M. f. 1v ΟΛΥΜΠΙΟΔΩΡΟΥ ΦΙΛΟΣΟΦΟΥ ΕΙΣ ΤΑ ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΗΣ ΛΟΓΙΚΗΣ. <Θεωρία α΄.> ἐπειδὴ πηγῆς ἐθέλομεν ἀπολαύειν ἀγαθῶν, σπουδὴ παρὰ ἡμῖν τῆς τὸ ζῆν, οὐχ ἥκιστα δὲ καὶ φωτεινὴν διάνοιαν ποδηγούσης εἰς τὴν τῶν ζητουμένων ἀκρίβειαν· φέρε πρὸς κατόρθωσιν τοῦ ποθουμένου, τριῶν τινων ἅμα ἀρχόμενοι, τῶν Κατηγοριῶν, τῆς λογικῆς, τῆς Ἀριστοτέλους φιλο- σοφίας, ἑκάστου τούτων τὰ προλαμβανόμενα ζητήσωμεν τοῦ [τοῦ συγγράμματος], τοῦτ’ ἔστι τῶν Κατηγοριῶν καὶ τῆς μεθόδου, φημὶ δὲ τῆς λογικῆς, καὶ τῆς ἐπιστήμης, τοῦτ’ ἔστι τῆς Ἀριστοτέλους φιλοσοφίας. διὰ μὲν οὖν τὰς Κατηγορίας, τοῦτ’ ἔστι τὸ σύγγραμμα, ζητήσωμεν ἕξ τινα, πάντοτε εἰω- θότα παντὸς βιβλίου προλέγεσθαι, τὸν σκοπόν φημι καὶ τὸ χρήσιμον καὶ τὴν τάξιν, τὴν ἐπιγραφήν, τὸν συγγραφέα, τὴν διασκευὴν τοῦ βιβλίου. διὰ δὲ τὴν μέθοδον, τοῦτ’ ἔστι τὴν λογικήν, ζητήσωμεν πότερον μέρος ἢ ὄργανον τῆς φιλοσοφίας ἡ λογική. διὰ δὲ πᾶσαν τὴν Ἀριστοτέλους φιλοσοφίαν δέκα τινά· πρῶτον μὲν πόθεν τὰ ὀνόματα τῶν αἱρέσεων, δεύτερον τίς ἡ διαίρεσις τῶν Ἀριστοτέλους συγγραμμάτων, τρίτον πόθεν δεῖ τῶν Ἀριστοτέλους βιβλίων ποιήσασθαι τὴν ἀρχήν, τέταρτον τίς ὁ τούτων βαθμὸς καὶ διὰ τίνων ἐπὶ τὸ ταύτης τέλος πορευόμεθα, πέμπτον τί τὸ ἀναφαινόμενον χρήσιμον ἐκ τοῦ τέλους τῆς φιλοσοφίας, ἕκτον ποῖον δεῖ εἶναι τὸν ἀκροώμενον τῶν Ἀριστοτελικῶν συγγραμμάτων, ἕβδομον ποῖον δεῖ εἷναι τὸν ἐξηγούμενον, ὄγδοον τίνος χάριν ἀσάφειαν ἐπετήδευσεν ὁ φιλόσοφος, ἔνατον τί τὸ εἶδος τῆς ἀπαγγελίας καθέστηκεν, δέκατον πόσα καὶ τίνα δεῖ ἑκάστου συγγράμματος προλέγεσθαι. οὐκοῦν ἐπειδὴ τοῦτον <τὸν> σκοπὸν ἔχομεν, τῶν προτεθέντων τριῶν ζητῆσαι τὰ προλαμβανόμενα, | ζητητέον καὶ ἐν αὐτοῖς τούτοις πόθεν δεῖ τὴν ἀρχὴν 2r 1 in titulo εἰς τὰ cicias 2 θεωρία ἁ iiiserui (cf. p. 6,5 10,35 14,12) 4 τῇ . . ἀρχῇ scripsi: τῆς . . ἀρχῆς M 8 τοῦ συγγράμματος delevi 18—20 scribas τέταρτον τί τὸ ἀναφαιν. . . . . φιλοσοφίας, πέμπτον τίς ὁ ταύτης (pro τούτων) βαθμός xai διὰ τίνων ἐπὶ τὸ . . πορευόμεθα (cf. p. 9,14. 31) 25 τὸν inserui Comment. in Arist. ΧΙΙ 1. Olyiup. Prol. et iu Cat. ποιήσασθαι τῆς διδασκαλίας, ἆρα ἀπὸ προτέρων τῶν Κατηγοριῶν, ἆρα ἀπὸ τῆς μεθόδου, ἡ ἀπ’ οὐδετέρου, ἀλλὰ μᾶλλον ἀπὸ τῶν προλαμβανομένων τῆς Ἀριστοτέλους φιλοσοφίας. λέγω τοίνυν ὅτι δεῖ προηγεῖσθαι τὰ ζητούμενα κατὰ Ἀριστοτέλους φιλοσοφίας ἤπερ τὰ τῶν Κατηγοριῶν καὶ τῆς μεθόδου διὰ δύο αἰτίας τινάς, διὰ τὰς ἐπιστήμας καὶ τὰς τέχνας· ζηλωταὶ γὰρ τούτων γινόμεθα, τῶν μὲν ἐπιστημῶν, διότι φίλον αὐταῖς ἀπὸ τῶν καθολικωτέρων ποιεῖσθαι τὴν ἀρχήν, ὅπερ καὶ ἐπὶ τῆς φιλοσοφίας εὑρίσκομεν· καὶ γὰρ αὕτη καθολικωτέρα μέν ἐστι τῆς λογικῆς, ἡ δὲ λογικὴ τῶν Κατηγοριῶν. τῶν δὲ τεχνῶν ζηλωταὶ γινόμεθα ἀρχόμενοι ἀπὸ τῶν προλαμβανομένων τῆς Ἀριστοτέλους φιλοσοφίας, ἐπειδὴ ὃν τρόπον ἐκεῖναι τὸ τέλος τῆς θεωρίας ἀρχὴν ποιοῦσι τῆς πράξεως, ὡς ἔχει, εἰ τύχοι, ἐπὶ οἰκοδόμου οἰκοδομοῦντος οἶκον, οὕτω καὶ ἡμεῖς ἀπὸ τῶν Κατηγοριῶν τὴν ἀρχὴν ποιησάμενοι ἀνήλθομεν ἐπὶ τὴν λογικήν, ἀπὸ δὲ τῆς λογικῆς ἐπὶ τὴν Ἀριστοτέλους φιλοσοφίαν, ὅπερ τέλος μὲν γέγονε τῆς θεωρίας ἀρχὴ δὲ γενήσεται τῆς πράξεως. οὐκοῦν ἐπειδὴ ἔδοξεν ἡμῖν καὶ καλῶς ἔδοξεν τὴν ἀρχὴν ποιήσασθαι ἀπὸ τῶν προλαμβανομένων τῆς Ἀριστοτέλους φιλοσοφίας, δεῖ δὲ τὰ δέκα ἐκεῖνα πρῶτον φανερὰ γενέσθαι τὰ ἤδη εἰρημένα, πρῶτον μὲν τὸ πόθεν τὰ ὀνόματα τῶν αἱρέσεων, δεύτερον δὲ τίς ἡ διαίρεσις τῶν Ἀριστοτέλους συγγραμμάτων, καὶ τρίτον τίς ἡ ἀρχή, τέταρτον τίς ἡ ὁδός, πέμπτον τί τὸ τέλος, ἕκτον τὸ ποῖον δεῖ εἶναι τὸν ἀκροώμενον, ἕβδομον ποῖον δεῖ εἶναι τὸν ἐξηγούμενον, ὄγδοον τί τὸ εἶδος τῆς ἀπαγγελίας, ἔνατον διὰ τί ἀσάφειαν ἐπετήδευσεν, δέκατον πόσα καὶ ποῖα δεῖ προλαμβάνεσθαι ἑκάστου Ἀριστοτελικοῦ συγγράμματος, φέρε ζητήσωμεν εὐλόγως δι’ ἣν αἰτίαν πλείονα μήτε ἐλάττονα τῶν δέκα ὀφείλει ζητεῖσθαι. καὶ 2v ἐπειδὴ τοῦτον ἔχομεν τὸν σκοπόν, διαιρετικῇ τινι μεθόδῳ ὑποβάλλωμεν τὸν λόγον δεικνύντες ἀναγκαῖα εἶναι πρὸς ζήτησιν ταῦτα μόνα τὰ δέκα, ἐκεῖνο ἐν νῷ ἔχοντες τὸ τοῦ θείου Πλάτωνος ἀπόφθεγμα τὸ λέγον ὅτι τὴν διαιρετικὴν μέθοδον οὐδὲν καυχήσεται φυγόν. ἡ φιλοσοφία τοίνυν καὶ ὀνομάζεται καὶ ὑφέστηκεν. καὶ διότι μὲν ὀνομάζεται, ποιεῖ τὸ πρῶτον κεφάλαιον, ἐν ᾧ ζητοῦμεν πόθεν τὰ ὀνόματα τῶν αἱρέσεων. καθὸ δὲ ὑφέστηκεν, ἢ καθ’ αὑτὴν ἡ ἐν σχέσει θεωρεῖται. καὶ ἐν σχέσει τινὶ θεωρουμένη, ἢ πρὸς ἑαυτὴν ἢ πρὸς ἡμάς. καὶ πρὸς ἑαυτὴν ἢ κατὰ διαίρεσιν ἢ κατὰ συνέχειαν. καὶ διότι μὲν ἐν διαιρέσει ἐστίν, ζητοῦμ·εν τὸ δεύτερον κεφάλαιον, τίς ἡ διαίρεσις τῶν Ἀριστοτέλους συγγραμμάτων, διότι δὲ ἐν συνεχείᾳ ἐστί, ποιεῖ τὰ τρία κεφάλαια, τίς ἡ ἀρχή, τίς ἡ ὁδός, τί τὸ τέλος· καὶ εἰκότως τρία, διότι πᾶσα συνέχεια καὶ ἀρχὴν ἔχει καὶ μέσον καὶ τέλος. ὅτε δὲ πρὸς ἡμᾶς ἔχει τὴν σχέσιν, πάντως ἢ πρὸς τὸν μανθάνοντα ἔχει ἢ πρὸς τὸν διδάσκοντα, καὶ ποιεῖ δύο κεφάλαια, ἓν μὲν τὸ λέγον ποῖον δεῖ εἶναι τὸν ἀκροώμενον, δεύτερον δὲ τὸ ποῖον δεῖ εἶναι τὸν ἐξηγούμενον.. εἰ δὲ καθ’ ἑαυτήν ἐστι, καὶ λέξιν ἔχει καὶ διάνοιαν· καθὸ μὲν οὖν λέξιν ἔχει, ποιεῖ ἄλλα δύο τινὰ κεφάλαια, ποῖόν τι τὸ εἶδος τῆς ἀπαγγελίας καὶ διὰ 17 εἰρημένα] ρ. 1,16 19. 20 scribas τέταρτον τί τὸ τέλος, πέμπτον τίς ἡ ὁδός (cf. p. 1. 18. 19 not. Philop. p. 1,11 El. ρ. 107,15.10) 28 Πλάτωνος ἀποφθ.] Soph. p. 235 C τελευταῖον κεφάλαιον, τὸ ζητοῦν πόσα καὶ ποῖα δεῖ προλαμβάνεσθαι ἐπὶ τῆς Ἀριστοτέλους φιλοσοφίας ἑκάστου Ἀριστοτελικοῦ συγγράμματος. οὐκοῦν ἐπειδὴ ἐδείξαμεν ἀναγκαῖα δέκα μόνον ὄντα τὰ ζητούμενα τῇ διαιρετικῇ μεθόδῳ, φέρε ἐπεξέλθωμεν ἕκαστον | τῶν εἰρημένων πολυπραγμονοῦντες 3r τὴν φύσιν αὐτοῦ. καὶ τέως ἐπεξέθωμεν τῷ πρώτῳ κεφαλαίῳ τῷ παραγγέλλοντι δεῖν ζητῆσαι πόθεν τὰ ὀνόματα τῶν αἱρέσεων τῶν φιλοσόφων. Λαμβάνονται τοίνυν ἑπταχῶς τὰ ὀνόματα τῶν φιλοσόφων αἱρέσεων· ἢ· ἀπὸ τῶν αἱρεσιαρχῶν, ἢ ἀπὸ τῆς πατρίδος τοῦ αἱρεσιάρχου, ἢ ἐκ τοῦ τόπου ἔνθα ἐπαίδευον, ἢ ἐκ τοῦ εἴδους καὶ τοῦ τρόπου τῆς ζωῆς, ἢ ἐκ τοῦ τρόπου τῆς γνώσεως, τοῦτ’ ἔστιν ἀπὸ τῆς ἐν τῷ φιλοσοφεῖν κρίσεως, ἢ ἀπό τινος συμβεβηκότος, ἢ ἀπὸ τοῦ τέλους. ἀπὸ μὲν τῶν αἱρεσιαρχῶν, ὡς ὅταν εἴπωμεν Πυθαγορείους, Δημοκριτείους, Ἐπικουρείους ἔκ τε Πυθαγόρου καὶ Δημοκρίτου καὶ Ἐπικούρου, οἵτινες τῆς τούτων προκατήρξαντο αἱρέσεως. ἀπὸ δὲ τῆς πατρίδος τῶν προκαταρξαμένων, ὡς ἡ Κυρηναϊκὴ λέγεται φιλοσοφία ἀπὸ Ἀριστίππου τοῦ Κυρηναϊκοῦ καὶ Ἐρετριακὴ ἀπὸ Μενεδήμου τοῦ Ἐρετριέως καὶ Μεγαρικὴ φιλοσοφία ἀπὸ Εὐκλείδου καὶ Τερψίωνος τῶν Μεγαρέων. ἀπὸ δὲ τοὐ τόπου ἔνθα ἐπαίδευον, ὡς Στωϊκοὶ ὡς διὰ τὸ ἐν τῇ ποικίλῃ στοᾷ Ζήνωνα διατρίβοντα παιδεύειν, ἐκεῖσε ἔνθεν καὶ τὴν ἐπωνυμίαν ἡ τούτου λέληχεν αἵρεσις. ἀπὸ δὲ τοῦ εἴδους τῆς ζωῆς, ὥσπερ οἱ Κυνικοὶ φιλόσοφοι. Κυνικοὶ δὲ ἐκλήθησαν φιλόσοφοι διὰ δύο τινὰς αἰτίας· ἢ ὅτι ἀπλῶς καὶ ὡς ἔτυχεν ἔζων, δίκην κυνῶν | ἐσθίοντες ἐπ’ ἀγορᾷ 3v καὶ πίνοντες καὶ ἐν πίθοις καθεύδοντες καὶ ἁπλῶς εἰπεῖν τὰ ἄλλα ἀπροφύλακτον ποιοῦντες, ἀρνούμενοι κρεῖττον εἶναι τὸ θέσει καλὸν τοῦ φύσει καλοῦ, ἢ διότι ὥσπερ κύνες ὑλακτοῦσιν μὲν πρὸς τοὺς ξένους σαίνουσι δὲ πρὸς τοὺς οἰκείους, οὕτω καὶ οὗτοι τοὺς μὲν ἀξίους φιλοσοφίας ἀπεδέχοντο καὶ προθύμως ἠγάπων τοὺς δὲ ἀναξίους φιλοσοφίας καὶ μὴ δυναμένους ἐντὸς γενέσθαι αὐτῆς λόγῳ ἀπωθοῦντο καὶ ἐδίωκον. τούτου οὗν χάριν διὰ τὸ παρρησιαστικὸν καὶ ἐλεγκτικὸν Κυνικοὶ ὠνομάσθησαν· ἀμέλει τοι καὶ ὁ Πλάτων φησὶ περὶ αὐτῶν ‘ἔχει δέ τι καὶ ὁ κύων φιλόσοφον’. ἀπὸ δὲ τοῦ τρόπου τῆς γνώσεως, τοῦτ’ ἔστιν ἀπὸ τῆς ἐν τῷ φιλοσοφεῖν κρίσεως, ὠνομάσθησαν αἱρέσεις, ὥσπερ φαμὲν τοὺς Ἐφεκτικούς, οἵτινες περὶ τὴν τῶν πραγμάτων φύσιν καταγιγνόμενοι καὶ ταύτην ζητοῦντες καὶ μὴ δυνηθέντες ταύτην κατορθῶσαι ἀκαταληψίαν ἐνόουν. πρὸς ἐπὶ ταύτῃ δὲ ἔλεγον καὶ ὅτι τὸ δοκοῦν ἑκάστῳ τοῦτο ἀληθές ἐστι. τούτων καὶ ἡ τρίπους ἡ καλουμένη’ Ἀπόλλωνος ἦν. τρίπους δὲ Ἀπόλλωνος ἐλέγετο, διότι περὶ παντὸς πράγματος ἐρωτώμενοι τὴν ἀπόκρισιν ἐποιοῦντο τριπλῆν, λέγοντες ἢ ἀμφότερα εἶναι ἢ οὐδέτερον ἢ τὸ ἕτερον, οἷον ὡς ἔχει ἐπὶ τῆς ψυχῆς· ἐρωτώμενοι 2 προλαμβ. scripsi: παραλαμβ. M 4 ἀναγκαίως componil. M (of. p. 2,26) 13 πυθαγορίους δημοκριτίους ἐπεκουρίους M 14 post αἱρέσεως add. ὁρισμὸς αἱρέσεως αἵρεσις γάρ ἐστι δόξα ἀνδρῶν σοφῶν πρὸς ἑαυτοὺς μὲν συμφωνούντων πρὸς ἑτέρους δὲ διαφωνούντων M (cf. El. p. 108,21) 16 κυρηνιακοῦ M 18 στοϊκοὶ M 24 ἀρνούμενοι scripsi: ὁρώμενοι M superscr. M1 38 τὸ superscr. M1 γάρ, εἰ τύχοι, τί ἐστιν ἡ ψυχή, θνητὴ ἢ ἀθάνατος, ἀποκρίνοντι λέγοντες ὅτι ἢ ἀμφότερα, τοῦτ’ ἔστι θνητὴ καὶ ἀθάνατος, ἢ οὐδέτερον, οὐδὲ θνητὴ οὐδὲ ἀθάνατος, ἢ τὸ ἕτερον· καὶ τοῦτο διχῶς, ἢ θνητὴ ἢ ἀθάνατος. ταῦτα τοίνυν ἐκείνων λεγόντων ὁ θεῖος Πλατῶν καὶ | Ἀριστοτέλης ἐλέγχοις δυσωποῦσιν 4r τὴν αἵρεσιν τούτων, ὁ μὲν Πλατῶν λέγων οὕτως· ὑμεῖς οἱ πρεσβεύοντες ἀκαταληψίαν ἢ ἐπέγνωτε ὅτι ἔστιν ἀκαταληψία ἢ οὐκ ἔγνωτε· εἴ μὲν οὖν μὴ ἔγνωτε, πῶς ὑμῖν πιστεύσωμεν ἀπὸ γνάθων ἀποφαινομένοις; εἰ δὲ ἔγνωτε ὅτι ἀκαταληψία