάλλιστον πάντων ἐστὶν ἡ φιλοσοφία, ὡς καὶ ὁ Πλατῶν πρός τινα Θεόδωρον γεωμέτρην ποιούμενος τὸν λόγον δηλοῖ λέγων ὅτι ῾ τοιοῦτόν τι, ὦ Θεόδωρε, οὔτε ἧκέ ποτε εἰς ἀνθρώπους οὔτε ἥξει ποτὲ δωρηθὲν ἐκ θεοῦ᾿. Τούτων οὕτως ἐχόντων ἔγνωμεν ὅτι ἕξ εἰσιν ὁρισμοὶ τῆς φιλοσοφίας καὶ τὴν αἰτίαν ἔγνωμεν. οὐ μόνον δὲ τοῦτο ἔγνωμεν, ἀλλ’ ὅτι καὶ τέσσαρές εἰσι διαφοραὶ τῶν ὁρισμῶν τῆς φιλοσοφίας· οἱ μὲν γὰρ ἀπὸ τοῦ ὑποκειμένου ἐλήφθησαν, οἷον ὁ λέγων ὅτι ῾φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄνια ἐστί᾿ καὶ ὁ λέγων ῾φιλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων᾿, οἱ δὲ ἐκ τοῦ τέλους, ὁ λέγων ὅτι φιλοσοφία ἐστὶ μελέτη θανάτου᾿ καὶ ὁ λέγων ὅτι ῾φιλοσοφία ἐστὶ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ᾿, ὁ δὲ ἐκ τῆς ὑπεροχῆς ὁ λέγων ὅτι ῾φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν᾿, ὁ δὲ ἐκ τῆς ἐτυμολογίας ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ φιλία σοφίας᾿. διὰ τοῦτο δὲ τέσσαρές εἰσι διαφοραὶ τῶν ὁρισμῶν τῆς φιλοσοφίας, ὅτι ὁ τέσσαρα ἀριθμὸς πάνυ ἦν τίμιος παρὰ τοῖς Πυθαγορείοις, ὡς ·καὶ αὐτοὶ ὀμνύοντες εἰς τὸν Πυθαγόραν δηλοῦσι λέγοντες ῾ναὶ μὰ τὸν ἁμετέραις ψυχαῖς παραδόντα τετρακτὺν παγὰν ἀεννάου φύσεως᾿, τοῦτ’ ἔστι ᾿ναὶ μὰ τὸν Πυθαγόραν τὸν παραδόντα ἡμῖν τὸν τέσσαρα ἀριθμὸν τὴν πηγὴν τῆς ἀεννάου φύσεως᾿, πηγὴν δὲ τῆς ἀεννάου φύσεως ἐκάλεσε τὸν τέσσαρα ἀριθμόν, ἐπειδὴ ἐκ τῶν τεσσάρων στοιχείων συνίσταται τὰ ἡμέτερα σώματα (διὰ τοῦτο γὰρ ὁ τέσσαρα ἀριθμὸς πάνυ ἦν τίμιος παρὰ τοῖς Πυθαγορείοις), ἢ ἐπειδὴ καὶ τέσσαρά εἰσι τὰ στοιχεῖα, οἷον γῇ ὕδωρ ἀὴρ πῦρ, ἢ ἐπειδὴ καὶ τέσσαρές εἰσιν αἱ ἀρεταὶ τῆς ψυχῆς, οἷον ἀνδρία δικαιοσύνη σωφροσύνη φρόνησις, ἢ ἐπειδὴ ὁ τέσσαρα ἀριθμὸς συντιθέμενος μετὰ τῶν πρὸ 1 νοῦ] νοός V 2. 4 λαμβάνει KV 3 ὡς] an ἐστὶ 7 πράξει] τάξει T ἡ ἐπιστήμη τῆς τέχνης T 8 τῆς μετὰ λ. δόξης T 10 post τούτων add. καὶ T 11 καὶ ὅτι—φιλοσοφία cm. Κ ὁ Πλατῶν] Tim. p. 47 Β 12 τοὺς λόγους V 13 alt. ποτε om. T 15 an ἀλλὰ καὶ ὅτι? 17 ὅτι ὅτι ἐστὶ om. T: ὅτι om. Κ: ἐστι om. V 18 ὅτι φιλ. ἐστὶ om. T 19 ὁ λέγων ὅτι φιλ. ἐστὶ om, T: ὅτι om. K 20 ὅτι φιλ. ἐστὶ om. T 23 τῶν ὁp. τῆς φιλ. ante διαφοραὶ colloc. Κ 24 xeaaapa] τέσσαρις (sic) K : τέταρτος V πυθαγορίοις V 25 ναὶ μὰ κτλ.] cf. Zelleri Phil. Gr. Ι 5 p. 398 not. 5 ἁμετέραν ψυχὰν V 26 τοῦτ’ ἔστι—φύσεως (28) om. T 27. 28 τέταρτον V 29 συνίστανται TV 30 τέσσαρις (sic) KT: τέταρτος V 31 pr. ἡ om. V πῦρ ἀὴρ coll. V ἤ—φρόνησις (33) om. V 32 αἱ om. K οἷον om. Κ 33 τέσσαρις Κ: τέταρτος V (constanter) συντεθειμένος V αὐτοῦ ἀποτελεῖ τὸν δέκα ἀριθμόν· καὶ γὰρ προσλαμβάνων τὸν τρία ἀποτελεῖ τὸν ἑπτὰ ἀριθμόν, καὶ πάλιν προσλαμβάνων τὸν δύο ἀποτελεῖ τὸν ἐννέα, καὶ πάλιν προσλαμβάνων τὴν μονάδα ἀποτελεῖ τὸν δέκα. καὶ τὸν δέκα δὲ ἀριθμὸν τίμιον ἔλεγον, καθὸ ὁ δέκα ἀριθμὸς τῶν πρὸ αὐτοῦ ἀριθμῶν δεκτικός ἐστιν, ὅθεν καὶ δεκὰς λέγεται οἱονεὶ δεχάς τις οὔσα. ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις. | Πρᾶξις ις΄. 149v Ἐπειδὴ ἐν τοῖς προλαβοῦσιν εἰρήκαμεν ἀριθμητικὴν αἰτίαν δεικνύουσαν διὰ τί ἕξ εἰσιν οἱ τῆς φιλοσοφίας ὁρισμοί, ἐντεῦθεν λαβόντες οἱ ἐξηγηταὶ ἀφορμὴν ἔρχονται καὶ διαλαμβάνουσι περὶ τῶν ἀριθμῶν τῶν ὄντων ἄχρι τῆς δεκάδος, καί φασιν ὅτι μονὰς λέγεται παρὰ τὸ μένειν· καὶ γὰρ ἡ μονὰς ἐφ’ ὃν ἂν γένηται ἀριθμὸν φυλάττει τὸ αὐτὸ εἶδος, οἷον τὰ ἅπαξ τρία τρία, ἅπαξ τέσσαρα τέσσαρα, ἅπαξ πέντε πέντε· ἰδοὺ ἐπὶ τούτων προσελθοῦσα ἡ μονὰς τὸ αὐτὸ εἶδος ἐφύλαξε καὶ οὐκ ἐποίησεν ἕτερον ἀριθμόν. εἰ δέ τις εἴποι ῾ἰδοὺ λέγω μία καὶ τέσσαρα, καὶ οὐκέτι φυλάττεται ὁ αὐτὸς ἀριθμὸς ἀλλὰ γίνεται ὁ πέντε᾿, λέγομεν ὅτι ἐνταῦθα σύνθεσις γέγονε καὶ τούτου χάριν οὐκ ἐφυλάχθη ὁ αὐτὸς ἀριθμός. τούτων οὖν οὕτως ἐχόντων λέγομεν ὅτι οὐκ ἔστιν ἡ μονὰς ἀριθμὸς ἀλλ’ ἀρχὴ ἀριθμοῦ. καὶ εἴ τις εἴποι ῾εἰ ἄρα ἀρχή ἐστιν ἀριθμοῦ, πῶς λέγετε αὐτὴν μὴ εἶναι ἀριθμόν;’ λέγομεν ὅτι οὐ πάντως ἡ ἀρχή τινος ταὐτόν ἐστιν ἐκείνῳ οὗ τινος λέγεται εἶναι ἀρχή· καὶ γὰρ ἀρχὴ τοῦ οἴκου ὁ θεμέλιός ἐστι, καὶ οὐκ ἔστιν ὁ θεμέλιος οἶκος. οὕτως οὖν καὶ τὴν μονάδα ἐνδέχεται εἶναι ἀρχὴν ἀριθμοῦ καὶ μὴ εἶναι ἀριθμόν· ὅτι μὲν γὰρ οὐκ ἔστιν ἡ μονὰς ἀριθμός, δείκνυμεν ὀλίγα τινὰ προειπόντες. ἰστέον ὅτι ἡνίκα ἐν τοῖς ἀριθμοῖς τὴν ἐπί πρόθεσιν λέγομεν, πολυπλασιασμός ἐστιν, οἷον πέντε ἐπὶ πέντε εἰκοσιπέντε (ἀντὶ γὰρ τοῦ πεντάκις πέντε), καὶ πάλιν τρία ἐπὶ τρία ἐννέα (ἀντὶ γὰρ τοὐ τρὶς τρία), ἡνίκα δὲ ὁ καί σύνδεσμός ἐστιν, σύνθεσίς ἐστιν, οἷον τρία καὶ τρία ἕξ, τέσσαρα καὶ τέσσαρα ὀκτώ. τούτων οὖν οὕτως ἐχόντων οἱ ἀριθμοὶ πολυπλασιαζόμενοι ἐφ’ ἑαυτοὺς μείζονα ἀριθμὸν ἀποτελοῦσιν ἤπερ συντιθέμενοι ἑαυτοῖς, οἷον τρὶς τρία ἐννέα, τρία δὲ καὶ τρία ἕξ· ἰδοὺ δὴ πολυπλασιασθεὶς μὲν ὁ τρία τὸν ἐννέα ἀριθμὸν ἀπετέλεσε, συντεθεὶς δὲ τὸν ἕξ, ὁ δὲ ἐννέα μείζων ἐστὶ τοῦ ἕξ. καὶ πάλιν τετράκις τέσσαρα δεκαέξ, 3 τὴν om. KV 4 δὲ om. KT ὁ δέκα] ὁ δέκατος KTV ἀριθμῶν om. Κ 5. 6 ἐν οἷς—πρᾶξις om. TV 9 ἐνταῦθα T 10 διαλ.] διαβάλλουσι T 11 παρὰ] περὶ T 12 ὧν . . ἀριθμῶν V τὰ] τὸ T 13 ἐπὶ τούτων post μονὰς (14) colloc. T 13. 14 προελθ. KV 17 οὖν om. T 18 ἀρχ. τοῦ ἂp. KV 19 ἄρα om. V λέγετε] λέγεται T 20 ὅτι om. KV 24 ἰστέον δὲ V 25 λέγωμεν T οἷον πέντε] πέντε γὰρ T 26 γὰρ om. T 31 ἀριθμὸν om. T 32 post μείζων add. μὲν V: eras. Κ τέσσαρα δὲ καὶ τέσσαρα ὀκτώ. εἰ ἄρα οὖν ἡ μονὰς ἐκ τοῦ ἐναντίου συντιθεμένη μείζονα ἀριθμὸν ἀποτελεῖ ἤπερ πολυπλασιαζομένη, δῆλον ὅτι οὐκ ἔστιν ἀριθμός· καὶ γὰρ ἅπαξ μὲν μία μία ἐστίν, μία δὲ καὶ μία δύο. ταῦτα μὲν περὶ τῆς μονάδος. ἡ δὲ δυὰς λέγεται παρὰ τὸ διιέναι καὶ διαπορεύεσθαι· πρώτη γὰρ ἡ δυὰς διεχώρισεν ἑαυτὴν ἐκ τῆς μονάδος· καὶ γὰρ τῆς μονάδος ἕνωσιν δηλούσης πρώτη μετὰ τὴν μονάδα ἡ δυὰς ἐπεισῆλθεν διαχωρισμὸν δηλοῦσα. ἰστέον δὲ ὅτι οὐδὲ ἡ δυὰς κυρίως ἐστὶν ἀριθμός· καὶ γάρ, ὡς ἐμάθομεν, οἱ ἀριθμοὶ πολυπλασιαζόμενοι ἐφ’ ἑαυτοὺς μείζονα ἀριθμὸν ἀποτελοῦσιν ἤπερ συντιθέμενοι | ἑαυτοῖς, ἡ δὲ δυὰς καὶ 150r συντιθεμένη καὶ πολυπλασιαζομένη τὸν αὐτὸν ἀριθμὸν ἀποτελεῖ· δὶς γὰρ δύο τέσσαρα καὶ δύο καὶ δύο τέσσαρα· ἄρα οὖν οὐκ ἔστιν ἀριθμός. καὶ ἄλλως δὲ οὐκ ἔστιν ἀριθμὸς ἡ δυάς· πᾶς γὰρ ἄρτιος ἀριθμὸς ἀφαιρούμενος ἤτοι ἀποβάλλων μονάδα ποιεῖ περιττὸν καὶ πάλιν προσλαμβάνων μονάδα ποιεῖ περιττόν, οἷον ὁ τέσσαρα ἀποβάλλων μονάδα ποιεῖ τὸν τρία περιττὸν καὶ πάλιν προσλαμβάνων μονάδα ποιεῖ τὸν πέντε ὁμοίως περιττόν. εἰ οὖν ὁ δύο ἀριθμὸς προσλαμβάνων μὲν μονάδα ποιεῖ τὸν τρία περιττὸν ἀποβάλλων δὲ μονάδα οὐκέτι ποιεῖ περιττόν (ὁ γὰρ δύο ἀποβάλλων μονάδα τὸ ἓν ποιεῖ· ἡ δὲ μονὰς οὐκ ἔστιν ἀριθμός), ἄρα οὖν ὁ δύο οὐκ ἔστιν ἀριθμός. καὶ ἄλλως οὐκ ἔστιν ἀριθμὸς ἡ δυάς, ἐπειδὴ πᾶς ἀριθμὸς ἐκ πλήθους μονάδων σύγκειται, ἡ δὲ δυὰς οὐ σύγκειται ἐκ πλήθους μονάδων· ἀπὸ γὰρ τριῶν ἐστι τὸ πλῆθος. τινὲς δὲ λέγουσιν ὅτι ἡ δυὰς ἀριθμός ἐστι· καὶ γὰρ πᾶς ἀριθμὸς τῶν ἐφ’ ἑκάτερα αὐτοῦ συντιθεμένων ἀριθμῶν τὸ ἥμισυ ποιεῖ· οἷον ὁ πέντε μεταξὺ τοῦ τέσσαρα καὶ τοῦ ἕξ ἐστι, ταῦτα συντιθέμενα τὸν δέκα ἀρ·ιθμὸν ἀποτελοῦσιν, οὗτινος ἥμισύ ἐστιν ὁ πέντε. καὶ πάλιν ὁ ἓξ μεταξὺ τοῦ πέντε καὶ τοῦ ἑπτά ἐστι, ταῦτα συντιθέμενα τὸν δώδεκα ἀποτελοῦσιν, οὗτινος ἥμισύ ἐστιν ὁ ἕξ. πάλιν δὲ ὁ ἑπτὰ μεταξὺ τοῦ ἓξ καὶ τοῦ ὀκτώ ἐστι, ταῦτα συντιθέμενα τὸν δεκατέσσαρα ἀποτελοῦσιν, οὗτινος ἥμισύ ἐστιν ὁ ἑπτά. εἰ ἄρα οὖν ὁ δύο τῶν ἐφ’ ἑκάτερα αὐτοῦ συντιθεμένων ἀριθμῶν τὸ ἥμισυ ποιεῖ (μεταξὺ γὰρ τῆς μονάδος καὶ τοῦ τρία ὁ δύο ἐστί, ταῦτα δὲ συντιθέμενα τὸν τέσσαρα ἀριθμὸν ἀποτελοῦσιν, οὗτινος ἥμισύ ἐστιν ὁ δύο), δῆλον ὅτι ὁ δύο ἀριθμός ἐστιν. ταῦτα μὲν ἐκεῖνοι. ἰστέον δὲ ὅτι εἴ τις τὴν ἀκρίβειαν σκοπήσει, εὑρήσει ὅτι οὐχ ἁρμόζει οὗτος ὁ κανὼν τῷ 1 ἐναντία Κ 1. 2 συντεθειμένη V 3 μὲν om. T 6. 7 ὑπεισῆλθε KV 7 οὐδὲ Vat. 2253: οὔτε KTV 9 post ἐαυτοῖς add. τρὶς τρεῖς ἐννέα, τρεῖς δὲ καὶ τρεῖς ἕξ KV 11 οὖν om. T 11. 12 καὶ ἄλλως—ἡ δυάς om. T καὶ ἄλλως] ἄλλως τε V 12 post ἡ δυάς add. ἐπειδὴ πᾶς ἀριθμὸς ἐκ πλήθους μονάδων σύγκειται, ἡ δὲ δυὰς οὐ σύγκειται ἐκ πλήθους μονάδων· ἀπὸ γὰρ τοῦ τρία ἐστὶ τὸ πλῆθος. καὶ πάλιν ὅτι οὐκ ἔστιν ἀριθμός ὁ δύο V (cf. v. 19) ἀριθ. ἄρτ. colloc. T 13. 14 καὶ πάλιν—περιττόν om. T 14 ἀποβαλὼν Κ2Τ 15 πάλιν om. V προσλαβὼν KT post προσλαμβάνων add. δὲ V 16 προσλαβὼν KT μὲν om. Κ ἀποβαλὼν KT 17 μονάδα γὰρ ἀποβ. ὁ δύο colloc. T ἀποβαλὼν TV μονάδας (alt. 1.) K 1 21. 22 καὶ πᾶς γὰρ colloc. V 23 τετάρτου καὶ τοῦ ἕκτου V (constanter) 25 ταῦτα δὲ T 26 δὲ om. Κ 27 δεκατέσσ. ἀριθμὸν Κ 28 pr. ὁ om. V 31 ταῦτα μὲν ἐκεῖνοι om. KV δὲ om. KV δύο ἀριθμῷ· καὶ γὰρ ἡ δυὰς οὐκ ἔχει ἐφ’ ἑκάτερα μέρη ἀριθμόν· μεταξὺ γὰρ τῆς μονάδος καὶ τοῦ τρία ἐστὶν ἀριθμοῦ, ἡ δὲ μονὰς οὐκ ἔστιν ἀριθμός, ὡς δέδεικται. ἰστέον δὲ ὅτι καὶ ἡ δυὰς ἀρχή ἐστιν ἀριθμοῦ. καὶ ἀποροῦσί τινες λέγοντες· πῶς ἐνδέχεται τὴν δυάδα εἶναι ἀρχὴν ἀριθμοῦ, ὅπου ἅπαξ τὴν μονάδα εἴπατε ἀρχὴν ἀριθμοῦ; ἀλλ’ ἵνα τὴν ἀπορίαν ταύτην ἐπιλυσώμεθα, ὀλίγα τινὰ ἔξωθεν εἴπωμεν. Ἰστέον ὅτι τῶν ἀριθμῶν οἱ μὲν ἄρτιοί εἰσιν οἱ δὲ περιττοί. καὶ περιττοὶ μέν εἰσιν οἱ μὴ δυνάμενοι εἰς ἴσα διαιρεῖσθαι, οἷόν ὥσπερ ὁ πέντε· οὗτος γὰρ οὐ διαιρεῖται εἰς ἴσα· εἰς τρία γὰρ καὶ δύο διαιρεῖται· οὐ δυνάμεθα γὰρ διαιρεῖν αὐτὸν εἰς δύο ἥμισυ καὶ εἰς δύο ἥμισυ, ἐπειδὴ οἱ ἀριθμητικοὶ οὐ τέμνουσι τὴν μονάδα. καὶ πάλιν ὁ ἑπτά· οὐδὲ οὗτος γὰρ εἰς ἴσα διαιρεῖται· | εἰς τρία γὰρ καὶ τέσσαρα διαιρεῖται. ἄρτιοι δέ εἰσιν οἱ δυνάμενοι 150v εἰς ἴσα διαιρεῖσθαι, ὥσπερ ὁ τέσσαρα ἀριθμός· οὗτος γὰρ εἰς ἴσα διαιρεῖται· εἰς δύο γὰρ καὶ δύο διαιρεῖται. καὶ πάλιν ὡς ἐπὶ τοῦ ἕξ· καὶ οὗτος γὰρ εἰς ἴσα διαιρεῖται· εἰς τρία γὰρ καὶ τρία διαιρεῖται. δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι οἱ μὲν περιττοὶ ἀριθμοὶ μόνως εἰς ἄνισα διαιροῦνται, οἷον ὡς ἐπὶ τοῦ πέντε (οὗτος γὰρ εἰς τρία καὶ δύο διαιρεῖται), οἱ δὲ ἄρτιοι καὶ εἰς ἴσα καὶ εἰς ἄνισα διαιροῦνται· καὶ γὰρ τὸν ἕξ ἀριθμὸν δύναμαι καὶ εἰς ἴσα διαιρεῖν, οἷον εἰς τρία καὶ τρία, δύναμαι καὶ εἰς ἄνισα, οἷον εἰς τέσσαρα καὶ δύο. ὅθεν καὶ κατὰ τοῦτο οὐκ ἔστιν ἡ δυὰς κυρίως ἀριθμός, καθὸ ἄρτιος ἀριθμὸς οὖσα. εἰς ἴσα μόνον διαιρεῖται εἰς μονάδα γὰρ καὶ μονάδα διαιρεῖται), οὐ μὴν καὶ εἰς ἄνισα. τούτων οὕτως ἐχόντων ἡ μὲν μονὰς ἀρχὴ πάντων τῶν ἀριθμῶν ἐστι, τοῦτ’ ἔστι καὶ τῶν περιττῶν καὶ τῶν ἀρτίων, ἡ δὲ δυὰς μόνων τῶν ἀρτίων ἀριθμῶν ἐστιν ἀρχή· αὕτη γὰρ ἀποτελεῖ τοὺς ἀρτίους ἀριθμούς· καὶ γὰρ διπλασιαζομένη μὲν τὸν τέσσαρα ἀριθμὸν ἀποτελεῖ, ὅστις ἄρτιός ἐστι, τριπλασιαζομένη δὲ τὸν ἓξ ἀποτελεῖ, καὶ αὐτὸς δὲ ἄρτιός ἐστιν, καὶ ἐπὶ τῶν ἑξῆς ὁμοίως. εἰ δέ τις εἴποι ῾τί οὖν; μόνους τοὺς ἀρτίους ἀριθμοὺς ἀποτελεῖ ἡ δυάς; καὶ μὴν καὶ περιττοὺς ἀποτελεῖ· ἰδοὺ γὰρ προσλαμβάνουσα τὴν μονάδα τὸν τρία ἀποτελεῖ, ὅστις περιττός ἐστιν· οὐ διαιρεῖται γὰρ εἰς ἴσα· εἰς μονάδα γὰρ καὶ δυάδα διαιρεῖται· οὐδὲ γὰρ δυνάμεθα διαιρεῖν εἰς ἓν ἥμισυ καὶ ἓν ἥμισυ, ἐπειδή, ὡς εἴρηται, οἱ ἀριθμητικοὶ οὐ τέμνουσι τὴν μονάδα᾿, λέγομεν ὅτι οὐκ ἔστιν αἴτιος τοῦ ἀποτελεσθῆναι τὸν περιττὸν ἀριθμὸν εἰ μὴ ἡ μονὰς προσελθοῦσα, ἐπειδὴ ἡ δυὰς πάντως ἄρτιον ἀριθμὸν ἀποτελεῖ, ὡς εἴρηται ἀνωτέρω· πρὸς ἑαυτὴν γὰρ διπλασιαζομένη καὶ τριπλασιαζομένη καὶ ἀπλῶς εἰπεῖν πολλάκις 3 δὲ om. Κ 5 ἀριθμῶν T ἀπορίαν] πορείαν V 1 6 ἐπιλύσωμεν T: ἐπιλυσόμεθα V 8 διαιρεῖσθαι] μερισθῆναι T 9 διαιp. καὶ δύο coll. T 9. 10 οὐ γὰρ δὺν. coll. T 10 αὐτὰ Κ εἰς (alterum) om. TV 12 γὰρ om. T 14 εἰς om. T ταὶ (ante οὗτος) om. T 16 οἷον om. T 17 καὶ καὶ τρία colloc. Κ 18 καὶ (post δύναμαι) om. T 19 δύναμαι om. T 20 δύο (post ὅθεν) om. K ἀp. καὶ ἡ δυάς colloc. K 23 τοῦτ᾿ ἔστι] ἤγουν T 26 αὐτὸς] an οὗτος? 27 καὶ ἐπὶ μὲν KV 28 ἀποτ. ἡ δυὰς ἂp. colloc. V 31 εἰς (ante ἓν) om. T 31. 