ἔστιν, ἰδοὺ πάλιν ἔστι κατάληψις· κατελάβετε γὰρ ὅτι ἔστιν ἀκαταληψία. ὁ δὲ Ἀριστοτέλης πρὸς Πρωταγόραν οἰόμενον, ὡς εἴρηται, τὸ δοκοῦν ἑκάστῳ τοῦτο ἀληθὲς εἶναι, ταυτί φησιν· εἴ τε ψεύδεται Πρωταγόρας, ψεύδεται, εἴ τε ἀληθεύει Πρωταγόρας, ψεύδεται· εἴ <τε> γὰρ ψεύδεται λέγων Πρωταγόρας ἀκαταληψίαν, ψεύδεται, εἴ τε ἀληθεύει Πρωταγόρας λέγων ὅτι πᾶς ὁστισοῦν πρεσβεύει τι περί τινος ἀληθεύει, δοξάζομεν δὲ ἡμεῖς ὅτι ἔστι κατάληψις, οὐκοῦν δῆλον ὅτι ἀληθῶς καὶ ἔστι κατάληψις· εἰ δὲ ἔστι κατάληψις, ψεύδεται Πρωταγόρας. ὁ δὲ Γαληνὸς ἐλέγχει τούτους ἀπὸ τῆς ἐναργείας, λέγων ὅτι ‘εἰ μὴ ἔστι κατάληψις καὶ ἔστι ὡρισμένη ἡ φύσις τῶν πραγμάτων, τί δήποτε ὕδωρ μὲν ζητοῦντες οὐκ ἐπὶ κάμινον βαδιούμεθα, τροφὴν δὲ ὁμοίως ζητοῦντες οὐκ ἐπὶ θάλατταν βαδιούμεθα;’ ἀλλ’ ἐπειδὴ ἱκανοὶ ἔλεγχοι εἴρηνται πρὸς αὐτούς, φέρε ζητήσωμεν ἀπὸ ποίας ἐννοίας ὁρμώμενοι ἐπρέσβευσαν ἀκαταληψίαν εἶναι. φαμὲν τοίνυν ὡς τοιούτων λόγων κεχρημένοι ἐπρέσβευον ἀκαταληψίαν· ἔλεγον γὰρ ὡς δεῖ τὸ γιγνῶσκον ἐφαρμόζειν τῷ γιγνωσκομένῳ· ἀλλ’ εἰ μέλλοι, φασίν, ἐφαρμόζειν τὸ γιγνῶσκον τῷ γιγνωσκομένῳ, δεῖ στάσιμον εἶναι καὶ βέβαιον καὶ ἀεὶ ὡσαύτως ἔχον τὸ γιγνωσκόμενον· εἰ δὲ καὶ κινοῖτο, δεῖ συγκινεῖσθαι καὶ μεταβαίνειν τὸ γιγνῶσκον μετὰ τοῦ | γιγνωσκομένου. ἀλλὰ μὴν τὰ μὲν 4v γιγνωσκόμενα, τοῦτ’ ἔστι τὰ πράγματα, ῥευστὰ καὶ μεταβλητὰ καὶ οὐ μόνιμα τυγχάνει, ἡ δὲ ψυχὴ ἡ ταῦτα γιγνώσκουσα οὔτε κινεῖται οὔτε συνακολουθεῖ τούτοις· δῆλον ἄρα ὅτι οὐκ ἔστι κατάληψις. ταύτης μὲν οὖν τῆς ἐννοίας ἐχόμενοι τοιούτῳ λόγῳ ἐκέχρηντο πρὸς πίστιν τῆς μοχθηρᾶς αὐτῶν αἱρέσεως. ἔστι δὲ εἰπεῖν πρὸς αὐτοὺς ὡς οὐκ ὀρθὰ πρεσβεύετε μὴ λέγοντες συγκινεῖσθαι τοῖς πράγμασι τὴν ψυχήν· ὅτι μὲν γὰρ οὐκ ἔχει στάσιν τὰ γεννητὰ καὶ φθαρτὰ δῆλον, ὡς καὶ αὐτὴ ἡ φύσις τῶν πραγμάτων μαρτυρεῖ καὶ εντι μέντοι γε τὸ ἀπόφθεγμά τινος ἀρχαίου τὸ λέγον ὅτι ὃν τρόπον ἀδυνατόν ἐστιν ἐν τῷ αὐτῷ ποταμῷ δὶς ἐμβῆναι κατὰ τὸν αὐτὸν χρόνον κατὰ τὸ αὐτὸ ὑποκείμενον καὶ τί λέγω, φησὶν ἕτερος, εἶπεν] ὅτι οὐ δυνατὸν δὶς ἐμβῆναι εἰς τὸ αὐτὸ ὕδωρ, ὅπου γε καὶ οὐδὲ ἅπαξ; ἄλλῳ γὰρ ὕδατι κλύζονται 5 Πλάτων] cf. Philop, p. 2,20 7 ἀποφαινομένοις sciipsi: ἀποφαινομένων compend. M 9 Ἀριστ.] cf. El. 110,8 110,8 11 alt. xe acldidi 12 ponas Πρωτ. λέγων ’d τινος] ὃς evan. Μ 14 ἀληθῶς] uis evan. M 15 Γαληνὸς] cum a Galeno ἐνάργεια saepe laudetur (cf. Zclleri ’ll. Gr. lY p. 825), haec verba non inveuiuntur: fort, spectat 01. depcrditum librum Περὶ ἀποδείξεως (cf. I p. 52 XIX p. 11 Kiilin) 10 ἐναργείας soripsi: ἐνεργείας M 17 τίς (sed ς del.) M 22 φησίν M 26 μόνημα M 30 πρεσβεύεται M 33 τινος ἀρχαίου] cf. lleraclili frg. 41 Byw. 12 et 91 Diels 33 ἔτερος] Cratylus; cf. Arist. MetapL. Γ 5 p. 1010a 14 35 εἶπεν delevi μέν, εἰ τύχοι, δάκτυλοι ἄλλῳ δὲ πούς), οὕτως οὐδὲ τὰ πράγματα δυνατὸν στάσιν ἔχειν, ἀλλὰ μεταβάλλεσθαι ἀεί. τὴν δὲ ψυχὴν εὑρίσκομεν ὅτι μὴ μόνον κατόπιν ἐρχομέν·ην τῶν πραγμάτων ἀλλὰ καὶ τῇ ὀξύτητι τῆς κινήσεως ἔστιν ὅτε καὶ προλαμβάνουσαν, ὡς δηλοῦσιν αἱ μαντεῖαι καὶ αἱ προρρήσεις τῶν ἡλιακῶν, εἰ τύχοι, ἐκλείψεων· ταῦτα γὰρ σημεῖά ἐστι προγιγνωσκούσης ψυχῆς τὰ πράγματα. Οὕτω μὲν οὖν ἀπὸ τοῦ τρόπου τῆς γνώσεως ὀνομάζονται αἱρέσεις. ἔστι δὲ ὅτι ἀπὸ τοῦ τέλους | ἐκαλοῦντο αἱ αἱρέσεις, ὡς οἱ καλούμενοι Ἡδονικοί· 5r οὗτοι γὰρ τέλος τιθέμενοι εἶναι τὴν ἡδονὴν τῆς φιλοσοφίας καὶ πάντων τῶν ὄντων, ἡδονὴν δὲ οὐ τὴν αἰσχρὰν οὔτε τὴν τοῖς πολλοῖς ἐγνωσμένην, μετειλήφασι τοῦ ὀνόματος καὶ ἐκαλοῦντο Ἡδονικοί. ἀλλ’ ἰστέον ὅτι οὐ καλῶς τὴν ἡδονὴν ἐτίθεντο τέλος εἶναι· τέλος γάρ ἐστιν ἡ εὐδαιμονία. ἡ δὲ εὐδαιμονία τριχῶς θεωρεῖται· καὶ περὶ ψυχήν, ὅτι ἐπανθεῖ ταύτῃ ἡ ἀλήθει καὶ ἡ δικαιοσύνη, καὶ περὶ σῶμα, ὅτι εὐεξίας μετέχει πρὸς τὸ ταῖς ψυχικαῖς ὑπουργεῖν ἀρεταῖς, καὶ πρὸς τὰ ἐκτός, ὅτι * * τις εὐδαίμων καθέστηκεν. ἡμεῖς δὲ τὴν ἡδονὴν οὐ τέλος φαμὲν ἀλλὰ τῷ τέλει ἑπομένην, ὥσπερ τὴν σκιὰν λέγομεν ἕπεσθαι τοῖς φωτιζομένοις σώμασιν, ὁπόταν μὴ κατὰ κορυφῆς ᾖ ὁ ἥλιος. ἀπὸ δὲ συμβεβηκότος φαμὲν ὀνομάζεσθαι τὰς αἱρέσεις, ὡς Περιπατητικούς φαμεν. Περιπατητικοὶ δὲ ὠνομάσθησαν ἀπό τινος αἰτίας τοιοῦτον ἐχούσης τὸν τρόπον· ὁ θεῖος Πλατῶν οἰόμενος ἔχειν τὸ σῶμα ὑγιὲς καὶ ἀνεμπόδιστον πρὸς τὰς τῆς ψυχῆς ἐνεργείας. κινούμενος τὴν πρὸς τοὺς ἑταίρους ἐποιεῖτο συνουσίαν. τελευτήσαντος δὲ τούτου διεδέξαντο τὴν διατριβὴν αὐτοῦ Ξενοκράτης καὶ Ἀριστοτέλης, [καὶ] οἱ τούτου μαθηταί. καὶ ὁ μὲν Ξενοκράτης ἐπαίδευεν ἐν Ἀκαδημίᾳ καὶ ἐλέγετο μετὰ τῶν σὺν αὐτῷ Ἀκαδημαϊκὸς Περιπατητικός, ὁ δὲ Ἀριστοτέλης ἐν τῷ Λυκείῳ καὶ ἐλέγετο μετὰ τῶν σὺν αὐτῷ Λύκειος Περιπατητικός. ὕστερον τοῖς μὲν Ξενοκράτους ἄλειψεν ἡ ἐνέργεια καὶ ἐκλήθησαν μόνως Ἀκαδημαϊκοί, τοῖς δὲ Ἀριστοτέλους ὁ τόπος καὶ ἐκλήθησαν | μόνως Περιπατητικοί. καὶ 5v εἰκότως οὐκ ἔλειψεν ἡ ἐνέργεια τούτοις· ἔπρεπεν γὰρ Ἀριστοτέλει τῶν δουμάτων τοῦ διδασκάλου ἀνάπλεῳ ὄντι καὶ τῆς προσηγορίας αὐτοῦ τυχεῖν. καὶ ἐν τούτοις πληροῦται καὶ ἡ ἐπωνυμία τῶν φιλοσόφων αἱρέσεων έπταχῶς ληφθεῖσα. καὶ ἵνα δείξωμεν ὅτι οὐδὲ πλέον οὐδὲ ἔλαττον δύναται εἶναι ἡ ἐπωνυμία τῶν φιλοσόφων αἱρέσεων, προέλθωμεν ἐκ διαιρέσεως οὕτως· ἡ ἐπωνυμία τῶν φιλοσόφων αἱρέσεων λαμβάνεται ἢ ἀπὸ συμβεβηκότος ἢ ἀπὸ διανοίας. ἀπὸ συμβεβηκότος, ὥσπερ οἱ Περιπατητικοί, ἀπὸ δὲ διανοίας ἢ ἀπὸ προσώπου ἢ ἀπὸ πραγμάτων. καὶ ἀπὸ προσώπου ἢ ἀπὸ ὀνομάτων, ὥσπερ λέγονται Πυθαγόρειοι, ἢ ἀπὸ τοῦ τόπου ἔνθα ἐπαίδευον, ὥσπερ οἱ Στωικοί, ἡ ὅθεν προῆλθον, ὥσπερ οἱ Κυρηναϊκοὶ καὶ Ἐρετριακοί. ἀπὸ δὲ πραγμάτων ἢ ἀπὸ τοῦ τρόπου τῆς ζωῆς, ὥσπερ οἱ Κυνικοί, ἢ ἀπὸ τοῦ 4 post ἔστιν additum προγιγν (sic) del. M 10 οὔτε] an οὐδὲ? 15 post ὅτι lac signavi; conicias ὅτι <τούτων μὴ παρόντων οὔ> τις 20 οἰόμενος] au βουλόμενος? 22 ἑταίρους scripsi: ἑτέρους Μ 23 καὶ delevi 26 λυκίῳ et Λύκιος M 36. 39 πραγμάτων scripsi: πάντων M 38 στοϊκοί M τρόπου τῆς γνώσεως, ὥσπερ οἱ Ἐφεκτικοί, ἢ ἀπὸ τοῦ τέλους, ὥσπερ οἱ Ἡδονικοί. καὶ αὕτη ἐστὶν ἡ διαίρεσις ἡ δεικνύουσα ὅτι εἰκότως ἑπτά εἰσιν αἱ ἐπωνυμίαι τῶν φιλοσόφων αἱρέσεων. διὸ καὶ ἡμεῖς τοῦ συμμέτρου <Θεωρία β΄.> Τῇ ἀπαριθμήσει τῶν προκατακληθέντων δέκα κεφαλαίων διανύσαντες τὸ πρῶτον κεφάλαιον, ἐν ᾧ μεμαθήκαμεν πόθεν τὰ ὀνόματα τῶν αἱρέσεων λαμβάνεται, ὅτι ἑπταχῶς, φέρε καὶ | ἐπὶ τὸ δεύτερον κεφάλαιον ὁδεύσωμεν, 6r ἐπὶ τὴν διαίρεσιν τῶν Ἀριστοτέλους συγγραμμάτων φημί. τῶν τοίνυν συγγραμμάτων Ἀριστοτέλους τὰ μέν ἐστι μερικὰ τὰ δὲ καθόλου τὰ δὲ μεταξὺ τῶν καθόλου καὶ τῶν κατὰ μέρος. καὶ ἔστι μερικὰ μὲν ὅσα πρός τινας ἰδίᾳ γέγραπται, οἷαί εἰσιν αἱ ἐπιστολαί, ἅστινας Ἀνδρόνικ·ός τε καὶ Ἀρτέμων συνήγαγον. καθόλου δέ ἐστι συγγράμματα ἐν οἷς τὴν τῶν πραγμάτων φύσιν ζητεῖ. μεταξὺ δὲ οἷαί εἰσιν αἱ ἱστορίαι, οἵα ἐστὶν ἡ Περὶ ζῴων ἱστορία καὶ αἱ Πολιτεῖαι σν΄ οὖσαι τὸν ἀριθμόν, ἐν αἷς τὸν βίον Ἀθηνίων καὶ ἄλλων τινῶν διηγεῖται. καὶ μὴ λεγέτω τις πρὸς ἡμᾶς ἀπορῶν τί δήποτε γέγραπται τῷ φιλοσόφῳ τοιαῦτα συγγράμματα· ἐρῶ γὰρ πρὸς αὐτὸν ὅτι καὶ τοῦτο τῆς ἐκείνου φιλανθρωπίας σημεῖον καθέστηκεν· τὰς γὰρ πολιτείας τῶν προτέρων ἐξέθετο, ἵνα τῶν μεταγενεστέρων τινὲς ἐντυγχάνοντες καὶ κρίνοντες ἐν τίσι μὲν χρηστῶς ἐπολιτεύσαντο ἐν τίσι δὲ οὐ χρηστῶς, τὰ μὲν ἕλωνται τὰ δὲ φύγωσιν. ἀλλὰ τοῖς μεταξὺ καὶ τοῖς μερικοῖς χαίρειν εἰρηκότες, τραπώμεθα ἐπὶ τὰ καθόλου, τούτων τὴν διαίρεσιν πολυπραγμονοῦντες. τούτων τοίνυν τῶν καθόλου τὰ μέν ἐστι ὑπομνηματικὰ τὰ δὲ συνταγματικά. ὑπομνηματικὰ μέν ἐστι ὅσα κεφαλαιωδῶς καὶ μόνα εἰσὶν ἀπογεγραμμένα, ἀκαλλώπιστον δὲ τὴν φράσιν ἐκτήσαντο· ἰστέον γὰρ ὅτι οἱ παλαιοὶ συγγράφασθαί τι | βουλόμενοι, ὅσα πρὸς ἀπόδειξιν ηὕρισκον τοῦ προκειμένου συγγράμματος 6v συμβαλλόμενα, κεφαλαιωδῶς ἀπεγράφοντο. οὐ μὴν ἀλλὰ καὶ τοῖς τῶν παλαιοτέρων βιβλίοις ἐντυγχάνοντες πολλὰ τῶν ναημάτων ἐκεῖθεν ἀφῃροῦντο, ὥστε τὰ μὲν ἀληθῆ κρατύνειν ἐξελέγχειν δὲ τὰ ψευδῆ. καὶ ἡ μὲν τῶν ὑπομνηματικῶν φύσις τοῦτον ἔχει τὸν τρόπον. συνταγματικὰ δὲ καλοῦμεν ὅσα μετὰ τῶν νοημάτων καὶ λέξιν ἔχει κεκοσμημένην καὶ φράσιν κεκαλλωπισμένην πρέπουσαν τοῖς συγγράμμασιν, ὥστε τούτῳ διαφέρει τὰ ὑπομνηματικὰ τῶν συνταγματικῶν τῷ τὰ μὲν ἀκαλλώπιστον τὴν φράσιν ἔχειν τὰ δὲ μετὰ τῶν ἐνθυμημάτων τῶν δεόντων κεκαλλωπισμένην τὴν φράσιν ἔχειν. 5 titulum iiisciui (cf. p. 1,2) 6 τῶν τῇ ἀπαρ. προκατακλ. collocare inalim 21 φὑγοσιν M 24 ὑπομνητικὰ Μ1 καὶ μόνα] an κατὰ κατὰ (πρὸς οἰκείαν ὑπόμνησιν Philop. p. 3,28. 