32 οὐ τέμν. οἱ ἂp. coll. T 35 post τριπλ. add. καὶ τετραπλασιαζομένη V πρὸς ἑαυτὴν πολλαπλασιαζομένη πάντως ἀρτίους ἀριθμοὺς ἀποτελεῖ. καὶ ἄλλως δὲ ἡ δυὰς οὐκ ἔστιν ἀριθμός, εἴπερ πᾶς ἀριθμὸς καὶ ἀρχὴν ἔχει καὶ μέσον καὶ τελευταῖον * *. ταῦτα μὲν περὶ τῆς δυάδος. ῾Ο δὲ τρία ἀριθμὸς οὕτως ὠνομάσθη παρὰ τὸ ἀτειρής τις εἶναι καὶ ἀκαταπόνητος. οὕτω δὲ λέγεται διὰ τὸ μὴ δύνασθαι αὐτὸν εἰς ἴσα διαιρεῖσθαι· εἰς μονάδα γὰρ καὶ δυάδα διαιρεῖται· οὐδὲ γὰρ δυνάμεθα διαιρεῖν αὐτὸν εἰς ἓν ἥμισυ καὶ ἓν ἥμισυ, ἐπειδή, ὡς εἴρηται, οἱ ἀριθμητικοὶ οὐ τέμνουσι τὴν μονάδα. εἰ δέ τις εἴποι ῾τούτῳ τῷ λόγῳ ἕκαστος περιττὸς ἀριθμὸς οὕτως ὤφειλε λέγεσθαι παρὰ τὸ ἀτειρὴς εἶναι καὶ ἀκαταπόνητος, τοῦτ᾿ ἔστι παρὰ τὸ μὴ δύνασθαι διαιρεῖσθαι] εἰς ἴσα, οἷον ὡς ἐπὶ τοῦ πέντε καὶ τοῦ ἑπτά· οὗτοι γὰρ οὐ διαιροῦνται εἰς ἴσα· | ὁ μὲν γὰρ πέντε εἰς τρία καὶ δύο διαιρεῖται, ὁ δὲ ἑπτὰ εἰς τρία καὶ τέσσαρα᾿, λέγομεν ὅτι ὁ τρία ὡς προτερεύων αὐτῶν τούτου χάριν τὴν ὀνομασίαν προϋφήρπασεν. ἰστέον δὲ ὅτι ὁ τρία ἀριθμός ἐστιν· ἐὰν γὰρ τὸν τρία μὴ εἴπωμεν εἶναι ἀριθμόν, ἐπειδὴ ὁ δύο οὐκ ἔστιν ἀριθμός, τούτῳ τῷ λόγῳ οὐδὲ ὁ τέσσαρά ἐστιν ἀριθμός, ἐπειδὴ οὐκ ἔστιν ὁ τρία ἀριθμός, ἀλλ’ οὐδὲ ὁ πέντε ἐστὶν ἀριθμός, ἐπειδὴ οὐδὲ ὁ τέσσαρα, καὶ ἐπέκεινα εἰς ἀπέραντον. ἀλλ’ οὖν ὁ τρία ἀριθμός ἐστι· καὶ γὰρ πολυπλασιαζόμενος μείζονα ἀριθμὸν ἀποτελεῖ ἤπερ συντιθέμενος· τρία γὰρ ἐπὶ τρία ἐννέα, τρία δὲ καὶ τρία ἕξ· ἰδοὺ πολυπλασιασθεὶς μὲν τὸν ἐννέα ἀριθμὸν ἀπετέλεσε, συντεθεὶς δὲ τὸν ἕξ, ὁ δὲ ἐννέα μείζων ἐστὶ τοῦ ἕξ. τοῦτο δέ, ὡς εἴρηται ἀνωτέρω, ἴδιόν ἐστι τῶν ἀριθμῶν, οἷον τετράκις τέσσαρα δεκαέξ, τέσσαρα δὲ καὶ τέσσαρα ὀκτώ, ὅθεν ἐδείχθη ἡ μονὰς καὶ ἡ δυὰς μὴ οὖσαι ἀριθμοί. ἄλλως τε δὲ ὁ τρία ἀριθμός ἐστιν, καθὸ ἐκ πλήθους μονάδων σύγκειται, ὅπερ ἴδιόν ἐστιν ἀριθμοῦ· πᾶς γὰρ ἀριθμὸς ἐκ πλήθους μονάδων σύγκειται, οἷον ὁ τέσσαρα καὶ ὁ πέντε καὶ ὁ ἓξ καὶ οἱ ἑξῆς. κατὰ τοῦτο δὲ δοκεῖ ὁ τρία μὴ εἶναι ἀριθμός, καθὸ οὐκ ἔχει ἐφ’ ἑκάτερα αὐτοῦ τὰ μέρη ἀριθμούς· ὁ γὰρ τρία μεταξὺ τοῦ τέσσαρα καὶ τοῦ δύο ἐστίν, ὁ δὲ δύο, ὡς δέδεικται, οὐκ ἔστιν ἀριθμός. πλὴν ἀριθμός ἐστιν ὁ τρία διὰ τὰς προλεχθείσας αἰτίας. Πρᾶξις ιζ΄. Εἰπόντες οὖν περὶ τῆς μονάδος καὶ τῆς δυάδος καὶ τῆς τριάδος ἔλθωμεν καὶ περὶ τῶν ἑξῆς ἀριθμῶν διαλάβωμεν. ἰστέον ὅτι τετρὰς λέγεται οἱονεὶ ἕδρας τις οὖσα, τοῦτ’ ἔστιν ἑδραία καὶ μόνιμος· ἰστέον γὰρ ὅτι τὸ τετρά- 1 ἀρτίους om. Κ: supra scr. V 2 ἧπερ V 3 μέσην V lac. signavi 4 παρὰ τὸ] ἀπὸ τοῦ T 4. 9 ἀτηρής T 5 λέγει T 7. 8 ἐπειδὴ—μονάδα] ἡ γὰρ μονὰς οὐ τέμνεται T 9 ὀφείλει V 10 τοῦ (ante ἑπτά) om. KT 11 post ἑπτὰ add. καὶ ἐννέα T ὁ μὲν γὰρ—ἄλλου ἀριθμοῦ (p. 54,18) om. Κ 14 ἱν alt. τρία add. ἀριθμὸν T 17 ἐπέκεινα scripsi: ἀπ’ ἐκείνης T: ἐπ’ ἐκείνους (corn ex ἐκείνης) V 19 πολλαπλασ. T 20 ἀπετέλεσε] ἐποίησεν T 21 ὡς] ὃς V ἀνωτέρω] cf. p. 49,29 22 δὲ om. T 24. 25 ὅπερ—σύγκειται om. T 28 δέδεικται] p. 50,7 33 ante ἑδραία add. ἡ T τὸ om. Brand. γωνον σχῆμα ἡ τετρὰς ἀποτελεῖ, τὸ δὲ τετράγωνον σχῆμα διὰ τὸ κατὰ πολλὰ μέρη τῆς γῆς ἅπτεσθαι δυσμόχλευτόν ἐστι· καὶ γὰρ ὁ τετράγωνος λίθος ὡς κατὰ πολλὰ μέρη τῆς γῆς ἁπτόμενος δυσχερῶς κινεῖται, ὁ δὲ κίων ἐὰν κλιθῇ εἰς τὸ πλάγιον, ἐπειδὴ οὐχ ἅπτεται τῆς γῆς κατὰ πολλὰ μέρη, εὐχερῶς κινεῖται. διὰ τὸ ἑδραῖον οὖν καὶ μόνιμον ἐκλήθη τετράς. πεντὰς δὲ λέγεται οἱονεὶ ἓν καὶ πᾶς· καὶ γὰρ ὁ πέντε ἀριθμὸς ἀπὸ τῆς μονάδος σύγκειται καὶ τῆς τετράδος, ἡ δὲ τετρὰς πᾶς λέγεται, ἢ ἐπειδὴ τέσσαρά εἰσι τὰ στοιχεῖα, ἐξ ὧν πάντα τὰ σώματα σύγκειται, ἢ ἐπειδὴ ὁ τέσσαρα ἀριθμὸς μετὰ τῶν πρὸ αὐτοῦ συντιθέμενος τὴν δεκάδα ἀποτελεῖ· προσλαμβάνων μὲν γὰρ τὸν τρία ἀριθμὸν ἀποτελεῖ τὸν ἑπτά, προσλαμβάνων δὲ τὸν δύο ἀποτελεῖ τὸν ἐννέα, προσλαμβάνων δὲ καὶ τὴν μονάδα ἀποτελεῖ τὴν δεκάδα. ἑξὰς δὲ λέγεται οἱονεὶ ἐξισὰς παρὰ τὸ ἐξισοῦσθαι τοῖς οἰκείοις μέρεσι· καὶ γάρ, ὡς ἐμάθομεν ἀνωτέρω λέγοντες διὰ τί ἕξ εἰσιν οἱ τῆς φιλοσοφίας ὁρισμοί, ὁ ἓξ τέλειός ἐστιν, ἐπειδὴ τὰ μέρη αὐτοῦ συντιθέμενα ἐξισοῦνται τῷ ὅλῳ· πῶς δὲ ἐξισοῦνται τῷ ὅλῳ; ὡς ἐκεῖ εἴρηται. ἑπτὰς δὲ λέγεται οἱονεὶ σεπτὰς παρὰ τὸ σεβάσμιον καὶ τίμιον· καὶ γὰρ ὁ ἑπτά ἀριθμὸς τίμιός ἐστιν, ὅθεν καὶ ἑπτά εἰσιν αἱ ἡμέραι τῆς ἑβδομάδος καὶ ἑπτὰ οἱ ἀστέρες οἱ πλανώμενοι καὶ ἑπτὰ <τὰ> φωνήεντα. ὁ δὲ ἑπτά λέγεται καὶ καιρὸς καὶ Ἀθηνᾶ, καὶ καιρὸς μέν, ἐπειδὴ κατὰ τοῦτον τὸν καιρὸν γίνονται αἱ ἡλικίαι (καὶ γὰρ τῷ ἑβδόμῳ μηνὶ ὀδοντοφυοῦσιν οἱ παῖδες καὶ τῷ ἑβδόμῳ ἐνιαυτῷ ἀμείβουσι τοὺς ὀδόντας), Ἀθηνᾶ δὲ λέγεται, ἐπειδὴ ὥσπερ μυθεύουσιν τὴν Ἀθηνᾶν παρθένον εἶναι καὶ ἀμήτορα (ἐκ τῆς κεφαλῆς γὰρ τοῦ Δῖός, ὡς μυθεύουσιν, ἐξῆλθε), τὸν αὐτὸν τρόπον καὶ ὁ ἑπτά ἀριθμὸς μόνος ἐκ τῶν ὄντων ἐντὸς τῆς δεκάδος οὕτε τίκτεται κατὰ πολλαπλασιασμὸν ἐξ ἄλλου ἀριθμοῦ οὔτε τίκτει πολλαπλασιασμὸν ἄλλον ἀριθμὸν ἐντὸς τῆς δεκάδος· δεῖ γάρ γινώσκειν ὅτι τῶν ἀριθμῶν τῶν ὄντων ἐντὸς τῆς δεκάδος οἱ μὲν τίκτουσι πολλαπλασιαζόμενοι, οἱ δὲ τίκτονται, οἱ δὲ καὶ τίκτουσι καὶ τίκτονται, οἷον ὁ τέσσαρα τίκτεται ἐκ τοῦ δύο δὶς γὰρ δύο τέσσαρα), ἀλλὰ καὶ τίκτει τὸν ὀκτώ· δὶς γὰρ τέσσαρα ὀκτώ. καὶ πάλιν ὁ ἐννέα τίκτεται (τρὶς γὰρ τρία ἐννέα), αὐτὸς δὲ ὁ ἐννέα πολλαπλασιαζόμενος οὐ τίκτει ἀριθμὸν ἐντὸς τῆς δεκάδος· δὶς γὰρ ἐννέα ὀκτωκαίδεκα, ὁ δὲ ὀκτωκαίδεκα οὐκ ἔστιν ἐντὸς τῆς δεκάδος. καὶ πάλιν ὁ πέντε τίκτει τὸν δέκα· δὶς γὰρ πέντε δέκα. τούτων οὖν οὕτως ἐχόντων ὁ ἑπτὰ οὐ τίκτει κατὰ πολλαπλασιασμὸν ἄλλον ἀριθμὸν πρὸ τῆς δεκάδος δὶς γὰρ 3 κατὰ] τὰ T 4 τὸ Vat. 2253: om. TV ἐφάπτεται V 2 6 οἱονεὶ] οἶον T ἀπό τε T 8 σύγκεινται V 9 ἀποτελεῖ] ἀποπληροῖ Τ1 13 ἐμάθομεν] p. 22,34 14 ὅροι T 17 ἑπτὰ ἡμ. εἰσὶ αἱ om.) V 18 οἱ ἀστ. οἱ πλ.] οἱ πλανῆται ἀστ. T: οἱ πλάνητες ἀστ. Brand. τὰ inserui 19 καὶ (ante καιρὸς) om. TV 20 γίνονται om, T ὀδόντας φύουσιν V 26 ἐντὸς τῆς δεκ. post τίκτει (25) transp. T 28 τίκτ. καὶ τίκτ.] τήκονται καὶ τήκουσι V 1: τίκτοντι καὶ τίκτουσι V 2 δὶς] δύο T 30 τρὶς] τρεῖς T ydp om. V ὁ αὐτὸς δέ ὁ V δὲ] γὰρ Τ 30. 31 οὐ τίκτει πολλ. coll. T 31. 32 δὶς—δεκάσος om. T 34 ἄλλον ἂp. κατὰ πολλ. colloc. V ἑπτὰ δεκατέσσαρα, ὁ δὲ δεκατέσσαρα ἀριθμὸς οὐκ ἔστιν ἐντὸς τῆς δεκάδος), οὔτε δὲ τίκτεται ἐξ ἄλλου ἀριθμοῦ κατὰ πολλαπλασιασμόν. εἰ δέ τις εἴποι ὅτι ὁ ἑπτὰ καὶ τίκτει καὶ τίκτεται (προσλαμβάνων γὰρ μονάδα ἀποτελεῖ τὸν ὀκτώ, ἀποτελεῖται δὲ ἐκ τοῦ ἓξ προσελθούσης τῆς μονάδος), λέγομεν ὅτι αὕτη σύνθεσίς ἐστιν, οὐ μὴν πολλαπλασιασμός. ὀγδοὰς δὲ λέγεται οἱονεὶ ἀγοδυὰς παρὰ τὸ δύο ἄγειν· καὶ γὰρ διχοτομουμένη ἔρχεται ἄχρι τῆς . μονάδος· διαιρεῖται γὰρ εἰς τέσσαρα καὶ τέσσαρα, καὶ πάλιν εἰς δύο καὶ δύο, καὶ αὖθις εἰς μονάδα καὶ μονάδα. εἰ δέ τις εἴποι ὅτι τούτῳ τῷ λόγῳ καὶ ἡ τετρὰς ὤφειλεν ὀγδοὰς λέγεσθαι, διότι καὶ αὕτη διχοτομουμένη ἔρχεται ἄχρι τῆς μονάδος (καὶ γὰρ διαιρεῖται εἰς δύο καὶ δύο, καὶ πάλιν εἰς μονάδα καὶ μονάδα), λέγομεν ὅτι αἱ ἐτυμολογίαι οὐκ ἀντιστρέφουσιν· ἰδοὺ γὰρ λέγεται σῖτος παρὰ τὸ σείεσθαι, καὶ οὐ μόνον ὁ σῖτος σείεται ἀλλὰ καὶ ἡ κριθὴ καὶ οἱ ἄλλοι καρποί, καὶ οὐ παρὰ τοῦτο λέγει τις ὅτι ὤφειλον καὶ οἱ ἄλλοι καρποὶ σῖτος λέγεσθαι. διὰ τοῦτο οὖν λέγεται ὀγδοάς, διότι διὰ μέσου ἄλλου ἀριθμοῦ ἄγει τὸν δύο· διὰ μέσου γὰρ τοῦ τέσσαρα ἄγει τὸν δύο ὁ ὀκτώ· καὶ γὰρ ὁ ὀκτὼ ἀπὸ τοῦ τέσσαρα συνίσταται (δὶς γὰρ τέσσαρα ὀκτώ), ὁ δὲ τέσσαρα ἔχει ἐν ἑαυτῷ τὸν δύο. παρὰ οὖν τὸ διὰ μέσου ἄλλου ἀριθμοῦ ἄγειν τὸν δύο λέγεται ὀγδοὰς οἱονεὶ ἀγοδυάς τις οὖσα. ἐννεὰς 151r δὲ λέγεται παρὰ τὸ ἓν καὶ νέον. καὶ γὰρ αὕτη πολλαπλασιαζομένη ἕνα νέον ἀριθμὸν φέρει καθ’ ὕφεσιν μιᾶς μονάδος ἀπὸ τοῦ ἐννέα ἄχρι τῆς μονάδος, οἱονεὶ δὶς ἐννέα δεκαοκτώ, τρὶς ἐννέα εἰκοσιεπτά, τετράκις ἐννέα τριακονταέξ, καὶ ἑξῆς ὁμοίως. ὅρα οὖν πῶς ὁ ἐννέα πολλαπλασιαζόμενος κατὰ πρόβασιν ἀφαίρεσιν πάσχει μιᾶς μονάδος. δεκὰς δὲ λέγεται οἱονεὶ δεχάς τις οὖσα· καὶ γὰρ ὁ δέκα δέχεται ἤγουν περιέχει ἐν ἑαυτῷ ἅπαντας τοὺς πρὸ αὐτοῦ ἀριθμούς· περιέχει γὰρ καὶ τὴν μονάδα καὶ τὴν δυάδα καὶ τοὺς ἑξῆς. ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις. Πρᾶξις ιη΄. Επειδὴ διὰ τῶν ὁρισμῶν ὡς ἕν τι οὖσαν τὴν φιλοσοφίαν μεμαθήκαμεν, ἔλθωμεν καὶ ὡς πολυσχιδῆ αὐτὴν οὖσαν διαιρέσει καθυποβάλωμεν· διὰ γὰρ τῆς διαιρέσεως ἀκριβῶς τὰ μέρη αὐτῆς μανθόνομεν, διὰ δὲ τῶν μερῶν ἀκριβῶς τὸ ὅλον γινώσκομεν. ἄλλως τε δὲ καὶ διὰ διαιρέσεως μανὁ 1 δὲ δ. ἀριθμὸς om. V 2 pr. δέ om. T 3 τίκτεται καὶ τίκτει colloc. T 4 προσελθούσης] προστιθεμένης T 5 αὕτη om. V o. 6 ὀγδοὰς—ἄγειν in mrg. suppl. V2 6 ἄχρι] ἕως V (cf. v. 10) 8 τούτῳ τῷ] τοιούτω T 9 ὀκτὰς αὕτη] αὐτὴ V 13 post καρποί add. τὰ δένδρα καὶ ὁ ἄνθρωπος V καὶ οὐ om. T παρὰ] διὰ T λέγει] εἴποι T 13. 14 ὤφελον—καρποὶ] ὤφελε καὶ ὁ ἄνθρωπος καὶ ἡ κριθὴ V 14 ante διὰ add. ἡ οὖν V2 ὀκτὰς aute διότι add. ἡ V2 15 ἄλλου om. V1 (cf. v. 18) 17 οὖν] γοῦν 18 ab ἄγειν τὸν δύο denuo inc. Κ ἔννας KV: ἑνάς T 19 post γὰρ superset. καὶ V αὕτη] αὐτὴ Y 21 οἷον T 23 πρόσβασιν KV 25 τὴν δυάδα καὶ τὴν μον. coll. T 26 ἐν οἶς σὺν θεῶ τέλος V: om. T 29 πολυσχεδῆ libri (cf. p. 60,12) καθυποβάλλωμεν T2 31 καὶ om. TV διὰ suppl. V2 θάνομεν τὰ μέρη αὐτῆς, καὶ λοιπὸν γινώσκοντες τὰ μέρη αὐτῆς εὑρίσκομεν ποῖα συγγράμματα τῆς φιλοσοφίας ὑπὸ ποῖα μέρη ἀνάγονται, ἵνα μὴ ἀνγοοῦντες ἁ μέρη αὐτῆς νομίσωμεν τὰ μὲν ὑπὸ τὸ πρακτικὸν ἀναγόμενα ὑπὸ τὸ θεωρητικὸν ἀνάγεσθαι τὰ δὲ ὑπὸ τὸ θεωρητικὸν ἀναγόμενα ὑπὸ τὸ πρακτικὸν ἀνάγεσθαι. ἔλθωμεν οὖν καὶ διαιρέσει καθυποβάλωμεν τὴν φιλοσοφίαν. ἀλλ’ ἐπειδὴ διαιρέσεως ἐμνημονεύσαμεν, ἵνα μὴ περὶ ἀγνοουμένου πράγματος ποιησώμεθα τὴν ζήτησιν, ἔλθωμεν καὶ εἴπωμεν τί ἐστι διαίρεσις καὶ τί ἐπιδιαίρεσις καὶ τί ὑποδιαίρεσις. ἰστέον ὅτι διαίρεσις μέν ἐστιν ἡ πρώτη τομὴ τοῦ ὑποκειμένου πράγματος, οἷον ὡς ὅταν εἴπωμεν ὅτι τῶν ζῴων τὰ μέν εἰσι λογικὰ τὰ δὲ ἄλογα. ἐπιδιαίρεσις δέ ἐστιν ἡ τοῦ αὐτοῦ πράγματος δευτέρα τομὴ καθ’ ἕτερον τρόπον γινομένη, οἷον ὡς ὅταν πάλιν τὸ ζῷον ἄλλως διέλωμεν λέγοντες ὅτι τῶν ζώων τὰ μὲν θνητά εἰσι τὰ δὲ ἀθάνατα. ὑποδιαίρεσις δέ ἐστιν ἡ τοῦ διαιρεθέντος σκέλους τομή, οἷον ὡς ὅταν διαιροῦντες τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον τὸ λογικὸν ὑποδιέλωμεν εἴς τε θνητὸν καὶ ἀθάνατον καὶ πάλιν τὸ θνητὸν ὑποδιέλωμεν εἰς ἄνθρωπον ἵππον κύνα καὶ τὰ τοιαῦτα. Οὕτως οὖν καὶ ἡ φιλοσοφία διαιρεῖται εἰς θεωρητικὸν καὶ πρακτικόν. καὶ διὰ μὲν τοῦ θεωρητικοῦ γινώσκει πάντα τὰ ὄντα, διὰ δὲ τοῦ πρακτικοῦ κατόρθωσιν ποιεῖται τῶν ἠθῶν. ἄξιον δὲ ζητῆσαι διὰ τί ἡ φιλοσοφία εἰς δύο διῃρέθη, φημὶ δὴ εἰς θεωρητικὸν καὶ πρακτικόν, καὶ μὴ εἰς ἓν ἢ εἰς πλείονα. καὶ ἔστιν εἰπεῖν ὅτι εἰς ἓν μὲν οὐκ ἠδύνατο διαιρεῖσθαι, ἐπειδὴ οὐδέποτε διαίρεσις περὶ ἓν καταγίνεται ἀλλὰ περὶ διάφορα· διαίρεσις γὰρ λέγεται | παρὰ τὸ διαιρεῖν καὶ διαχωρίζειν τόδε ἐκ τοῦδε, οἷον ὡς ὅταν 151v εἴπω ᾿ τῶν ζῴων τὰ μὲν λογικά εἰσι τὰ δὲ ἄλογα᾿. εἰς δύο δὲ διῃρέθη καὶ οὐκ εἰς πλείονα διὰ τρεῖς αἰτίας. καὶ πρώτη μέν ἐστιν αὕτη· διὰ τοῦτο ἡ φιλοσοφία εἰς θεωρητικὸν καὶ πρακτικὸν διῃρέθη, ἐπειδὴ συνουσίωται ἡμῖν καὶ τὸ θεωρητικὸν καὶ τὸ πρακτικόν, καὶ τὸ θεωρητικὸν μέν, ὡς δηλοῦσι καὶ οἱ παῖδες καὶ ἀπλῶς εἰπεῖν πάντες φιλοπευστεῖς ὄντες, τοῦτ᾿ ἔστι φιλομαθεῖς (ἕκαστος γὰρ φιλεῖ τὸ μανθάνειν τι), τὸ δὲ πρακτικόν, ὡς δηλοῖ ἡ ψυχὴ μηδέποτε ἠρεμοῦσα· καὶ γὰρ ἐν τῷ καθεύδειν οὐκ ἠρεμεῖ φανταζομένη τὰ ἐνύπνια. ἀλλὰ καὶ ἡνίκα ἠρεμοῦμεν μὴ ἔχοντές τι πρᾶξαι, ἡ τρίχα τίλλομεν ἢ κάρφος κινοῦμεν ἤ τι τοιοῦτον. ἐπειδὴ οὖν συνουσίωται ἡμῖν τὸ θεωρητικὸν καὶ πρακτικόν, τούτου χάριν καὶ ἡ φιλο- σοφία εἰς δύο διαιρεῖται, τοῦτ’ ἔστιν εἰς θεωρητικὸν καὶ πρακτικόν. δευτέρα δὲ αἰτία ἐστὶν αὕτη· ἡ φιλοσοφία, ὡς ἐμάθομεν, ὁμοίωσίς ἐστι θεῷ. ἐπειδὴ οὖν ἡ φιλοσοφία ὁμοίωσίς ἐστι θεῷ, διττὰς δὲ δυνάμεις ἔχει 1 καὶ λοιοὸν—τά μέρη αὐτῆς om. V 4 ἀνάγεσθαι om. T 5 post οὖν add. ὡς εἴρηται TV καθυποβάλλωμεν TV 2 8 καὶ τί ἐπιδ. καὶ τί ὑποδ. om. T μέν om. TV 13 εἰσι ante θνητά colloc. T 15 τε om. KV 19 δέ ἐστι TV 20 δὴ] δὲ V εἰς (post ἢ) om. T 23 λέγεται] ἐστιν T 24 δὲ] γὰρ TV1 Siatpcitott T 30 ἐμάθομεν] add. καὶ T 33 ἡμῖν om. K καὶ τὸ θεωp. καὶ τὸ ῥεῖται 35 ἐμάθομεν] p. 20,29 35. ἡμῖν θεῶ coll. Vat. 2253: θεῶ ἐστι KTV ἐπειδὴ οὖν ἡ φιλοσοφία ὁμοίωσίς ἐστι θεῶ Vat. 2253: om. KTV τὸ θεῖον, τὰς μὲν θεωρητικὰς τὰς δὲ πρακτικάς (καὶ θεωρητικὰς μὲν καθὸ γινώσκει πάντα, πρακτικὰς δὲ καθὸ πάντα δημιουργεῖ), τούτου χάριν καὶ ἡ φιλοσοφία εἰς δύο διαιρεῖται, τοῦτ’ ἔστιν εἰς θεωρητικὸν καὶ πρακτικόν. καὶ διὰ μὲν τοῦ θεωρητικοῦ μιμεῖται τὰς θεωρητικὰς καὶ γνωστικὰς δυνάμεις τοῦ θεοῦ (διὰ γὰρ τούτων πάντα γινώσκει τὰ ὄντα), διὰ δὲ τοῦ πρακτικοῦ μιμεῖται τὰς πρακτικὰς δυνάμεις· διὰ γὰρ τούτων τῶν ἀτελεστέρων ψυχῶν προνοεῖται διὰ τὸ ἀπὸ τῆς ἀγνοίας ἐπὶ τὴν γνῶσιν αὐτὰς μεταφέρειν. τρίτη δὲ αἰτία ἐστὶν αὕτη· ἡ φιλοσοφία σκοκὸν ἔχει τὴν ψυχὴν κοσμῆσαι. ἐπειδὴ δὲ ἡ φιλοσοφία σκοπὸν ἔχει τὴν ψυχὴν κοσμῆσαι, διττὰς δὲ δυνάμεις ἔχει ἡ ψυχή, τὰς μὲν γνωστικὰς τὰς δὲ ζωτικάς, καὶ γνωστικὰς μὲν αἴσθησιν φαντασίαν δόξαν διάνοιαν καὶ νοῦν, περὶ ὧν ἀνωτέρω ἐμάθομεν, ζωτικὰς δὲ βούλησιν προαίρεσιν θυμὸν καὶ ἐπιθυμίαν, τούτου χάριν καὶ ἡ φιλοσοφία εἰς δύο διαιρεῖται, τοῦτ’ ἔστιν εἰς θεωρητικὸν καὶ πρακτικόν, ἵνα διὰ μὲν τοῦ θεωρητικοῦ τὰς γνωστικὰς δυνάμεις τῆς ψυχῆς κοσμήσῃ, διὰ δὲ τοῦ πρακτικοῦ τὰς ζωτικάς· καὶ γὰρ τὸ πρακτικὸν διδάσκει ἡμᾶς τὸ κρατεῖν τοῦ θυμοῦ καὶ μὴ ἐρᾶν τῶν μὴ προσηκόντων. Ταῦτα μὲν περὶ τοῦ εἰς δύο διαιρεῖσθαι τὴν φιλοσοφίαν, τοῦτ’ ἔστιν εἰς θεωρητικὸν καὶ πρακτικόν. ἰστέον δὲ ὅτι ἑκάτερον τούτων νικᾷ τὸ ἕτερον καὶ νικᾶται ὑπὸ τοῦ ἑτέρου· καὶ γὰρ τὸ θεωρητικὸν νικᾷ τὸ πρακτικὸν κατὰ τὸ ὑποκείμενον, ὅτι τῷ μὲν θεωρητικῷ πάντα τὰ ὄντα ὑπόκεινται πρὸς γνῶσιν τῷ δὲ πρακτικῷ μόναι αἱ ἀνθρώπιναι ψυχαί· μόνας γὰρ τἀς ἀνθρωπίνας ψυχὰς κοσμεῖ τὸ πρακτικόν, οὐ μὴν καὶ τὰς τῶν ἀλόγων, τὸ δὲ θεωρητικὸν καὶ τὰς τῶν ἀλόγων φύσεις ἐπίσταται. | τὸ δὲ 152r πρακτικὸν νικᾷ τὸ θεωρητικὸν κατὰ τὸ τέλος· τέλος μὲν γὰρ τοῦ θεωρητικοῦ ἡ ἀλήθεια, τοῦ δὲ πρακτικοῦ τέλος ἐστὶ τὸ ἀγαθόν· διὰ γὰρ τοῦ πρακτικοῦ κοσμεῖ τις τὸ οἰκεῖον ἦθος καὶ ἐκκόπτει τὰ πάθη (τοῦτο δὲ ἀγαθόν ἐστι), διὰ δὲ τοῦ θεωρητικοῦ θεωρεῖ τις τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν. τὸ δὲ ἀγαθὸν τιμιώτερόν ἐστι τοῦ ἀληθοῦς ὡς περιεκτικώτερον· καὶ γὰρ εἴ τι μὲν ἀληθές, τοῦτο καὶ ἀγαθόν, οὐκ εἴ τι δὲ ἀγαθόν, τοῦτο καὶ ἀληθές· ἔστι γὰρ ὅτε καὶ ψεῦδος ἀγαθόν, ὡς ἐπὶ τούτου τοῦ παραδείγματος· οἷον 3 εἰς τὸ θεωp. T 5 πάντα del. et post ὄντα add. V 8. 9 ἐπειδὴ—κοσμῆσαι om. TV 9. 10 ἡ δὲ ψυγῆ διττὰς ἔχει τὰς δυνάμεις T 10 post prius μὲν add. γὰρ V post prius γνωστ. add. ἔχει V 11 ἀνωτέρω] p. 46,28 13 τὸ θεωp. Κ 14 κοσμήσῃ Vat. 2253: κοσμήσωμεν KTV (cf. v, 5) 15 καὶ γὰρ καὶ T alt. τὸ] τοῦ T 21 ἀνθρώπειαι KT 23 τῶν ἀλ. τἀς φ. coll. T 23. 24 τὸ δὲ πp.—θεωρητικόν] πάλιν δὲ νικᾶται τὸ θεωp. ὑπὸ τοῦ πρακτικοῦ T 27. 28 διὰ δὲ τοῦ θεωρητικοῦ τὴν ἀλήθειαν· τὸ θεωρητικὸν δὲ διδάσκει ἡμᾶς τὴν ἐν τοῖς οὖσιν ἀλ. V 28 περιεκτ.] καθολικώτερον καὶ ἐμπεριεκτικώτερον αὐτοῦ ὄν V post περιεκτ. add. τὸ δὲ ἀγαθὸν καθολικώτερόν ἐστι τοῦ ἀληθοῦς οὕτως ὥσπερ εἴ τι μὲν ἄνθρωπος, τοῦτο ζῶον· πᾶς γὰρ ἄνθρωπος τοῦτο ζῶον· οὐκ εἴ τι δὲ ζῶον, τοῦτο καὶ ἄνθρωπος· οὐ μόνον γὰρ ὁ ἄνθρωπός ἐστι ζῶον, ἀλλὰ καὶ ἵππος καὶ κύων καὶ τὰ τοιαῦτα V καὶ γὰρ] οὕτως V 29 pr. τοῦτο] πάντως V post ἀγαθόν (prius) add. τὸ γὰρ ἀληθὲς ἀγαθόν ἐστιν V δὲ om. Κ 30 ἔστι γὰρ] ἀλλ’ ἔστιν V καὶ supra scr. Κ τὸ ψεῦδος V post ψεῦδος add. πολλάκις γὰρ καὶ ψεῦδος V post ἀγαθόν add. εὑρίσκεται V ante ὡς add. οἷον V τοῦ παραδ. οἷον om. V αὐτό, ἵνα ἄτοπά τινα διαπράξηται, ὁ δὲ γνοὺς ἠρνήσατο λέγων ῾οὐδὲν δέδωκάς μοι᾿ καὶ ἐψεύσατο, ἵνα μὴ ἐκεῖνος ἄτοπα πράξῃ λαβὼν τὸ ξίφος· καὶ ἰδοὺ ψεῦδος ἀγαθόν. καὶ πάλιν λησταὶ κατεδίωκόν τινα, ἵνα αὐτὸν φονεύσωσιν, οἵτινες ὑπαντηθέντες τινὶ ἠρώτων περὶ τοῦ διωκομένου, ὁ δὲ καίπερ εἰδὼς ἠρνήσατο μὴ ἰδεῖν, καὶ ἐσώθη ὁ φεύγων· καὶ ἰδοὺ ψεῦδος ἀγαθόν. Πρᾶξις ιθ΄. Ἐπειδὴ τὴν φιλοσοφίαν εἰς θεωρητικὸν καὶ πρακτικὸν διείλομεν, ἕκαστον δὲ τούτων τῶν διαιρεθέντων σκελῶν ὑποδιαιρεῖται, ἔλθωμεν καὶ ὑποδιέλωμεν αὐτά. ἀλλὰ πρῶτον τὸ θεωρητικὸν ὑποδιέλωμεν· καὶ γὰρ τοῦτο δοκεῖ τιμιώτερον εἶναι τοῦ πρακτικοῦ, ἐπειδὴ τῷ μὲν θεωρητικῷ πάντα τὰ ὄντα ὑπόκεινται πρὸς γνῶσιν, τῷ δὲ πρακτικῷ μόναι αἱ ἀνθρώπιναι ψυχαί· μόνας γὰρ τὰς ἀνθρωπίνας ψυχὰς κοσμεῖ, οὐ μὴν καὶ τὰς τῶν ἀλόγων. ἰστέον δὲ ὅτι ἄλλως ὁ Πλατῶν τὸ θεωρητικὸν διαιρεῖ καὶ ἄλλως ὁ Ἀριστοτέλης· καὶ γὰρ ὁ Πλάτων ὑποδιαιρεῖ τὸ θεωρητικὸν εἰς φυσιολογικὸν καὶ θεολογικόν, τὸ δὲ μαθηματικὸν οὐκ ἠβούλετο μέρος εἶναι τῆς φιλοσοφίας ἀλλὰ προγύμνασμά τι, ὥσπερ ἡ γραμματικὴ καὶ ἡ ῥητορική, ὅθεν· καὶ πρὸ τοῦ ἀκροατηρίου τοῦ οἰκείου ἐπέγραφεν “ἀγεωμέτρητος μηδεὶς εἰσίτω.” τοῦτο δὲ ἐπέγραφεν, ἐπειδὴ εἰς τὰ πολλὰ ὁ Πλατῶν θεολογεῖ καὶ περὶ θεολογίαν καταγίνεται, συμβάλλεται δὲ εἰς εἴδησιν τῆς θεολογίας τὸ μαθηματικόν, οὗτινος μέρος ἐστὶν ἡ γεωμετρία. ὁ Ἀριστοτέλης ὑποδιαιρεῖ τὸ θεωρητικὸν εἰς φυσιολογικόν, μαθηματικόν, θεολογικόν· καὶ γὰρ τὸ μαθηματικὸν μέρος τῆς φιλοσοφίας ἐδόξασε· καὶ αὐτὸ γὰρ ἐπιστήμη ἐστί. ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δὲ ζητῆσαι διὰ τί εἰς τρία ὑποδιαιρεῖται τὸ θεωρητικόν, τοῦτ ἔστιν εἰς φυσιολογικόν, μαθηματικόν, θεολογικόν. καὶ ἔστιν εἰπεῖν ταύτην 1 σωφρονῶν om. V 2 γνοὺς om. V λέγων ὅτι V 3 ἵνα—ξίφος] ἵνα μὴ διὰ τοῦ ξίφους ἄτοπά τινα διαπράξηται V 4 καὶ (ante πάλιν) om. V 4. 5 φον. αὐτόν colloc. V 5 οἵτινες] καὶ ἐν τῶ καταδιώκειν αὐτὸν V ὑπαντ.— διωκ.] ὑπαντήθησάν τινι καὶ ἠρώτησαν εἰ εἶδεν ἐκεῖνον V 6 καίπερ εἰδὼς om. V μὴ ἰδεῖν] λέγων ὅτι οὐκ εἶδον αὐτὸν V 10 τῶν διαιp. σκελῶν] διαιρεθέντων Κ: εἰς διαιρεθέντα σκέλη T 11 ἀλλὰ πp.] καὶ πρῶτον μὲν T ὑποδιέλωμεν om. T 12. 13 ἐπειδὴ—γνῶσιν] διὰ τὸ ὑποκεῖσθαι αὐτῶ εἰς γνῶσιν πάντα τὰ ὄντα T 13 τῷ δὲ πρακτικῷ—ἀλόγων (15) om. T 15 δὲ om. T 16 ὁ Πλατῶν] cf. Zelleri Phil. Gr. II3 p. 488 17 θεολογικόν] μαθηματικόν (in mrg. γp. Κ 19 τοῦ οἰκείου ἀκροατηρίου T 19. 20 ἐπέγραψεν Wellm. (bis) 19 ἀγεωμέτρητος] cf. p. 5,12 20 ὁ Πλατῶν om. T 21 ἐθεολόγει T καὶ ερὶ—καταγίνεται om. T 22 θεολογ.] φιλοσοφίας T 22. 23 ὁ δὲ Ἀp.] cf. Zelleri Phil. Gr. III3 p. 179 23 καὶ θεολ. Brand. 24 καὶ γὰρ—θεολ. in mrg. suppl. V2 ἐδόξαζε V 25 ταῦτα μὲν ἐν τούτοις om. V 26 post δὲ add. ἐστὶ T 26. 27 τοῦτ’ ἔστιν om. Κ 27 μαθ. καὶ θεολ. T δὲ ὄντα τριττά ἐστιν· ἡ γὰρ καὶ τῇ ὑποστάσει καὶ τῇ ἐπινοίᾳ ἔνυλά εἰσιν ὥσπερ ξύλον, λίθος, ὀστοῦν (ταῦτα γὰρ καὶ τῇ ὑποστάσει ἔνυλά εἰσι καὶ τῇ ἐπινοίᾳ· | οὐδὲ γὰρ δύναταί τις ξύλον ἢ λίθον ἢ ὀστοῦν ἐπινοῆσαι ἄυλον), 152v ἢ καὶ τῇ ὑποστάσει καὶ τῇ ἐπινοίᾳ ἄυλά εἰσιν ὥσπερ ἄγγελος, θεός, ψυχὴ ἡ ἄνευ σώματος οὖσα (ταῦτα γὰρ καὶ τῇ ὑποστάσει ἄυλά εἰσι καὶ τῇ ἐπινοίᾳ· οὐδὲ γὰρ δύναταί τις ἐπινοῆσαι θεὸν ἢ ἄγγελον ἢ ψυχὴν ἄνευ σώματος οὖσαν ἔνυλον), ἢ τῇ μὲν ὑποστάσει ἔνυλά εἰσι τῇ δὲ ἐπινοίᾳ ἄυλα ὥσπερ τὰ σχήματα· καὶ γὰρ ταῦτα τῇ μὲν ὑποστάσει ἔνυλά εἰσιν (οὐδὲ γὰρ δύναται τρίγωνον ἢ τετράγωνον ἤ τι τοιοῦτον σχῆμα ἄνευ ὕλης συστῆναι· ἢ γὰρ ἐν ξύλῳ ἔχει τὴν ὕπαρξιν ἡ ἐν λίθῳ ἢ ἐν χαλκῷ ἢ ἔν τινι τοιούτῳ), τῇ δὲ ἐπινοία ἄυλά εἰσι· καὶ γὰρ ἡνίκα τις φαντάζεται καὶ ἀναπολεῖ τὸ σχῆμα αὐτὸ καθ’ ἑαυτό, ἀνατυποῖ αὐτὸ ἐν τῇ οἰκείᾳ διανοίᾳ· ὥσπερ γὰρ ὁ κηρὸς ἀναματτόμενος τὴν σφραγῖδα ἐκ τοῦ δακτυλίου αὐτὴν μόνην τὴν σφραγῖδα ἀναμάττεται, οὐ μὴν ἀφαιρεῖταί τι ἐκ τοῦ δακτυλίου, τὸν αὐτὸν τρόπον καὶ ἡ διάνοια φανταζομένη τὰ σχήματα οὐκ ἀξαιρεῖταί τι ἐκ τῆς ὕλης, ἀλλ’ αὐτὸ μόνον τὸ σχῆμα φαντάζεται καὶ διατυποῖ ἐν ἑαυτῇ. ἐπειδὴ οὖν τῷ θεωρητικῷ πάντα τὰ ὄντα ὑπόκεινται πρὸς γνῶσιν, τὰ δὲ ὄντα, ὡς εἴρηται, τριττά εἰσι, τούτου χάριν καὶ τὸ θεωρητικὸν εἰς τρία διαιρεῖται, εἰς φυσιολογικόν, μαθηματικόν, θεολογικόν. καὶ ἰστέον ὅτι τὸ μὲν φυσιο- λογικὸν καταγίνεται περὶ τὰ καὶ τῇ ὑποστάσει καὶ τῇ ἐπινοίᾳ ἔνυλα ζητεῖ γάρ περὶ τῶν τεσσάρων στοιχείων πῶς σύγκεινται), τὸ δὲ θεολογικὸν καταγίνεται περὶ τὰ καὶ τῇ ὑποστάσει καὶ τῇ ἐπινοίᾳ ἄυλα, τὸ δὲ μαθηματικὸν καταγίνεται περὶ τὰ τῇ μὲν ὑποστάσει ἔνυλα τῇ δὲ ἐπινοίᾳ ἄυλα. Tούτων οὖν οὕτως ἐχόντων ἔλθωμεν καὶ εἴπωμεν περὶ τῆς τάξεως αὐτῶν. ἰστέον ὅτι τὸ φυσιολογικὸν πρώτην ἔχει τάξιν ὡς σύντροφον καὶ πλησιάζον ἡμῖν, ἅτε δὴ πάντῃ ἔνυλον ὄν. τὸ δὲ μαθηματικὸν μέσον ἐστὶ τοῦ τε φυσιολογικοῦ καὶ θεολογικοῦ ὡς καὶ τῶν δύο μετέχον· καὶ γὰρ ἔνυλόν ἐστιν ὁμοίως τῷ φυσιολογικῷ καὶ ἄυλον ὁμοίως τῷ θεολογικῷ· ὡς εἴρηται γάρ, τὸ μαθηματικὸν τῇ μὲν ὑποστάσει ἔνυλόν ἐστι τῇ δὲ ἐπινοίᾳ ἄυλον. τὸ δὲ θεολογικὸν ἐξ ἀνάγκης ὕστερόν ἐστιν· οὐδὲ γὰρ δύναται εἶναι μετὰ τὸ φυσιολογικόν, ἐπειδὴ οὐ δεῖ ἀπὸ τῶν πάντῃ ἐνύλων εὑ ἐπὶ τὰ πάντῃ ἄυλα ἔρχεσθαι, ἐπεὶ πάσχομεν ὃ πάσχουσιν οἱ πολὺν χρόνον 1 ἀπολογίαν] αἰτίαν T τὰ ὄντα post γνῶσιν colloc. V ὑπόκειται T πρὸς] εἰς T 2 εἰσιν om. V 3 ξύλα T καὶ (post γὰρ) om. V 4 ἄυλον Vat. 2253: ἄυλα KTV 5 ἡ καὶ—ἔνυλον (7) om. Κ θεὸς om. V 6 καὶ τῇ ὑποστ.] τὰ ὑποστ. V 7 τις] τι V θεόν om. Y ἔνυλον Vat. 2253: ἔνυλα TV (cf. v. 4) 9 τρίγ. δύναται colloc. T 11 τοιούτῳ] ἄλλω Τ 12 ἀναπολῇ T 13. 14 ἀποματτόμενος T 17 αὐτὸ om. T 18 ὑπόκεινται τὰ ὄντα coll. Κ 20 μαθ. καὶ θεολ. T 21 καταγίνεται post ἔνυλα colloc. T 22 σύγκειται TV 22. 23 θεολ. δέ colloc. T 27 ἐπέχει T 28 ὤν T 29 τε om. T ὡς om. Κ μετέχων T 31 ante τῇ μὲν add. καὶ V 34 πολλὺν T ἐν σκότει διάγοντες καὶ εὐθὺς πρὸς τὸν ἥλιον θεωροῦντες· οἱ γὰρ πολὺν χρόνον ἐν σκότει διατρίβοντες καὶ εὐθέως εἰς τὸν ἥλιον θεωροῦντες ἀποτυφλοῦνται. οὕτως οὖν οὐ δεῖ ἀπὸ τῶν πάντῃ ἐνύλων εὐθέως ἐπὶ τὰ πάντῃ ἄυλα ἔρχεσθαι· οὕτω γὰρ αἰνιττομένη ἡ ποίησις λέγει περὶ Ὤτου καὶ Ἐφιάλτου ταῦτα· Ὄσσαν ἐπ’ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπ’ Ὄσσῃ Πήλιον εἰνοσίφυλλον, ἵν’ οὐρανὸς ἀμβατὸς εἴη. καὶ κατὰ μὲν τὸ φαινόμενον τοῦτο λέγει ὅτι ὁ Ὦτος καὶ ὁ Ἐφιάλτης ἠθέλησαν θεῖναι ὄρη ἐπάνω ἀλλήλων, βουλόμενοι | μηχανήσασθαι τὴν εἰς 153r οὐρανὸν ἄνοδον, ἀλληγορικῶς δὲ νοούμενα ταῦτα δηλοῦσιν ὅτι ἐκεῖνοι εὐθέως ἀπὸ τῶν φυσικῶν καὶ πάντῃ ἐνύλων πραγμάτων ἐπὶ τὴν γνῶσιν τῶν θείων ἠβουλήθησαν ἐπιπηδῆσαι. ἀπὸ οὖν τοῦ μαθηματικοῦ δεῖ ἐπὶ τὰ θεολογικὰ ἔρχεσθει. ὅτι δὲ τοῦτο ἀληθές ἐστιν, δηλοῖ ὁ Πλατῶν περὶ τοῦ μαθηματικοῦ διαλεγόμενος καὶ λέγων ὅτι ῾αὕτη ὁδός, ταῦτα μαθήματα, εἴτε ῥᾴδια εἴτε χαλεπά, ταύτῃ ἰτέον, ἀμελεῖν δὲ οὐ δεῖ᾿ , τοῦτ’ ἔστιν ὅτι ὁδῷ κεχρημένους τοῖς μαθήμασι διὰ τούτων δεῖ βαδίσαι ἐπὶ τὰ θεολογικά. καὶ ὁ Πλωτῖνος δὲ τοῦτο δηλοῖ λέγων ‘παραδοτέον δὲ τοῖς νέοις τὰ μαθήματα πρὸς συνεθισμὸν τῆς ἀσωμάτου φύσεως, δι’ ὧν τὴν ἀσώματον φύσιν γινώσκουσιν.’ ἰστέον δὲ ὅτι ἐοίκασι τὰ μαθηματικὰ κλίμακι καὶ γεφύρᾳ· ὥσπερ γὰρ ἐν τῇ κλίμακι ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω ἐρχόμεθα καὶ ἐν τῇ γεφύρᾳ δὲ. ἀπὸ τοῦδε τοῦ μέρους εἰς τὸ ἐξ ἐναντίας μέρος ἐρχόμεθα, οὕτω καὶ διὰ τοῦ μαθηματικοῦ ἐπὶ τὸ θεολογικὸν ἐρχόμεθα· καὶ γὰρ συμβάλλεται τὸ μαθηματικὸν εἰς τὴν εἴδησιν τοὐ θεολογικοῦ. ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες· εἰ ἄρα οὐ μόνον τὸ μαθηματικὸν μανθάνεται ἀλλὰ καὶ τὸ φυσιολογικὸν καὶ τὸ θεολογικόν, διὰ τί τοῦτο μόνον λέγεται μαθηματικὸν καὶ μὴ κἀκεῖνα λέγονται μαθηματικά; καὶ ἐπιλύονται λέγοντες ὅτι τὸ φυσιολογικὸν οὐ δύναται λέγεσθαι μαθηματικόν, ἐπειδὴ τοῦτο πάντῃ ἔνυλον ὂν καὶ ἀεὶ ἐν ῥοῇ καὶ ἀπορροῇ ὂν καὶ ἄλλοτε ἄλλως ἔχον οὐχ ὑποπίπτει ἀκριβεῖ γνώσει, ἀλλὰ τυχὸν σήμερον μὲν τοιώσδε γινώσκεται αὔριον δὲ τοιώσδε διὰ τὸ ἄλλως ἔχειν. ἀλλ’ οὔτε δὲ τὸ θεολογικὸν δύναται λέγεσθαι μαθηματικόν, ἐπειδὴ τὰ θεῖα ἅτε δὴ ἀόρατα ὄντα καὶ ἀκατάληπτα εἰκασμῷ μᾶλλον γινώσκονται ἤπερ ἀκριβεῖ γνώσει. 1. 2 οἱ γὰρ—θεωροῦντες om. T 4 ἡ ποίησις αἷν. colloc. T (cf. Hom. λ 315) περὶ τοῦ ὤτου T 6 ἐπ’ Ὀλύμπω V: ἐν Ὀλύμπω KT αὐτὰρ] ἀτὰρ T 7 εἰνοσίφυλον Κ: ἠνοσίφυλον V ἀμβατὸς] ἅμα τε T post εἴη add. παῖδες ἀλωῆος V 9 ἀλλήλων] ἄλλων KV τὴν om. Brand. 10.11 εὐθέως ἐκεῖνοι colloc. T 11 καὶ om. T 12 ἐβουλήθησαν Brand. ἐπιπηδῆσαι] ἐπιτηδεῦσαι T 13 τὰ τέλεια θεολογικὰ T δὲ Vat. 2253: γὰρ KTV καὶ ὁ πλατῶν T (cf. Epinom. 13 p. 992 A) 16 κεχρημένος T 17 ὁ Πλωτῖνος] Ennead. Ι 3,3 (p. 157,20) δὲ om. T (bis) 18 συνηθισμὸν KV 20 γὰρ om. T 21 μέρος om. T 25 τὸ θεολ. καὶ τὸ φυσιολ. colloc. T 26 κἀκεῖνοι Wellm. (errore typ.) λέγονται μαθηματικά om. T 30 οὔτε δὲ] ἄλλοτε V1: ἀλλ’ οὔτε τε V2 31. 