29 Simpl. f. 1v ed. Bat.) 25 παλλαιοὶ Μ 28 παλαιοτέρων in mrg.: παλαιῶν in cuiitcxtu M ἀρχαιοτέρων Amm. ρ. 1,8) 32 τούτῳ ex τοῦτο corr. M Τούτων τοίνυν τῶν ὑπομνηματικῶν τὰ μέν ἐστι μονοειδῆ τὰ δὲ ποικίλα· μονοειδῆ μὲν ὅσα πρὸς ἓν πεποίηται πρόσωπον, ποικίλα δὲ ὅσα πρὸς πλείονα ἀποτείνεται πρόσωπα. τῶν δὲ συνταγματικῶν τὰ μέν ἐστιν αὐτοπρόσωπα τὰ δὲ διαλογικά. καὶ αὐτοπρόσωπα μὲν ὅσα ἀπὸ τοῦ ἰδίου προσώπου προήνεγκεν, διαλογικὰ δὲ ὅσα δραματιωδῶς ἐστι κατεσκευασμένα κατὰ πεῦσίν τε καὶ ἀπόκρισιν πλειόνων προσώπων. ἀλλ’ ἐπειδὴ τὰ διαλογικὰ καὶ ἐξωτερικὰ ὀνομάζεται τὰ δὲ αὐτοπρόσωπα καὶ ἀκροαματικά, φέρε εὐλόγως ζητήσωμεν πόθεν τὴν τοιαύτην προσηγορίαν ἐκτήσαντο. τινὲς μὲν οὖν λέγουσιν ὅτι τὰ διαλογικὰ καὶ ἐξωτερικὰ | ὠνομάσθη, διότι τὰ μὴ πρέποντα τῷ 7r ἑαυτοῦ σκοπῷ ἐν τούτοις ἐκτίθεται. οὕτως ἔλεγε καὶ ὁ Ἀλέξανδρος διὰ τὸ μὴ βούλεσθαι αὐτὸν λέγειν τὴν ψυχὴν ἀθάνατον, καὶ ταῦτα Ἀριστοτέλους ἐκεῖσε βοῶντος τὴν ἀθανασίαν τῆς ψυχῆς. ὡς οὖν εἴρηται, ἵν μὴ ἀναγκασθῇ Ἀλέξανδρος λέγειν τὴν ψυχὴν ἀθάνατον, πρεσβεύων αὐτὴν εἶναι θνητήν, ἐξωτερικὰ ἐκεῖνα ἔλεγεν ὀνομάζεσθαι, ἐν οἷς μὴ τὰ δοκοῦντα αὐτῷ λέγει ὁ Ἀριστοτέλης. καὶ ταῦτα μὲν ἐκεῖνοι. ἡμεῖς δὲ ἐλέγομεν ὅτι ἐξωτερικὰ ταῦτα ὠνόμασται, ὅσα πρὸς τοὺς ἐπιπολαίως γέγραπται καὶ μὴ γνησίως φιλοσοφοῦντας. τοιαῦτα δέ ἐστι τὰ ἔχοντα σαφεστέραν τὴν φράσιν, τὰ μὴ ἀποδεικτικῇ ἐπιστήμῃ ὑποβαλλόμενα, ἀλλὰ μᾶλλον πιθανοῖς λόγοις κεκαλλωπισμένα, καὶ πρὸς ἐπὶ τούτοις τὴν ἀνάτασιν ἔχοντα πρὸς ἔνδοξα πρόσωπα. καὶ ταῦτα μὲν ἱκανὰ περὶ τῆς κλήσεως τῶν διαλογικῶν, διὰ τί ἐξωτερικὰ καλοῦνται. τὰ δὲ αὐτοπρόσωπα καλοῦνται καὶ ἀκροαματικά. τοιούτῳ δὲ ὀνόματι προσηγορεύθησαν, διότι μόνοις τοῖς ἐρασταῖς φιλοσόφοις καὶ πολλοὺς κατορθώσασιν λόγους πεποίηνται πρὸς ἀκρόασιν. Τούτων τῶν αὐτοπροσώπων τὰ μὲν συμβάλλονται πρὸς αἵρεσιν καὶ φυγήν, τοῦ μὲν ἀγαθοῦ αἵρεσιν τοῦ δὲ κακοῦ φυγήν, καὶ ποιοῦσιν τὰ πρακτικά, τὰ δὲ πρὸς ἀληθείας γνῶσιν καὶ ποιοῦσι | τὰ θεωρητικά, τὰ δὲ πρὸς 7v ἀμφότερα ταῦτα, πρὸς διάκρισιν ἀληθείας καὶ ψεύδους φημὶ καὶ ἀγαθοῦ καὶ κακοῦ, καὶ ποιοῦσι πάντα τὰ συγγράμματα τὰ λογικά. ἀπό τε οὗν τῶν θεωρητικῶν τε καὶ τῶν πρακτικῶν τῇ διαιρέσει τῆς φιλοσοφίας κεχρήμεθα, λέγοντες ὅτι τῶν θεωρητικῶν τὰ μέν ἐστι φυσικὰ ἰὰ δὲ θεολογικὰ τὰ δὲ μαθηματικά. φυσικὰ μὲν οἵα ἐστὶν ἡ Φυσικὴ ἀκρόασις καὶ ἡ Περὶ γενέ- σεως καὶ φθορᾶς καὶ ἡ Περὶ οὐρανοῦ καὶ τὰ Μετέωρα καὶ ἡ Περὶ ψυχῆς ἡ καλουμένη. μαθηματικὰ δὲ οἷα τὰ Μηχανικὰ καὶ Ὀπτικὰ προβλήματα. θεολογικὰ δὲ οἵα ἐστὶν ἡ Μετὰ τὰ φυσικά. τῶν δὲ πρακτικῶν τὰ μέν ἐστιν ἠθικὰ τὰ δὲ οἰκονομικὰ τὰ δὲ πολιτικά. ἠθικὰ μὲν ὡς τὰ Εὐδήμεια καὶ τὰ Νικομάχεια τὰ καλούμενα, οἰκονομικὰ δὲ ὥσπερ ὁ Οἰκονομικὸς αὐτοῦ 7 εὐλόγως suppl. in iiirg. M 9 ὀνομάσθη M 11. 12 ταῦτα ἀριστοτέλους ἐκ. βοῶντος sciipsi: ταύτην ἀριστοτέλη (?) ἐκ. βοῶντα M 15 ἐλέγομεν] λέγομεν Littig (haud recte; cf. El. p. VII) 16 ὠνόμασται Amm. (p. 4,23): γέγραπται M 17 φιλοσοφοῦντας scripsi: φιλοσοφοῦσι M 18 πειθανοῖς M 19 ἔχοντα scripsi: ἔχοντες M 22 τοιούτῳ δὲ ὀνόματι Littig: τοιούτου δὲ ὀνόματος M μόνοις τοῖς Littig: τοῖ μόνοις M 22 an φιλοσοφίας? 26 ἀληθείας sciipsi: ἀλήθειαν M 28 ἀπό τε] an ἐπὶ μὲν? 33 μαθητικὰ M (fere constiuitei) οἷον M (corr. Littig) 35. 36 εὔδημια et νικομάχια M (γέγραπται γὰρ αὐτῷ οἰκονομικός), πολιτικὰ δὲ ὥσπερ ὁ Πολιτικὸς αὐτοῦ ἕτερος ὢν παρὰ τὰς σν΄ πολιτείας τὰς εἰρημένας· ἐκεῖναι γὰρ οὔκ εἰσιν καθόλου. καὶ ἡ μὲν τῶν θεωρητικῶν καὶ πρακτικῶν διαίρεσις τοῦτον ἔχει τὸν τρόπον. τῶν δὲ λογικῶν συγγραμμάτων τὰ μὲν αὐτὴν τὴν μέθοδον διδάσκει τὰ δὲ τὰ συμβαλλόμενα πρὸς τὴν μέθοδον τὰ δὲ <τὰ> καθαίροντα τὴν μέθοδον. καὶ ἔστιν αὐτὴ μὲν ἡ μέθοδος ἡ καλουμένη Ἀποδεικτική, τὰ Υστερα καλούμενα ἀναλυτικά, συμβαλλόμενα δὲ πρὸς τὴν μέ|θοδον αἱ 8r Κατηγορίαι, τὸ Περὶ ἑρμηνείας καὶ τὰ Πρότερα ἀναλυτικά. ἐκκαθαίρουσι δὲ τὴν μέθοδον οἱ Σοφιστικοὶ ἔλεγχοι καὶ οἱ τόποι καὶ αἱ Ῥητορικαὶ τέχναι καὶ τὸ Περὶ ποιητικῆς τὸ καλούμενον. Ἀλλ’ εἰ βούλεσθε, καὶ τὴν τάξιν μάθωμεν τῶν συμβαλλομένων εἰς τὴν ἀρχὴν τῆς μεθόδου. ἰστέον τοίνυν ὅτι σκοπὸν ἔχομεν ἐν τῇ λογικῇ τὰς ἀποδείξεις μαθεῖν. διὰ συλλογισμῶν δὲ ταύτας μανθάνομεν. ὁ δὲ συλλογισμὸς αὐτός, ὡς καὶ τὸ ὄνομα δηλοῖ, συλλογή τίς ἐστι λόγων. [ἃ] δεῖ οὖν πρὸ τῆς συλλογῆς μαθεῖν τὰ ἁπλᾶ, τοῦτ’ ἔστι τὰς προτάσεις, πρὸ δὲ τῶν προτάσεων τὰ ὀνόματα καὶ τὰ ῥήματα, ἐξ ὧν αἱ προτάσεις ἵστανται· μανθάνομεν οὖν ἐκ μὲν τῶν Κατηγοριῶν τὰ ὀνόματα καὶ τὰ ῥήματα, ἐκ δὲ τοῦ Περὶ ἑρμηνείας τὰς προτάσεις, ἐν δὲ τοῖς Ἀναλυτικοῖς τέλειον εἰσόμεθα τὸν συλλογισμόν. ἐζήτησαν δέ τινες πρὸς τί συμβάλλοντι οἱ Σοφιστικοὶ ἔλεγχοι καὶ οἱ τόποι καὶ αἱ Ῥητορικαὶ τέχναι καὶ τὸ Περὶ ποιητικῆς, καὶ διὰ τί ταῦτα ἐξέθετο ὁ φιλόσοφος. πρὸς οὕς φαμεν ὅτι καθάπερ οἱ τῶν Ἀσκληπιαδῶν παῖδες οὐ μόνον τὴν τῶν ὑγιεινῶν ἀλλὰ καὶ τὴν τῶν νοσερῶν παιδεύονται γνῶσιν ὑπὲρ τοῦ τὰ μὲν ἑλεῖν τὰ δὲ φυγεῖν, οὕτω καὶ ὁ φιλόσοφος γιγνώσκων ὅτι πεφύκασί τινες σοφιστικοὶ συλλογισμοὶ πειρώμενοι τὴν ἀλήθειαν περιτρέπειν καὶ ταύτην ἀφανίσαι, δεῖν ᾠήθη τούτους 8v περιθέσθαι, οὐχ ἵνα χρησώμεθα τούτοις, ἀλλ’ ἵνα γιγνώσκοντες μὴ περιπέσωμεν τοῖς αὐτοῖς. καὶ ἐν τούτοις καὶ τὸ δεύτερον κεφάλαιόν ἐστιν, ἐν ᾧ τὴν τῶν Ἀριστοτελικῶν συγγραμμάτων διαίρεσιν μεμαθήκαμεν. τρίτον ἣν τῶν ζητουμένων, πόθεν ἀρκτέον τῶν Ἀριστοτελικῶν συγγραμμάτων. καὶ περὶ τούτου τέσσαρες δόξαι γεγόνασιν· καὶ οἱ μὲν τῆς πρώτης δόξης φασὶν ὅτι τῆς ἠθικῆς δεῖ ἄρξασθαι, οἱ δὲ τῆς δευτέρας τῆς φυσιολογικῆς, οἱ δὲ τῆς μαθηματικῆς, οἱ δὲ τῆς λογικῆς. καὶ οἱ ·μὲν τῆς ἠθικῆς λέγουσιν ὅτι δεῖ πρῶτον κατακοσμῆσαι τὰ ἑαυτῶν ἤθη καὶ οὕτως ἄρξασθαι καὶ ἑτέρων μαθημάτων· ὥσ·περ γὰρ οἱ τὰ σκοτεινὰ ὄμματα ἔχοντες οὐ δύνανται πρὸς τὸν ἥλιον ἀποβλέψαι, οὕτως οὐδέ τις βαρυνόμενος πάθεσι ψυχῆς δύναται τούτων ἅψασθαι. καὶ ταῦτά ἐστι τὰ λεγόμενα ὑπὸ τῶν πρεσβευόντων δέον εἶναι προηγήσασθαι τὸ ἠθικὸν τῶν ἄλλων. οἱ δὲ τὴν φυσιολογικὴν λέγοντες προηγήσασθαί φασιν ὅτι δεῖ ἀπὸ τῶν φυσικῶν ἄρξασθαι, ἐπειδὴ ταῦτα σύντροφα ἡμῖν ἐστι καὶ συνήθη. οἱ δὲ λέγοντες τὴν μαθηματικὴν ἔφασαν διὰ τοῦτο δεῖν προηγήσασθαι τὰ μαθηματικὰ διὰ τὸ 2 εἰρημένας] p. 6,10 4 ἔχει τὸν sciipsi: ἔχειν M 5 τὰ iuserui 14 14 λόγων Amm. (p. 5,11): λόγου M ἃ ilelcvi 16 an συνίστανται? 24 ὁ φιλόσοφος scripsi: οἱ φιλόσοφοι M 26 an προθέσθαι? 28 τὴν suppl. in mrg. M 37 δέον scripsi: δεῖν M ἕτεροι δὲ λέγουσιν ὅτι τὴν λογικὴν δεῖ προη|γήσασθαι διὰ τὸ πάσας τὰς 9r προειρημένας δεῖσθαι ταύτης, εἴ γε συλλογιστικῶς καὶ ἀποδεικτικῶς ἐν ἐκείνοις δείκνυται τὰ δεικνύμενα, ἡ δὲ λογική, ὡς εἴρηται, περὶ ταῦτα καταγίνεται. ταῦτα δὲ ἡμεῖς τιθέμεθα λέγοντες· ὅσον μὲν ἐπὶ τῇ τάξει τῶν πραγμάτων δεῖ προηγήσασθαι τὴν ἠθικὴν τῶν λοιπῶν διὰ τὸ ῥυθμίζεσθαι ἡμᾶς διὰ ταύτης καὶ κοσμεῖσθαι τὰ ἤθη. ἐπειδὴ δὲ οὐ δίκην ἀλόγων ζῴων καὶ ἰδιωτικῷ τρόπῳ κοσμοῦμεν καὶ καλλύνομεν τὰ ἤθη ἡμῶν, ἀλλὰ διὰ συλλογιστικῆς ἀγωγῆς καὶ ἀποδεικτικῆς μεθόδου, δίκαιον τὴν λογικὴν προηγήσασθαι τῆς τε <καὶ τῆς φυσικῆς> καὶ τῆς μαθηματικῆς καὶ τῆς θεολογικῆς. ἐν δὲ αὐταῖς ταύταις ταῖς τρισὶ δέον ἐστὶ προηγεῖσθαι τὴν φυσικὴν τῆς μαθηματικῆς καὶ τὴν μαθηματικὴν τῆς θεολογικῆς. ἐν τούτοις συμπεραίνεται ἡμῖν καὶ τὸ τρίτον κεφάλιον. τέταρτον κεφάλαιον, ἐν ᾧ ζητοῦμεν τί τὸ τέλος τῆς Ἀριστοτελικῆς φιλοσοφίας καὶ τί τὸ ἀναφαινόμενον χρήσιμον ἐξ αὐτῆς. ἀναφαίνεται τοίνυν ἐξ αὐτῆς χρήσιμον τὸ γνῶναι ὡς μία τῶν πάντων ἐστὶν ἀρχή, ἀπειροδύναμος, ἀπεριόριστος, ἀσώματος, ἀπερίληπτος, ὀρεκτικὴ πᾶσι τοῖς κατὰ φύσιν, αὐτοαγαθότης· ἄλλο γάρ ἐστιν ἀγαθὸν καὶ ἄλλο ἀγαθότης, ὥσπερ καὶ ἄλλο λευκὸν καὶ ἄλλο λευκότης· λευκὸν μὲν τὸ δεδεγμένον αὐτὴν τὴν ποιότητα, λευκότης δὲ αὐτὴ ἡ ποιότης. οὕτως ἀγαθὸν μὲν τὸ δεδεγμένον, ἀγαθότης δὲ αὐτὸ τὸ πρᾶγμα καὶ αὐτὴ ἡ ὕπαρξις καὶ ἡ οὐσία τοῦ ἀγαθοῦ. | καὶ ὅτι 9v οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω, εἷς βασιλεύς, αὐτὸς Ἀριστοτέλης φησὶν ἐν τοῖς Μετὰ τὰ φυσικὰ θεολογῶν· ‘ὅτι μία ἐστὶ τῶν πάντων ἀρχή, ἔστι κατασκευάσαι τοῦτον τὸν τρόπον· τὰ ὄντα πάντα καλῶς πολιτεύεται, καὶ τοῦτο εἰκότως· οὐ γὰρ ἐνδέχεται κακῶς τὰ ὄνια πολιτεύεσθαι θεοῦ περιόντος. τὰ καλῶς πολιτευόμενα τέτακται, τὰ δὲ τεταγμένα ὑφ’ ἑνὸς τέτακται, τὰ ὄντα ἄρα πάντα ὑφ’ ἑνὸς τέτακται’. τοῦτο οὑν τὸ τάξαν καλοῦμεν πάντων ἀρχήν, ἧς ἡ γνῶσις τέλος ἐστὶ τῆς Ἀριστοτέλους φιλοσοφίας. Πέμπτον κεφάλαιον. τίς ὁ βαθμὸς καὶ τίνα τὰ ἄγοντα ἡμᾶς ἐπὶ τὸ ταύτης τέλος; φαμὲν τοίνυν ὅτι πέντε τινὰ καθέστηκεν τὰ πρὸς τὸ τέλος ἡμᾶς ἀπάγοντα τῆς φιλοσοφίας, οἷον λογική, φυσική, ἠθική, μαθηματική, θεολογική. καὶ ἔστιν ἀρχὴ μὲν ἡ λογική, μετὰ δὲ ταύτην ἠθική, μετὰ δὲ τὴν ἠθικὴν ἡ φυσική, μετὰ δὲ ταύτην ἡ μαθηματική, μετὰ δὲ τὴν μαθηματικὴν ἡ θεολογία. καὶ τοῦτο εἰκότως· δεῖ γὰρ τὸ πάντων ἔνυλον προηγεῖσθαι τοῦ κατά τι μὲν ἐνύλου κατά τι δὲ ἀύλου. μετὰ δὲ τοῦτο ἐπὶ τὸ πάντων ἄυλον δεῖ χωρῆσαι ἡμᾶς, ἑπομένους τῇ προστάξει τοῦ θεσπεσίου 1 Πλάτωνος] cf. El. p. 118,18 ἀγαιωμ. M εἰσιέτω M 4 an ἐκείναις? εἴρηται] p. 8,12 10 καὶ τῆς φυσικῆς inserui 11 δέον scripsi: δεῖν M (cf. Philop. Ind. p. 213) 11) δεδεγμ Ainm. (p. 6,13): δεδειγμ. M 24 ἐν τοῖς Μετὰ τά φυσ.] Λ 10 p. 1075a 11 sq. 27 τὰ δὲ scripsi: τά τε M 33 οἷον superscr. M 38 ἑπομένους scripsi: ἑπόμενοι Μ τῆς ἀσωμάτου φύσεως. καὶ ἐν τούτοις καὶ τὸ πέμπτον κεφάλαιον. Έκτον κεφάλαιον, ἐν ᾧ ζητοῦμεν | ὁποῖον δεῖ εἶναι τὸν ἀκροώμενον 