32 ἀκατάλ. ὄντα καὶ ἀόρατα T 32 γινώσκεται TV ἐξ ἀνάγκης οὖν τοῦτο λέγεται μαθηματικὸν μόνον. ἄλλως τε δὲ διὰ τοῦτο αὐτὸ μόνον λέγεται μαθηματικόν, ἐπειδὴ αὐτὸ διδάσκει ἡμᾶς πῶς δεῖ μανθάνειν τὰ πράγματα· εἰ γὰρ καὶ ἐν τῇ λογικῇ τοῦτο διδάσκει ἡμᾶς ὁ Ἀριστοτέλης, ἀλλ’ οὖν ἐκ τοῦ μαθηματικοῦ ἔλαβε τὴν ἀφορμήν. ἔτι δέ, ὥς φασιν οἱ Πυθαγόρειοι, διὰ τοῦτο μόνον λέγεται μαθηματικόν, ἐπειδὴ ἐν τῇ διανοίᾳ ἔχει τὴν ὕπαρξιν· μόνη γὰρ ἡ διάνοια μανθάνει· ὁ γὰρ νοῦς ἁπλῇ προσβολῇ πάντα γινώσκει. ταῦτα ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πράξις. Πρᾶξις κ΄. Διελόντες τὸ θεωρητικὸν εἰς φυσιολογικόν, μαθηματικόν, θεολογικόν, ἔλθωμεν καὶ ἕκαστον τούτων διέλωμεν. ἀλλ’ ἐπειδὴ ἡ διαίρεσις τοῦ φυσιολογικοῦ καὶ θεολογικοῦ πολυσχιδής ἐστι καὶ μείζονος ἀκροάσεως δέεται, ταύτην ταῖς μείζοσι πραγματείαις παραπέμψωμεν, ἔλθωμεν δὲ νῦν | καὶ τὴν διαίρεσιν τοῦ μαθηματικοῦ εἴπωμεν τὴν σαφεστέραν· ἔστι γὰρ καὶ 153v ἄλλη πολυσχιδής, ἥτις ἐν ταῖς μεγάλαις πραγματείαις λεχθήσεται, πλὴν καὶ ἡ λεχθησομένη διαίρεσις ἀκριβῶς ἔχει. ἰστέον ὅτι πέντε κεφάλια ἔχομεν περὶ τοῦ μαθηματικοῦ εἰπεῖν, καὶ ἔστι πρῶτον κεφάλαιον ἐν ᾧ λέγομεν πόσα καὶ ποῖά εἰσι τὰ εἴδη τοῦ μαθηματικοῦ, δεύτερον δὲ ἐν ᾧ λέγομεν διὰ τί τοσαῦτά εἰσι, τρίτον ἐν ᾧ λέγομεν τὴν τάξιν αὐτῶν, τέταρτον ἐν ᾧ λέγομεν τίνων εἰσὶν εὑρέματα, πέμπτον δὲ ἐν ᾧ λέγομεν τίνα παράκειται τοῖς τοιούτοις ειοεσιν. Ἔλθωμεν οὖν ἐπὶ τὸ πρῶτον καὶ εἴπωμεν πόσα καὶ ποῖά εἰσιν εἴδη τοῦ μαθηματικοῦ. ἰστέον οὖν ὅτι τέσσαρά εἰσιν εἴδη τοῦ μαθηματικοῦ, ἀριθμητική, μουσική, γεωμετρία, ἀστρονομία. ἔλθωμεν δὲ καὶ ἐπὶ τὸ δεύτερόν καὶ εἴπωμεν διὰ τί τοσαῦτα εἴδη εἰσὶ τοῦ μαθηματικοῦ. ἰστέον ὅτι τὸ μαθηματικὸν περὶ τὸ ποσὸν καταγίνεται· ἢ γὰρ περὶ τοὺς ἀριθμοὺς καταγίνεται ὥσπερ ἡ ἀριθμητική (τοῦτο δὲ ποσόν ἐστιν), ἢ περὶ τὰς σχέσεις τῶν φθόγγων ὥσπερ ἡ μουσική (καὶ τοῦτο δὲ ποσόν ἐστι· ζητεῖ γὰρ ποῖα τὸν διπλάσιον λόγον ἔχουσι καὶ ποῖα τὸν ἐν ἡμιολίῳ), ἢ περὶ τὰ διαστήματα τῆς γῆς καταγίνεται ὥσπερ ἡ γεωμετρία (καὶ τοῦτο δὲ ποσόν ἐστιν), ἢ περὶ τὰς κινήσεις τῶν οὐρανίων σωμάτων καταγίνεται ὥσπερ ἡ ἀστρονομία· καὶ τοῦτο δὲ ποσόν ἐστιν· ἔχουσι γάρ τινα διαστήματα. τούτων 1 μόνον (post μαθημ.) Vat. 2253: om. KTV δὲ] καὶ Wellm. 2 pr. αὐτὸ om. T 3 γὰρ supra scr. Κ ἐν τῆ λογικῇ τοῦτο Vat. 2253: θεολογῆσαι KTV 5 πυθαγόριοι V 1 (cf. Zelleri Phil. Gr. V 3 p. 128) 7. 8 ταῦτα—πρᾶξις om. TV 10 καὶ θεολ. T 12. 15 πολυσχεδής TV 1 13 δεῖται Κ (cf. p. 48,5) 17 τὸ πρῶτον T 20 εὑρήματα Brand. Wellm. δὲ om. T 21 τοῖς τοιούτ.] τούτοις τοῖς T 22 post πρῶτον add. κεφάλιον T 23 οὖν om. T 24 καὶ (post δὲ) om. TV 25 τοσ. εἰσὶ τοῦ μαθ. τὰ εἴδη T 29 ἡ περὶ—τινα διαστήματα (32) in mrg. suppl. V2 31 ἡ περὶ τὰς κινήσεις—ποσόν ἐστιν (32) om. 32 post διαστ. add. καὶ περὶ τὰ διαστήματα V οὖν οὕτως ἐχόντων καὶ γνωσθέντων ὅτι τὰ μαθηματικὰ περὶ τὸ ποσὸν καταγίνεται, δεῖ γινώσκειν ὅτι τὸ ποσὸν διττόν ἐστιν· ἢ γὰρ συνεχές ἐστιν ἢ διωρισμένον. καὶ συνεχὲς μὲν ποσόν ἐστιν οὗ τὰ μόρια εἰς ἕνα ὅρον συνάπτονται, ὥσπερ ἐπὶ τοῦ τοίχου· οὗτος γὰρ συνεχὲς ποσόν ἐστι· καὶ γὰρ ἐὰν τέμῃς τοῦτον δυνάμει εἰς πολλοὺς τόμους, πάντα τὰ μόρια τὰ τμηθέντα εἰς ἕνα ὅρον συνάπτονται· καὶ γὰρ τοῦτο τὸ τμῆμα μετὰ τοῦ ἄλλου συνημμένον ἐστὶ διὰ τῆς γραμμῆς τῆς νοητῶς παραληφθείσης ἐν τῷ γενέσθαι τὴν τομήν· καὶ γὰρ τῆς γραμμῆς τῆς δυνάμει τὴν τομὴν ποιησάσης μεταξὺ οὔσης τῶν δυνάμει τμηθέντων εὑρίσκεται τόδε τὸ μέρος συναπτόμενον τῇ γραμμῇ καὶ τὸ ἄλλο τῇ γραμμῇ ὁμοίως καὶ διὰ τῆς γραμμῆς συνάπτονται ἀλλήλοις· δυνάμει γὰρ τῇ τομῇ καθυπεβλήθησαν, οὐ μὴν ἐνεργείᾳ, ἵν καὶ διαχωρισθῶσιν ἀλλήλων. διωρισμένον δὲ ποσόν ἐστι τὸ διακεχωρισμένον καὶ μὴ ἔχον τι μεταξὺ τὸ ὀφεῖλον συνάφειαν ποιήσασθαι τοῦδε πρὸς τόδε, ὡς ἐπὶ τῶν ἀριθμῶν· καὶ γὰρ ὁ δέκα ἀριθμὸς διακεχωρισμένος ἐστίν· εἴτε γὰρ ἀπὸ μονάδων λάβῃς αὐτὸν συγκείμενον εἴτε ἀπὸ τοῦ πέντε καὶ τοῦ πέντε, οὐκ ἔχει ἄλλον ἀριθμὸν μεταξὺ | τὸν 154r ὀφείλοντα συνάφειαν τοῦδε τοῦ ἀριθμοῦ ποιήσασθαι πρὸς τόνδε· ἐὰν γὰρ προσλάβῃ ἕτερον ἀριθμόν, εὑρίσκεται ἐκπίπτων τοῦ δέκα μείζων γενόμενος. καὶ τούτων δὲ ἑκάτερον διττόν ἐστι· καὶ γὰρ καὶ τὸ διωρισμένον ποσὸν διττόν ἐστι· τὸ μὲν γάρ ἐστι καθ’ ἑαυτό, τὸ δὲ κατὰ σχέσιν. καὶ καθ ἑαυτὸ μέν, ὡς ὅταν τοὺς ἀριθμοὺς αὐτοὺς καθ’ ἑαυτοὺς λάβωμεν, οἷον ὡς ὅταν τὸν δέκα αὐτὸν καθ’ ἑαυτὸν λάβωμεν καὶ μὴ ἐξετάσωμεν αὐτὸν πρὸς ἄλλον ἀριθμόν. κατὰ σχέσιν δέ, ὡς ὅταν τόνδε τὸν ἀριθμὸν ἐξετάσωμεν πρὸς τόνδε, οἷον ὡς ὅταν τὸν δέκα ἐξετάσωμεν πρὸς τὸν πέντε λέγοντες ὅτι ὁ δέκα διπλάσιον λόγον ἔχει πρὸς τὸν πέντε. καὶ πάλιν τὸ συνεχὲς ποσὸν διττόν ἐστι· τὸ μὲν γὰρ ἀκίνητόν ἐστι, τὸ δὲ κινητόν. καὶ ἀκίνητον μὲν ὥσπερ ἡ γῆ (αὕτη γὰρ ἀκίνητός ἐστιν· οὐδὲ γὰρ ἀπέρχεται ἐκ τοῦδε τοῦ τόπου εἰς τόνδε τὸν τόπον), κινητὸν δὲ ὥσπερ ὁ οὐρανός· οὗτος γὰρ ἀεὶ κινεῖται. τούτων οὖν οὕτως ἐχόντων ἐπειδὴ τὸ μαθηματικὸν περὶ τὸ ποσὸν καταγίνεται, τὸ δὲ ποσόν, ὡς εἴρηται, διττόν ἐστιν (ἢ γὰρ συνεχές ἐστιν ἢ διωρισμένον), ἑκάτερον δὲ τούτων διττόν ἐστιν (ἔστι γὰρ ποσὸν διωρισμένον καθ’ ἑαυτὸ καὶ ποσὸν διωρισμένον κατὰ σχέσιν καὶ ποσὸν συνεχὲς ἀκίνητον καὶ ποσὸν συνεχὲς κινούμενον), τούτου χάριν πρὸς ἀναλογίαν τ.ῶν τεσσάρων τούτων τῶν συναγομένων ἐκ τοῦ ποσοῦ τοῦ τε διωρισμένου καὶ τοῦ συνεχοῦς τέσσαρά εἰσι τὰ εἴδη τοῦ μαθηματικοῦ, οἷον ἀριθμητική, μουσική, γεωμετρία, ἀστρονομία. καὶ ἡ μὲν ἀριθμητικὴ καταγίνεται περὶ τὸ ποσὸν τὸ διωρισμένον τὸ καθ’ ἑαυτό, ἡ δὲ μουσικὴ περὶ 4 ὥσπερ—συνάπτονται (6) om. V 8 τῆς δὺν.] τῆ δυνάμει T 14 τόδε ex τοῦδε corr. V1 ὁ iter. V 14. 15 διακεχωρισμένον T 16 καὶ τοῦ πέντε om. ἀριθ. ἄλλον colloc. KV 17 τοῦ ἀριθ. τοῦδε colloc. K 18 γινόμενος Τ 19 ὡρισμένον V 20 καὶ (ante καθ᾿ ἑαυτό) om. T 21. οἶον—λάβωμεν om. V 22 αὐτὸν (post δέκα)] ἀριθμὸν Κ 24 ὡς om. T ἐξετάσωμεν om. T 26 post prius ἀκίνητον add. διττόν V 36 ante ἄστρον. add. καὶ T 37 τὸ (ante καθ’ ἑαυτό) om. T τὸ ποσὸν τὸ διωρισμένον κατὰ σχέσιν, ἡ δὲ γεωμετρία περὶ τὸ ποσὸν τὸ συνεχὲς τὸ ἀκίνητον, ἡ δὲ ἀστρονομία περὶ τὸ ποσὸν τὸ συνεχὲς τὸ κινούμενον. ταῦτα μὲν καὶ τὸ δεύτερον κεφάλαιον. Ἔλθωμεν δὲ καὶ ἐπὶ τὸ τρίτον καὶ εἴπωμεν τὴν τάξιν αὐτῶν. ἰστέον ὅτι ἡ ἀριθμητικὴ καὶ ἡ μουσικὴ προτερεύουσι τῆς γεωμετρίας καὶ ἀστρονομίας, ἐπειδὴ ἡ μὲν ἀριθμητικὴ καὶ ἡ μουσικὴ περὶ τὸ ποσὸν τὸ διωρισμένον καταγίνονται, ἡ δὲ γεωμετρία καὶ ἡ ἀστρονομία περὶ τὸ ποσὸν τὸ συνεχές· τιμιώτερον δὲ τὸ ποσὸν τὸ διωρισμένον τοῦ ποσοῦ τοῦ συνεχοῦς· καὶ γὰρ τὸ ποσὸν τὸ διωρισμένον δύναται ἀσυγχύτως δέξασθαι διάφορα εἴδη· ἰδοὺ γὰρ ὁ κε ἀριθμὸς ὢν ποσὸν διωρισμένον δέχεται ἀσυγχύτως διάφορα εἴδη· ἔστι γὰρ καὶ κύκλος καὶ τετράγωνος. καὶ κύκλος μέν, ὅτι ὥσπερ ἐν τῷ κύκλῳ ἡ ἀρχὴ τῷ πέρατι συνάπτεται, οὕτω καὶ ἐνταῦθα ἄρχεται ἀπὸ τοῦ πέντε ἐν τῷ πολλαπλασιασμῷ καὶ εἰς αὐτὸν λήγει ἀποτελούμενος, | οἷον πεντάκις πέντε εἰκοσιπέντε· ἰδοὺ καὶ ἐν τῷ πολλαπλασιασμῷ 154v ἀπὸ τοῦ πέντε ἄρχεται καὶ ἀποτελούμενος εἰς τὸν πέντε καταλήγει. τετράγωνος δὲ λέγεται, ἐπειδὴ πᾶς ἀριθμός εἰς ἑαυτὸν πολλαπλασιαζόμενος τετράγωνον ἀριθμὸν ἀποτελεῖ, οἷον τρὶς τρία ἐννέα, τετράκις τέσσαρα δεκαέξ· οὕτως οὖν καὶ πεντάκις πέντε εἰκοσιπέντε. τὸ δὲ ποσὸν τὸ συνεχὲς οὐ δύναται ἀσυγχύτως διάφορα εἴδη ἐπιδέξασθαι· ἰδοὺ γὰρ ἐν τῷ κηρῷ, ὅσπερ ἐστὶ συνεχὲς ποσόν, ἐὰν ποιήσῃ τις εἶδος Ἕκτορος, οὐ δύναται ποιῆσαι ἄλλο εἶδος, εἰ μὴ ἀφανισθῇ τὸ πρῶτον εἶδος, ἐπεὶ σύγχυσις γίνεται. ἐπειδὴ οὖν τὸ ποσὸν τὸ διωρισμένον τιμιώτερόν ἐστι τοῦ ποσοῦ τοῦ συνεχοῦς, τούτου χάριν ἡ ἀριθμητικὴ καὶ ἡ μουσικὴ ὡς περὶ τὸ ποσὸν τὸ διωρισμένον καταγινόμεναι προτερεύουσι τῆς γεωμετρίας καὶ τῆς ἀστρονομίας ὡς τούτων περὶ τὸ ποσὸν τὸ συνεχὲς καταγινομένων. ἡ δὲ ἀριθμητικὴ προτερεύει τῆς μουσικῆς, ἐπειδὴ ἡ μὲν ἀριθμητική, ὡς ἀνωτέρω εἴρηται, περὶ τὸ ποσὸν τὸ καθ’ ἑαυτὸ καταγίνεται, ἡ δὲ μουσικὴ περὶ τὸ ποσὸν τὸ κατὰ σχέσιν· προτερεύει δὲ τὸ καθ’ ἑαυτὸ τοῦ κατὰ σχέσιν, ἐπειδὴ πρῶτον δεῖ ἁπλῶς τι εἶναι καὶ τότε ἐν σχέσει πρὸς ἕτερον παραλαμβάνεσθαι. ἡ δὲ γεωμετρία προτερεύει τῆς ἀστρονομίας, ἐπειδὴ ἡ μὲν γεωμετρία περὶ τὸ ποσὸν τὸ συνεχὲς τὸ ἀκίνητον καταγίνεται, ἡ δὲ ἀστρονομία περὶ τὸ ποσὸν τὸ συνεχὲς τὸ κινούμενον καταγίνεται· προτερεύει δὲ τὸ ἀκίνητον τοῦ κινουμένου· ἀρχὴ γὰρ κινήσεως ἡ ἠρεμία ἐστίν· ὁ γὰρ μέλλων κινεῖσθαι ἀπὸ ἠρεμίας προέρχεται. αὕτη μὲν οὖν ἐστιν ἡ αἰτία τῆς τάξεως αὐτῶν. 1 τὸ (ante κατὰ) om. T 1. 2 τὸ συνεχὲς ποσόν T 3 κινούμενον] κινητόν T 4 δὲ om. T καὶ (post δὲ) om. V ἰστέον δὲ Brand. 7 καταγίνεται TV 8 post τιμ. δὲ add. ἐστι T τοῦ συνεχοῦς ποσοῦ T 11 τετράγωνον Κ καὶ (ante κύκλος μέν) om. T 15 τὸν] τὸ TV 17 οἷον τρεῖς (sic) in mrg. suppl. V 18 τὸ δὲ συνεχὲς ποσὸν T 19 κηρῷ] καιρῶ V 1 20 ποιήσῃ] σφραγίσῃ T 21 ante ἄλλο add. καὶ T εἶδος ἄλλο colloc. V 22. 23 τοῦ συνεχοῦς ποσοῦ Τ 23. 24 περὶ ποσὸν διωρισμ. τὸ bis om.) T 24 καταγίνομαι V 1 26 ἀνωτέρω] cf. p. 61,36 31 καταγίνεται τὸ ἀκίνητον (τὸ ἀκίνητον suppl. m. 2) coll. V 31. 32 ἡ δὲ ἀστp.—καταγίνεται in mrg. suppl. V1 33 ἡ om. Τ Ἔστι δὲ καὶ ἄλλην αἰτίαν εἰπεῖν οὕτως. ἀναλογεῖ μὲν ἡ ἀριθμητικὴ τῇ μονάδι, ἡ δὲ μουσικὴ τῇ δυάδι, ἡ δὲ γεωμετρία τῇ τριάδι, ἡ δὲ ἀστρονομία τῇ τετράδι. πρὸς ἀναλογίαν οὖν τῆς τάξεως τῶν ἀριθμῶν ἐκτήσαντο καὶ ταύτην τὴν τάξιν· καὶ γὰρ ἡ ἀριθμητικὴ τῇ μονάδι ἀναλογεῖ περὶ γὰρ τὸ καθ’ ἑαυτὸ ποσὸν καταγίνεται, τὸ δὲ καθ’ ἑαυτὸ ἕν τί ἐστιν), ἡ δὲ μουσικὴ τῇ δυάδι ἀναλογεῖ (καὶ γὰρ περὶ τὸ ἐν σχέσει ποσὸν καταγίνεται, ἡ δὲ σχέσις τὸ ἐλάχιστον ἐπὶ δύο λαμβάνεται), ἡ δὲ γεωμετρία ἀναλογεῖ τῇ τριάδι (καὶ γὰρ ἡ γεωμετρία περὶ τὰ ἐπίπεδα σχήματα καταγίνεται, πρῶτον δὲ σχῆμα τὸ τρίγωνόν ἐστιν· οὔτε γὰρ μία γραμμὴ οὔτε δύο γραμμαὶ ἀποτελοῦσι σχῆμα), ἡ δὲ ἀστρονομία ἀναλογεῖ τῇ τετράδι· καὶ γὰρ ἡ ἀστρονομία περὶ τὰ οὐράνια σώματα καταγίνεται, πᾶν δὲ σῶμα τριχῇ διαστατόν ἐστιν· ἔχει γὰρ μῆκος πλάτος βάθος. ἕκαστον δὲ τούτων ὑπὸ δύο ὅρων περιέχεται ἤγουν δύο πέρατα ἔχει, ἐξ ὧν περιέχεται· καὶ γὰρ καὶ τὸ μῆκος ἔνθεν καὶ ἔνθεν περιέχεται καὶ τὸ πλάτος ὁμοίως καὶ τὸ βάθος, ὥστε συνάγεσθαι ἓξ ὅρους ἤγουν πέρατα. ἐκ δὲ τούτων τῶν ἓξ τέσσαρα· γίνονται· καἰ γὰρ τὸ ἓν | πέρας κοινόν ἐστι τῶν δύο· τὸ γὰρ 155r πέρας τοῦ πλάτους εὑρίσκεται ἀρχὴ τοῦ μήκους ἡ τοῦ βάθους. ἐπειδὴ οὖν ἡ ἀστρονομία περὶ τὰ οὐράνια σώματα καταγίνεται, πᾶν δὲ σῶμα τριχῇ διαστατόν ἐστιν (ἔχει γὰρ μῆκος πλάτος βάθος, ταῦτα δὲ τέσσαρας ὅρους ἤγουν τέσσαρα πέρατα ἔχουσι), τούτου χάριν λέγουσιν αὐτὴν τῇ τετράδι ἀναλογεῖν. ἔχομεν οὖν διὰ τί πρώτη ἐστὶν ἡ ἀριθμητικὴ καὶ δευτέρα ἡ μουσικὴ καὶ τρίτη ἡ γεωμετρία καὶ τετάρτη ἡ ἀστρονομία. ἐν οἷς καὶ τὸ τρίτον κεφάλαιον. Ἔλθωμεν δὲ καὶ ἐπὶ τὸ τέταρτον καὶ εἴπωμεν τίνων εἰσὶν εὑρέματα. ἰστέον ὅτι τὴν ἀριθμητικὴν οἱ Φοίνικες εὗρον ὡς ἐμπορικοὶ καὶ δεόμενοι τῶν ἀριθμῶν εἰς τὰς ψήφους. τὴν δὲ μουσικὴν οἱ Θρᾷκες· ἐκεῖθεν γὰρ ἦν ὁ Ὀρφεύς, ὅστις λέγεται εὑρηκέναι τὴν μουσικήν· Θρᾷξ γὰρ ὁ Ὀρφεύς. ἐπενόησε δὲ ἐμβατήρια μέλη διεγείροντα πρὸς θυμὸν αὐτοὺς ὡς ἄγαν ὄντας πολεμικούς· ἡ γὰρ ψῦξις ἀποκλείουσα τὸ θερμὸν ἐν τῷ βάθει δριμύτερον αὐτὸ ποιεῖ, ὅθεν καὶ θυμώδεις εἰσὶ καὶ πολεμικοὶ τῇ βίᾳ τοῦ θερμοῦ καὶ ὀρχηστικοὶ δὲ διὰ τὰς ἑτοίμους φυγὰς τῶν βελῶν· ἔστι γὰρ καὶ πυρρίχιος παρ’ αὐτοῖς ὄρχησις, ὅ ἐστιν ἐνόπλιος, κατὰ τὸ εἰρημένον τῳ ποιητῇ 4 τῇ om. T 5 γὰρ om. T καταγινομένη T pr. δὲ supra scr. Κ: om. V ante ἓν add. ποσὸν T 10 γραμμαὶ om. T 12 βάθος καὶ πλάτος T 13. 15 ἤγουν] ἤτοι Brand. 14 post ὁμοίως add. περιέχεται T 16 πέρας] ἐν μέρος TV 17 ἡ] καὶ Brand. 19 ἐστι διαστατόν colloc. V βάθος πλάτος colloc. T 21. 22 καὶ (tribus locis) om. T 24 καὶ (ante ἐπὶ) om. V post τέταρτον add. κεφάλαιον TV εὑρήματα Wellm. 25 ὡς om. Brand. 26 τοὺς ψήφους Braad. 27 pr. ὁ om. TV ὅστις —μουσικὴν in mrg. suppl. ’ 27. 28 Θρᾷξ—Ὀρφεύς om. V 28 δὲ om. V 28. 29 αὐτοὺς— πολεμικούς] ὡς ἄγαν πολεμικοὶ ὄντες V 29 ἡ] καὶ Brand. 31 δὲ om. T βελῶν] μελῶν T ἐστι] ἔτι V 32 παρ’ om. Κ 33 τῷ ποιητῇ] Hom. Π 617 Μηριόνη, τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα. τὴν δὲ γεωμετρίαν οἱ Αἰγύπτιοι εὗρον ἐξ ἀνάγκης· καὶ γὰρ τοῦ Νείλου συνεχῶς ἀνιόντος καὶ τὴν Αἴγυπτον ἐπικλύζοντος σύγχυσις τῶν ὁροθεσίων ἐγίνετο ἤρχοντο οἱ Αἰγύπτιοι εἰς μάχην καὶ ἐφόνευον ἀλλήλους καὶ λοιπὸν ἐκεῖθεν ἐπενόησαν μέτρον τι, δι’ οὗ ἐμέτρουν τὴν γῆν καὶ ἑκάστου τὸ ἴδιον ἐφυλάττετο· ὅπερ μέτρον καὶ ἄκαιναν ἐκάλουν διὰ τὸ μὴ καίνειν, ὅ ἐστι φονεύειν, ἐπειδὴ δι’ αὐτοῦ ἐστερήθησαν τοῦ καίνειν καὶ φονεύειν. οὕτως τῆς γεωμετρίας ἐξ ἀνάγκης ἀνεφάνη τὸ χρήσιμον. τὴν δὲ ἀστρονομίαν οἱ Χαλδαῖοι· καὶ γὰρ ἐν τῷ κλίματι, ἐν ᾧ εἰσιν οὗτοι, καθαρός ἐστιν ὁ οὐρανὸς καὶ ἀνέφελος, καὶ εὐχερῶς ἐκεῖθεν ἐπενόησαν τὴν περὶ τῶν οὐρανίων σωμάτων διδασκαλίαν ἤγουν τὴν ἀστρονομίαν. ταῦτα μὲν καὶ τὸ τέταρτον κεφάλαιον. Ἔλθωμεν δὲ ἐπὶ τὸ πέμπτον καὶ εἴπωμεν τί παράκειται τούτοις τοῖς εἴδεσιν. ἰστέον ὅτι τῇ ἀριθμητικῇ ἡ λογιστικὴ παράκειται. διαφέρουσι δὲ ἀλλήλων, ὅτι ἡ μὲν ἀριθμητικὴ τὴν φύσιν αὐτὴν τῶν ἀριθμῶν ζητεῖ καὶ περὶ τοῦ καθ’ ἑαυτὸν νοουμένου ἀριθμοῦ διαλαμβάνει καὶ οὐ τέμνει τὴν μονάδα, ἡ δὲ λογιστικὴ περὶ τοῦ ἐν τοῖς πράγμασι θεωρουμένου ἀριθμοῦ διαλαμβάνει· ἀντὶ γὰρ τῆς μονάδος λαμβάνει ἢ ἕνα ἄνθρωπον ἢ ἕνα ἵππον ἢ πηχυαῖον ξύλον καὶ τέμνει τὴν μονάδα εἰς ἥμισυ τρίτον ἕκτον καὶ εἰς τὰ τοιαῦτα. τῇ δὲ μουσικῇ ἡ ἔνυλος μουσικὴ παράκειται. καὶ ἰστέον ὅτι ἡ μὲν μουσικὴ τῷ | λόγῳ μόνῳ κέχρηται, ἡ δὲ ἔνυλος μουσικὴ τοῖς 155v ὀργάνοις οἷον τοῖς κυμβάλοις καὶ τοῖς αὐλοῖς. τῇ δὲ γεωμετρίᾳ ἡ γεωδαισία παράκειται. καὶ ἡ μὲν γεωμετρία τὸν λόγον τῶν μεγεθῶν καὶ τῶν σχημάτων παραδίδωσιν, ἡ δὲ γεωδαισία κέχρηται τῷ ἔργῳ καὶ τέμνει τὴν γῆν, ὅθεν καὶ γεωδαισία λέγεται παρὰ τὸν δασμὸν ἤτοι τὸν μερισμὸν τῆς γῆς. τῇ δὲ ἀστρονομίᾳ ἡ σφαιρικὴ παράκειται. ἀλλ’ ἡ μὲν ἀστρονομία περὶ μόνα τὰ οὐράνια σώματα καταγίνεται, ἡ δὲ σφαιρικὴ περὶ πᾶσαν σφαῖραν καταγίνεται· λέγει γὰρ τὰ συμβαίνοντα ἑκάστῃ σφαίρᾳ, εἴτε ὀστρακίνη εἴη εἴτε ξυλίνη εἴτε λιθίνη, σκοποῦσα τὰ ὑπάρχοντα πάσῃ σφαίρᾳ, οὐ μόνῃ τῇ οὐρανίᾳ, ὡς Θεοδόσιος ἐν τοῖς σφαιρικοῖς διαλαμβάνει. καὶ ἔστιν ἡ σφαιρικὴ ἀυλοτέρα τῆς ἀστρονομίας ὡς διαλαμβάνουσα περὶ τῆς τῷ λόγῳ θεωρουμένης σφαίρας. ἰστέον δὲ ὅτι φησὶν ὁ Ὁλυμπιόδωρος ὡς τῶν μὲν ἄλλων μαθηματικῶν εἰδῶν μέχρι τοῦ νῦν φυλάττεται λείψανα, οἷον τῆς ἀριθμητικῆς τῆς γεωμετρίας τῆς ἀστρονομίας· περὶ δὲ τῆς μουσικῆς φησιν 1 μεριόνη Κ: μυριόνη T 2 τὴν δὲ γεωνετρίαν—χρήσιμον (8) post ἀστρονομίαν (11) colloc. KV οἱ om. T 5 μέτρον] μέρος V 6 ἄκεναν V1 6. 7 κένειν V1 (bis) 8 ἀνεφάνη] εὑρέθη (in mrg. γp. ἀνεφάνη) Κ: ἐφάνη V 9 κλήματι T οὗτοι om. V 9. 10 καθαρὸς καὶ ἀνέφελός ἐστιν ὁ οὐρανός colloc. V 11 ἤγουν] ἤτοι Brand. 13 δὲ καὶ ἐπὶ T 15 δὲ] γὰρ T 18 ἢ (ante ἕνα ἄνθp.) om. V 20 εἰς (post καὶ) om. V 21 τῷ inc. pag. iter. K: om. T 22. 23 γεοδοσία V (const.) 25 ἤτοι τὸν] καὶ V 29 πάσῃ σφαίρᾳ] πῶς καὶ πλέει ἑκάστη σφαῖρα (corr. in mrg. m. 2) V 30 μόνη] μόνα T: μόνον ἐν V Θεοδόσιος] locus in Theodosii Spaeric. ed. Hunt (Oxon. 1707) non invenitur 32 δὲ om. Κ Ὀλυμπ.] spectat comment. in Isag. 33 λείψανον TV 34 φασιν V1 ἡμεῖς μὲν] τῆς κλέος ἐσθλὸν] οἶον ἀκούομεν οὐδέ τι ἴδμεν. οὐδὲ γάρ, φησί, σώζεται λείψανα τῆς μουσικῆς. ἰστέον δὲ ὅτι εἰσὶ μέχρι τοῦ νῦν βιβλία μουσικά. πάνυ δὲ συμβάλλεται ἡ μουσικὴ οὐ μόνον ταῖς τῶν ἀλόγων ψυχαῖς ἀλλὰ καὶ τῶν λογικῶν. ὅτι δὲ συμβάλλεται ταῖς ψυχαῖς τῶν ἀλόγων, δηλοῦσι τὰ πρόβατα ἑπόμενα τῇ ποιμενικῇ σύριγγι ὥσπερ ὑπὸ τῆς φωνῆς ἡδυνόμενα. ὅτι δὲ καὶ τῇ ψυχῇ τῶν λογικῶν ζῴων συμβάλλεται, δηλοῖ ἡ ἐν πολέμῳ σάλπιγξ τὴν ψυχὴν διεγείρουσα, καὶ τὰ θεατρικὰ δὲ ὄργανα δηλοῦσι τὴν ψυχὴν χαλῶντα διὰ τὸ ποιεῖν αὐτὴν ἥδεσθαι. ταῦτα ἐν οἷς σὺν θεῷ ἡ παροῦσα πρᾶξις. Πρᾶξις κα΄. Μαθόντες ὅτι ἡ φιλοσοφία διαιρεῖται εἰς θεωρητικὸν καὶ πρακτικὸν καὶ ὅτι τὸ θεωρητικὸν διαιρεῖται εἰς φυσιολογικόν, μαθηματικόν, θεολογικόν, ἔλθωμεν καὶ εἴπωμεν κατὰ ποῖον τρόπον τῆς διαιρέσεως ἐγένετο ἐπὶ τούτων ἡ διαίρεσις· τοῦ γὰρ πρακτικοῦ τὴν διαίρεσιν ἐν τοῖς ἑξῆς λέγομεν. ἀλλ’ ἵνα τοῦτο μάθωμεν, εἴπωμεν πόσοι καὶ ποῖοί εἰσιν οἱ διαιρετικοὶ τρόποι. ἰστέον ὅτι φασί τινες ὀκτὼ εἶναι τοὺς διαιρετικοὺς τρόπους. εἰσὶ δὲ οὗτοι· οἱ ἀπὸ γένους εἰς εἴδη, ἀπὸ εἰδῶν εἰς ἄτομα, ἀπὸ ὅλων εἰς μέρη (καὶ τοῦτο διχῶς· ἢ γὰρ εἰς ὁμοιομερῆ γίνεται ἡ διαίρεσις ἢ εἰς ἀνομοιομερῆ), ἀπὸ ὁμωνύμου φωνῆς εἰς διάφορα σημαινόμενα, ἀπὸ οὐσίας εἰς συμβεβηκότα, ἀπὸ συμβεβηκότων εἰς οὐσίας, ἀπὸ συμβεβηκότος πάλιν εἰς συμβεβηκότα, ἀφ’ ἑνὸς πρὸς ἕν. καὶ ἀπὸ μὲν γένους εἰς εἴδη, ὡς ὅταν τὸ ζῷον διέλωμεν εἰς λογικὸν καὶ ἄλογον | (τὸ γὰρ ζῷον γένος ἐστὶ καὶ διαιρεῖται 156r εἰς εἴδη, οἷον εἰς λογικὸν καὶ ἄλογον), ἀπὸ δὲ εἰδῶν εἰς ἄτομα, ὡς ὅταν τὸν καθόλου ἄνθρωπον διέλωμεν εἰς Σωκράτην Πλάτωνα Ἀλκιβιάδην καὶ τοὺς λοιπούς, ἀπὸ ὅλων εἰς μέρη ὁμοιομερῆ, ὡς ὅταν τὴν ὅλην φλέβα τέμωμεν εἰς μικρὰς φλέβας (ἐνταῦθα γὰρ ἀπὸ ὅλου ἐγένετο ἡ διαίρεσις καὶ εἰς ὁμοιομερῆ· καὶ γὰρ ὁμοιομερῆ λέγεται τὰ ἀλλλήλοις καὶ τῷ ὅλῳ ὁμωνύμως λεγόμενα ὡς ἐπὶ τῆς φλεβὸς τῆς τεμνομένης εἰς μικρὰς φλέβας· καὶ γὰρ ἕκαστον τούτων ὁμωνύμως καὶ τῷ ὅλῳ καὶ τοῖς λοιποῖς φλὲψ λέγεται), ἀπὸ ὅλων δὲ εἰς μέρη ἀνομοιομερῆ, ὡς ὅταν 1 ἡμεῖς—ἀκούμεν] μὲν et ἐσθλὸν eiecit Brand.; cf. Hom. Β 486 ἴδμεν] εἴδομεν V 2 οὑδὲ Vat. 2253: οὔτε KTV φησι post σώζεται colloc. TV λείψανον TV 3 post μουσικὴ add. καὶ συμβάλλεται V 4 ψυχαῖς τῶν ἀλ. colloc. V 6 τῆς om. V καὶ om. Κ 7 σάλπιξ TV 9 ἥδεσθαι] ἡδύνεσθαι TV 9 ταῦταπρᾶξις om. TV 12 μαθ. καὶ θεολ. Κ 15 μάθομεν V 17 οἱ om. V 20 ante ἀπὸ συμβεβηκότων add. καὶ V πάλιν om. V 21 ante ἀφ’ ἑνὸς add. καὶ TV ἀπὸ γένους μὲν colloc. V 23 οἷον] τουτέστιν V 24 πλάτωνα σωκp. colloc. V 24. 25 πλάτ. καὶ ἀλκιβ. T 25 τοὺς λοιπούς] εἰς τοὺς καθέκαστα ἀνθρώπους V ὅλου T: ὅλων δὲ V ὁμοιομερῶς V 26 ὅλην om. T φλέβαν (pr. Ι.) V τέμνωμεν T 27 et p. 66,2 λέγονται V 30 λοιποῖς in lit. V2 ἀνομοιομερῶς TV τὴν κεφαλὴν ὅλην διέλωμεν εἰς ὧτα ῥῖνα ὀφθαλμούς (ἐνταῦθα γὰρ ὅλου ἐγένετο ἡ διαίρεσις εἰς ἀνομοιομερῆ· καὶ γὰρ ἀνομοιομερῆ λέγεται τὰ μήτε ἀλλήλοις μήτε τῷ ὅλῳ ὁμωνύμως λεγόμενα· οὔτε γὰρ τὰ ὦτα λέγεται κεφαλὴ οὕτε ἡ ῥὶν οὔτε οἱ ὀφθαλμοί. οὔτε ἀλλήλοις ὁμωνύμως λέγονται· οὔτε γὰρ τὸ οὖς λέγεται ῥὶν οὔτε ἡ ῥὶν ὀφθαλμός), ἀπὸ ὁμωνύμου δὲ φωνῆς εἰς διάφορα σημαινόμενα, ὡς ὅταν ἡ κύων φωνὴ διαιρῆται εἴς τε τὸν θαλάττιον κύνα καὶ τὸν χερσαῖον καὶ τὸν ἀστρῷον, ἀπὸ οὐσίας δὲ εἰς συμβεβηκότα, ὡς ὅταν εἴπωμεν ὅτι τῶν ἀνθρώπων οἱ μὲν λευκοὶ οἱ δὲ μέλανες ἐνταῦθα γὰρ εἰς τὸ λευκὸν καὶ τὸ μέλαν, ἅτινα συμβεβηκότα εἰσίν, ἐγένετο ἡ διαίρεσις), ἀπὸ συμβεβηκότος δὲ εἰς οὐσίας, ὡς ὅταν εἴπωμεν ὅτι τοῦ λευκοῦ τὸ μέν ἐστι χιὼν τὸ δὲ ψιμύθιον τὸ δὲ κύκνος (ἀπὸ γὰρ τοῦ λευκοῦ, ὅπερ ἐστὶ συμβεβηκός, ἐγένετο ἡ διαίρεσις εἰς χιόνα καὶ κύκνον καὶ ψιμύθιον, ἅτινα οὐσίαι εἰσίν), ἀπὸ συμβεβηκότος δὲ εἰς συμβεβηκότα, ὡς ὅταν εἴπωμεν ὅτι τῶν λευκῶν τὰ μὲν θερμά ἐστι τὰ δὲ ψυχρά, καὶ θερμὰ μὲν ὡς ἐπὶ τῆς ἀσβέστου, ψυχρὰ δὲ ὡς ἐπὶ τῆς χιόνος (ἰδοὺ γὰρ ἐνταῦθα ἀπὸ τοῦ λευκοῦ, ὅπερ ἐστὶ συμβεβηκός, ἐγένετο ἡ διαίρεσις εἰς θερμὸν καὶ ψυχρόν, ἅτινα καὶ αὐτὰ συμβεβηκότα εἰσίν), ἀφ’ ἑνὸς δὲ καὶ πρὸς ἕν, ὡς ὅταν ἀπὸ μὲν τῆς ἰατρικῆς εἴπωμεν ἰατρικὸν βιβλίον ἰατρικὸν φάρμακον ἰατρικὴ ἔμπλαστρος (ἰδοὺ ταῦτα ἀφ’ ἑνός εἰσιν· ἀπὸ γὰρ μιᾶς τῆς ἰατρικῆς ὠνομάσθησαν), πρὸς ἓν δέ, ὡς ὅταν ἀπὸ τοῦ τέλους, φημὶ δὲ τῆς ὑγείας, εἴπωμεν ὑγιεινὸν βιβλίον ὑγιεινὸν φάρμακον ὑγιεινὴ ἔμπλαστρος· πρὸς ἓν γὰρ πρᾶγμα, τὴν ὑγίειαν, ἀφορῶντες ὠνομάσαμεν αὐτά. ταῦτα μὲν οὕτως. Ἔστι δὲ εἰπεῖν ὅτι οὐκ εἰσὶ κυρίως τρόποι διαιρετικοὶ ὀκτὼ ἀλλὰ τρεῖς· ὁ ἀπὸ γένους εἰς εἴδη, ὁ ἀπὸ ὅλων εἰς μέρη καὶ ὁ ἀπὸ ὁμωνύμου φωνῆς εἰς διάφορα σημαινόμενα· οἱ γὰρ ἄλλοι τρόποι οὐ δύνανται συστῆναι· οὐ γὰρ δύναται ἀπὸ | εἰδῶν εἰς ἄτομα γίνεσθαι διαίρεσις, ἐπειδὴ τὰ ἄτομα 156v ἄπειρά εἰσι· καὶ γὰρ οἱ κατὰ μέρος ἄνθρωποι ἄπειροί εἰσι καὶ ἀπερίληπτοι. ἄπειροι δὲ ὄντες καὶ ἀπερίληπτοι οὐ δύνανται διαιρέσει καθυποβληθῆναι· ἐν ὅσῳ γάρ τις θέλει διαιρέσει τοὺς ἐν τῇδε τῇ πόλει ἀνθρώπους καθυποβάλλειν, οἱ μὲν γεννῶνται οἱ δὲ φθείρονται, καὶ οὐδέποτε τοῦ τέλους 1 ῥίνας V 2 ὅλων ἐγίνετο V 3 post λεγόμενα add. ὡς ὅταν τὴν κεφαλὴν τέμωμεν εἰς ὧτα ῥῖνα (καὶ superscr.) ὀφθαλμούς· ταῦτα γὰρ οὔτε τῶ ὅλω ὁμωνύμως λέγονται V λέγεται] λέγονται V 5 τὸ om. Κ ἡ corr. ex οἱ K ὀφθαλμοί KT 6 ὅταν . . διαιρῆται] ὅτε . . διαιρεῖται KV 8 ὅτι om. Κ οἱ μὲν τῶν ἀνθp. colloc. T 9 συμβεβηκότα coni. Willm.: συμβεβηκός KTV 9. 12 ἐγίνετο V 11 φυμμίθιον T: ψιμμύθιον K (const.) 12 καἰ (ante κύκνον) om. TV 13 καὶ (ante φιμ.) om. V δὲ om. KV 14 εἰσι TV 16 τοῦ om. V ὅπερ ἐστὶ συμβ. post διαίρεσις colloc. V 17 ἅπερ ἐστὶ ἁ συμβ. V καὶ (ante πρὸς) om. V 20 δὲ] δὴ T 21 ὑγιείας V 22 ὑγείαν V 24 ὀκτὼ ἀλλὰ] εἰ μὴ V 25 post εἴδη add. καὶ TV ὅλου T 26 συστῆναι] στῆναι V1 27 δύναται γὰρ colloc. V γενέσθαι ἡ διαίρεσις T 30 θέλει τις colloc. V 30. 31 καθυποβαλεῖν (sic) ἀνθp. V 31 γένωνται V ἐφικνεῖται. ἀλλ’ οὔτε δὲ ἀπὸ συμβεβηκότος εἰς οὐσίας γίνεται διαίρεσις· τὸ γὰρ λέγειν ὅτι τοῦ λευκοῦ τὸ μέν ἐστι κύκνος τὸ δὲ φιμύθιον τὸ δὲ χιὼν οὐκ ἔστι διαίρεσις συμβεβηκότος εἰς οὐσίας· οὐδὲ γὰρ τὸ λευκὸν τὸ καθ’ ἑαυτὸ θεωρούμενον διεῖλον, ἀλλὰ τὸ σῶμα τὸ λευκόν, ὅπερ ἐστὶν οὐσία· οὐδὲ γὰρ δύνανται τὴν λευκότητα διελεῖν εἰς ψιμύθιον καὶ κύκνον καὶ χιόνα, ἐπειδὴ ἡ λευκότης συμβεβηκός ἐστι, ταῦτα δὲ οὐσίαι εἰσίν, οὐ δύναται δὲ τὸ συμβεβηκὸς εἰς οὐσίας διαιρεῖσθαι· καὶ γὰρ τὸ διαιρούμενον εἰς ὅμοια θέλει διαιρεῖσθαι, οὐκ εἰς ἀνόμοια, οἷον τὸ ζῷον εἰς ζῷα διαιρεῖται, οὐ μὴν εἰς μὴ ζῷα, καὶ τὸ λογικὸν εἰς λογικά, οὐ μὴν εἰς ἄλογα, καὶ τὸ θνητὸν εἰς θνητά, οὐ μὴν εἰς ἀθάνατα. πῶς οὖν τὸ συμβεβηκὸς εἰς οὐσίας δύναται διαιρεῖσθαι; ἀλλ’ οὔτε δὲ ἀπὸ οὐσίας εἰς συμβεβηκότα γίνεται διαίρεσις· τὸ γὰρ λέγειν ὅτι τῶν ἀνθρώπων οἱ μέν εἰσι λευκοὶ οἱ δὲ μέλανες οὐκ ἔστι διαίρεσις ἀπὸ οὐσίας εἰς συμβεβηκότα ἀλλ’ ἀπὸ οὐσίας εἰς οὐσίας ἐχούσας συμβεβηκότα· εἰς γὰρ ἀνθρώπους μέλανας καὶ λευκοὺς ἐγένετο ἡ διαίρεσις, οἵτινες οὐσίαι εἰσίν. ἀλλ’ οὔτε δὲ ἀπὸ συμβεβηκότος εἰς συμβεβηκότα γίνεται διαίρεσις· ἡ γὰρ ἀπὸ γένους εἰς εἴδη γίνεται ἡ διαίρεσις, ὡς ὅταν εἴπωμεν ὅτι τὸ χρῶμα διαιρεῖται εἰς εἴδη λευκὸν καὶ μέλαν (τὸ χρῶμα γὰρ γένος ἐστὶ καὶ διαιρεῖται εἰς εἴδη λευκὸν καὶ μέλαν, ὅπερ ἀνάγεται ὑπὸ τὸν διαιρετικὸν τρόπον τὸν ἀπὸ γένους εἰς εἴδη), ἢ ὡς ἀπὸ οὐσίας εἰς οὐσίας, καὶ οὐκέτι ἀπὸ συμβεβηκότος εἰς σομβεβηκότα γίνεται ἡ διαίρεσις· τὸ γὰρ λέγειν ὅτι τῶν λευκῶν τὰ μὲν θερμά εἰσι τὰ δὲ ψυχρὰ ἀπὸ οὐσίας εἰς οὐσίας ἐστὶ διαίρεσις· τὸ γὰρ σῶμα τὸ λευκόν, ὅπερ ἐστὶν οὐσία, διεῖλον εἰς σῶμα θερμὸν καὶ ψυχρόν. καὶ ταῦτα δὲ οὐσίαι εἰσίν· οὐδὲ γὰρ δύνανται τὸ λευκὸν καθ’ ἑαυτὸ θεωρούμενον ἤγουν τὴν λευκότητα διελεῖν εἰς σῶμα θερμὸν καὶ ψυχρόν, ἐπειδὴ τὸ λευκὸν καθ’ ἑαυτὸ θεωρούμενον οὔτε θερμόν ἐστιν οὔτε ψυχρόν. ἀλλ’ οὔτε δὲ τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν ἐστι διαίρεσις, ἀλλὰ ἀπαρίθμησις· τὰ γὰρ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν ἀόριστα καὶ ἀπερίληπτά εἰσι· δύναται γάρ τις εἰπεῖν ῾ἰατρικὸν βιβλίον ἰατρικὴ δίαιτα ἰατρικὴ ἔμπλαστρος ἰατρικὸς οἶνος ἰατρικὸν ἔλαιον᾿ καὶ ἄλλα ἄπειρα, καὶ πάλιν ῾ὑγιεινὸς οἶνος ὑγιεινὴ δίαιτα ὑγιεινὸν βιβλίον᾿. ἄπειρα δὲ καὶ ἀπερίληπτα ὄντα πῶς δύνανται διαιρέσει καθυποβληθῆναι; ὥστε οὖν κυρίως τρεῖς τρόποι εἰσὶ μόνοι δίαι· 1 ἀπὸ συμβεβηκότος iter. T οὐσίας scripsi: οὐσίαν libri 3 οὐσίας] οὐσίαν Κ 5. 24 δύναται Κ 6 συμβεβηκότος Κ 7 καὶ γὰρ—δύναται διαιρεῖσθαι (11) om. Κ 9 εἰς λογικά iter. T 12 ὅτι om. Κ 13 ἔστι] ἐγένετο V ἡ διαίρεσις V 13. 14 ἀλλ᾿—συμβεβηκότα in mrg. suppl. V2 15 δὲ] καὶ 17 γίνεται om. V ὅτι om. V 17. 18 εἰς εἴδη εἰς V (bis) 18. 19 τὸ χρῶμα—μέλαν in mrg. suppl. V2 18 γὰρ χρῶμα colloc. V 19 ὅπερ ἀνάγεται] ὅστις ἐπάγεται V1: καὶ ἀνάγεται V 2 20 post οὐκέτι add. ὡς 22 ἐστὶ διαίp.] ἐγίνετο ἡ διαίp. V 23 οὐσία ἐστίν colloc. αὗται 23. 