10r τῶν Ἀριστοτέλους συγγραμμάτων. λέγω τοίνυν ὅτι δεῖ αὐτὸν ἐχέφρονα εἶναι, δριμύν, κεκαλλωπισμένον τοῖς ἤθεσιν, κεκαθαρμένον τὴν ψυχήν ('μὴ καθαρὸν γὰρ καθαροῦ ἐφάπτεσθαι μὴ οὐχὶ θεμιτόν ἐστιν’ ὡς ὁ θεῖος Πλάτων φησί, καὶ Ἱπποκράτης ‘τὰ μὴ καθαρὰ τῶν σωμάτων ὁκόσῳ ἄν θρέψῃς, μάλλον βλάψεις'), καὶ συνεχῶς ἐπιλέγοντα αὑτῷ τὰς τοῦ Πλάτωνος φωνὰς ὅτι ‘ εἰ μὴ σὺ σαυτοῦ λέγοντος ἀκούσῃς, μηδενὶ ἄλλῳ λέγοντι πιστεύσῃς καὶ πάλιν ‘Σωκράτους Σωκράτους μὲν ὀλίγον φροντιστέον, τῆς δὲ ἀληθείας πολύ’, σημαίνοντος διὰ πάντων τούτων ἡμῖν ὅτι δεῖ πάντων τὴν ἀλήθειαν προτιμᾶν καὶ πάντα ταύτης δεύτερα ποιεῖσθαι. ἀλλὰ μὴν καὶ ἐξομοιοῦν τὰ ἑαυτῶν τῷ μεγάλῳ κόσμῳ· ὥσπερ γὰρ ἐν τῷ μεγάλῳ κόσμῳ ἔστι μὲν βασιλεύς, ὑπόκεινται δὲ αὐτῷ στρατιῶται καὶ θῆτες, οὕτω δεῖ εἶναι καὶ τὸν ἀκροώμενον τῆς Ἀριστοτέλους φιλοσοφίας, καὶ ἔχειν μὲν ἐν τάξει τοῦ βασιλέως τὸν λογισμόν, ἐν δὲ τῇ τάξει τῶν στρατιωτῶν τὸν θυμόν, ἐν δὲ τῇ τάξει τῶν ὑπηρετούντων τὴν ἐπιθυμίαν· δεῖ γὰρ ἄρχειν μὲν τὸν λογισμόν, ἄρχεσθαι δὲ τὸν θυμόν, ἄρχεσθαι δὲ ὑπ’ ἀμφοτέρων τὴν ἐπιθυμίαν. ζητοῦσι δέ τινες διὰ τί τριμεροῦς οὔσης τῆς ψυχῆς τέσσαρές εἰσιν ἀρεταί, φρόνησις, ἀνδρία, σωφροσύνη καὶ δικαιοσύνη. πρὸς τούτους δὲ ἔστιν εἰπεῖν ὅτι εὐλόγως· ἡ μὲν γὰρ φρόνησις ἀρετῆς ἐστι γνώρισμα τοῦ λογισμοῦ, ἡ δὲ ἀνδρία τοῦ θυμοῦ, | ἡ δὲ σωφροσύνη τῆς ἐπιθυμίας, ἡ δὲ δικαιοσύνη διὰ πασῶς 10v πεφοίτηκεν καὶ ὲν πάσαις θεωρεῖται. καὶ ἐν τούτοις καὶ τὸ ἕκτον κεφάλαιον. Έβδομον κεφάλαιον, οἷον δεῖ εἶναι τὸν ἐξηγούμενον τὰ συγγράμματα Ἀριστοτέλους. καί φαμεν ὅτι τοιόνδε <δεῖ> εἶναι ἐξηγηματικὸν καὶ ἐπιστημονικόν· ἐξηγηματικὸν μὲν διὰ τὸ ἐξηγεῖσθαι σαφῶς τὴν ἀλήθειαν, ἐπιστημονικὸν δὲ ὡς διακρίνοντα τὴν ἀλήθειαν ἀπὸ τοῦ ψεύδους. δεῖ δὲ αὐτὸν μὴ δουλεύειν αἱρέσει καὶ ὥσπερ ἐκμεμισθωκέναι αὐτῇ τὰ ὧτα καὶ τὴν γλῶτταν, ὡς ἅπαντα ποιεῖν πρὸς τὰ ἐκείνῃ δοκοῦντα, καὶ ποιεῖν καὶ λέγειν καὶ ἀκούειν. δεῖ δὲ αὐτὸν μὴ συμμεταβάλλεσθαι ταῖς αἱρέσεσιν, ἵνα μὴ ὥσπερ οἱ ἐν σκηνῇ διάφορα ὑποδύοντες πρόσωπα, οὕτω καὶ αὐτὸς τι πάθῃ, ἀλλὰ τύπους ἔχειν χρὴ καὶ κανόνας ἀληθεῖς, δι’ ὧν δύναται διακρῖναι τὸ ὀρθῶς ἔχον καὶ τὸ μὴ τοιοῦτον. ἐφ’ ᾧ καταπαύσωμεν τὴν παροῦσαν θεωρίαν. τέλος τῆς β΄ θεωρίας. Ἀρχὴ τῆς Υ΄ θεωρίας. Ἐπειδὴ τὰς ἐπωνυμίας τῶν φιλοσόφων αἱρέσεων μεμαθήκαμεν καὶ τὴν διαίρεσιν τῶν Ἀριστοτελικῶν συγγραμμάτων καὶ πόθεν ἡμᾶς δεῖ ἀρκτέον 1 Πλωτίνου] Enn. Ι lib. Ill, 3 ρ. 20 πρὸς συνεθ.] προσυνηθισμὸν M 5 δρυμήν M 6 Πλάτων] Phacdo. p. 67 C 7 Ἱπποκρ.] Aphor. 2,10 θρέψῃς] τρέψαιο (ex θρέψαιο corr.) M 8 ἐπιλέγοντα scripsi: ἐπιλέγοντες M αὐτῶ M Πλάτωνος] Ale. I p. 114 Ε 9 πιστεύσῃς Elias: comp, incert. M 10 Σωκράτους·.] Plat. Phaedo. p. 91 C 12 ἑαυτόν M1 23 πεφύτηκεν M 25 δεῖ addidi 28 αὐτῇ scripsi: αὐτήν M 29 alt. ποιεῖν] an νοεῖν? 31 πάθει M 37 δεῖ eicias καὶ διά ποίων μέσων ὁδευτέον καὶ τί τὸ ἐκδεχόμενον ἡμᾶς τέλος, καὶ πρὸς τούτοις οἷον δεῖ εἶναι τὸν ἀκροώμενον τούτων, εἶτα τὸν ἐξηγούμενον, φέρε πρὸς τοῖς εἰρημένοις ζητήσωμεν τί τὸ εἶδος τῆς ἀπαγγελίας τοῦ φιλοσόφου. οὐχ ἓν | τοίνυν ἐπετήδευσεν εἶδος, διότι μηδὲ περὶ ἑνὸς πράγματος τὸν λόγον 11r πεποίηται, ἀλλ’ ὥσπερ διαφόρων ἥψατο πραγμάτων, οὕτω καὶ παναρμόνιον εἶδος ἐπετήδευσεν, πρόσφορον τὸν λόγον βουλόμενος τοῖς πράγμασιν εἶναι. ἐν μὲν οὖν ταῖς ἐπιστολαῖς πυκνός ἐστι καὶ σύντομος, κοινός τε ἅμα καὶ ἴδιος· τοιοῦτον γὰρ δεῖ εἶναι τὸν ἐπιστέλλοντα· κοινὸν μέν, διότι ἡ ἐπιστολὴ ἔντευξίς ἐστι πρὸς ἀπόντας, καὶ ὥσπερ <τὰ> τοὺς παρόντας ταῖς ἐντεύξεσιν κοινῶς διαλεγόμεθα, οὕτω δεῖ καὶ πρὸς τὰς ἐντεύξεις τῶν ἀπόντων, τοῦτ’ ἔστι τὰς ἐπιστολάς, κοινὴν ποιεῖσθαι τὴν ἔντευξιν. ἴδιον δὲ χρὴ πάλιν εἶναι τὸν ἐπιστέλλοντα, ἵνα μὴ λάθωμεν ἑαυτοὺς εἰς ἔννοιαν ἰδιωτικὴν ἐμπίπτοντες. ἐν δὲ ταῖς ἱστορίαις ἐστὶ σαφής, ὑφηγηματικός, διηρθρωμένος, ἐν δὲ τοῖς διαλογικοῖς ὡραῖος, μεστὸς χαρίτων, οὐκ ἐνδεής, ποικίλος ἐν ταῖς μιμήσεσιν, ἐν δὲ τοῖς αὐτοπροσώποις συνεστραμμένος, γοργός, πυκνὸς τοῖς νοήμασι, καθαρὸς τοῖς ὀνόμασι, μηδαμοῦ ποιητικαῖς δουλεύων μεταφοραῖς, ἀκαλλωπίστῳ εὐρυθμία κοσμούμενος (διὸ καὶ ἀζήλωτον ἑαυτὸν τοῖς μεταγενεστεροις κατέστησεν· τὸ γὰρ κρεῖττον ἢ κατὰ τέχνην συντεθὲν ἀμίμητόν ἐστι τῇ τέχνῃ), ἐν δὲ τοῖς ἐξωτερικοῖς κεκαλλωπισμένος ταῖς λέξεσιν. καὶ ἐν τούτοις καὶ τὸ ὄγδοον κεφάλαιον. ἔνατον κεφάλαιον, ἐν ᾧ ζητοῦμεν διὰ τί ἀσάφειαν ἐπετήδευσεν ὁ φιλόσοφος· ὅτι γὰρ οὐκ οἴκοθεν ἔχει τοῦτο, ἀλλ’ αὐτὸς ἐπετήδευσεν, δηλοῖ πολλαχοῦ σαφῶς ἑρμηνεύσας, ἐν μὲν τοῖς λογικοῖς ἐν τοῖς καλουμένοις | Τόποις, 11v ἐ.ν δὲ τοῖς φυσικοῖς ἐν τοῖς Μετεωρολουγικοῖς. ἀσάφειαν τοίνυν ἐπετήδευσεν πεῖραν καὶ δοκιμασίαν. λαβεῖν βουλόμενος τῶν τε προθυμοτάτων νέων καὶ τῶν ῥᾳθύμων· ἀσαφεῖ γὰρ ἐντυγχάνων ὁ σπουδαῖος συγγράμματι συντείνει ἑαυτὸν καὶ προθυμότερος γίγνεται πρὸς τὴν τοῦ συγγράμματος κατάληψιν, ὁ δὲ ῥᾴθυμος ἐντυγχάνων τούτῳ φεύγει τὴν ἔντευξιν ὑπὸ τῆς ἀσαφείας ἀπελαυνόμενος. τοῦτο δὲ οὐ μόνον Ἀριστοτέλης πεποίηκεν, ἀλλὰ καὶ Πλάτων πρὸ αὐτοῦ· παρεκελεύετο γὰρ δοκιμασίαν καὶ πεῖραν τῶν νέων λαμβάνειν πρὸ τῆς τῶν μαθημάτων εἰσόδου· ἔλεγε γὰρ ὅτι δεῖ ἀπαγαγεῖν αὐτοὺς ὲν τοῖς συμποσίοις καὶ μεθύσκειν, ἵνα τὰ κεκρυμμένα ἐν τῇ αὑτῶν ψυχῇ δημοσιεύσωσι. τὰ αὐτὰ δὲ καὶ Πυθαγόρας ἐποίει· μεθ’ ἡμέραν γὰρ ἠρώτα τοὺς φοιτητὰς τὰ ἐν ταῖς νυξὶ γιγνόμενα ἐνύπνια μαντεύεσθαι διὰ τούτων βουλόμενος τὴν κίνησιν τῶν ψυχῶν [εἰδέναι]. ἀλλ’ ἰστέον ὅτι ὁ Πλάτων κρεῖττον ἢ κτὰ Πυθαγόραν ἐποίει· ἐν μὲν γὰρ τοῖς ὀνείρασιν ἔστι πολλὰ καὶ προσθεῖναι καὶ ἀφελεῖν ψευδῶς, ἐν δὲ ταῖς μέθαις, ἅτε δὴ μὴ παρακολουθοῦντες ἑαυτοῖς, ἀδεῶς τὰ ἐν ταῖς ψυχαῖς κεκρυμμένα ἐξήγγελλον. ἀλλὰ καὶ ποιηταί, μὴ πᾶσι βουλόμενοι σαφῆ καταστῆσαι τὰ περὶ τῶν 5 ἥψατο in mrg. m1: ἤρξατο in contextu M 9 πρὸς inserui 9.10 ταῖς ἐντεύξεσι eicias 19 κεκαλλωπισμένον M 25 δοκιμασείαν Μ 28 ῥᾴθυμος scripsi: ῥᾳθύμως Μ 29 Πλάτων] cf. El. p. 126,10 32 αὐτῶν M 35 εἰδέναι delevi 37 προσθῆναι Μ 37. 38 παρακολουθέντες Μ 38 ἐξήγγελον M θείων, μύθοις ἀπέκρυπτον τὰ περὶ τῶν θείων δογμάτων λεγόμενα· ἀνόητον γάρ ἐστι, καθὰ οἱ ποιηταί φασι Κρόνον καταπίνοντα | τὰ τέκνα καὶ πάλιν 12r ἐμοῦντα, Δία δὲ κύκνον γενόμενον· εἰ γὰρ τοὺς ταῦτα δρῶντας ἀνθρώπους κολάζομεν, πόσῳ μᾶλλον ἄτοπον ταῦτα προσάπτειν θεοῖς; διὸ καὶ δέος ἐστὶ μή ποτε αἱ τῶν νέων ψυχαὶ ἁπαλώταται οὖσαι παραδέξονται ὡς ἀληθῆ· δυσμετακινήτως γὰρ ἔχουσιν οἱ νέοι πρὸς ταῦτα. ὅθεν καὶ τοῖς τερατωδεστέροις τῶν ποιητῶν χάριν ὁμολογοῦμεν, ἵνα διὰ τῆς ὑπερβαλλούσης ἀπιστίας μηδεὶς τοῖς λεγομένοις πιστεύσειεν. ἀλλὰ μὴν καὶ τοῖς ἱερεῦσιν τοῦτο βούλονται τὰ παραπετάσματα· ταῦτα γὰρ· ἐπενόησαν πρὸς τὸ μὴ πᾶσι σαφῆ καὶ γνώριμα καταστῆσαι τὰ μυστήρια. ὅθεν ἔφησέν τις ἀείδω συνετοῖσιν, θύρας δ’ ἐπίθεσθε βεβλήλοις. ἀλλὰ μὴν καὶ πρὸ πάντων τούτων Ἀπόλλων μὴ πᾶσι προδήλους τὰς μαντείας καταστῆσαι βουλόμενος λοξῶς ἐμαντεύετο, οὐ μετρίαν ἀσάφειαν διὰ τούτων ἐπιδεικνύμενος, ὅθεν καὶ Λοξίας ὠνόμασται. ὅπερ οὖν Ἀπόλλωνι μὲν τὸ λοξόν, ἱερεῦσι δὲ τὰ παραπετάσματα, ποιηταῖς δὲ οἱ μῦθοι, Πυθαγόρᾳ δὲ τὰ ὀνείρατα, Πλάτωνι δὲ αἱ μέθαι, τοῦτο Ἀριστοτέλει πέφυκεν ἡ ἀσάφεια. καὶ ἐν τούτοις τὸ ἔνατον κεφάλιον. Δέκατον καὶ τελευταῖον κεφάλαιον, ἐν ᾧ ζητοῦμεν πόσα καὶ τίνα δεῖ προλαμβάνεσθαι ἑκάστου Ἀριστοτελικοῦ συγγράμματος. λέγω τοίνυν ὡς ἕξ τινα ὀφείλομεν προλαβεῖν, τὸν σκοπόν φημι καὶ τὸ χρήσιμον καὶ τὴν | τάξιν καὶ τὴν ἐπιγραφὴν καὶ τὸν συγγραφέα καὶ τὴν διασκευήν. ὁ μὲν 12v οὗν σκοπὸς ἐν τοῖς Πλατωνικοῖς πολλαχοῦ διαπεφώνηται, ἐν δὲ τοῖς Ἀριστοτελικοῖς οὐδαμοῦ. * * εἴ γε μιμητὴς ὢν τῆς φύσεως ὁ φιλόσοφος ἅπαντα ἕνεκά του λέγει, ὡς δῆλον ἐντεῦθεν εἶναι τὸν σκοπὸν τῶν συγγραμμάτων, ὥσπερ κἀκείνη οὐδὲν ἁπλῶς ἀλλ’ ἕνεκά του πάντα πράττει. τὸ δὲ χρήσιμον τῶν συγγραμμάτων ζητοῦμεν, ὅτε δοκεῖ τὸ σύγγραμμα πρὸς κακοῦ ἐπινενοῆσθαι, ὡς ἐπὶ τῶν Σοφιστικῶν ἐλέγχων· νομίζεται γὰρ τοῦτο τὸ βιβλίον βλαπτικὸν ὑπάρχειν, διότι κανόνας τινὰς ἐκεῖ παραδίδωσι, δι’ ὧν δυνησόμεθα ἀπατᾶν. ἀλλ’ ἡμεῖς φαμεν ὅτι παραδίδοται ταῦτα οὐχ ἵνα ἀπατῶμεν, ἀλλ’ ἵν μὴ ἀπατώμεθα, καὶ οὐχ ἵνα ποιῶμεν, ἀλλ’ ἵν μὴ πάθωμεν, ὥσπερ καὶ τοῖς ἰατροῖς τὰ δηλητήρια οὐ πρὸς χρῆσιν, ἀλλὰ πρὸς φυγὴν παραδίδοται. τὴν δὲ τάξιν ζητοῦμεν οὐ τὴν καθολικήν ἤδη γὰρ ταύτην μεμαθήκαμεν, ὅτε ἐλέγομεν τὴν μὲν λογικὴν προηγεῖσθαι, ἕπεσθαι δὲ τὴν ἠθικήν, μετὰ δὲ ταύτην τὴν φυσικήν, καὶ μετὰ τὴν φυσικὴν τὴν μαθηματικήν, μετὰ δὲ ταύτην τὴν θεολογίαν), ἀλλὰ τὴν μερικήν, οἷον τὴν ἐν τοῖς ὁμοστοίχοις· εἰ λογικὸν ὑπάρχοι τὸ σύγγραμμα, τὴν ἐν τοῖς λογικοῖς ὑπάρχουσαν τάξιν δῆλον ὅτι ζητοῦμεν, ὡσαύτως δὲ καὶ ἐπὶ τῶν φυσικῶν. τὴν δὲ αἰτίαν τῆς ἐπιγραφῆς πολυπραγμονοῦμεν, ὅτε μὴ σύμφωνος | εἶναι δοκεῖ τῷ σκοπῷ, ὥσπερ 13r 2 οἱ ποιηταί] cf. lies. Theog. 459 8 ἀπιστείας M 11 ἀείδω] ἀεὶ δὸς M (cf. El. p. 125,3) δὲ πιθέσθαι M βεβήλλοις M 13 μετρείαν M 17 ἐπιδεικν. scripsi: ἐπικνύμενος M 16 τούτω M 20 ὀφείλωμεν M 23 ante εἴ γε lacunam signavi ἅπαντα scripsi: ἁπάντων M 24. 