24 ψυχρὸν καὶ θερμόν colloc τὸ 24 ταῦτα Vat. 2253: αὐτὰ KT: αὗται V. 27 ἀλλ᾿ om. T τὰ] τὸ T 29 τις om. TV 30 οἷνος] οἶχος V post ἄλαιον add. φάρμακον ἴασις V2 31 δύναται V 32 διαιp.] συναιρέσει μόνοι om. V ρετικοί· ὁ ἀπὸ γένους εἰς εἴδη, ὁ ἀπὸ ὅλων εἰς μέρη, ὁ ἀπὸ ὁμωνύμου φωνῆς εἰς διάφορα σημαινόμενα. Ἔστι δὲ ἀπὸ | διαιρέσεως τινος παραδοῦναι τοὺς διαιρετικοὺς τρόπους τούς τε κυρίως καὶ τοὺς ἀσυστάτους· ἔστι γὰρ εἰπεῖν ὅτι τὸ διαιρούμενον ἤ καθ᾿ ἑαυτὸ διαιρεῖται ἢ κατὰ συμβεβηκός. καὶ εἰ μὲν καθ’ ἑαυτό, ἢ ὡς πρᾶγμα διαιρεῖται ἢ ὡς φωνή. καὶ εἰ μὲν ὡς πρᾶγμα, γίνεται ὁ ἀπὸ ὅλων εἰς μέρη καὶ ὁ ἀπὸ εἰδῶν εἰς ἄτομα καὶ ὁ ἀφ’ ἑνὸς <καὶ> πρὸς (ταῦτα γὰρ ὡς πράγματα διαιροῦνται), εἰ δὲ ὡς φωνή γίνεται ὁ ἀπὸ ὁμωνύμου φωνῆς εἰς διάφορα σημαινόμενα. εἰ δὲ κατὰ συμβεβηκός, γίνονται οἱ λοιποὶ τρόποι, τοῦτ’ ἔστιν ὁ ἀπὸ οὐσίας εἰς συμβεβηκότα καὶ ὁ ἀπὸ συμβεβηκότος εἰς οὐσίας καὶ ὁ ἀπὸ συμβεβηκότος εἰς συμβεβηκότα· ταῦτα γὰρ κατὰ συμβεβηκὸς ἐγένοντο· ἐπειδὴ γὰρ συνέβη τῶν ἀνθρώπων τοὺς μὲν λευκοὺς εἶναι τοὺς δὲ μέλανας, τούτου χάριν ἐκ τοῦ συμβάντος ἐπενόησαν ἄλλον τρόπον διαιρέσεως καὶ εἶπον ὅτι ἔστι καὶ ὁ ἀπὸ οὐσίας εἰς συμβεβηκότα. καὶ πάλιν ἐπειδὴ συνέβη τῶν λευκῶν τὰ μὲν εἶναι θερμὰ τὰ δὲ ψυχρά, ἐκ τοῦ συμβάντος ἐπενόησαν ἄλλον τρόπον διαιρέσεως καὶ εἶπον ὅτι ἔστι καὶ ὁ ἀπὸ συμβεβηκότον εἰς συμβεβηκότα. καὶ ἐπὶ τοῦ ἄλλου δέ, φημὶ τοῦ ἀπὸ συμβεβηκότος εἰς οὐσίας, τὸ αὐτὸ ἔστιν εἰπεῖν. ταῦτα ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις. Πρᾶξις κβ΄. Εἰπόντες τοὺς διαιρετικοὺς τρόπους, ἔλθωμεν καὶ εἴπωμεν κατὰ ποῖον τρόπον διαιρεῖται ἡ φιλοσοφία εἰς θεωρητικὸν καὶ πρακτικόν. ἰστέον ὅτι ἀπὸ γένους εἰς εἴδη οὐ δύναται διαιρεῖσθαι, ἐπειδὴ ἐν τοῖς ἀντιδιαιρουμένοις εἴδεσιν οὐκ ἔστι τὸ πρότερον καὶ ὕστερον· οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον, καὶ οὕτε τὸ λογικὸν πρότερον ἐγένετο οὔτε τὸ ἄλογον, ἀλλ’ ἅμα ἐγένοντο. εἰ δὲ ἐν τούτοις ἐστὶ τὸ πρότερον καὶ ὕστερον (πρότερον γάρ ἐστι τὸ θεωρητικὸν καὶ ὕστερον τὸ πρακτικόν· διὰ γὰρ τῆς θεωρίς καὶ τοῦ λόγου ἔρχεταί τις ἐπὶ τὴν πρᾶξιν καὶ ῥυθμίζει ἑαυτόν, ἐπεὶ εἰ μὴ τοῦτο γένηται, εὑρίσκεται ἡ πρᾶξις ἄλογος), δῆλον ὅτι οὐκ ἐγένετο ἡ διαίρεσις ὡς ἀπὸ γένους εἰς εἴδη. ἄλλως τε δὲ ἐν τοῖς ἀντιδιαιρουμένοις εἴδεσιν οὐ δεῖται τὸ ἕτερον τοῦ ἑτέρου πρὸς σύστασιν, οἷον τὸ λογικὸν οὐ δεῖται τοῦ ἀλόγου πρὸς σύστασιν οὔτε τὸ ἄλογον τοῦ λογικοῦ· εἰ δὲ τὸ 1 post μέρη add. καὶ ὁ ἀπὸ εἰδῶν εἰς ἄτομα del. V 3 ante ἔστι δὲ ἀπὸ addita ἔστι δὲ ἀπὸ διαιρέσεως τινος παραδοῦναι τοὺς διαιρετικοὺς τρόπους τούς τε κυρίως καὶ τοὺς ἀπὸ ὁμωνύμου φωνῆς εἰς διάφορα σημαινόμενα del. Κ διαρέσεως—οὐκ εἰσὶν οὐσίαι (p. 70,2) om. Κ 4 post κυρίως add. τρόπους V 6 διαιρεῖται ex θεωρεῖται corr. T 7 tert. καὶ addidi (cf. p. 66,18 67,28) 8 ὁ (post γίνεται) om. T 10 λοιποὶ Vat. 2253: ὅλοι T: πολλοὶ V 13. 14 ἐπενοἠσαν] ἐνόησαν T 14 ὁ Vat. 2253: om. TV 17 ὁ om. T 18 ἀπὸ om, V 18. 19 ταῦτα—πρᾶξις om. T 23 διαιp.] θεωρεῖσθαι T ἀντιδιαιp.] διαιp. V 25 καὶ (ante οὔτε) om. T τὸ (ante λογ.) supra scr. V 26 τὸ (ante πρότερον) om. Y 31. 32 οἷον τὸ λογ. οὐ δεῖται τοῦ λογικοῦ (sic) suppl. V2 32 πρός σύστασιν om. V πρακτικὸν δεῖται τοῦ θεωρητικοῦ πρὸς σύστασιν (δεῖται γὰρ τῆς θεωρίας τὸ πρακτικόν, δι’ ἧς ἑαυτόν τις ῥυθμίζει), δῆλον ὅτι οὐκ ἐγένετο ἡ διαίρεσις ὡς ἀπὸ γένους εἰς εἴδη. ἔτι δὲ ἐν τοῖς ἀντιδιαιρουμένοις εἴδεσιν οὐ θεωρεῖται τὸ ἕτερον ἐν τῷ ἑτέρῳ, οἷον ἐν τῷ λογικῷ οὐ θεωρεῖται τὸ ἄλογον οὔτε ἐν τῷ ἀλόγῳ τὸ λογικόν· εἰ ἄρα δὲ ἐν τῷ πρακτικῷ θεωρεῖται τὸ θεωρητικόν ἡ γὰρ πρᾶξις διὰ τῆς θεωρίας γίνεται· μετὰ λόγου γὰρ ὑποτάττει <τις> τὰ πάθη καὶ οὐκ ἀλόγως), δῆλον ὅτι οὐκ ἐγένετο ἡ ὡς ἀπὸ γένους εἰς εἴδη. ἔτι δὲ ἐν τοῖς ἀντιδιαιρουμένοις εἴδεσιν οὐδέποτε τὰ τέλη συνυπάρχουσιν· οἷον τέλος τοῦ μὲν λογικοῦ ἐστι τὸ κεχρῆσθαι λόγῳ τοῦ δὲ ἀλόγου τὸ μὴ κεχρῆσθαι λόγῳ, καὶ οὐχ ὑπάρχει οὕτε τὸ τέλος τοῦ λογικοῦ ἐν τῷ τέλει τοῦ ἀλόγου οὔτε τὸ τέλος τοῦ ἀλόγου ἐν τῷ τέλει τοῦ λογικοῦ· εἰ ἄρα δὲ τὸ τέλος τοῦ θεωρητικοῦ ἐμπεριέχεται ἐν τῷ τέλει τοῦ πρακτικοῦ. δῆλον ὅτι οὐκ ἐγένετο ἡ διαίρεσις ὡς ἀπὸ γένους εἰς εἴδη· καὶ γὰρ τέλος τοῦ μὲν θεωρητικοῦ ἐστιν ἡ ἀλήθεια τοῦτο γὰρ βούλεται ὁ θεωρητικὸς τὸ γνῶναι τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν), τοῦ δὲ πρακτικοῦ τέλος ἐστὶ τὸ ἀγαθόν (τοῦτο γὰρ βούλεται ὁ πρακτικὸς τὸ κρατῆσαι τῶν παθῶν καὶ κοσμῆσαι ἑαυτόν, ὅπερ ἀγαθόν ἐστιν), τὸ δὲ ἀληθὲς ἐμπεριέχεται ἐν τῷ ἀγαθῷ· ἀγαθὸν γάρ ἐστι τὸ ἀληθές. ἀλλ’ οὔτε δὲ ὡς ἀπὸ εἴδους εἰς ἄτομα δύναται γενέσθαι ἡ διαίρεσις, ἐπειδὴ τὰ ἄτομα ἄπειρα καὶ ἀπερίληπτά εἰσιν (ὁ γὰρ καθόλου ἄνθρωπος διαιρεῖται εἰς πολλοὺς ἀνθρώπους), ταῦτα δὲ οὔκ εἰσιν ἄπειρα· δύο γὰρ μόνα εἰσίν· ἔστι γὰρ τὸ θεωρητικὸν καὶ πρακτικόν. ἄλλως τε δὲ τὰ ἄτομα δακτύλῳ δείκνυνται (τὸν γὰρ Σωκράτην δακτύλῳ τις δείκνυσι λέγων ὅτι οὗτός ἐστι), ταῦτα δὲ οὐ δείκνυνται δακτύλῳ· πῶς γάρ, ὅπου ἀσώματά εἰσιν; ἔτι δὲ τὰ ἄτομα οὐ τέμνονται (ὁ γὰρ Σωκράτης οὐχ ὡς ἄτομον τέμνεται ἀλλ’ ὡς ὅλον εἰς μέρη)· εἰ ἄρα δὲ ταῦτα τέμνονται (καὶ γὰρ καὶ τὸ θεωρητικὸν διαιρεῖται, ὡς ἐδείξαμεν, καὶ τὸ πρακτικόν, ὡς δειχθήσεται), δῆλον ὅτι οὔκ εἰσιν ἄτομα· οὐκ ἄρα οὖν ὡς ἀπὸ εἴδους εἰς ἄτομα ἐγένετο ἡ διαίρεσις. ἀλλ’ οὔτε δὲ ὡς ἀπὸ ὁμωνύμου φωνῆς εἰς διάφορα σημαινόμενα ἐγένετο ἡ διαίρεσις, ἐπειδὴ ἐν τοῖς ὁμωνύμοις οὐκ ἐστι τὸ πρότερον καὶ ὕστερον (οὐδὲ γὰρ λέγουσι τὸν ἀστρῷον κύνα πρὸ τοῦ χερσαίου εἶναι ἢ τὸν χερσαῖον πρὸ τοῦ θαλαττίου, ἀλλ’ ἅμα πάντας λέγουσι γενέσθαι)· εἰ δὲ ἐν τούτοις ἐστὶ τὸ πρότερον καὶ ὕστερον (πρότερον γάρ ἐστι τὸ θεωρητικὸν καὶ ὕστερον τὸ πρακτικόν· διὰ γὰρ τῆς θεωρίας ἔρχεταί τις ἐπὶ τὴν πρᾶξιν), δῆλον ὅτι οὐδὲ ὡς ἀπὸ ὁμωνύμου φωνῆς εἰς διάφορα σημαινόμενα ἐγένετο ἡ διαίρεσις. ἀλλ’ οὔτε δὲ ὡς ἀπὸ οὐσίας εἰς συμβεβηκότα ἐγένετο ἡ διαίρεσις, ἐπειδὴ οὐκ ἔσ·τιν ἡ φιλοσοφία οὐσία· γνῶσις γάρ ἐστιν, ἡ δὲ γνῶσις ποιότης καὶ 4 alt. ἐν supra scr. V 7 τις inserui 10 τοῦ δὲ] καὶ τοῦ V 14 μὲν supra scr. V 17 αὐτὸν T ἐστὶν ἀγαθόν colloc. V 18 ἐν om. V τὸ ἀληθές om. T 19 δὲ om. T 22 δείκνυται V 24 ὅπου] οὔπω V1 24. 25 οὐ τέμν. τὰ ἄτ. colloc. Y 26 ante τέμνονται add. οὐ ’ 27 ἐδείξαμεν] p. 57,11 30 οὐδὲ] οὐ T 32 πάντας scripsi : πάντα TV 33 prius πρότερον Vat. 2253: πρῶτον TV 35 οὐδὲ Vat. 2253: οὔτε TV ὡς om. T 36 ἀλλ᾿—διαἰρεσις in mrg. suppl. V2 37 ante ποιότης add. καὶ T συμβεβηκός τί ἐστιν. ἀλλ’ οὔτε δὲ ὡς ἀπὸ συμβεβηκότος εἰς οὐσίας ἐγένετο ἡ διαίρεσις, ἐπειδὴ τὸ θεωρητικὸν καὶ πρακτικὸν οὔκ εἰσιν οὐσίαι· | γνώσεις γὰρ καὶ αὐτά εἰσιν· ἡ δὲ γνῶσις, ὡς εἴρηται, ποιότης καὶ συμβεβηκός 157r τί ἐστιν. ἀλλ’ οὔτε δὲ ὡς ἀπὸ συμβεβηκότος εἰς συμβεβηκότα ἐγένετο ἡ διαίρεσις, ἐπειδή, ὡς ἐν τοῖς προλαβοῦσιν ἐδείξαμεν, ἐν τῷ διαιρετικῷ τρόπῳ τῷ λεγομένῳ ἀπὸ συμβεβηκότος εἰς συμβεβηκότα ἢ ὡς ἀπὸ γένους εἰς εἴδη ἐστὶν ἡ διαίρεσις ἢ ὡς ἀπὸ οὐσίας εἰς οὐσίας. οὕτε δὲ ὡς ἀπὸ γένους εἰς εἴδη δύναται ἐπὶ τοῦ θεωρητικοῦ καὶ πρακτικοῦ γενέσθαι ἡ διαίρεσις, ὡς δέδεικται, οὔτε ὡς ἀπὸ οὐσίας εἰς οὐσίας· ἐδείξαμεν γὰρ ὅτι οὔτε ἡ φιλοσοφία οὐσία ἐστὶ καθὸ γνῶσίς ἐστι πᾶσα δὲ γνῶσις ποιότης καὶ συμβεβηκός τί ἐστιν), οὔτε τὸ θεωρητικὸν καὶ πρακτικὸν οὐσίαι εἰσί, καθὸ καὶ αὐτὰ γνώσεις εἰσίν. οὔτε δὲ ὡς ἀπὸ ὅλου εἰς μέρη ἐγένετο ἡ διαίρεσις· οὔτε γὰρ εἰς ὁμοιομερῆ, ἐπειδὴ ὁμοιομερῆ λέγονται τὰ καὶ ἀλλήλοις καὶ τῷ ὅλῳ ὁμωνύμως λεγόμενα, οἷον ὡς ὅταν τέμωμεν τὴν φλέβα εἰς πολλὰς φλέβας· αὗται γὰρ αἱ μικραὶ φλέβες καὶ ὁμοίως τῷ ὅλῳ φλέβες λέγονται καὶ ὁμοίως ἀλλήλαις· πάντα γὰρ τὰ τμηθέντα φλέβες λέγονται. ἐνταῦθα δὲ οὐκ ἐγένετο εἰς ὁμοιομερῆ ἡ διαίρεσις, ἐπειδὴ τῷ μὲν ὅλῳ ὁμωνύμως λέγονται καὶ γὰρ τὸ θεωρητικὸν ὁμωνύμως τῇ φιλοσοφίᾳ λέγεται καὶ τὸ πρακτικὸν ὁμοίως), ἀλλήλοις δὲ οὐ λέγονται ὁμωνύμως· οὔτε γὰρ τὸ θεωρητικὸν λέγεται πρακτικὸν οὔτε τὸ πρακτικὸν θεωρητικόν. ἀλλ’ οὔτε δὲ εἰς ἀνομοιομερῆ ἐγένετο ἡ διαίρεσις, ἐπειδὴ ἀνομοιομερῆ λέγονται τὰ μήτε τῷ ὅλῳ μήτε ἀλλήλοις ὁμωνύμως λεγόμενα, οἷον ὥσπερ ἐπὶ τῆς κεφαλῆς· αὕτη γὰρ διαιρεῖται εἰς ὧτα ῥῖνα καὶ ὀφθαλμούς, ταῦτα δὲ οὔτε ὁμωνύμως τῷ ὅλῳ λέγονται οὔτε γὰρ τὸ οὖς λέγεται κεφαλὴ οὔτε ἡ ῥὶν οὔτε οἱ ὀφθαλμοί), οὕτε δὲ ἀλλήλοις ὁμωνύμως λέγονται· οὔτε γὰρτὸ οὖς λέγεται ῥὶν οὔτε ἡ ῥὶν ὀφθαλμός. ἐνταῦθα δὲ οὐκ ἐγένετο εἰς ἀνομοιομερῆ ἡ διαίρεσις, ἐπειδὴ εἰ καὶ ἀλλήλοις μὴ λέγοντι ὁμωνύμως καὶ γὰρ οὐ λέγεται τὸ θεωρητικὸν πρακτικὸν οὔτε τὸ πρακτικὸν θεωρητικόν), ἀλλ’ οὖν τῷ ὅλῳ ὁμωνύμως λέγονται· καὶ γὰρ καὶ τὸ θεωρητικὸν λέγεται φιλοσοφία ὁμωνύμως τῇ φιλοσοφίᾳ καὶ τὸ πρακτικὸν ὁμοίως. λείπεται οὖν λέγειν ὅτι ὡς τὰ ἀφ’ ἑνός εἰσιν· ἀπὸ γὰρ τῆς φιλοσοφίας ὠνομάσθησαν· καὶ γὰρ καὶ τὸ θρωρητικὸν ἀπὸ τῆς φιλοσοφίας λέγεται φιλοσοφία καὶ τὸ πρακτικὸν ὁμοίως. ὁ μέντοι Ἀριστοτέλης λέγει ὅτι ὡς ἀπὸ ὅλου εἰς μέρη ἐγένετο ἡ διαίρεσις. καὶ καλῶς λέγει· καὶ γάρ φησιν ὅτι τὸ θεωρητικὸν καὶ πρακτικὸν μέρη τῆς φιλοσοφίας εἰσίν· ὥσπερ <γὰρ> ἑνὸς τῶν μερῶν ἀπολιμπανο- 1 τί om. T 3 γνώσεις γάρ καὶ αὐτά εἰσιν] denuo inc. Κ γνώσεις γάρ εἰσι καὶ αὐτά coll. T ὡς εἴρηται] p. 67,16 5 ἐδείξαμεν] p. 69,14 7 ἐστὶν om. T 9 ἡ om. K δέδεικτ.] p. 68,23 ἐδείξαμεν] p. 69,37 10 δὲ] γὰρ T 11 ἐστί τι colloc. Y καὶ τὸ πρακτ. T 12 αὐτὰ] αὗται TV 13 λέγεται T 14 τέμνωμεν T 15 φλέβαν (pr. 1.) V πολλὰς] μικρὰς TV 18 καὶ γὰρ καὶ T 23 ῥῖνα V 2: χεῖρας KV1: ῥῖνας T 24 οὔτε γὰρ—ὀφθαλμοί (25) om. T 25 οὔτε ῥὶν οὔτε ὀφθ. Κ δὲ om. TV 25. 26 ὁμων. λέγονται—ὀφθαλμός om. T 26 δὲ] γὰρ T 28 οὔτε τὸ πρακτ. θεωp.] οὔτε τὸ θεωp. πρακτ. KV 1 29 καὶ (ante τὸ θεωp.) om. V 29. 30 φιλ. λέγεται coll. T 30 ὁμ. τῆ φιλ. om. T 31 εἰσιν] εἰς ἕν V 2 ἀπὸ μιᾶς TV 2 Ἀριστ.] cf. Zelleri Ph. Gr. ΙΙΙ 3 p. 176 35 γὰρ inserui ἀπολιμπανομένων V 2 μένου ἀτελὲς τὸ ὅλον γίνεται καὶ γὰρ χειρὸς ἀπούσης ἀτελὲς τὸ ὅλον σῶμά ἐστι), τὸν αὐτὸν τρόπον καὶ τοῦ θεωρητικοῦ ἀπόντος ἢ τοῦ πρακτικοῦ ἀτελής | ἐστιν ἡ φιλοσοφία· δεῖ γὰρ τὸν τέλειον φιλόσοφον μὴ μόνον τῇ 157v θεωρίᾳ κοσμεῖσθαι, ἀλλὰ καὶ τῇ πράξει ἐγκαλλωπίζεσθαι. Εἰ δέ τις εἴποι ῾καὶ εἰς τί ἐγένετο ἡ διαίρεσις; εἰς ὁμοιομερῆ ἢ εἰς ἀνομοιομερῆ;’ λέγομεν ὅτι εἰς ὁμοιομερῆ· καὶ γὰρ ταῦτα καὶ τῷ ὅλῳ ἀλλήλοις ὁμωνύμως λέγονται, ὅπερ ἴδιόν ἐστιν, ὡς εἴρηται, τῶν ὁμοιομερῶν. καὶ τῷ ὅλῳ μέν, ὅτι ὥσπερ ἡ φιλοσοφία λέγεται φιλοσοφία, οὕτως καὶ τὸ θεωρητικὸν λέγεται φιλοσοφία καὶ τὸ πρακτικὸν ὁμοίως, ἀλλήλοις δέ ὅτι καὶ τὸ πρακτικὸν δύναται λέγεσθαι θεωρητικόν, εἴ γε διὰ τῆς θεωρίας γίνεται ἡ πρᾶξις τῷ γὰρ λόγῳ τις κεχρημένος ῥυθμίζει ἑαυτόν), καὶ τὸ θεωρητικὸν δύναται λέγεσθαι πρακτικόν· ἐνέργεια γὰρ τῆς ψυχῆς ἡ γνῶσίς ἐστι· καὶ γὰρ κατὰ τὴν γνῶσίν τις ἐνεργεῖ· ὁ γὰρ κεχρημένος τῷ ἀγαθῷ ὡς γινώσκων ὅτι καλόν ἐστι τὸ κεχρῆσθαι αὐτῷ κέχρηται αὐτῷ· καὶ γὰρ ὁ κεχρημένος τῇ σωφροσύνῃ ὡς γινώσκων τὴν φύσιν αὐτῆς κέχρηται αὐτῇ· ὅθεν οἱ τῶν μὴ δεόντων ἐρῶντες καὶ γινώσκοντες τὸ ἄχρηστον τῆς τούτων ψύσεως ἐοίκασι τοῖς μὴ γινώσκουσιν. ἐμάθομεν οὖν πῶς διῃρέθη ἡ φιλοσοφία εἰς θεωρητικὸν καὶ πρακτικόν· ἐμάθομεν γὰρ ὅτι ὡς ὅλον εἰς μέρη ὁμοιομερῶς· τὸ γὰρ ἀφ’ ἑνός, ὡς εἴρηται ἐν τοῖς προλαβοῦσιν, οὐκ ἔστι κυρίως διαίρεσις. ταῦτα μὲν ἐν τούτοις. Ἔλθωμεν δὲ καὶ εἴπωμεν πῶς διῃρέθη τὸ θεωρητικὸν εἰς φυσιολογικόν, μαθηματικόν, θεολογικόν. καὶ ἰστέον ὅτι ὡς ἀπὸ γένους εἰς εἴδη οὐκ ἐγένετο ἡ διαίρεσις, ἐπειδὴ ἐν τοῖς ἀντιδιαιρουμένοις εἴδεσιν οὐκ ἔστιν, ὡς εἴρηται ἀνωτέρω, τὸ πρότερον καὶ ὕστερον, ἐνταῦθα δέ ἐστι τὸ πρότερον καὶ ὕστερον· καὶ γὰρ πρῶτόν ἐστι τὸ φυσιολογικὸν καὶ δεύτερον τὸ μαθηματικὸν καὶ τρίτον τὸ θεολογικόν. ἄλλως τε δὲ οὐδέποτε τὰ γένη εἰς τρία διαιροῦνται, οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον καὶ πάλιν τὸ χρῶμα εἰς λευκὸν καὶ μέλαν· πῶς οὖν δυνάμεθα ὡς ἀπὸ γένους εἰς εἴδη εἰπεῖν τὴν διαίρεσιν, ὅπου τρία εἰσίν; ἔστι γὰρ τὸ φυσιολογικόν, τὸ μαθηματικὸν καὶ τὸ θεολογικόν. ἔτι δὲ ἐν τοῖς ἀντιδιαιρουμένοις εἴδεσιν οὐδέποτε τὸ ἕτερον μετέχει τοῦ ἑτέρου, οἷον οὔτε τὸ λογικὸν μετέχει τοῦ ἀλόγου οὔτε τὸ ἄλογον τοῦ λογικοῦ· εἰ δὲ τὸ μαθηματικὸν καὶ τοῦ φυσιολογικοῦ καὶ τοῦ θεολογικοῦ μετέχει, καὶ τοῦ φυσιολογικοῦ μὲν ὡς ἐπὶ ἐνύλων τοῦ θεολογικοῦ δὲ ὡς ἐπὶ ἀύλων, δῆλον ὅτι οὐκ ἐγένετο ὡς ἀπὸ γένους εἰς εἴδη ἡ διαίρεσις. πρὸς τοῦτο δὲ λέγουσί τινες ὅτι ‘ἰδοὺ τὸ ἔμψυχον γένος ὃν εἰς τρία διαιρεῖται εἴδη, οἷον εἰς ζῷον, ζωόφυτον καὶ φυτόν, καὶ ὢ μόνον εἰς τρία εἴδη διαιρεῖται, ἀλλὰ καὶ τὸ ἓν τῶν εἰδῶν 1 σῶμα om. KV 3 μόνη T 6 ὁμοιομ.] ἀνομοιομερῆ ἂν del.) Κ 7 ἐστιν om. T ὅς εἴρηται] p. 65,27 8 ἡ φιλ.] ἡ πᾶσα σοφία T 9 λέγεται om. T 11 λόγω γὰρ colloc. T 16 ἄχρηστον] χρηστὸν V 19 ὡς om. KV εἴρηται] p. 67,27 22 καὶ θεολ. T καὶ (ante ἰστέον) om. T ὡς om. V 23. 24 ὡς εἴp. ἀνωτέρω] p. 68,23 24 prius πρότερον] πρῶτον KV ἐνταῦθα—ὕστερον om. Κ 2.5 ἐστι (post πρῶτον) om. V καὶ (ante δεύτ.) om. T 26 oe om. K 27 καὶ πάλιν om. T 28 εἰς εἴδη om. T 30 θεολ.] φυσιολογικόν V 36. 37 ἔτῃ (bis) om. T 37 εἴδη post διαιρεῖται colloc. V μετέχει τῶν ἑτέρων· καὶ γὰρ τὸ ζωόφυτον μετέχει τοῦ ζῴου καὶ τοῦ φυτοῦ, ὡς καὶ ἡ ὀνομασία δηλοῖ᾿. πρὸς οὓς | ἔστιν εἰπεῖν ὅτι ἐν τοῖς ἑξῆς δείκνυμεν 158r τὴν διαίρεσιν ταύτην κακῶς ἔχουσαν. πάλιν ἀντιτιθέντες λέγουσιν ὅτι ῾ἰδοὺ ἡ ῥητορικὴ γένος οὖσα εἰς τρία εἴδη διαιρεῖται· διαιρεῖται γὰρ εἰς δικανικόν, συμβουλευτικόν, πανηγυρικόν᾿. πρὸς οὗς ἔστιν εἰπεῖν ὅτι οὐ καλῶς ἔχει αὕτη ἡ διαίρεσις· οὐδέποτε γὰρ τὰ ἀντιδιαιρούμενα εἴδη ἔχουσι χρονικὴν διαφοράν· οἷον τὸ λογικὸν καὶ ἄλογον ἀντιδιαιρούμενα εἴδη ὄντα οὐκ ἔχουσι χρονικὴν διαφοράν· οὐδὲ γὰρ λέγομεν ὅτι τὸ μὲν λογικὸν περὶ τὸν παρελθόντα χρόνον καταγίνεται τὸ δὲ ἄλογον περὶ τὸν μέλλοντα. εἰ ἄρα δὲ ταῦτα ἔχουσι χρονικὴν διαφοράν καὶ γὰρ τὸ μὲν συμβουλευτικὸν περὶ τὸν μέλλοντα χρόνον καταγίνεται· ὁ γὰρ συμβουλεύων περὶ τῶν μελλόντων συμβουλεύει· τὸ δὲ δικανικὸν περὶ τὸν παρεληλυθότα· καὶ γὰρ ὁ κρινόμενος περὶ τῶν παρελθόντων κρίνεται· τὸ δὲ πανηγυρικὸν περὶ τὸν ἐνεστῶτα· αὔξησις γάρ ἐστι τῶν προσόντων καὶ ὑπαρχόντων ἀγαθῶν), δῆλον ὅτι οὔκ εἰσιν εἴδη κυρίως ὡς ἀπὸ γένους διαιρούμενα. ἄλλως τε δὲ ἐν τοῖς ἀντιδιαιρουμένοις εἴδεσι τὰ τέλη οὐ συνυπάρχουσι· καὶ γὰρ τέλος τοῦ μὲν λογικοῦ ἐστι τὸ κεχρῆσθαι λόγῳ τοῦ δὲ ἀλόγου τὸ μὴ κεχρῆσθαι λόγῳ, οὕτε δὲ τὸ τέλος τοῦ λογικοῦ ὑπάρχει ἐν τῷ τέλει τοῦ ἀλόγου οὔτε τὸ τέλος τοῦ ἀλόγου ἐν τῷ τέλει τοῦ λογικοῦ· εἰ ἄρα δὲ τὰ τέλη τούτων συνυπάρχουσι καὶ γὰρ τοῦ δικανικοῦ μὲν τέλος ἐστὶ τὸ δίκαιον τοῦ δὲ συμβουλευτικοῦ τὸ συμφέρον τοῦ δὲ πανηγυρικοῦ τὸ ἀγαθόν, τὸ δὲ ἀγαθὸν συμφέρον καὶ δίκαιόν ἐστι καὶ τὸ δίκαιον συμφέρον καὶ ἀγαθὸν καὶ τὸ συμφέρον δίκαιον καὶ ἀγαθόν), δῆλον ὅτι οὐκ ἐγένετο ἡ διαίρεσις ὡς ἀπὸ γένους εἰς εἴδη. κακῶς οὖν ἔχει ἡ διαίρεσις τῆς ῥητορικῆς. ταῦτα μὲν οὖν ἐν τούτοις. Ἀλλ᾿ οὔτε δὲ ὡς ὅλον εἰς μέρη διῃρέθη τὸ θεωρητικόν· οὔτε γὰρ εἰς ὁμοιομερῆ δύναται εἶναι ἡ διαίρεσις οὔτε εἰς ἀνομοιομερῆ· καὶ γὰρ εἰς ὁμοιομερῆ μὲν οὐ δύναται γενέσθαι ἡ διαίρεσις, ἐπειδὴ εἰ καὶ τῷ ὅλῳ ὁμωνύμως λέγονται λέγονται γὰρ ταῦτα θεωρητικὰ ὁμωνύμως τῷ θεωρητικῷ), ἀλλ’ οὖν ἀλλήλοις οὐ λέγονται ὁμωνύμως· οὔτε γὰρ τὸ φυσιολογικὸν λέγεται μαθηματικὸν οὔτε τὸ μαθηματικὸν λέγεται θεολογικόν· ὁμοιομερῆ δέ εἰσιν, ὡς ἀνωτέρω εἴρηται, τὰ καὶ ἀλλήλοις καὶ τῷ ὅλῳ ὁμωνύμως λεγόμενα. ἀλλ’ οὔτε δὲ εἰς ἀνομοιομερῆ δύναται εἶναι ἡ διαίρεσις, ἐπειδὴ εἰ καὶ ἀλλήλοις μὴ λέγονται ὁμωνύμως οὐ γὰρ λέγεται τὸ φυσιολογικὸν μαθηματικὸν οὔτε τὸ μαθηματικὸν θεολογικόν), ἀλλ’ οὖν τῷ ὅλῳ ὁμωνύμως λέγονται· καλοῦνται γὰρ θεωρητικὰ ὁμωνύμως τῷ ὅλῳ· ἀνομοιομερῆ δέ 3 καὶ πάλιν V ἀντιθέντες V 4 εἴδη cm. T 8 οὐδὲ] οὐ Κ 11 τῶν (ante μελλόντων) om. Κ 12 τῶν παρεληλυθότων T 14. 15 ὅθεν δῆλον ὅτι T 16. 17 μὲν τοῦ colloc. KV 18 ἐν τῶ τοῦ ἀλόγου τέλει T 22 post ἀγαθόν add. ἐστι T 23 ὥστε δῆλον T 25 οὑν om. Κ 27 γὰρ (post καὶ) om. T 28 ὁμοιομ.] ἀνομοιομ. T 29 λέγοντι (prius)] λέγεται T corr. V θεωρητικὰ] θεωρητικῷ V 1 30 ὁμων. οὐ λέγ. colloc. V λέγεται T 31 λέγεται (ante θεολ.) om. T 32 εἰσιν] λέγεται KV (cf. p. 73,1) ἀνωτέρω] p. 65,27 ὁμων. καὶ τῶ ὅλω colloc. γ’ 38 ἡ om. Κ εἰσιν, ώς ἀνωτέρω εἴρηται, τὰ μήτε ἀλλήλος μήτε τῷ ὅλῳ | ὁμωνύμως 158v λεγόμενα. ἀλλ’ οὔτε δὲ ὡς ἀπὸ εἴδους εἰς ἄτομα ἐγένετο ἡ διαίρεσις οὔτε ὡς ἀπὸ οὐσίας εἰς συμβεβηκότα οὕτε ὡς ἀπὸ συμβεβηκότος εἰς οὐσίας οὕτε ὡς ἀπὸ συμβεβηκότος εἰς συμβεβηκότα οὕτε ὡς ἀπὸ ὁμωνύμου φωνῆς εἰς διάφορα σημαινόμενα διὰ τὰς αἰτίας τὰς εἰρημένας περὶ τοῦ θεωρητικοῦ καὶ τοῦ πρακτικοῦ. ἀλλ’ εἰσὶ τῶν ἀφ’ ἑνός· ἀφ’ ἑνὸς γὰρ τοῦ θεωρητικοῦ καὶ τὸ φυσιολογικὸν λέγεται θεωρητικὸν καὶ τὸ μαθηματικὸν καὶ τὸ θεολογικόν. ταῦτα μὲν περὶ τῆς διαιρέσεως τοῦ θεωρητικοῦ. Ἔλθωμεν δὲ καὶ ζητήσωμεν περὶ τῆς διαιρέσεως τοῦ μαθηματικοῦ, πῶς διαιρεῖται τὸ μαθηματικὸν εἰς ἀριθμητικήν, μουσικήν, γεωμετρίαν, ἀστρονομίαν. καὶ ἔστιν εἰπεῖν ὅτι οὐκ ἐγένετο ὡς ἀπὸ γένους εἰς εἴδη ἡ διαίρεσις, ἐπειδή, ὡς εἴρηται ἀνωτέρω, ἐν τοῖς ἀντιδιαιρουμένοις εἴδεσιν οὐκ ἔστι τὸ πρότερον καὶ ὕστερον· εἰ ἄρα δὲ ἐνταῦθά ἐστι τὸ πρότερον καὶ ὕστερον πρώτη γάρ ἐστιν ἡ ἀριθμητικὴ καὶ δευτέρα ἡ μουσικὴ καὶ τρίτη ἡ γεωμετρία καὶ τετάρτη ἡ ἀστρονομία), δῆλον ὅτι οὐκ ἔστιν ἡ διαίρεσις ὡς ἀπὸ γένους εἰς εἴδη. ἀλλ’ οὔτε δὲ ὡς ἀπὸ ὅλου εἰς μέρη, ἐπειδὴ οὕτε εἰς ὁμοιομερῆ δύναται εἶναι οὔτε εἰς ἀνομοιομερῆ διὰ τὴν αἰτίαν τὴν εἰρημένην περὶ τοῦ φυσιολογικοῦ, μαθηματικοῦ, θεολογικοῦ· καὶ γὰρ ταῦτα, φημὶ δὲ ἡ ἀριθμητικὴ καὶ ἡ μουσικὴ καὶ ἡ γεωμετρία καὶ ἡ ἀστρονομία, ἀλλήλοις μὲν οὐ λέγονται ὁμωνύμως οὔτε γὰρ ἡ ἀριθμητικὴ λέγεται μουσικὴ οὔτε ἡ γεωμετρία ἀστρονομία), τῷ δὲ ὅλῳ ὁμωνύμως λέγονται· πάντα γὰρ ὁμωνύμως τῇ μαθηματικῇ μαθηματικὰ λέγονται καὶ τούτου χάριν κωλύονται καὶ ἀνομοιομερῆ εἶναι καὶ ὁμοιομερῆ. καὶ ὁμοιμερῆ μέν, ἐπειδή, ὡς εἴρηται, τὰ ὁμοιομερῆ καὶ ἀλλήλοις καὶ τῷ ὅλῳ ὁμωνύμως λέγονται, ταῦτα δὲ μόνῳ τῷ ὅλῳ ὁμωνύμως λέγονται. ἀνομοιομερῆ δὲ κωλύονται εἶναι, ἐπειδή, ὡς εἴρηται, τὰ ἀνομοιομερῆ οὕτε τῷ ὅλῳ οὔτε ἀλλήλοις ὁμωνύμως λέγονται. ἀλλ’ οὔτε δὲ ὡς ἀπὸ εἴδους εἰς ἄτομα δύναται γενέσθαι ἡ διαίρεσις οὔτε ὡς ἀπὸ οὐσίας εἰς συμβεβηκότα οὔτε ὡς ἀπὸ συμβεβηκότος εἰς οὐσίας οὔτε ὡς ἀπὸ συμβεβηκότος εἰς συμβεβηκότα οὔτε ὡς ἀπὸ ὁμωνύμου φωνῆς εἰς διάφορα σημαινόμενα διὰ τὰς αἰτίας τὰς εἰρημένας περὶ τοῦ θεωρητικοῦ καὶ πρακτικοῦ, ἀλλ’ εἰσὶ τῶν ἀφ’ ἑνός· ἀπὸ ἑνὸς γὰρ τοῦ μαθηματικοῦ λέγονται πάντα μαθηματικά. ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις. 1 ὡς ἂν. εἴp. cm. T (cf. p. 66,2) ἀνοτέρω V 2 ἀλλ’ οὔτε δέ—γένους εἰς εἴδη (16) om. Κ 3.4 οὔτε ὡς ἀπὸ συμβ. εἰς οὐσ.—συμβεβηκότα om. T 4 pr. ὡς Vat. 2253: om. V 8 θεωρητικοῦ V 2: φυσιολογικοῦ T: μαθηματικοῦ V 1 9 ἔλθωμεν—μαθηματικοῦ V 2: ἔλθωμεν δὲ καὶ διαιρέσωμεν καὶ τὸ μαθηματικόν T : om. V 1 10 μουσικὴν suppl. V 2 12 εἴρηται] p. 68,23 13 εἰ ἄρα—ὕστερον suppl. V 2 14 καὶ (ante τρίτη) om. T 16. 17 εἰς (ante ὁμ. et ἀνομ.) Vat. 2253: om. KTV (cf. p. 72,26) 18 περὶ om. T μαθ. φυσιολ. καὶ θεολ. T : φυσιολ. (rel. om.) V (cf. p. 72,28) 19 καὶ ἡ (ante μουσ.) supra scr. Κ 20. 21 οὔτε γὰρ—ἀστρονομία om. T 22 μαθητικὴ μαθητικὰ V 26 τοῖς ἀλλήλοις V 27 λέγεται T 29 ὡς (ante ἀπὸ ὁμων.) om. T 30 τὰς εἰp. αἰτίας T περί τε T 31 τοῦ πρακτ. T 31. 32 μαθητικοῦ TV 32 λέγεται T ἐν οἶςπρᾶξις om. T Πρᾶξις κγ΄. Εἰπόντες τὴν διαίρεσιν τοῦ θεωρητικοῦ ἔλθωμεν καὶ ἐπὶ τὴν διαίρεσιν τοῦ πρακτικοῦ· εἰ γὰρ καὶ μετὰ τὸ θεωρητικόν ἐστι διὰ τὸ ἐκ τοῦ θεωρητικοῦ ἔρχεσθαι ἐπὶ τὸ πρακτικὸν καὶ μετὰ λόγου κοσμεῖν τὸ ἦθος καὶ ὑποτάσσειν τὰ πάθη, ἀλλ’ οὖν οὐ δεῖ καταφρονεῖν αὐτοῦ, ἐπειδή, ὥς φησιν ὁ Πλατῶν, ῾φιλόσοφον οὐ καλῶ τὸν πολλὰ εἰδότα καὶ πολλὰ ἀποστηθίσαι δυνάμενον, ἀλλὰ τὸν ἀκηλίδωτον καὶ ἄρρυπον βίον κτησάμενον᾿. ἀναγκαίως γάρ ἐστι φιλόσοφος οὐχ ὁ πολλὰ εἰδὼς ἀλλ’ ὁ τῶν παθῶν κρατῶν, καὶ αὐτὸς δὲ διὰ τοῦ λόγου τῶν παθῶν κρατεῖ ὡς λογικός. ἔλθωμεν οὖν καὶ εἴπωμεν τὴν διαίρεσιν τοῦ πρακτικοῦ. Ἀλλ᾿ ἰστέον ὅτι ἄλλως τὸ πρακτικὸν διαιροῦσιν οἱ Ἀριστοτελικοὶ καὶ ἄλλως οἱ Πλατωνικοί· οἱ γὰρ Ἀριστοτελικοὶ εἰς τρία αὐτὸ διαιροῦσιν, εἰς ἠθικόν, οἰκονομικόν, πολιτικόν. εἰκότως δὲ εἰς τρία διαιρεῖται, ἐπειδὴ ὁ κοσμῶν ἦθος ἡ ἑνὸς ἦθος κοσμεῖ καὶ γίνεται τὸ ἠθικὸν ἢ οἴκου καὶ γίνεται τὸ οἰκονομικὸν ἢ πόλεως καὶ γίνεται τὸ πολιτικόν· ὅτι γάρ, φασίν, εἰς τὰ τρία ταῦτα διαιρεῖται, δείκνυται διὰ τῶν συγγραμμάτων Ἀριστοτέλους· καὶ γὰρ ὁ Ἀριστοτέλης ἔγραψε τὰ ἠθικά, ἐν οἷς περὶ ἤθους διαλέγεται, ἔγραψε δὲ καὶ τὰ οἰκονομικά, ἐν οἷς περὶ διοικήσεως οἴκου δια|λέγεται ἔνθα λέγει ὅτι τέσσαρά 159r τινα δεῖ συνδραμεῖν εἰς σύστασιν οἴκου· σχέσιν ἀνδρὸς πρὸς γυναῖκα, στοργὴν πατρὸς πρὸς τέκνα, δέος οἰκετῶν πρὸς δεσπότην, καὶ ἵνα ᾖ σύμμετρα τὰ ἐξιόντα τοῖς εἰσιοῦσιν· ἑκατέρα γὰρ ἀμετρία αἰσχρά ἐστιν· εἴτε γὰρ πολλὰ εὑρεθῶσι τὰ εἰσιόντα ὀλίγα δὲ τὰ ἐξιόντα, αἰσχρόν τι συμβαίνει· ὁ γὰρ τοιοῦτος φιλάργυρος εὑρίσκεται. εἴτε πάλιν ὀλίγα εὑρεθῶσι τὰ εἰσιόντα πολλὰ δὲ τὰ ἐξιόντα, αἰσχρόν τι συμβαίνει· εὑρίσκεται γὰρ ὁ τοιοῦτος ἄσωτος), ἔγραψε δὲ καὶ τὰ πολιτικά, ἐν οἷς λέγει πῶς δεῖ πόλιν διοικεῖν. ὁμοίως δὲ καὶ ὁ Πλατῶν ἔγραψε πολιτικά· τὸν αὐτὸν δὲ σκοπὸν ἔχει τῷ Ἀριστοτέλει. ἰστέον δὲ ὅτι ἐν μὲν τῷ Πολιτικῷ συγγράμματι ἕνα σκοπὸν ἔχει καὶ ὁ Ἀριστοτέλης καὶ ὁ Πλατῶν ἀμφότεροι γὰρ λέγουσι πῶς δεῖ διοικεῖσθαι πόλιν), ἐν δὲ τῷ Περὶ πολιτείας διάφορός ἐστι καὶ ὁ σκοπὸς καὶ ἡ ἐπιγραφή· καὶ ἡ μὲν ἐπιγραφή, ὅτι ὁ μὲν Πλατῶν ἑνικῶς ἐπέγραψε Πολιτεία ὁ δὲ Ἀριστοτέλης πληθυντικῶς Πολιτεῖαι, ὁ δὲ σκοπός ἐστι διάφορος, ὅτι ὁ μὲν Ἀριστοτέλης λέγει πῶς ἐπολιτεύοντο οἱ ἀρχαῖοι οἷον οἱ 2 τὴν (post εἰπόντες) om. Κ 3 καὶ (ante μετὰ) om. T 5. 6 ὁ πλάτ. ὥς φὴ colloc. V (cf. p. 5,21) 6 ἀποστηθῆσαι V 7 ἀκηλίδοτον V ἄρυπον V ἀναγκαίως corr. Wellm. : ἀναγκαῖος KTV 2: ἀναγκαίων V 1 11 τὸ πρακτ. ante ἁ colloc. T 13 εἰς οἶκον. εἰς πολ. T ἐπειδὴ] ἐπεὶ Κ 14 τὸ (ante ἠθικὸν) om. KV 15 φασιν scripsi : φησιν KV : om. T τὰ om. KV 16 δείκνυται post Ἀριστοτ. colloc. T 18. 19 δεῖ τινα τέσσ. συνδ. εἰς οἴκου ὤ colloc. T 20 ἱκετῶν T 22 ὀλίγα in lit. Κ 27 δὲ om. T τῷ om. T πολιτικῷ] περὶ τῶν πολιτικῶν V : τῶν πολιτικῶν T 29 τῶ ex (??)ὸ corr. V 30 καὶ ἡ μὲν ἐπιγραφή supra scr. V 2 ἐπέγραψε V 2: ἐπέτρεψε V 1 31 Πολιτείαν et Πολιτείας Brand. Ἀργεῖοι, οἱ Βοιωτοί, ὁ δὲ Πλάτων λέγει πόσα εἴδη πολιτειῶν καὶ πῶς δεῖ πολιτεύεσθαι. ταῦτα μὲν ἐν τούτοις. Οἱ δὲ Πλατωνικοὶ λαμβάνονται τῆς διαιρέσεως λέγοντες ὅτι κακῶς ἡ παροῦσα διαίρεσις ἔχει· οὐδέποτε γὰρ γένος εἰς τρία εἴδη διαιρεῖται, ἀλλὰ πάντως εἰς δύο, οἷον τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον, τὸ χρῶμα εἰς λευκὸν καὶ μέλαν. ἄλλως τε δὲ οὐδέποτε τὰ ἀντιδιαιρούμενα εἴδη τὸ αὐτὸ τέλος ἔχουσιν, οἷον τὸ λογικὸν καὶ τὸ ἄλογον οὐκ ἔχουσι τὸ αὐτὸ τέλος τὸ μὲν γὰρ λογικὸν τέλος ἔχει τὸ κεχρῆσθαι λόγῳ, τὸ δὲ ἄλογον τὸ μὴ κεχρῆσθαι λόγῳ), ταῦτα δὲ τὸ αὐτὸ τέλος ἔχουσι· καὶ γὰρ καὶ τὸ ἠθικὸν καὶ τὸ οἰκονομικὸν καὶ τὸ πολιτικὸν τὸ αὐτὸ τέλος ἔχουσι, φημὶ δὲ τὸ κοσμεῖν τὸ ἦθος. ἔτι δὲ οὐδέποτε τὸ ποσὸν τὸ αὐτὸ εἶδος ἐναλλάττει, οἷον τὸ μικρὸν τρίγωνον καὶ τὸ μέγα τρίγωνον τοὐ αὐτοῦ εἴδους εἰσὶ τῷ ποσῷ διαφέροντα. ἐν δὲ τοῖς ἀντιδιαιρουμένοις εἴδεσιν οὐκ ἔστι τὸ αὐτὸ εἶδος· ἄλλο γὰρ εἶδος τοῦ λογικοῦ καὶ ἄλλο τοῦ ἀλόγου. τὸ δὲ ἠθικὸν καὶ τὸ οἰκονομικὸν καὶ τὸ πολιτικὸν ἑνὸς εἴδους εἰσίν· οὐκ ἐπειδὴ γὰρ τὸ μὲν ἠθικὸν ἑνὸς ἦθος κοσμεῖ τὸ δὲ οἰκονομικὸν πλειόνων τὸ δὲ πολιτικὸν ὅλης τῆς πόλεως, παρὰ τοῦτο καὶ διάφορά εἰσιν εἴδη· καὶ γὰρ καὶ ἡ δικαιοσύνη ἡ ἐν μιᾷ ψυχῇ θεωρουμένη καὶ ἡ δικαιοσύνη ἡ ἐν πολλαῖς ψυχαῖς θεωρουμένη ἡ αὐτὴ κατὰ φύσιν ἐστί. ἔτι δὲ οὐδέποτε ἐν τοῖς ἀντιδιαιρουμένοις εἴδεσι τὸ ἕτερον ἐν τῷ ἑτέρῳ | θεωρεῖται οὐδὲ γὰρ τὸ λογικὸν ἐν τῷ 159v ἀλόγῳ θεωρεῖται οὔτε τὸ ἄλογον ἐν τῷ λογικῷ)· εἰ δὲ καὶ τὸ ἠθικὸν καὶ τὸ οἰκονομικὸν ἐν τῷ πολιτικῷ θεωροῦνται καὶ γὰρ ὁ δυνάμενος κοσμῆσαι πόλιν καὶ οἶκον δύναται κοσμῆσαι καὶ ἕνα), δῆλον ὅτι οὔκ εἰσιν διάφορα. ἔτι δὲ οὐδέποτε ἓν εἶδος μόνον ἰσοδυναμεῖ τῷ γένει οὔτε γὰρ τὸ λογικὸν μόνον ἰσοδυναμεῖ τῷ ζῴῳ οὔτε τὸ ἄλογον μόνον, ἀλλὰ τὰ δύο ἅμα), τὸ δὲ πολιτικὸν μόνον ἰσοδυναμεῖ τῷ πρακτικῷ· εἰ γὰρ κατ’ αὐτούς, φασί, τὸ πρακτικὸν διαιρεῖται εἰς ἠθικὸν καὶ οἰκονομικὸν καὶ πολιτικόν, τὸ δὲ πολιτικὸν περιέχει ἐν ἑαυτῷ καὶ τὸ ἠθικὸν καὶ τὸ οἰκονομικόν καὶ γὰρ ὁ δυνάμενος πόλιν κοσμῆσαι δύναται καὶ ἕνα κοσμῆσαι καὶ οἶκον), δῆλον ὅτι ἰσοδυναμεῖ τὸ πολιτικὸν τῷ πρακτικῷ. εἰ δὲ ἰσοδυναμεῖ αὐτῷ, δῆλον ὅτι κακῶς ἐγένετο ἡ διαίρεσις. ταῦτα ἐν οἷς σὺν θεῷ ἡ προῦσα πρᾶξις. Πρᾶξις κδ΄. Λαβόμενοι οἱ Πλατωνικοὶ τῆς Ἀριστοτελικῆς διαιρέσεως τοῦ πρακτικοῦ ἔρχονται καὶ διαιροῦσι τὸ πρακτικὸν εἰς δύο, εἰς νομοθετικὸν καὶ δικαστικόν. 