25 λέγει et πράττει scripsi: λέγειν et πράττειν M 26 ἐπινενοεῖσθαι M 26. 38 ὅτε scripsi: ὅτι M 26 an κακὸν? 30 ποιοῦμεν M 33 ἐλέγομεν] p. 9,9 ἐπὶ τῶν τόπων· ἄλλη μὲν γάρ ἐστιν ἡ ἐπιγραφὴ τοῦ συγγράμματος, ἄλλα δὲ τὰ ἐν τούτῳ παραδιδόμενα. πολλάκις δὲ καὶ συναναφαίνεται ταῦτα τὰ τρία ὁ σκοπός, ἡ χρεία, ἡ ἐπιγραφή, ὡς ἐν τῷ Περὶ ψυχῆς συγγράμματι. περὶ δὲ τοῦ γνησίου δύο ταῦτα ζητήσωμεν· πρῶτον μὲν διὰ πόσους τρόπους ἐνοθεύοντο τὰ βιβλία καὶ ποῖά εἰσιν κριτήρια τὰ δυνάμενα διαχωρίζειν τὰ γνήσια ἀπὸ τῶν νόθων. Ενοθεύοντο τοίνυν τὰ βιβλία τὸ παλαιὸν κατὰ τρεῖς τρόπους· ἢ διὰ φιλοτιμίαν τῶν βασιλέων ἢ δι’ εὔνοιαν τῶν μαθητῶν ἢ διὰ ὁμωνυμίαν. καὶ δι’ ὁμωνυμίαν τριχῶς· ἢ συγγραφέως ἢ συγγραμμάτων ἢ ὑπομνημάτων. ἀλλ’, εἰ δοκεῖ, μάθωμεν πῶς τὸ τῶν βασιλέων φιλότιμον αἴτιον ἦν τοῦ τὰς βίβλους νοθεύεσθαι. ἰστέον τοίνυν ὅτι οἱ παλαιοὶ βασιλεῖς ἐρασταὶ ὄντες λόγων ἔσπευδον διὰ φιλοτιμίας συναγαγεῖν τὰ τῶν ἀρχαίων συγγράμματα. οὕτως οὖν Ἰοβάτης ὁ τῆς Λιβύης βασιλεὺς ἐραστὴς ἐγένετο τῶν Πυθαγορικῶν συγγραμμάτων καὶ Πτολεμαῖος ὁ ἐπίκλην Φιλάδελφος τῶν Ἀριστοτελικῶν καὶ Πεισίστρατος ὁ Ἀθηνάίων τύραννος τῶν Ὁμηρικῶν <καὶ> χρημάτων δωρεαῖς ἔσπευδον ταῦτα συναγαγεῖν. πολλοὶ οὖν χρημάτων ὀρεγόμενοι ἔσπευδον ἢ συγγράψασθαι ἤγουν καὶ τὰ τυχόντα συναγαγεῖν καὶ ἐπιγράφειν τοῖς τῶν ἀρχαιοτέρων ὀνόμασι καὶ προσφέρειν καὶ καρποῦσθαι δωρεὰς διὰ τούτου μνηστευόμενοι. καὶ συνέβαινεν, ὡς προείπομεν. νοθεύεσθαι σθαι τὰ βιβλία <ἔσθ' ὅτε> διὰ φιλοτιμίαν βασιλέων. | διὰ δὲ ὁμωνυμίαν συγγραφέων 13v ἐνοθεύοντο ἔσθ’ ὅτε τὰ βιβλία, διότι μὴ εἷς καὶ μόνος Ἀριστοτέλης ὁ Σταγειρίτης ἐγένετο, ἀλλὰ καὶ ὁ ἐπίκλην Μῦθος, ἀλλὰ δὴ καὶ ὁ καλούμενος Παιδοτρίβης. δι’ ὁμωνυμίαν δὲ συγγραμμάτων ἐνοθεύοντο τὰ βιβλία, διότι μὴ μόνος Ἀριστοτέλης ἔγραψε Κατηγορίας, ἀλλὰ καὶ Θεόφραστος καὶ Εὔδημος, οἱ τούτου μαθηταί. πολλάκις οὖν τις περιτυχὼν ταῖς Κατηγορίαις Θεοφράστου, εἰ τύχοι, ἐνόμισεν αὐτὰς εἶναι Ἀριστοτέλους. ἔσθ’ ὅτε δὲ οὐδὲ διὰ ὁμωνυμίαν συγγραφέων ἐνοθεύοντο τὰ βιβλία οὐδὲ διὰ ὁμωνυμίαν συγγραμμάτων, ἀλλὰ διὰ ὁμωνυμίαν ὑπομνημάτων, διότι πολλάκις ὑπόμνημά τις ἐποίησεν εἰς ὁμώνυμον πραγματείαν καὶ ἐνομίσθη ἄλλης εἶναι· ὥσπερ οὖν καὶ Θεόφραστος ἐποίησεν ὑπόμνημα εἰς τὰς οἰκείας Κατηγορίας, καὶ πολλάκις τις ἀποπλανᾶται ὅτι τῶν Ἀριστοτέλους ἐστὶ τὸ ὑπόμνημα. ἢ πολλάκις ἐντυγχάνων τις τῷ ὑπομνήματι Ἀλεξάνδρου τοῦ Ἀφροδισιέως εἰς τὰς Κατηγορίας ἐνόμιζεν αὐτὸ πάντως εἶναι τῶν Ἀριστοτέλους, λανθάνον ὅτι οὐ μόνον γέγραπται αὐτῷ εἰς τὰς Ἀριστοτέλους ἀλλὰ καὶ εἰς τὰς Θεοφράστου. ἔστι δὲ ὅτε δι’ εὐγνωμοσύνην μαθητῶν πρὸς διδάσκαλον ἐνοθεύοντο τὰ βιβλία, ὥσπερ πάντα τὰ συγγράμματα τὰ ἐπιγεγραμμένα Πυθαγόρου· ὁ γὰρ Πυθαγόρας οὐκ ἀπέλειψεν οἰκεῖον σύγγραμμα, λέγων ὅτι οὐ δεῖ ἄψυχα καταλιμπάνειν συγγράμματα, ἐπειδὴ μὴ δύναται ὑπὲρ ἑαυτῶν | ἀπολογεῖσθαι, 14r ἀλλὰ δὴ καταλιμπάνειν ἔμψυχα συγγράμματα, τοῦτ’ ἔστι μαθητάς, οἵτινες 2 παραδιδόμενα scripsi: παραδιδόντα M 8 μαθητῶν scripsi: μαθημάτων M (cf. v. 35 p. 14,2) 11 τοῦ scripsi: τοὺς M 16 καὶ inserui πολλοὶ scripsi: πολὺ M 20 ἔσθ’ ὅτε scripsi: evan. M (cf. v. 21. 26) 20 ἀριστοτέλης Μ1 32 ante εἰς add. ἓν (sic) M 38 ἐπειδὴ scripsi: εἰ ἤδη M καὶ ὑπὲρ ἑαυτῶν καὶ τῶν ἰδίων· διδασκάλων δύνανται συμμαχεῖν. οἱ οὖν μαθηταὶ αὐτοῦ δι’ εὔνοιαν ποιήσαντες συγγράμματα ἐπέγραψαν τὸ ὄνομα Πυθαγόρου. καὶ διὰ ταύτην τὴν αἰτίαν νόθα εἰσὶ πάντα τὰ ἐξ ὀνόματος Πυθαγόρου προσφερόμενα συγγράμματα. ‘Η δὲ εἰς τὰ μόρια διαίρεσις σαφής ἐστι περὶ Ἀριστοτέλους καὶ σύνοπτος κατὰ ζῆλον γεωμετρικῶν· ὥσπερ γὰρ ἐκεῖνοι πρῶτα παραλαμβάνουσι τὰ λήμματα καὶ τὰ αἰτήματα, καὶ εἶτα οὕτως ἐπιφέρουσι τὰ θεωρήματα, οὕτω καὶ Ἀριστοτέλης πρῶτα διδάσκει τὰ πρὸς τὴν χρείαν τοῦ συγγράμματος καὶ οὕτως αὐτὰ τὰ προκείμενα.. ὡς ἐντεῦθεν σαφῆ γίνεσθαι τὰ κεφάλαια. καὶ ἐν τούτοις στήσωμεν τὴν παροῦσαν θεωρίαν, ἐπειδὴ καὶ πέρας εἴληφεν ἡ διδασκαλία τῶν προλαμβανομένων τῆς Ἀριστοτέλους φιλοσοφίας. Θεωρία δ΄. Ἐπειδὴ τῶν προλεγομένων ἀρχόμενοι πρὸς τρία τινὰ τὴν διδασκαλίαν ὑπισχνούμεθα ποιήσασθαι, πρός τε πᾶσαν φιλοσοφίαν, τὴν ἐπιστήμην φημί, καὶ πρὸς τὴν μέθοδον, τοῦτ’ ἔστι τὴν λογικήν, καὶ πρὸς τὸ σύγγραμμα, τοῦτ’ ἔστι τὰς Κατηγορίας, φέρε διανύσαντες τὸ πρῶτον τῶν προτεθέντων ἡμῖν εἰς ἐξέτασιν ἐπὶ τὸ δεύτερον εὐτάκτως χωρήσωμεν, ἐπὶ τὴν μέθοδόν φημι, ζητοῦντες εἰ μέρος ἢ ὄργανον ἡ λογικὴ τῆς φιλοσοφίας. δεῖ | τοίνυν εἰδέναι 14v ὅτι διάφοροι δόξαι γεγόνασι περὶ ταύτης, τῶν μὲν Στωϊκῶν μέρος αὐτὴν εἶναι νομιζόντων, τῶν δὲ Περιπατητικῶν ὄργανον, τοῦ δὲ θείου Πλάτωνος μέρος ἅμα καὶ ὄργανον, μέρος μὲν αὐτὴν εἶναι λέγοντος ἐν Φαιδρῷ, ἔνθα λόγον ἐπέχειν φησὶν αὐτὴν τριγχοῦ πρὸς τὴν φιλοσοφίαν, ὄργανον δὲ ἐν Φαίδωνι, ἔνθα φησὶν ‘ᾦ παῖ, γύμναζε σεαυτὸν διὰ τῆς καλουμένης ἀδολεσχίας, ἕως ἔτι· νέος εἶ, εἰ δὲ μή, ἐκφεύξεταί σε τὸ ἀληθές’, οὐδὲν ἄλλο διὰ τούτων ἐνδεικνύμενος ὁ Πλατῶν ἢ ὅτι ὄργανόν ἐστιν ἡ λογικὴ τῆς φιλοσοφίας· οὐ γὰρ εἶχέν ποτε τολμῆσαι καὶ εἰπεῖν ἀδολεσχίαν καὶ γυμνασίαν τὸ μέρος ἀλλὰ ταῦτα μὲν ὁ Πλάτων. Οἱ δὲ Στωικοὶ διὰ δύο ἐπιχειρημάτων τὴν ἰδίαν δόξαν ἠβούλοντο πιστώσασθαι, ὧν τὸ πρῶτον τοιαύτην ἔχει τὴν ἀγωγήν.· πᾶν, ᾧ κέχρηταί τις ἢ τέχνη ἡ ἐπιστήμη, ἐὰν μὴ ᾖ ἑτέρας τέχνης ἢ ἐπιστήμης <ἢ μέρος ἢ μόριον, αὐτῆς τῆς κεχρημένης> ἢ μέρος ἢ μόριόν ἐστιν. οἷον ὡς ἐπὶ παραδειγμάτων· τῆς ἰατρικῆς τέχνης μέρος ἐστὶ τὸ διαιτητικόν, καὶ οὐδαμῶς ἑτέρας τέχνης ἡ ἐπιστήμης μέρος ἢ μόριόν ἐστι· τῆ.ς ἰατρι- κῆς ἄρα τέχνης τὸ διαιτητικὸν μέρος ἐστί, καὶ αὕτη μόνη κέχρηται 6 γεωμετρικόν M 14 ὑπισχν.] p. 1,8 an ποιήσεσθαι? 19 στοϊκῶν (constanter) M 19. 20 Στωϊκῶν . . Περιπατητικῶν] cf. Zelleri Ph. Gr. IIb p. 182,5 IIIa p. 60 20 νομιζόντων scripsi: νομίζοντες M 21 λέγοντος scripsi: λέγων M ἐν Φαιδρῷ] potius potius in Reipubl. VII 14 p. 534 E 22 αὐτὴν scripsi: αὐτὸν Μ 22. 23 ἐν φαίδωνι] potius Parm. p. 135 D (cf. El p. 119,5) 24 ἕως El.: ὡς M εἰ δέ Plat.: ἵνα M ἐκφεύξηται M σε Plat. El.: σοι M 30. 31 ἢ μέρος—κεχρημ. ex p. 15,19 inserui αὐτῷ. εἰ τοίνυν καὶ ἡ φιλοσοφία κέχρηται τῇ λογικῇ, ἑτέρα δὲ τέχνηλἢ ἐπιστήμη ταύτῃ οὐ κέχρηται, τῆς ἄρα φιλοσοφίας μέρος ἢ μόριον ἡ λογική. ἀλλὰ μὴν οὐ μόριον· μέρος ἄρα. καλῶς δὲ πρόσκειται τῷ λόγῳ τὸ 'ἐὰν μὴ ᾗ ἑτέρας τέχνης ἢ ἐπιστήμης’ διὰ τὴν ἀστρονομίαν. ἐκινδύνευεν γὰρ ἡ ἀστρονομία μέρος εἶναι τῆς κυβερνητκῆς, ἐπειδὴ κέχρηται αὐτῇ, ὡς δηλοῖ | Ἄρατος λέγων περὶ τῆς ἄρκτου 15r τῇ καὶ Σιδόνιοι ἰθύντατα ναυτίλλονται, εἰ μὴ προὐπῆρχεν μέρος οὖσα τῆς φιλοσοφίας· ὑπὸ γὰρ τὸ θεωρητικὸν ἀνάγεται, καὶ τὸ θεωρητικὸν ὑπὸ τὸ μαθηματικόν. καὶ ἡ μὲν τοῦ ἐπιχειρήματος ἀγωγὴ τοῦτον ἔχει τὸν τρόπον. ἔστι δὲ ἐλέγξαι αὐτὸ συντόμως καὶ ῥᾳδίως διὰ τῆς τοῦ φλεβοτόμου ἀποδείξεως· φαίη γὰρ ἄν τις πρὸς αὐτούς· ὅτι τὸ φλεβότομον τίνος ἐστίν; ἢ μόνης ἰατρικῆς; ἤ τινες ἄλλοι τούτω κέχρηνται ἢ μόνοι ἰατροί; καὶ ὅμως τῶν εὖ φρονούντων οὐδεὶς μέρος τῆς ἰατρικῆς καλέσει εἰνὶ τὸ φλεβότομον, εἴ γε τὸ μὲν σῶμα, τὸ φλεβότομον, τὸ δὲ ἀσώματον, ἡ ἰατρική· οὐδέποτε δὲ τὸ σῶμα τοῦ ἀσωμάτου μέρος ἐστί. πόθεν οὗν ὁ παραλογισμὸς προῆλθεν; λέγω τοίνυν, διότι τὸ ζητούμενον ἐν τῷ ἐπιχειρήματι παραλέλειπται· ἔδει γὰρ αὐτοὺς οὕτως εἰπεῖν· ὅτι πᾶν, ᾧ κέχρηταί τις ἢ τέχνη ἢ ἐπιστήμη, ἐὰν μὴ ᾗ ἑτέρας τέχνης ἢ ἐπιστήμης ἡ μέρος ἢ μόριον ἢ ὄργανον, αὐτῆς τῆς κεχρημένης ἢ μέρος ἢ μόριόν ἐστι ἢ ὄργανον. ἀλλὰ μὴν καὶ τῇ λογικὴ οὐδεμία ἄλλη τις κέχρηται ἢ μόνη ἡ φιλοσοφία· ταύτης ἄρα τῆς χρωμένης μέρος ἢ μόριόν ἐστιν ἢ ὄργανον. ἀλλὰ μὴν οὐκ ἔστι μέρος ἡ μόριον ἡ λογική, ὡς δέδεικται· ὄργανον ἄρα ἐ,στί. καὶ ἐν τούτοις ἡ ἀγωγὴ τοῦ πρώτου λόγου. δεύτερος λόγος τοιαύτην ἔχων τὴν ἀγωγήν· ἡ λογικὴ προβάλλεται ὑπὸ τῆς φιλοσοφίας· πᾶν τὸ προβαλλόμενον ὑπό τινος μέρος ἐστὶ τοῦ προβάλλοντος· ἡ λογικὴ ἄρα ὡς προβληθεῖσα ὑπὸ τῆς φιλοσοφίας μέρος αὐτῆς ἐστι. ψευδὴς δὲ καὶ οὗτος ὁ λόγος καθέστηκεν· | αὐτίκα γοῦν ὁ μὲν χαλκεὺς ἑαυτῷ <ἄχμονα> προβάλλεται 15v καὶ ὁ τέκτων, εἰ τύχοι, σφῦραν, καὶ οὐδέτερον οὐδετέρου μέρος ἐστί. καὶ οἱ μὲν τῶν Στωικῶν λόγοι τοιαύτην ἔχουσι τὴν ἀγωγήν, δεικνύναι ἐπειγόμενοι τὴν λογικὴν μέρος οὖσαν τῆς φιλοσοφίας. οἱ δὲ τῶν Περιπατητικῶν λόγοι, τρεῖς ὄντες τὸν ἀριθμόν, τοιαύτην ἔχουσι τὴν ἀγωγήν, οἱ πρεσβεύοντες εἶναι ὄργανον τὴν λογικήν. καὶ ὁ μὲν πρῶτος αὐτῶν τοῦτον ἔχει τὸν, τρόπον· ἐὰ,ν ὦσι, φασί, δύο τέχναι καὶ κέχρηται ἡ ἑτέρα τῷ ἀποτελέσματι τῆς ἑτέρας, ἡ κεχρημένη κρείττων ἐστὶ τῆς ἀποτελεσάσης· οἷον ὡς ἔχει ἐπὶ χαλινοποιητικῆς καὶ ἱππικῆς· ἡ μὲν γὰρ χαλινοποιητικὴ χαλινὸν ἐποίησεν, ἡ δὲ ἱππικὴ τούτῳ ἐχρήσατο· οὐκοῦν ἄρα ἡ ἱππικὴ ὡς κεχρημένη τῷ ἀποτελέσματι τῆς χαλινοποιητικῆς κρείττων αὐτῆς ὑπάρχει. οὕτω καὶ ἡ κυβερνητικὴ ναυπηγικῆς ἐστι τιμιωτέρα, διότι τῷ 1 αὐτό M 3 πρόκειται M 4 ᾗ] ἐστὶν Μ (cf. p. 14,30) 6 Ἄρατος] Phaenom. 