4 εἴδη ex γένη corr. V 2 5 πάντως ex παντὸς corr. V 2 ζῷον] σῶμα Κ 9 καὶ γὰρ—ἔχουσι (10) V 2 Vat. 2253: om. KTVi 10 δὲ] δὴ T 11 post τὸ αὐτὸ add. δέ ’ 15 τὸ (ante πολ.) om. Y 16 ἑνὸς] ἓν Κ 18 ἡ (ante ἐν μιᾷ) cm. T 19 τὴν φύσιν TV 22 τὸ οἰκ. ἐν τῷ πολ.] καὶ ἐν τῶ πολιτικὼ καὶ τῶ οἰκονομικῷ T 23 δύν. καὶ οἶκον colloc. T καὶ (ante ἕνα) om. K : supra scr. T 24 δὲ (post ἔτι) om. KT μόνον εἶδος colloc. T 28 ἐμπεριέχει ἑαυτῶ T καὶ γὰρ] εἰ γὰρ TV 29 κοσμ. πόλιν colloc. KT καὶ (ante οἶκον) om. KV 1 30 πραγματικῷ V 31 ταῦτα—πρᾶξις om. KT καὶ τοῦτο εὐλόγως· ὁ γὰρ φιλόσοφος ἢ τίθησι νόμους, δι’ ὧν ὤφειλεν ἀεὶ τὸ ἦθος κοσμεῖν, καὶ γίνεται τὸ νομοθετικόν, ἢ δικάζει κατὰ τοὺς ἐκτεθέντας νόμους καὶ γίνεται τὸ δικαστικόν. καὶ ὃν λόγον ἔχει τὸ νομοθετικὸν πρὸς τὰς πόλεις φυλάττον τὰ ἐν αὐταῖς δίκαια, τοῦτον τὸν λόγον ἔχει καὶ τὸ δικαστικὸν πρὸς τὸ νομοθετικὸν φυλάττον τὰ ἐν αὐτῷ παραγγέλματα· τὸ γὰρ ἠθικὸν καὶ οἰκονομικὸν καὶ πολιτικὸν ὕλης τάξιν ἐπέχουσι πρὸς τὸ νομοθετικὸν καὶ δικαστικόν· καὶ γὰρ ὁ νομοθετῶν ἢ ἑνὸς ἦθος κοσμεῖ ἢ οἴκου ἢ πόλεως διὰ τοῦ νόμους τιθέναι, καθ’ οὓς ὤφειλεν ἕκαστος πολιτεύεσθαι. καὶ ὁ δικάζων δὲ ὁμοίως ἢ ἑνὶ δικάζει ἢ οἴκῳ ἢ πόλει. τοῦτο δὲ αὐτό, φημὶ δὲ τὸ νομοθετικὸν καὶ δικαστικόν, καὶ ὁ ποιητὴς αἰνιττόμενος λέγει ὅτι ὁ Μίνως καὶ ὁ ῾Ραδάμανθυς ἀδελφοὶ ἦσαν ἀμφότεροι γὰρ εἶχον πατέρα τὸν Δία), καὶ ὁ μὲν Μίνως ἦν νομοθέτης ὁ δὲ ῾Ραδάμανθυς δικαστής, τοῦτο αἰνιττόμενος ὅτι καὶ τὸ νομοθετικὸν καὶ τὸ δικαστικὸν ἀπὸ ἑνὸς τοῦ πρακτικοῦ ἐτέχθησαν. φησὶ δὲ πάλιν ὅτι ὁ μὲν Μίνως πρεσβύτερος ἦν κατὰ τὸν χρόνον ὁ δὲ μεταγενέστερος, τοῦτο αἰνιττόμενος ὅτι τὸ νομοθετικὸν πρὸ τοῦ δικαστικοῦ ἐστι· καὶ γὰρ εἰ μὴ πρότερον θῇ τις νόμους, οὐ δύναται κατ’ αὐτοὺς δικάσαι. ἰστέον δὲ ὅτι οὐκ ἐγένετο ἡ διαίρεσις τοῦ πρακτικοῦ εἰς τὸ νομοθετικὸν καὶ δικαστικὸν ὡς ἀπὸ γένους εἰς εἴδη, ἐπειδὴ τὰ εἴδη τὰ ἀπὸ γένους διαιρούμενα οὐκ ἐπιδέχονται τὸ πρότερον καὶ ὕστερον· οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον, καὶ οὔτε τὸ λογικὸν πρότερόν ἐστιν οὔτε τὸ ἄλογον, ἀλλ’ ἅμα ἐγένοντο. | εἰ 160r δὲ τὸ νομοθετικὸν πρὸ τοῦ δικαστικοῦ ἐστιν εἰ μὴ γάρ τις θῇ πρῶτον νόμους, οὐ δύναται κατ’ αὐτοὺς δικάσαι), δῆλον ὅτι οὐκ ἐγένετο ἡ διαίρεσις ὡς ἀπὸ γένους εἰς εἴδη. τοῖς δὲ αὐτοῖς λόγοις χρώμενος, οἷσπερ ἐχρησάμεθα καὶ ἐπὶ τοῦ φυσιολογικοῦ καὶ μαθηματικοῦ καὶ θεολογικοῦ, εὑρήσεις ὅτι οὐδὲ καθ’ ἕνα τῶν ἄλλων τρόπων ἐγένετο ἡ διαίρεσις, ἀλλ’ εἰσὶ τῶν ἀφ’ ἑνός· ἀφ’ ἑνὸς γὰρ τοὐ πρακτικοῦ καὶ τὸ νομοθετικὸν καὶ τὸ δικαστικὸν λέγεται πρακτικόν. Μαθόντες οὖν διὰ τῶν προλαβόντων τί ἐστιν ἡ φιλοσοφία, ἔλθωμεν καὶ ἐπὶ τὸ ὁποῖόν τί ἐστιν. ἀλλὰ καὶ τοῦτο διὰ τῶν προλαβόντων μεμαθήκαμεν, φημὶ δὲ διά τε τῶν ὁρισμῶν καὶ τῆς διαιρέσεως. καὶ διὰ μὲν τῆς διαιρέσεως ἐμάθομεν ὅτι θεωρητική ἐστι καὶ πρακτική· εἰς γὰρ ταῦτα τὰ δύο διείλομεν τὴν φιλοσοφίαν, φημὶ δὴ εἰς θεωρητικὸν καὶ πρακτικόν εἰ δέ τις εἴποι ὅτι οὐ μόνον ἡ φιλοσοφία ἐστὶ θεωρητικὴ καὶ πρακτική, ἀλλὰ καὶ αἱ τέχναι εἰσὶ θεωρητικαὶ καὶ πρακτικαί ἰδοὺ γὰρ ἡ ἰατρικὴ καὶ θεωρητική ἐστιν, ὡς ἡνίκα διαγινώσκει τὸ νόσημα καὶ λέγει τὰς αἰτίας τὸ πόθω 2 τὸ οἰκεῖον ἦθος T 7 καὶ γὰρ καὶ T 8 οἴκου καὶ πόλεως T δάι τοῦ TV 2 : διὰ τὸ τοὺς K : διὰ τοὺς V 1 9 δικάζει] δικάζων ἐστὶ T 10 alt. δὲ] δὴ T ante τὸ νομοθ. add. αὐτὸ V καὶ (ante ὁ) om. KV ὁ ποιητὴς] Hom. Ξ 322 13 τοῦτο δὲ V καὶ (post ὅτι) om. T alt. τὸ om. KT 17 ὅτι om. V 19 τὰ (ante ἀπὸ) om. V 22 εἰ μὴ—δικάσαι (23) om. T 25 καὶ (ante ἐπὶ) om. KV 26 οὐδὲ scripsi : οὐδένα KTV 29 ἡ om. V 30 ὁποῖον] ποῖον KV διὰ τῶν προλ. καὶ τοῦτο colloc. T 31 ante τῆς διαιp. (prius) add. διὰ T 32. 33 τὰ δύο om. V 33 δὴ] δὲ V 36 διαγινώσκῃ T γέγονε, καὶ πρακτική, ὡς ἡνίκα ἢ καθάρσιον δίδωσιν ἢ φλεβοτομεῖ), λέγομεν ὅτι κυρίως μόνη ἡ φιλοσοφία ἐστὶ θεωρητικὴ καὶ πρακτική. καὶ θεωρητικὴ μὲν κυρίως μόνη ἐστίν, ὅτι αἱ μὲν τέχναι οὐ πάντα τὰ ὄντα γινώσκουσιν, ἀλλὰ περὶ τὰ ἔνυλα μόνα καταγίνονται, ἐπεὶ περὶ τὰ θεῖα οὐ καταγίνονται, ἡ δὲ φιλοσοφία περὶ πάντα τὰ ὄντα καταγίνεται· καὶ γὰρ καὶ περὶ τὰ θεῖα καταγίνεται. ὅθεν καὶ θεωρητικὴ μᾶλλον αὕτη μόνη κυρίως λέγεται· θεωρία γὰρ λέγεται παρὰ τὸ τὰ θεῖα ὁρᾶν. ἀλλὰ καὶ πρακτικὴ μόνη κυρίως ἐστὶν ἡ φιλοσοφία, ἐπειδὴ αἱ μὲν τέχναι ἢ περὶ τὸ σῶμα ἐνεργοῦσιν, ὥσπερ ἡ ἰατρικὴ περὶ τὸ ἀνθρώπινον σῶμα ἐνεργεῖ, ἢ περὶ τὰ ἐκτὸς ὥσπερ ἡ τεκτονικὴ καὶ ἡ χαλκευτικὴ καὶ ἡ οἰκοδομική· αὗται γὰρ οὐκ ἐνεργοῦσι περὶ τὸ ἀνθρώπινον σῶμα, ἀλλὰ περὶ τὰ ἐκτὸς καὶ περὶ τὰς περιουσίας· ἡ μὲν γὰρ θρόνον καὶ σκάμνον καὶ τὰ τοιαῦτα ποιεῖ ἡ δὲ ξέστην καὶ τὰ τοιαῦτα ἡ δὲ οἶκον, ἅτινα τῶν ἐκτὸς καὶ τῶν περιουσιῶν εἰσιν. ἡ δὲ φιλοσοφία περὶ τὴν ψυχὴν ἐνεργεῖ· καὶ γὰρ τὸ τῆς ψυχῆς ὄμμα ὑπὸ τῶν σωματικῶν ἡδυπαθειῶν ἀμβλυῶττον καὶ ἐπισκοτιζόμενον διὰ τῆς φιλοσοφίας ἐγείρεσθαι καὶ φωτίζεσθαι πέφυκεν. αὕτη δὲ ἡ περὶ τὴν ψυχὴν ἐνέργεια ἀναγκαιοτέρα τῶν ἐνεργειῶν ἐστι τῶν περὶ τὸ σῶμα καὶ τὰ ἐκτὸς καταγινομένων, ὅσον ἐστὶ ψυχὴ σώματος καὶ τῶν ἐκτὸς ἀναγκαιοτέρα. ὥστε οὖν κυρίως μόνη ἡ φιλοσοφία πρακτικὴ λέγεται. Ἔγνωσται οὖν, ὡς εἴρηται, διὰ τῆς διαιρέσεως ὁποῖόν τί ἐστιν ἡ φιλοσοφία· ἐμάθομεν γὰρ ὅτι θεωρητική ἐστι καὶ πρακτική. ἀλλὰ καὶ διὰ | τῶν ὁρισμῶν ἔγνωμεν ὁποῖόν τί ἐστι· καὶ γὰρ διὰ τῶν ἐκ τοῦ ὑποκειμένου 160v ὁρισμῶν διά τε τοῦ λέγοντος ὅτι φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί᾿ καὶ διὰ τοῦ λέγοντος ῾γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων᾿ ἐμάθομεν ὅτι θεωρητική ἐστιν ἡ φιλοσοφία, διὰ δὲ τοῦ ὅρου τοῦ ἐκ τῆς ὑπεροχῆς τοῦ λέγοντος ὅτι ῾φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν᾿ ἐμάθομεν ὅτι ἀρχική ἐστι, διὰ δὲ τοῦ ὅρου τοῦ ἐκ τοῦ προσεχοῦς τέλους τοῦ λέγοντος ὅτι ’φιλοσοφία ἐστὶ μελέτη θανάτου ἐμάθομεν ὅτι ·καθαρτική ἐστι καὶ γὰρ τὸ μελέτη θανάτου οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ ἡ νέκρωσις τῶν παθῶν ἤγουν ἡ κάθαρσις τῆς ψυχῆς ἐκ τῶν παθῶν), διὰ δὲ τοῦ ὅρου τοῦ ἐκ τοῦ πόρρω τέλους τοῦ λέγοντος ὅτι ῾φιλοσοφία ἐστὶν ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ᾿ ἐμάθομεν ὅτι πολι- 4 καταγίνεται V 5. 6 γὰρ καὶ om. T : καὶ om. V 6 καταγίνεται (post θεῖα) om. T θεωρητικὴ] τὸ θεωρητικὸν V αὐτὴ K : αὐτὴ V μόνη om. K 9 ἡ (ante ἰατp.) om. V περὶ τὸ ἀνθp. σ. ἐνεργεῖ om. T ἀνθρώπειον Κ 10 post ἐκτὸς add. ἤγουν τὰς περιουσίας V χαλκ. καὶ ἡ τεκτ· colloc. Κ 11 ἀνθρώπεριον KT τὸ ἐκτὸς V 12 περὶ τὰ περὶ οὐσίας KT 12. 13 ποιεῖ καὶ τὰ τ. colloc. KV 13 τῶν (ante ἐκτὸς) om. Κ 13. 14 τῶν περιουσιῶν V 2: τῶν περὶ οὐσίας KV 1 : τῆς περιουσίας T 14 εἰσὶν post ἐκτὸς transp. KV 2 15 ἀμβλυῶτον V 16 διὰ τῆς φιλ. post πέφυκεν colloc. T post αὕτη δὲ add. φημὶ δὲ KV 16. 17 ἡ περὶ τὴν ψυχὴν iter. V 17 τὴν om. Κ ἀναγκ. τῶν περὶ τὸ σῶμα ἐνεργειῶν ἐστι T ἐστι om. V 18 ante τὰ ἐκτὸς add. περὶ T τοσοῦτον ὅσον T 21 καὶ (post ἀλλὰ) om. V 23. 24 τοῦ λέγοντος ὅτι γνῶσις θείων κ. ἀνθp. πp. καὶ τοῦ λέγοντος φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων καλ. T 27 ἀρχική ex ἀρχή corr. Κ τική ἐστι· καὶ γὰρ ὁ πολιτικὸς φιλόσοφος θέλει καὶ κατὰ τὴν γνῶσιν καὶ κατὰ τὴν πρᾶξιν ἐφ’ ὅσον ἐστὶ δυνατὸν ἀνθρώπῳ μιμεῖσθαι τὸ θεῖον, καὶ κατὰ τὴν γνῶσιν μὲν ἵνα πάντα τὰ ὄντα γινώσκῃ, κατὰ τὴν πρᾶξιν δὲ ἵνα τὰ ἤθη κοσμῇ καὶ εὐταξίαν τινὰ φυλάττῃ ἐν τῷ ἀνθρώπῳ διὰ τῶν ἀρετῶν. καὶ ἔστιν ὡς ἐν συντόμῳ εἰπεῖν ὅτι δύο μερῶν ὄντων τῆς φιλοσοφίας, φημὶ δὲ τοῦ θεωρητικοῦ καὶ τοῦ πρακτικοῦ, ἓξ δὲ ὁρισμῶν οἱ μὲν τῶν ὁρισμῶν τὸ θεωρητικὸν μέρος τῆς φιλοσοφίας περιέχουσιν, οἱ δὲ τὸ πρακτικόν, οἱ δὲ τὸ θεωρητικὸν ἅμα καὶ πρακτικόν· καὶ γὰρ οἱ δύο οἱ ἐκ τοῦ ὑποκειμένου οἷον ὁ ‘φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί καὶ ὁ λέγων ὅτι φιλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων᾿ καὶ ὁ ἐκ τῆς ὑπεροχῆς ὁ λέγων ὅτι ῾φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν᾿ τὸ θεωρητικὸν μέρος τῆς φιλοσοφίας περιέχουσι· καὶ γὰρ ὁ ἐκ τῆς ὑπεροχῆς τὸ θεωρητικὸν περιέχει· τοῦτο γὰρ δηλοῖ ὁ ἐκ τῆς ὑπεροχῆς, ὅτι ἡ φιλοσοφία δίδωσι τὰς ἀρχὰς ταῖς τέχναις καὶ ταῖς ἄλλαις ἐπιστήμαις γινώσκουσα αὐτάς. ὁ δὲ εἷς ὁ ἀπὸ τοῦ προσεχοῦς τέλους ὁ λέγων ὅτι ῾φιλοσοφία ἐστὶ μελέτη θανάτου᾿ καὶ ὁ ἀπὸ τῆς ἐτυμολογίας ὁ λέγων ὅτι ῾φιλοσοφία ἐστὶ φιλία σοφίας᾿ τὸ πρακτικὸν μέρος τῆς φιλοσοφίας περιέχουσι· καὶ γὰρ τὸ μελετᾶν τὸν θάνατον ἤγουν τὸ νέκρωσιν τῶν παθῶν ἀπεργάζεσθαι τοῦ πρακτικοῦ ἐστιν, ὁμοίως καὶ τὸ ἐφίεσθαι τῆς σοφίας τοῦ πρακτικοῦ ἐστιν. ὁ δὲ ὅρος | ὁ ἀπὸ τοῦ πόρρω τέλους ὁ λέγων ὅτι ῾φιλοσοφία 161r ἐστὶν ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ᾿ περιέχει καὶ τὸ θεωρητικὸν μέρος τῆς φιλοσοφίας καὶ τὸ πρακτικόν· καὶ γὰρ ὁ θέλων ὁμοιοῦσθαι τῷ θεῷ ἐφ’ ὅσον ἀνθρώπῳ δυνατὸν θέλει καὶ κατὰ τὴν γνῶσιν ὁμοιοῦσθαι αὐτῷ καὶ κατὰ τὴν πρᾶξιν. καὶ κατὰ τὴν γνῶσιν μὲν ἵν γινώσκῃ πάντα, κατὰ τὴν πρᾶξιν δὲ ἵνα κοσμῇ τὰ ἤθη καὶ εὐταξίαν φυλάττῃ ἐν τῷ ἀνθρώπῳ διὰ τῶν ἀρετῶν. Μαθόντες οὖν ὁποῖόν τί ἐστιν ἡ φιλοσοφία, ἔλθωμεν καὶ μάθωμεν τὸ διὰ τί ἐστιν· οὐδὲ γὰρ μάτην ἐστὶν ἡ φιλοσοφία, εἴ γε, ὥς φησιν ὁ Πλατῶν πρός τινα Θεόδωρον ποιούμενος τοὺς λόγους, ‘τοιοῦτόν τι, ὦ Θεόδωρε, 1 καὶ (post θέλει) om. T 1. 2 τὴν (bis) om. Κ 5 ὡς ἔστιν εἰπεῖν ἐν συντ. colloc. T 6 δὲ] δὴ T 7 μέρος] μόνον T 8 οἱ (post δύο) om. Κ 9 οἷον ὁ] ὅ τε T φιλοσοφία ἐστὶ om. T 10 ὅτι om. KV 10. 11 φιλοσοφία ἐστὶ (bis) om. T 12 ἐκ] ἀπὸ V 13 ὁ ἐκ τῆς ὑπ. om. T 15 ante γινώσκ. add. ὡς V 2 16. 17 φιλοσοφία ἐστὶ (bis) om. T 16 ἀπὸ] ἐκ T ὁ λέγων (post ἐτυμ.) om. T 17 ὅτι] τῆς T 18 alt. τὸ] τὴν KV 19 ὁμοίως om. KV ante ἐφίεσθαι superset. ἀγαπᾶν V 2 20 ante ὁ δὲ ὅρος add. ἡ γὰρ ὅτι γὰρ ἡ Κ) ἔφεσις τοῦ πρακτικοῦ ἐστι δῆλον, εἴ γε καὶ τοῖς ἄλλοις ἀλόγοις KV 2) ζώοις τοῖς ἐστερημένοις λόγου ὁρᾶται ἡ ἔφεσις· καὶ γὰρ ἔχουσι καὶ τὰ ἄλογα ζῷα ὄρεξίν τινα καὶ ἐπιθυμίαν. ἄλλως τε δὲ ὥσπερ ἡ πρᾶξις τῶ ἀγαθῶ καὶ φαύλω χαρακτηρίζεται, οὕτω καὶ ἡ ἔφεσις τῶ ἀγαθῶ καὶ φαύλω χαρακτηρίζεται· ὁ γὰρ λόγος τῶ ἀληθεῖ καὶ ψευδεῖ χαρακτηρίζεται ὁ γὰρ λόγος—χαρακτ. in mrg. suppl. V 2) KV ὅτι om. KV 20.21 φιλοσοφία ἐστὶν om. T 22 μέρος τῆς φιλοσοφίας om. T 23 τῷ om. T 23. 24. 25 τὴν (ante γνῶσιν et πρᾶξιν) const, om. Κ 26 φυλάττει V 27 μάθομεν V 28 ante φιλοσοφία add. ἀλήθεια, sed del. V φασιν V ὁ Μάτων] Tim. p. 47 B (cf. p. 48,12) ἀγαθὸν οὔτε ἧκέ ποτε εἰς ἀνθρώπους δωρηθὲν ἐκ θεοῦ οὔτε ἥξει ποτέ᾿. ἰστέον οὖν ὅτι διὰ τοῦτό ἐστιν ἡ φιλοσοφία διὰ τὸ κοσμεῖν τὰς τῶν ἀνθρώπων ψυχὰς καὶ διὰ τὸ ἐκ τοῦ ἀχλυώδους ὑλώδους τούτου βίου μεταφέρειν τὴν ψυχὴν ἐπὶ τὰ θεῖα καὶ ἄυλα κατὰ τὴν ῾Ομηρικὴν ᾿ Ἀθηνᾶν, ὄφρ’ εὖ γιγνώσκῃ ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα. δεῖ γὰρ γινώσκειν ὅτι ἡ ψυχὴ διττὰς ἔχει δυνάμεις· τὰς μὲν γὰρ γνωστικὰς ἔχει, τὰς δὲ ζωτικάς. καὶ γνωστικαὶ μέν εἰσιν αὗται· νοῦς διάνοια δόξα αἴσθησις φαντασία. ζωτικαὶ δὲ αὗται· βούλησις καὶ προαίρεσις, θυμὸς καὶ ἐπιθυμία. καὶ ἐν ἑκατέρῳ τούτων αἱ μὲν λογικαί εἰσιν αἱ δὲ ἄλογοι· καὶ γὰρ ἐν ταῖς γνωστικαῖς δυνάμεσιν αἱ μέν εἰσι λογικαὶ αἱ δὲ ἄλογοι, καὶ λογικαὶ μέν εἰσι νοῦς διάνοια καὶ δόξα ἡ μετὰ λόγου, ἄλογοι δὲ αἴσθησις φαντασία καὶ δόξα ἡ ἄλογος· καὶ γὰρ καὶ ἡ ἄλογος αἴσθησις καὶ ἐν τοῖς ἀλόγοις ζῴοις θεωρεῖται καὶ. ἡ φαντασία ὁμοίως· καὶ γὰρ τὸ ἄλογον ζῷον ἐὰν πολλάκις παρέλθῃ ἐκ τόπου, φαντάζεται αὐτὸν καὶ γνωρίζει αὐτόν, ὅθεν καὶ τὰ πολλὰ τῶν ἀλόγων ζῴων ἀφ’ ἑαυτῶν εἰς τὴν οἰκείαν φάτμην ἐπέρχονται. ἡ δὲ ἄλογος δόξα ἄλογος λέγεται οὐ διότι καὶ ἐν τοῖς ἀλόγοις ζῴοις θεωρεῖται, ἀλλ’ ἄλογος λέγεται διότι αἰτίας ἐστέρηται, οἷον ὡς ὅταν τις δοξάζῃ τὴν ψυχὴν ἀθάνατον εἶναι, μὴ λέγων αἰτίαν, ἀλλὰ λέγων οὕτω παρέλαβον᾿. καὶ ἐν ταῖς ζωτικαῖς δὲ δυνάμεσιν αἱ μέν εἰσι λογικαὶ αἱ δὲ ἄλογοι. καὶ λογικαὶ μέν εἰσι βούλησις καὶ προαίρεσις αὗται γὰρ ἐν τοῖς λογικοῖς μόνοις ζῴοις θεωροῦνται, οὐ μὴν καὶ ἐν τοῖς ἀλόγοις· τὰ γὰρ ἄλογα ζῷα οὐκ ἔχουσι βούλησιν καὶ προαίρεσιν), ἄλογοι δέ εἰσι θυμὸς καὶ ἐπιθυμία· καὶ γὰρ καὶ τὰ ἄλογα ζῷα καὶ θυμοῦνται καὶ ἐπιθυμοῦσι. τούτων οὖν οὕτως ἐχόντων διὰ τοῦτο ἐπενοήθη ἡ φιλοσοφία διὰ τὸ τὰς τῶν ἀνθρώπων ψυχὰς κοσμεῖν, καὶ τὰς μὲν γνωστικὰς δυνάμεις κοσμεῖν διὰ τοῦ θεωρητικοῦ τὰς δὲ ζωτικὰς διὰ τοῦ πρακτικοῦ, ἤγουν διὰ τοῦ ποιεῖν ἡμᾶς κρατεῖν θυμοῦ καὶ ἐπιθυμίας καὶ μὴ ἐᾶν ἡμᾶς παρὰ τὸ δέον μήτε θυμοῦσθαι μήτε ἐπιθυμεῖν. ταῦτα μὲν ἐν τούτοις, ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις καὶ τὰ προλεγόμενα τῆς φιλοσοφίας. 2 οὖν om. Κ τὸ ex τοῦ corr. V 2 4 κατὰ τὴν Ὁμηp. Ἀθ.] cf. Hom. E 128 5 καὶ om. Κ 6 γὰρ (bis) om. Κ ἔχει om. K 8 φαντ. καὶ αἴσθ. T 9 εἰσι λογ. coll. T 10 καὶ γὰρ—ἄλογοι om. KT 11 καὶ διάνοια T καὶ (ante δόξα) om. V ἡ (post δόξα) om. KV 12 καὶ (post γὰρ) cm. Κ 13 θεωp. ζώοις colloc. T καὶ ἡ φαντ. post αἴσθησις transp. ὁμοίως omisso T 15. 16 ἐπέρχ. V: ἀπέρχ. Κ : εἰσέρχ. Τ 17 ἀλλ’ ἄλ. λέγ.] ἀλλὰ T 18 εἶναι] καὶ T λέγων] λέγει (bis) T 19 ante οὕτω add. ὅτι T δὲ (post ζωτικαῖς) om. TV 23 καὶ (ante θυμοῦνται) om. V 24 οὖν om. T 25 κοσμεῖν ψυχὰς colloc. T γνωστ.] ζωτικὰς V 1 29 καὶ ἡ πὰp. πp. post φιλοσοφίας coll. K : om. T