14 7 σιδώνιοι M ἰθύταια M ναυτήλονται M 12 τοῦτο Μ1 14 an καλέσαι? 16 λέγει M1 27 ἄκμονα ex Philoponi, qui dicitur, de arte logica disputatione inserui (vide Praef.) 29 δεικνύντες M1 30 μέρος Μ2: ὄργανον M 31 τρεῖς ὄντες soripsi: τριῶν ὄντων Μ 33 φασί scripsi: φησί M an χρῆται? 34 κρεῖττον M τοῦτο, ἐπειδὴ ἡ μὲν φιλοσοφία ποιεῖ τὴν λογικήν, κέχρηνται δὲ αἱ ἄλλαι πᾶσαι τέχναι τῷ ἀποτελέσματι τῆς λογικῆς, οἷον ἰατρική, γραμματική, ῥητορική, καὶ ἁπλῶς εἰπεῖν αἱ παραπλήσιοι τέχναι, εὑρεθήσεται ἄρα ἡ φιλοσοφία τῶν ἄλλων τεχνῶν τῶν κεχρημένων τῷ ταύτης προβλήματι, λέγω δὴ τῇ λογικῇ , * * κρείττους τῆς φιλοσοφίας, ἐπεὶ ἀτοπίας πάσης ·ἐστὶν ἐπέκεινα· τίς γὰρ ἄν εἰς τοσαύτην ἔλθοι ἀναίδειαν ὥστε τὴν μητέρα ὅλων τῶν τεχνῶν χείρονα ὀνομάσαι τῶν κατὰ μέρος τεχνῶν; εἰ μὴ | οὖν μέρος 16r ἐστὶ διὰ τὸ ἄτοπον τοῦτο, ὄργανον ἄρα ἐστὶ τῆς φιλοσοφίας ἡ λογική. καὶ ἐν τούτοις ἡ ἐπαγωγὴ του πρώτου ἐπιχειρήματος. οευτερον ἐπιχείρημα τοιαύτην ἔχον τὴν ἀγωγήν· τὸ μέρος τῷ ὅλῳ τὴν αὐτὴν θέλει ἔχειν ὕλην καὶ τὸ αὐτὸ τέλος· ἡ λογικὴ οὐδὲ τὴν αὐτὴν ὕλην ἔχει τῷ ὅλῳ, φημὶ δὴ τῇ φιλοσοφίᾳ, οὐδὲ τὸ αὐτὸ τέλος· ἡ λογικὴ ἄρα οὐκ ἔστι μέρος τῆς φιλοσοφίας ἀλλὰ ὄργανον. κατασκευάσωμεν δὲ ἑκατέραν τῶν προτάσεων, καὶ τὴν μὲν μείζονα οὕτω τὴν λέγουσαν ὅτι τὸ μέρος τὴν αὐτὴν ὕλην ἔχει τῷ ὅλῳ καὶ τὸ αὐτὸ τέλος λέγοντες οὕτως· ὅτι ἀληθές ἐστι τὸ λεγόμενον· αὐτίκα γοῦν τὸ διαιτητικὸν μέρος ἐστὶ τῆς ἰατρικῆς τὴν αὐτὴν ὕλην ἔχον τῇ ἰατρικῇ τὰ ἀνθρώπινα σώματά φημι, καὶ τὸ αὐτὸ τέλος, οἷον τὴν ὑγίειαν· ἀμφότερα γὰρ τὴν ὑγείαν πραγματεύονται. ἔρρωται ἄρα τέως ἡ μείζων πρότασις. οὐχ ἥκιστα δὲ καὶ ἡ ἐλάττων ἔρρωται ἡ λέγουσα ὅτι ἡ λογικὴ οὐδὲ τὴν αὐτὴν ὕλην ἔχει τῷ ὅλῳ οὐδὲ τὸ αὐτὸ τέλος· κατὰ ἀλήθειαν γὰρ οὐχ ἡ αὐτὴ ὕλη λογικῆς καὶ φιλοσοφίας, ἀλλὰ τῆς μὲν λογικῆς εἰσιν αἱ φωναί, τῆς δὲ φιλοσοφίας τὰ πράγματα, ὡς ὁρισμὸς δηλοῖ ὁ λέγων αὐτὴν γνῶσιν εἶναι θείων τε καὶ ἀνθρωπίνων πραγμάτων. ἀλλ’ οὐδὲ μὴν τὸ αὐτὸ τέλος ἑκατέρας ἐστίν, ἀλλὰ τέλος μέν ἐστι φιλοσοφίας ἡ ἐξομοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώποις, ὡς εἴρηται, τῆς δὲ λογικῆς ἡ τῆς ἀποδείξεως γένεσις. εἰ τοίνυν ἑκατέρα τῶν προτάσεων εὖ ἡμῖν συλλελόγισταί πως, καὶ τὸ συμπέρασμα πῶς οὐκ ἄν εἴη ἀληθές; καὶ ἐν τούτοις ἡ ἀγωγὴ τοῦ δευτέρου λόγου. | τρίτον ἐπιχείρημα καὶ αὐτὸ τοιαύτην ἔχον τὴν ἀγωγήν· 16v ἴδιον μέρους ἐστί, φασί, τὸ δι’ αὑτὸ παπαλαμβάνεσθαι, ὀργάνου δὲ τὸ δι’ ἕτερον παραλαμβάνεσθαι. εἰ δὲ ἡ λογικὴ οὐ δι’ ἑαυτὴν παραλαμβάνεται ἀλλὰ δι’ ἕτερον, διὰ τὴν ἀπόδειξιν, τὸ δὲ δι’ ἄλλο παραλαμβανόμενον τοῦ δι’ ὃ παραλαμβάνεται ὄργανόν ἐστιν, ἡ λογικὴ ἄρα οὐκ ἔστι μέρος τῆς φιλοσοφίας ἀλλ’ ὄργανον. ὅτι δὲ οὐ δι’ ἑαυτὴν παραλαμβάνεται ἡ λογικὴ ἀλλὰ δι’ ἕτερον, διὰ τὴν ἀπόδειξίν φημι, δῆλον ἐντεῦθεν· ἡ φύσις οὔτε πάντα ἡμᾶς ἔκρυψεν, ἐπεὶ ἀδύνατον ἦν ζητοῦντας ἡμᾶς εὑρεῖν, ἀλλ’ οὐδὲ μὴν πάντα ἡμῖν ἐφανέρωσεν, ἐπεὶ ἄτοπον ἦν καὶ περιττὸν τὸ ζητεῖν, ἀλλὰ τὰ μὲν δείξασα τὰ δὲ κρύψασα ζητητικοὺς ἡμᾶς καὶ εὑρετικοὺς ἀπετέλεσεν. εἴληπται οὖν ἡ λογικὴ ὡς μεθόδους ἡμῖν παρέχουσα, δι’ ὧν εὑρίσκειν 3 λογικῆς] an φιλοσοφίας? 6 τῇ λογικῇ scripsi: τῆς λογικῆς M ante κρείττους lac. signavi; conicias χείρων οὔσα. νῦν δὲ αἱ ἄλλαι τέχναι οὔκ εἰσι 14 ἑκάτερα M 15 οὕτω] an τούτων? 22 τῆς . . λογικῆς Philop.: ἡ . . λογικὴ M 22 εἰσιν] ἐστιν Μ 26 ὡς εἴρηται] speotat suum in Isagogen comm. 36 πάντα scripsi: πάντως M δυνησόμεθα τὰ ὑπὸ τῆς φύσεως κεκρυμμένα· διὰ γὰρ τῶν ὑπ’ αὐτῆς δειχἡμῖν ὅτι δι’ ἕτερον παραλαμβάνεται ἡ λογικὴ καὶ διὰ τοῦτο ὄργανον ἂν κληθείη. Ὅτι δὲ εὖ λέγουσιν οἱ Περιπατητικοί, δείξωμεν καὶ ἡμεῖς δι’ ἑτέρων λόγων ὄργανον οὖσαν τὴν λογικήν, ἐπισφραγίζοντες τοὺς ἤδη εἰρημένους λόγους ὡς ἀληθείας μετέχοντας. τὸ μέρος συμπληρωτικόν ἐστι τῆς οὐσίας τοῦ πράγματος· ἀμέλει τοι παρὸν μὲν σώζει τὸ ὅλον ἀπὸν δὲ φθείρει. ἡ φιλοσοφία χωρὶς τῆς λογικῆς δύναται θεωρηθῆναι κατὰ φύσιν θεωρητική τε οὖσα καὶ πρακτική· ἡ λογικὴ ἄρα οὐκ ἔσται μέρος φιλοσοφίας I ἀλλ’ 17r ὄργανον. ἀλλ’, ὡς εἴρηται, ἡμεῖς οἱ ἄνθρωποι τῆς λογικῆς ἐδεήθημεν πρὸς ἀπόδειξιν, τῆς δὲ ἀποδείξεως εἰς κατάληψιν τῶν κεκρυμμένων. ἔστι δὲ καὶ ἕτερον λόγον κατασκευαστικὸν τοὐ αὐτοῦ εἰπεῖν τοιοῦτον. τὸ ὄργανον ἀναιρούμενον οὐκ ἀναιρεῖ τὸ ὅλον, ὡς ἔχει ἐπὶ σκεπάρνου καὶ τεκτονικῆς τὸ γὰρ σκέπαρνον ἀναιρούμενον οὐκ ἀναιρεῖ τὸν τέκτονα)· ἡ λογικὴ ἀναιρουμένη οὐκ ἀναιρεῖ τὴν φιλοσοφίαν· ἡ λογικὴ ἄρα ὄργανον τῆς φιλοσοφίας. καὶ ἔστι τὸ αὐτὸ ἐπιχείρημα τοῦτο τῇ δυνάμει τῷ προλαβόντι, διαφέρον τῇ διαφόρῳ ἐπιβολῇ. Οἱ μὲν οὖν τῶν Περιπατητικῶν καὶ τῶν Στωϊκῶν λόγοι τοῦτον ἔχουσι τὸν τρόπον, ὁ δὲ θεῖος Πλατῶν καὶ μέρος αὐτὴν οἴεται εἶναι καὶ ὄργανον, ὅθεν οὐ δεῖται κατασκευῆς· ἀμφότεροι γάρ, φησίν, ἐμοὶ νικᾶτε. διὰ τοῦτο γὰρ ἐπιχειρήματα εὐπορεῖτε ἑκάτεροι, διότι ἡ λογικὴ τῆς φιλοσοφίας καὶ μέρος ἐστὶ καὶ ὄργανον, καὶ ἀληθεύετε, ἄνδρες, καὶ μάχεσθε πρὸς ἀλλήλους μὴ μαχόμενοι· καὶ γὰρ μέρος ἐστὶ καὶ ὄργανον. καὶ μὴ νομίσητε κατὰ τὸ αὐτὸ λέγειν με τοῦτο· κατ’ ἄλλο γὰρ καὶ ἄλλο μέρος ἐστὶ καὶ ὄργανον, ὡς ἔστι ἐπὶ χειρὸς ἐξετάσαι τὸν λόγον καὶ τοῦ ξέστου· καὶ γὰρ ἡ χεὶρ καὶ μέρος ἐστὶ καὶ ὄργανον, μέρος μὲν τοῦ ὅλου σώματος ὄργανον δὲ δόσεως καὶ λήψεως. ὁμοίως καὶ ὁ ξέστης καὶ μέρος καὶ ὄργανόν ἐστι· ἐπειδὴ γὰρ διττὸς ὁ ξέστης, ὁ μὲν μετρῶν ὁ δὲ μετρούμενος, δυνατὸν μέρος μὲν εἰπεῖν τὸν μετρούμενον ὄργανον δὲ τὸν μετροῦντα. ὥσπερ οὖν ἐπὶ τούτων ἐδείξαμεν ὅτι οὐκ ἀπεικὸς τὸ αὐτὸ κὰτ ἄλλο καὶ ἄλλο καὶ μέρος εἶναι 17v καὶ ὄργανον οὕτω καὶ ἐπὶ τῆς λογικῆς οὐδὲν ἄτοπον ἡμῖν συμβήσεται λέγουσιν αὐτὴν εἶναι καὶ μέρος καὶ ὄργανον· ὄργανον μὲν ὅτε ἐν ψιλοῖς κανόσι θεωρεῖται, ὡς ὅτε εἴπω ὅτι ‘ ἐκ δύο καθόλου καταφατικῶν καθόλου καταφατικὸν συνάγεται συμπέρασμα’, μέρος δὲ ὅτε μετὰ τῶν πραγμάτων αὐτῶν παραλαμβάνεται, ὡς ὅτε εἴπω ὅτι ‘ ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος’, καὶ πάλιν ‘ πᾶν δίκαιον ἀγαθόν, πᾶν ἀγαθὸν καλόν, πᾶν ἄρα δίκαιον καλόν’. καὶ ἄξιον θαυμάσαι τόν τε Πλάτωνα καὶ Ἀριστοτέλη, καὶ τοῦ μὲν Ἀριστοτέλους ὡς χωρίσαντος καὶ ἐφευρόντος ἄνευ πράγματος τοὺς κακόνας, Πλάτωνος δὲ χωρὶς κανόνων 8 θεωρεθῆναι M θεωριτική M 10 ὡς εἴρηται] p. 16,35 18 τοῦτον ex τούτων corr. M1 19 Πλάτων] cf. Plotin. I, 3,5 p. 21 20. 22 νικᾶται et ἀληθεύεται Μ1 30 ἀπεικῶς Μ Comment, in Arist. Xll 1. Olymp. Prol. et in Cat. κεχρημένου τῇ ἀποδείξει· οἱ γὰρ παλαιοὶ ἀποδεῖξαι μὲν ᾔδεισαν, ἀπόδειξιν δὲ ποιῆσαι [ἀντὶ τοῦ μέθοδον ἀποδεικτικήν] οὐκ ᾔδεισαν, ταὐτὸ πάσχοντες τοῖς κεχρημένοις μὲν ὑποδήμασι, σκυτοτομεῖν δὲ ἀγνοοῦσι. καὶ οὐ διὰ τοῦτο χείρονα τὸν Πλάτωνα τοῦ Ἀριστοτέλους οἰητέον, ἀλλὰ τὸ ἐναντίον καὶ κρείττονα· οὐδὲ γὰρ ἀποδεικνὺς ἐκεῖνος τῆς Ἀριστοτέλους ἀποδεικτικῆς μεθόδου ἐδεήθη, ἀλλὰ τοὐναντίον Ἀριστοτέλης τῆς Πλάτωνος ἀποδείξεως. οὕτω γοῦν καὶ Ὅμηρος καὶ Δημοσθένης οὐκ ἐδεήθησαν οὔτε τοῦ Περὶ ποιητικῆς Ἀριστοτέλους οὔτε τῆς Ἑρμογένους τέχνης, ἀλλὰ τοὐναντίον αὐτοὶ τούτων ἐδεήθησαν, ἵν τὰς μεθόδους συστήσονται ἐκ τῶν συγγραμμάτων αὐτῶν. τοῦτο πέρας τῆς προκειμένης θεωρίας, ἐπειδὴ | καὶ περὶ 18r τῆς ζητήσεως τῆς λογικῆς, πότερον μέρος ἢ ὄργανον τῆς φιλοσοφίας, καθεστηκεν. Ἀρχὴ τῆς ε΄ θεωρίς. ἐπειδὴ διὰ τὰς Κατηγορίας ἀνήλθαμεν ἐπὶ τὴν λογικήν, διὰ δὲ τὴν λογικὴν ἐφ’ ὅλην τὴν Ἀριστοτέλους φιλοσοφίαν, διανύσαντες τὴν περὶ τούτων θεωρίαν, εὖ φέρε λοιπὸν τὴν περὶ αὐτοῦ τοῦ προκειμένου, τοῦτ’ ἔστι τῶν Κατηγοριῶν, ζήτησιν ποιησώμεθα, μνησθέντες τῶν ἐν τῷ δεκάτῳ κεφαλαίῳ ἡμῖν εἰρημένων· ἐν ἐκείνῳ γὰρ μεμαθήκαμεν ὡς δεῖ ἑκάστου Ἀριστοτελικοῦ συγγράμματος ἐξ τινα προλαβεῖν, σκοπόν τέ φημι καὶ χρείαν καὶ τάξιν ἀναγνώσεως, ἔτι δ’ αἰτίαν τῆς ἐπιγραφῆς καὶ συγγραφέα καὶ τὴν καλουμένην διασκευήν. οὐκοῦν ταύτην τὴν προθυμίαν ἔχοντες ἀρξώμεθα ἀπὸ τοῦ σκοποῦ, ἐπειδὴ πρὸς αὐτὸν ἅπαντα τὴν ἀναφορὰν ἔχει δημοσιεύοντα τὴν προαίρεσιν τοῦ προκειμένου συγγράμματος. οὐ μία τοίνυν γέγονε δόξα περὶ τοῦ σκοποῦ τῶν Κατηγοριῶν, ἀλλὰ τοσαῦται γεγόνασι δόξαι, ὅσα τὰ ὄντα καθέστηκε· τριττὰ δὲ ταῦτα, ἢ πράγματα ἢ νοήματα ἢ φωναί, καὶ τὰ μὲν πράγματα θεόθεν παράγεται, τὰ δὲ νοήματα ὑπὸ τοῦ νοῦ, αἱ δὲ φωναὶ ὑπὸ τῆς ψυχῆς. εἰς τοσαῦτα τοίνυν καὶ ὁ σκοπὸς μερίζεται. τῶν <δὲ> αἱρέσεων τοῦτον μεριζουσῶν τρεῖς γεγόνασιν αἱρέσεις περὶ τοῦ σκοποῦ, καὶ ἡ μὲν ἔλεγεν περὶ φωνῶν μόνων διαλέγεσθαι τὸν Ἀριστοτέλη, εἰς ἣν ἦν ὁ Πορφύριος, ἡ δὲ περὶ μόνων πραγμάτων, εἰς ἣν ἦν ὁ Ἑρμῖνος, ἡ δὲ περὶ μόνων νοημάτων, | εἰς ἣν ἦν Ἀλέξανδρος. καὶ ἕκαστος τούτων 18v μάρτυρα τῆς οἰκείας δόξης τὸν Ἀριστοτέλη προεβάλλετο, Πορφύριος μὲν ὡς λέγων τὸν Ἀριστοτέλη περὶ φωνῶν διαλέγεσθαι ἐπιστοῦτο τὸν ἑαυτοῦ λόγον ἐκ τῆς ἐπιγραφῆς· ἐπιγέγραπται γάρ, φησί, τὸ σύγγραμμα Κατηγορίαι, οὐδὲν δὲ ἕτερόν ἐστι κατηγορία ἢ τὸ κατὰ ἄλλου ἀγορεύεσθαι· τὸ δὲ ἀγορεύεσθαι φωνῆς ἴδιον· περὶ φωνῶν ἄρα καὶ μόνον διαλαμβάνει. καὶ ὅλως 1 οἱ γὰρ παλαιοὶ] cf. Arist. vit. p. 441,10 Rose 1.2 εἴδεισαν M (bis) 2 ἀντὶ— ἀποδεικτικήν delevi ταὐτὸ Arist. vit.: ταυτὶ M 5 οὑδὲ] οὔτε M 17. 18 τῶν . . εἰρημένων] p. 12,18 20 αἰτίαν τῆς scripsi: ἄν καὶ M (cf. 12,37) 12,37) 22 αὐτὸν scripsi: αὐτὴν M 28 δὲ inserui τούτων Μ 30 pr. ἦν superscr. M 33 λέγων scripsi: λέγοντα M ἐξ αὐτῶν τῶν θυρῶν προανακηρύττει ὁ φιλόσοφος τὴν προαίρεσιν, λέγων ὁμώνυμα λέγεται, τὸ δὲ λέγεται οὐκ ἐπὶ πραγμάτων ἀλλ’ ἐπὶ φωνῶν λαμβάνεται· ὥστε καὶ ἐντεῦθεν ἔστιν ἑλεῖν ὅτι περὶ φωνῶν αὐτῷ ὁ σκοκός, ὅθεν καὶ διαιρεῖ αὐτάς, ἡνίκα φησὶν τῶν λεγομένων τὰ ὗέν κατὰ συμπλοκὴν λέγεται τὰ δὲ ἄνευ συμπλοκῆς, τῶν λεγομένων ἐπὶ φωνῆς εἰωθότων ὀνομάζεσθαι. ὁ δὲ Ἑρμῖνος οἰόμενος αὐτὸν περὶ πραγμάτων διαλαμβάνειν πιστοῦται τὸν λόγον αὑτοῦ ἐκ τοῦ τὸν Ἀριστοτέλη πανταχοῦ τῷ ἔστι προσρήματι κεχρῆσθαι, ὅπερ ἐπὶ πραγμάτων εἴωθε λέγεσθαι. καὶ οὐ μόνον, φησίν, ἐκ τούτου ἔστι πιστώσασθαι τὸν λόγον, ἀλλὰ καὶ ἐκ τῆς διαιρέσεως τῆς παραδεδομένης ὑπ’ αὐτοῦ περὶ τῶν ὄντων, ἔνθα φησὶ τῶν ὄντων τὰ μέν ἐστιν ἐν ὑποκειμένῳ, τὰ δὲ καθ’ ὑποκειμένου τινὸς λέγεται, ὡς δῆλον ὅτι περὶ πραγμάτων ἐστὶν αὐτῶ ὁ σκοπός. καὶ μήτις ἀπορήσῃ πρὸς τὸν Ἐρμῖνον λέγων ὅτι ὅσον ἐπὶ τούτῳ τῷ λόγῳ συμβήσεται εἶναι τὸν σκοπὸν τοῦ Ἀριστοτέλους περὶ φωνῶν, τῶν φωνῶν αὐτῶν οὐσῶν· ἐρεῖ γὰρ ἴσως τις πρὸς αὐτόν, ὑπὲρ Ἑρμίνου τὸν λόγον ποι. ούμενος, | ὅτι αἱ φωναὶ καὶ οἱ λόγοι οὐ λέγονται κυρίως εἶναι, ἀλλ’ ἐν τῷ 19r γίγνεσθαι τὸ εἶναι ἔχουσιν, ὡς μαθησόμεθα. ὁ δὲ Ἀλέξανδρος ὑπολαμβάνων αὐτὸν περὶ νοημάτων διαλέγεσθαι, ἐξ ἑκατέρων λαμβάνων τὰς ἀφορμὰς κατεσκεύαζε τὸν ἑαυτοῦ λόγον· φησὶ γὰρ ὅτι ἀμφότεροι ἐμοὶ νικᾶτε, ὡς ἐκ διαιρέσεως δείξωμεν· τῶν ὄντων τὰ μὲν μόνως ἀγγέλλει, τὰ δὲ μόνως ἀγγέλλεται, τὰ δὲ καὶ ἀγγέλλει καὶ ἀγγέλλεται. μόνως μὲν οὖν ἀγγέλλουσιν αἱ φωναί, μόνως δὲ ἀγγέλλονται τὰ πράγματα, ἀγγέλλει δὲ καὶ ἀγγέλλεται τὰ διανοήματα· ἀγγέλλει μὲν γὰρ τὰ πράγματα, ἀγγέλλεται δὲ ὑπὸ τῶν φωνῶν· οὐκοῦν μέσα ἐστὶ τὰ νοήματα τῶν τε φωνῶν καὶ τῶν πραγμάτων. λέγετε δὲ ὑμεῖς ὅτι περὶ φωνῶν καὶ περὶ πραγμάτων ζητεῖ, μέσα δὲ τούτων τὰ νοήματα, ὁ δὲ περὶ τῶν ἄκρων διαλαμβάνων περὶ τῶν μέσων διαλαμβάνει· περὶ νοημάτων ἄρα αὐτῷ ὁ σκοπός. εὐπορεῖ δὲ ὁ Ἀλέξανδρος καὶ ἄλλου λόγου τοιούτου· τοσοῦτόν φησιν ὅτι περὶ νοημάτων ἐστὶν αὐτῷ ὁ σκοπός, ὅτι ἐν τῷ τέλει τῶν Κατηγοριῶν φησιν ὑπὲρ μὲν οὖν τῶν προτεθέντων γενῶν ἱκανὰ ταῦτα. εἰ τοίνυν περὶ γενῶν, ὡς εἴρηται ἐστὶν αὐτῷ ὁ σκοπός, οἶδε δὲ πάλιν ἡ λογικὴ οὐ τὰ πρὸ τῶν πολλῶν θεολογίας γὰρ ἔργον τοῦτο), οὐδὲ τὰ ἐν τοῖς πολλοῖς φυσιολογίας γὰρ τοῦτο), ἀλλὰ τὰ ἐννοηματικὰ τὰ ἐπὶ τοῖς πολλοῖς καὶ ὑστερογενῆ, πῶς οὐκ ἔσται αὐτῷ ὁ σκοπὸς περὶ νοημάτων ἐνταῦθα, εἴ γε λογική ἐστιν ἡ μετὰ χεῖρας πραγματεία; καὶ οὕτω μὲν αἱ τρεῖς αἱρέσεις τὸ οἰκεῖον | ἐξ αὐτοῦ τοῦ φιλοσόφου πιστούμεναι προίεσαν. ὁ δὲ θεῖος 19v Ἰάμβλιχος, ἐπιγενόμενος ὕστερον, φησὶ πρὸς αὐτοὺς ὅτι μάχεσθε, ἄνθρωποι, μὴ μαχόμενοι· καὶ γὰρ καὶ ἀληθεύετε καὶ οὐκ ἀληθεύετε· ἀληθεύει γὰρ ἕκαστος ὑμῶν λέγων τοῦτον εἶναι τὸν σκοπὸν τοῦ Ἀριστοτέλους, 4 ὅθεν scripsi: ὅτε M 4 τῶν λεγομένων . .] p. 1a 16 10 φησὶ] indiligenter reddit p. 1 a 20 sq. 13 ἀπορήσῃ scripsi: ἀπορήσοι M 19 ad ἐμοὶ in mrg. add. ἡμῖν Μ1 νικᾶται Μ1 (corr. m2) 25 λέγεται Μ2 29 φησιν] p. 11b 15 30 ταῦτα] τὰ εἰρημένα Aiist. 31 ὁ σκοπός] in mrg. ὁ λόγος Μ1 37 Ἰάμβλ.] cf. El. p. 130,14 38 μὴ μαχ.] μηχανόμενοι Μ1 (corr. m2) ψεύδεται δέ, ὅτι τοῦτον λέγει καὶ μόνον [ἢ περὶ φωνῶν μόνως εἴρηται ἢ περὶ νοημάτων μόνον ἢ περὶ πραγμάτων μόνον]. ὥσπερ εἴ που ὁριζόμενός τις τὸν ἄνθρωπον εἴποι αὐτὸν ἢ ζῷον μόνον εἶναι ἢ λογικὸν ἢ θνητὸν μόνον. ἀληθεύει μέν, ἐπειδὴ ταῦτα ἔστιν ὁ ἄνθρωπος, ψεύδεται δὲ ἓν ἕκαστον μόνον εἷναι λέγων τὸν ἄνθρωπον· οὕτω καὶ ὁ περὶ φωνῶν μόνον ἢ περὶ πραγμάτων ἢ περὶ νοημάτων μόνον οἰόμενος τὸν Ἀριστοτέλη λέγειν κατορθοῖ τι καὶ οὐ κατορθοῖ· κατορθοῖ μέν, ἐπειδὴ μερικῶς πως ἥψατο τοῦ σκοποῦ, οὐ κατορθοῖ δέ, ἐπειδὴ μὴ τελείως ἠδυνήθη ἀποδοῦναι τὸν σκοπὸν τοῦ συγγράμματος· ἔστιν οὖν τῷ ὄντι ὁ σκοπὸς τοῦ Ἀριστοτέλους οὔτε περὶ φωνῶν μόνον οὔτε περὶ νοημάτων μόνον οὔτε περὶ πραγμάτων μόνον, ἀλλὰ περὶ τῶν τριῶν ἅμα, φωνῶν, νοημάτων, πραγμάτων· οὐδὲ γὰρ δυνατὸν περὶ ἑνὸς διαλεχθῆναι ἄνευ τῶν λοιπῶν. Καὶ ὅτι τοῦτο οὕτως ἔχει, ἐρωτήσωμεν τοὺς περὶ φωνῶν καὶ μόνον λέγοντας αὐτὸν ζητεῖν ὅτι οἱ βουλόμενοι τὸν Ἀριστοτέλη διαλεχθῆναι περὶ φωνῶν, περὶ ποίων ἄρα βούλεσθε; ἀσήμων ἢ σημαντικῶν; ἀσήμων μὲν οὐδαμῶς· γραμματικῆς γὰρ ἴδιον τὰς τοιαύτας | σκοπεῖν, οἷς οὐδὲν διαφέρει 20r τὸ σκινδαψός καὶ Ὅμηρος κατὰ κλίσιν. οὐκοῦν εἰ μὴ περὶ ἀσήμων ἐστὶν αὐτῷ ὁ λόγος, περὶ σημαντικῶν ἄρα. ἀλλ’ ἐπειδὴ αἱ σημαντικαὶ φωναὶ πραγμάτων εἰσὶ σημαντικαί, καὶ περὶ πραγμάτων ἄρα ζητεῖ· ταῦτα δὲ ἄκρα, ὡς ἄνω δέδεικται· ὁ δὲ περὶ τῶν ἄκρων διαλεγόμενος καὶ τὰ μέσα περιλαμβάνει, ἅπερ ἐστὶ τὰ νοήματα· καὶ περὶ νοημάτων ἄρα ἐστὶν αὐτῷ ὁ λόγος. οὐκοῦν ἔχομεν ἀναφανὲν ἡμῖν τέως τοῦτο, ὅτι ὁ περὶ φωνῶν διαλεγόμενος καὶ περὶ νοημάτων καὶ περὶ πραγμάτων διαλέγεται. πάλιν οἱ περὶ πραγμάτων λέγοντες εἶναι τὸν σκοπὸν καὶ μόνων τῷ Ἀριστοτέλει ἐρωτῶσιν ἡμῖν ἀποκρινέσθωσαν· πῶς περὶ πραγμάτων αὐτὸν λέγετε διαλέγεσθαι; ἆρα περὶ πραγμάτων ᾗ πράγματα ἢ ὡς ὑπὸ φωνῶν σημαινομένων; οὐ δήπου ἐρεῖτε αὐτὸν περὶ πραγμάτων ᾗ πράγματα ἔχειν τὸν σκοπὸν ἐν τούτῳ· πρώτης γὰρ φιλοσοφίας ἔργον ἐστὶ τοῦτο. οὐκοῦν ὡς ὑπὸ φωνῶν σημαινομένων. * * ζητεῖ ταῦτα· οὐ δήπου γὰρ δακτύλῳ δείκνυσι ταῦτα φιλοσοφῶν· οὐκοῦν καὶ περὶ φωνῶν ἐστιν αὐτῷ ὁ λόγος. ἀλλ’ ἐπειδὴ σημαίνουσι τὰ πράγματα αἱ φωναὶ διὰ μέσων νοημάτων, καὶ περὶ νοημάτων ἐστὶν ἄρα αὐτῷ φροντίς. καὶ πάλιν ἀναπέφανται ἡμῖν τὸ ἐξ ἀρχῆς, ὅτι ὁ περὶ πραγμάτων διαλεγόμενος καὶ περὶ τῶν λοιπῶν διαλέγεται. ἀλλὰ δὴ καὶ οἱ περὶ νοημάτων λέγοντες αὐτὸν ἔχειν τὸν σκοπὸν εἰς μέσον ἀγέσθωσαν· ἐρωτητέον γὰρ αὐτοὺς ὅτι οἱ περὶ νοημάτων βουλόμενοι τὸν Ἀριστοτέλην διαλαβεῖν, ποίων ἄρα νοημάτων; ἆρα τῶν ἐπὶ ψιλῇ ἐπινοίᾳ; 20v οὐδαμῶς. οὐκοῦν τῶν σημαινόντων. τί σημαίνουσι δέ; τὰ πράγματα· δῆλον ἄρα ὅτι καὶ περὶ πραγμάτων διαλέγεται. καὶ ἐπειδὴ μὴ μόνον σημαίνουσιν, ἀλλὰ καὶ σημαίνονται ὑπὸ τῶν φωνῶν, δῆλον ἄρα καὶ περὶ 2 ἢ περὶ—παραμ. μόνον delcvi 7 τι] an τε? ἐπειδὴ scripsi: ἢ M 11 οὐδὲ] οὔτε M 15 βούλεσθαι M 20 δέδεικται] p. 19,24 25 λέγετε] λέγεται M 29 lac. signavi; inseras καὶ ἄλλως· ὁ περὶ πραγμάτων διαλεγόμενος δῆλον ὅτι χρώμενος φωναῖς τὰ πράγματα σημαινούσαις (cf. El. p. 130,27) φωνῶν διαλεχθήσεται. καὶ ἄλλως· εἰ δέδεικται ὅτι μέσα τὰ νοήματα σεται καὶ περὶ τῶν ἄκρων; ἐκ τούτων τοίνυν ἔχομεν ὡς ἔστιν ὁ σκοπὸς τῶν Κατηγοριῶν περὶ φωνῶν καὶ νοημάτων καὶ πραγμάτων. φωνὰς μὲν οὗν ᾗ φωναὶ σκοπεῖν γραμματικῆς ἔργον, νοήματα δὲ ᾗ νοήματα τῆς περὶ ψυχῆς πραγματείας, πράγματα δὲ ᾗ πράγματα τῆς πρώτης φιλοσοφίας· ἐπεὶ τοίνυν τὸ παρὸν βιβλίον οὔτε πρώτη ἐστὶ φιλοσοφία οὔτε ψυχῆς θεωρία οὔτε γραμματικὸν σύγγραμμα, οὐ σκοπήσει τὰ πράγματα ᾗ πράγματα οὐδὲ τὰ νοήματα ᾗ νοήματα οὐδὲ τὰς φωνὰς ᾗ φωναί, ἀλλὰ σκοπήσει τὰς φωνὰς ὡς σημαινούσας πράγματα διὰ μέσων νοημάτων. οὐκοῦν σκοπὸς τῶν Κατηγοριῶν διαλεχθῆναι περὶ φωνῶν πράγματα σημαινουσῶν διὰ μέσων νοημάτων, καὶ ἁπλῶς εἰπεῖν, περὶ φωνῶν καὶ πραγμάτων καὶ νοημάτων διαλέγεται κατὰ τὴν πρὸς ἄλληλα σχέσιν. ἁλλ’ οὔπω ἔχομεν τέλειον τὸν τῶν Κατηγοριῶν σκοπόν· καὶ γὰρ καὶ τὰ Ἀναλυτικά, τοῦτ’ ἔστιν ἡ περὶ συλλογισμῶν πραγματεία, καὶ τὸ Περὶ ἑρμηνείας, | ὅ ἐστι τὸ περὶ προτάσεων σύγγραμμα, τοιοῦτον ἐπιδέχεται τὸν 21r σκοπόν. οὐκοῦν πρὸς χωρισμὸν τούτων ῥητέον ὅτι ἐκεῖνα μὲν περὶ συνθέτων φωνῶν διαλέγεται, τοῦτο δὲ περὶ ἁπλῶν. ὅθεν λεκτέον τὸν σκοπὸν εἶναι τῶν Κατηγοριῶν περὶ ἁπλῶν φωνῶν πράγματα ἁπλᾶ σημαινουσῶν διὰ μέσων ἁπλῶν νοημάτων. ἀλλὰ πάλιν οὐδὲ οὕτως ἔχομεν τέλειον τὸν σκοπὸν τῶν Κατηγοριῶν· καὶ γὰρ ἐν ἀρχῇ τοῦ Περὶ ἑρμηνείας περὶ ὀνόματος καὶ ῥήματος διαλέγεται ὁ Ἀριστοτέλης· ταῦτα δὲ ὡμολόγηται εἶναι παρὰ πᾶσιν ἁπλαῖ φωναὶ πραγμάτων ἁπλῶν σημαντικαὶ διὰ μέσων ἁπλῶν νοημάτων. οὐκοῦν πρὸς χωρισμὸν τούτων προσθετέον ‘ κατὰ τὴν πρώτην θέσιν, ἐκείνων τῆς πρώτης θέσεως μὴ οὐσῶν, ἀλλὰ μᾶλλον τῆς δευτέρας θέσεως. ἀλλ’ ἵνα μάθωμεν τίς ἡ πρώτη θέσις καὶ τίς ἡ δευτέρα θέσις, ἔνθεν ἀρξώμεθα· ἰστέον τοίνυν ὅτι ἡ φύσις κοινωνικὸν τὸν ἄνθρωπον ἐβούλετο προαγαγεῖν· οὐκοῦν τοῦτον ἔχουσα τὸν σκοπὸν καὶ τὸ διαλέγεσθαι αὐτῷ δεδώρηται, ἵνα σημᾶναι δύνηται τοῖς πέλας τὰ πράγματα. οὐκ ἂν δὲ κοινωνεῖν οὕτως ἠδύνατο, εἰ μὴ καὶ κατὰ τὰς φωνὰς ἡ κοινωνία ἦν, ὃν τρόπον οὐδὲ οἱ διαφόρους ἔχοντες νόμους τῆς αὐτῆς εἶναι δύνανται πολιτείας. κοινωνία δὲ τῶν φωνῶν ἔνθεν ἐγένετο· χορὸς σοφῶν ἀνδρῶν συνελθὼν ἑκάστῳ πράγματι ἰήιον ἀφώρισεν ὄνομα, καὶ τὸ μὲν ἐκάλεσαν οὐσίαν τὸ δὲ συμβεβηκός, καὶ ἁπλοῖς πράγμασιν ἁπλᾶ ἔθεντο τὰ ὀνόματα, | καὶ 21v οὕτω παρὰ χαρακτηρίζεται. αὕτη λέγεται πρώτη θέσις. εἶτα ἐπειδὴ ἑώρων τὰ μὲν τῶν ὑπ’ αὐτῶν τεθέντων ὀνομάτων ἐπιδεχόμενα ἄρθρα, τὰ δὲ μὴ ἐπιδεχόμενα ἀλλὰ καὶ χρόνον σημαίνοντα, ἐκάλουν τὰ μὲν ὀνόματα τὰ δὲ ῥήματα. καὶ ἐκάλουν ταύτην δευτέραν θέσιν. ἐπεὶ οὖν τί ἐστιν πρώτη θέσις καὶ τί δευτέρα μεμαθήκαμεν, εἴπωμεν οὕτως· ὅτι σκοπός ἐστι τῶν Κατηγοριῶν διαλεχθῆναι περὶ ἁπλῶν φωνῶν πράγματα ἀπλᾶ σημαινουσῶν διὰ 22 ὁμολογῆται M 31 οὐδέ] οὔτε M 36 τεθέντων scripsi: τεθέντα M ἄρθρα sciipsi: πᾶσιν M (cf. Amm. in Cat. p. 11,16) μέσων ἁπλῶν νοημάτων κατὰ τὴν πρώτην θέσιν. καὶ ἐν τούτοις ἐστὶν ὁ σκοπός. Χρήσιμον δέ ἐστιν πρὸς πᾶσαν φιλοσοφίαν· ἡ γὰρ φιλοσοφία τὰ ὄντα διδάσκειν ἐπαγγέλλεται· τὰ δὲ ὄντα ὑπὸ τὰς δέκα κατηγορίας ἀνάγονται· χρήσιμον ἄρα τὸ βιβλίον πρὸς τὴν φιλοσοφίαν. [εἰ δὲ καὶ δοχεῖ τὸ σημεῖον <ἀάγειν ὑπὸ> κατηγορίας, ἀλλ’ οὖν καθ’ ἕτερον τρόπον ὑπ’ αὐταῖς ἐστι· τὸ γὰρ σημεῖον ἀρχή ἐστιν, ἡ δὲ ἀρχὴ τῶν πρός τι, τὸ ·δὲ πρός τι μία τῶν κατηγοριῶν.] χρησιμεύει δὲ πάλιν καὶ εἰς ἀπόδειξιν. ἡ δὲ ἀπόδειξις εἰς ἑκάτερον μέρος τῆς φιλοσοφίας ἐστίν, εἴς τε τὸ θεωρητικὸν καὶ πρακτικόν, ἵνα τὰ μὲν φαινόμενα διὰ τῆς ἀποδείξεως ἐν τῷ θεωρητκῷ πρεσβεύσωμεν ὡς ἀληθῆ, τὰ δὲ ἐν τῷ πρακτικῷ ἀγαθὰ διαπραξώμεθα. Ἐπιγέγραπται δὲ τὸ βιβλίον Κατηγορίαι, τῷ τῆς κατηγορίας ὀνόματι ἐνταῦθα οὐ δηλοῦντες τὴν ἐπὶ ἐγκλήματος δίκην, ἀλλὰ σημαίνοντες τὸ κατά τινος ἀγορεύεσθαι· τῶν γὰρ ὄντων τὰ μὲν μόνως | ὑπόκεινται; ὡς τὰ 22r ἄτομα, τὰ δὲ μόνως κατηγορεῖται, ὡς τὰ γενικώτατα, τὰ δὲ μέσα καὶ ὑπάλληλα, ἅτινα καὶ ὑπόκεινται καὶ κατηγορεῖται. ἐπεὶ οὖν ὁ Ἀριστοτέλης ἐνταῦθα περὶ τῶν γενικωτάτων διελέγετο, ἐπέγραψεν τὸ βιβλίον Κατηγορίας, οὕτω καλῶν τὰ γενικώτατα γένη. εἰκότως· εἰ γὰρ καὶ ἄλλα κατηγοροῦνται, ἀλλ’ οὐ δήπου καὶ κατηγορίαι λέγονται, ὅτι μὴ ἀκραιφνῶς μετέχουσι τοῦ κατηγορεῖσθαι, ἀλλὰ καὶ ὑπόκεινται. τὰ δὲ γενικώτατα, ἅτε μόνως κατηγορούμενα μηδέποτε δὲ ὑποκείμενα, εἰκότως κατηγορίαι κληθήσονται. καὶ μὴ ἀπορήσῃ τις λέγων διὰ τί ἐπέγραψε μὲν Κατηγορίας, Περὶ κατηγοριῶν δὲ οὐκ ἐπέγραψεν· ἐρῶ γὰρ πρὸς αὐτὸν ὅτι, ὡς ἄν εἴποι τις, βουλόμενος σωματοποιῆσαι τὸν λόγον καὶ δι’ αὐτοῦ σημᾶναι τὰ πράγματα ἐχρήσατο τοιαύτῃ ἐπιγραφῇ. οὕτω γοῦν πρὸ αὐτοῦ ὁ Πλάτων ἐπέγραψε Φαιδρὸς, Ἀλκιβιάδης, καὶ μετὰ τοῦτον Ἀριστείδης τὰ ὑπὲρ τῶν στρατηγῶν ἐγκώμια οὐχ Ὑπὲρ αὐτῶν ἐπέγραψεν, ἀλλὰ τοῖς ὀνόμασι τῶν ἐγκωμιαζομένων ἐπέγραψεν, Θεμιστοκλῆς εἰπὼν καὶ Περικλῆς καὶ Κίμων καὶ Μιλτιάδης, ὡς τῶν λόγων, ὡς εἴρηται, σημαινόντων τὰ πράγματα καὶ μιμουμένων αὐτά. μήτις δὲ ἐπιγράψῃ Περὶ γενῶν, ὥσπερ ὁ Ἀρ·χύτας γένη] ἐπέγραψε τὰς Κατηγορίας· | τὰ γὰρ γένη ἐννοηματικά ἐστιν, ὥς φησιν ὁ Πορφύριος ἐν τῷ 22v Περὶ γένους ‘ οὐδὲν ἄρα περιέχει περιττὸν οὐδὲ ἐλλεῖπον ἡ τοῦ γένους ῥηθεῖσα ὑπογραφὴ τῆς ἐννοίας’ . μηδὲ μὴν Πρὸ τῶν τόπων τις τὰς Κατηγορίας ἐπιγράψῃ, ὥσπερ οἱ πολλοὶ ἐπέγραψαν· οὐ μόνον γὰρ πρὸ τῶν Τόπων ἐστὶ τὸ παρὸν βιβλίον, ἀλλὰ καὶ πρὸ τοῦ Περὶ ἑρμηνείας καὶ τῶν ἄλλων. καὶ ἐν τούτοις τὰ τῆς ἐπιγραφῆς. Ἄρα γνήσιόν ἐστι τοῦ παλαιοῦ τὸ βιβλίον ἢ οὔ; τινὲς μὲν οὗν νοθεύουσι τὸ βιβλίον διὰ τέσσαρας αἰτίας, ὧν ἡ πρώτη τοιαύτην ἔχει τὴν ἀγωἐπαγγέλεται 4 M 5—8 εἰ—κατηγοριῶν delevi 6 ἀνάγειν ὑπὸ inserui 13. 14 conicias τοῦ . . ὀνόματος . . δηλοῦντος . . σημαίνοντος, sed fort. δηλοῦντες et σημαίνοντες scripsit, quasi praecederet ἐπεγράψαμεν 23 ἀπορήσῃ scripsi: ἀπορήσοι M 27 τοῦτον scripsi: τὸν M Ἀριστείδης] III p. 433 Dindorf 30 εἴρηται] p. 20,18 31 Ἀρχύτας] cf. El. p. 132,26 γένη delevi 32 Πορφ.] Isag. p. 3,19 γῆν· τοσοῦτον, φασί, νόθον ἐστὶ τὸ βιβλίον, ὅτι ἐνταῦθα μὲν ὁμωνύμων καἰ συνωνύμων ἐμνημόνευσεν, ἐν δὲ τῇ Φυσικῇ τῶν ὁμωνύμων καὶ τῶν συνωνύμων καὶ τῶν ἑτερωνύμων καὶ τῶν πολυωνύμων, ὡς δῆλον ὅτι νόθον ἐστὶ τὸ βιβλίον ὡς μὴ συνῳδὰ φθεγγόμενον τοῖς ἐν τῇ Φυσικῇ εἰρημένοις. πρὸς τοῦτό φαμεν ἡμεῖς ἢ ὅτι οὐκ ἐδεήθη ἡ προῦσα διδασκαλία πλὴν τῶν δύο τούτων, καὶ διὰ τοῦτο αὐτῶν ἐμνημόνευσεν ταὐτόν τι πάσχων τοῖς γεωμέτραις, οἵτινες πολλῶν ὄντων εἰδῶν μόνης εὐθείας καὶ περιφεροῦς γραμμῆς μέμνηνται, ἢ ὅτι διὰ τούτων συμπεριέλαβεν ἐκεῖνα τὰ ὄντα· τὸ γὰρ ὁμώνυμον ἐναντίον ἐστὶ πολυωνύμῳ τὸ δὲ συνώνυμον τῷ ἑτερωνύμῳ· τύ μὲν γὰρ ὁμώνυμον ἓν μόνον ὄνομα σημαίνει πολλὰ δὲ πράγματα, τὸ δὲ ἄλλο τὸ ἀνάπαλιν πολλὰ μὲν ὀνόματα ἓν δὲ πρᾶγμα. πάλιν τὸ συνώνυμον τοῦ ἑτερωνύμου διαφέρει, καθὸ τὸ μὲν συνώνυμον ὀνόματος καὶ [οὐ] | πράγματος κοινωνεῖ, τὸ δὲ ἑτερώνυμον οὐδετέρου. καὶ ἡ μὲν ἀγωγὴ 23r τῆς πρώτης αἰτίας τοῦτον ἔχει τὸν τρόπον. δευτέραν αἰτίαν προβάλλονται τοιαύτην· τοσοῦτόν φασιν ὅτι νόθον ἐστὶ τὸ βιβλίον, ὅτι ἐνταῦθα μὲν λέγει τὴν αὐτὴν εἶναι μεταβολὴν καὶ κίνησιν, ἐν δὲ τῇ Φυσικῇ καθολικωτέραν τὴν μεταβολὴν τῆς κινήσεως. ἀλλὰ πρὸς τοῦτο πάλιν ἔστιν εἰπεῖν ὅτι οὐ προέκειτο ἐνταῦθα αὐτῷ φυσιολογῆσαι· διὸ ὡς μὴ ἔχων τοῦτον τὸν σκοπόν, ἀλλὰ καὶ ὡς πρὸς ἀτελεστέρους ποιούμενος τὸν λόγον, οὐκ ἠκριβολογήσατο περὶ τὴν ἀπόδοσιν τῆς διαφορᾶς τούτων. τρίτην αἰτίαν τοιαύτην λέγουσιν· τοσοῦτόν φασιν ὅτι νόθον ἐστὶ τὸ βιβλίον, ὅτι ἐνταῦθα μὲν τὸ ἐπιστητὸν πρότερον εἶναι λέγει τῆς ἐπιστήμης, ἐν δὲ τῇ Φυσικῇ ἅμα τὰ πρός τί φησιν εἶναι. ἀλλὰ πρὸς τοῦτο ἔστιν πάλιν εἰπεῖν ὅτι ἑκάτερος λόγος τοῦ φιλοσόφου ἐστὶν ἀληθής· τὰ γὰρ πρός τι καὶ ἅμα ἐστὶ καὶ οὐχ ἅμα· ἅμα μὲν ὡς πρός τι καὶ ὡς ἔχοντα σχέσιν πρὸς ἄλληλα, οὐχ ἅμα δὲ ὡς πράγματα. ἐν μὲν οὖν Φυσικοῖς λόγοις ἐξετάζων τὴν σχέσιν αὐτῶν ἅμα τῇ φύσει λέγει εἶναι τὰ πρός τι, ἐνταῦθα δὲ ὡς πράγματα αὐτὰ βασανίζων οὐχ ἅμα αὐτὰ λέγει εἶναι. τετάρτη αἰτία· τοσοῦτον, φασί, νόθον ἐστὶ τὸ βιβλίον, ὅτι ἐν μὲν ταῖς ἄλλαις αὐτοῦ πραγματείας τὴν καθόλου οὐσίαν προτιμᾷ τῆς μερικῆς, ἐνταῦθα δὲ τὸ ἀνάπαλιν τὴν μερικὴν προτάττει τῆς καθόλου οὐσίας. δυοῖν οὖν θάτερον· ἢ πάσας τὰς πραγματείας αὐτοῦ δί- καιον | νοθεῦσαι ἢ τὴν προκειμένην· ἀλλὰ μὴν ἀδύνατόν ἐστιν ἡμᾶς αοθεῦσαι 23v πάσας τὰς πραγματείας· τὴν προκειμένην ἄρ δεῖ νοθεῦσαι. εἰ δὲ τοῦτο. ἔχομεν τὸ ζητούμενον. ἔστι δὲ πάλιν πρὸς τοῦτο εἰπεῖν ὅτι εἰκότως ἐν ταύτῃ μὲν τῇ πραγματείᾳ τὴν μερικὴν προετίμησεν οὐσίαν τῆς καθόλου, ἐν δὲ ταῖς ἄλλαις τὴν καθόλου τῆς μερικῆς· ἐπειδὴ γὰρ ἐν τῷ παρόντι συγγράμματι ὡς πρὸς εἰσαγομένους ποιεῖται τὸν λόγον, εἰκότως τῇ πρε- πούσῃ τάξει τοῖς εἰσαγομένοις ἐχρήσατο, ἀρξάμενος ἀπὸ τῶν ἐκείνοις 4 ἐν δὲ τῇ Φυσικῇ] fallitur, neque in Physicis neque in reliquis scriptis liaec quatUior coniunguntur 8 ὄντα] an ἐναντία? 13 οὐ delevi 15. 21 φασιν] φησιν M 16 ἐν δὲ τῇ Φυσικῇ] E 1 p. 225a3 sqq. 22 τῇ Φυσικῇ] cf. El. p. 214,31 26 πράγματα scripsi: πρᾶγμα M 28 φησί M 29 ἐν ταῖς ἄλλαις αὐτοῦ πραγμ.] cf. Zelleri Ph. Gr. IIb p. 240 sq. 31 θάττερον M πρώτων. εἰσαγομένοις γὰρ πρῶτα τὰ μερικὰ τῶν καθόλου νομίζεται· ἐν δὲ ταῖς ἄλλαις πραγματείαις ἅτε δὴ ὡς πρὸς τελειοτέρους τὸν λόγον ποιούμενος καὶ ἐπιστήμονας τοῖς καθόλου τὴν πρώτην δίδωσι ψῆφον, ἐπειδὴ καὶ τῇ φύσει καὶ τοῖς ἐπιστήμοσι ταῦτα πρῶτα πέφυκεν ὄντα. ἀλλ’ ἐπεὶ μὴ μόνον χρὴ ἀνατρέπειν ἀλλὰ καὶ κατασκευάζειν, φέρε δείξωμεν ἐκ πλειόνων λόγων τὸ γνήσιον τοῦ βιβλίου. ὅτι γνήσιον τοίνυν ἐστὶ τοῦ συγγραφέως τὸ βιβλίον δῆλον ἔκ τε τῆς ὕλης καὶ τοῦ τέλους καὶ ἐκ τοῦ μεμνῆσθαι αὐτὸν ἐν ἑτέροις συγγράμμασιν αὐτοῦ γνησίοις του προκειμένου βιβλίου, ἔνθα φησὶν ‘ ὡς εἴρηται ἐν Κατηγορίαις’. καὶ ἄλλως· εἰ μὴ δῶμεν γνήσιον εἶναι τοῦ Ἀριστοτέλους τὸ σύγγραμμα, ἀκέφαλος ἔσται ἡ λογικὴ πραγματεία· ποῦ γὰρ ἡ λογικὴ διαλεχθήσεται περὶ ἁπλῶν φωνῶν κατὰ τὴν πρώτην θέσιν; καὶ ἄλλως· εἰ οἱ μαθηταὶ | αὐτοῦ κατὰ ζῆλον τοῦ 24r οἰκείου διδασκάλου ἔγραψαν Κατηγορίας, πῶς οὐκ ἔστι δῆλον ὅτι γνήσιον αὐτοῦ ἐστι τόδε τὸ σύγγραμμα; καὶ ἄλλως· φασὶν ὅτι εὑρέθησαν ἐν ταῖς βιβλοθήκαις μετὰ τὴν τελευτὴν αὐτοῦ τῶν μὲν Ἀναλυτιῶν μ΄ καὶ β΄ βιβλία, τῶν δὲ Κατηγοριῶν β΄, ὧν τοῦ μὲν ἑνὸς ἡ ἀρχή ἐσ‘‘τιν αὕτη ἡ ἄκα φερομένη ὁμώνυμα λέγεται, τοῦ δὲ ἑτέρου ἡ ἀρχὴ ἦν “ τῶν ὄντων τὰ μέν ἐστιν ὁμώνυμα τὰ δὲ συνώνυμα τὰ δὲ πολυώνυμα”. οἱ οὖν κριτικοὶ τοῦτο μὲν ἔκριναν ὡς γνήσιον Ἀριστοτέλους γέννημα, τὸ δὲ θάτερον ἀπεδοκίμασαν νόθον. καὶ ἐν τούτοις καὶ τὸ γνήσιον τοῦ βιβλίου· Ἡ δὲ τάξις τῆς ἀναγνώσεως ἐστὶ τοιαύτη· ἰστέον ὅτι τὰ πράγματα καὶ θεωρεῖται καὶ πράττεται. ἀλλὰ ἀντιπεπονθότως ἔχει ἡ θεωρία τῇ πράξει. τὸ γὰρ τέλος τῆς θεωρίς ἀρχὴ γίνεται τῆς πράξεως καὶ τὸ τέλος τῆς πράξεως ἀρχὴ γίνεται τῆς θεωρίας, ὡς ἔχει ἐπὶ οἰκοδόμου· ὁ γὰρ οἰκοδόμος ἐνθυμεῖται ποιῆσαι κώλυμα θάλπους καὶ ψύχους. ἀλλ’ οὐχ οἷός τέ ἐστι τοῦτο ποιῆσαι δίχα ὀροφῆς, ἀλλ’ οὐδὲ τὴν ὀροφὴν δίχα τοίχων, ἀλλ’ οὐδὲ τοὺς τοίχους δίχα θεμελίων, ἀλλ’ οὐδὲ τοὺς θεμελίους δίχα πρῶτον τοῦ ὀρύξαι τὴν γῆν· καὶ ἐνταῦθα μὲν ἔληξεν ἡ θεωρία, ἐκεῖθεν δὲ ἄρχεται ἡ πρᾶξις. οὕτω καὶ ὁ γραμματικός φησιν πρὸς ἑαυτὸν ὅτι ἔλαβον τὸ παιδίον, | ὅπως διδάξω αὐτὸ λόγον· οὐ δύναται δὲ τοῦτο 24v μαθεῖν, εἰ μὴ πρῶτον διδάξω αὐτὸ τὰ ἐξ ὧν σύγκειται ὁ λόγος, τοῦτ’ ἔστι τὰς λέξεις. ἀλλ’ οὐδὲ τοῦτο δύναται εἰδέναι, εἰ μὴ διδάξω αὐτὸ τὰς συλλαβάς. ἀλλ’ οὐδὲ τοῦτο εἴσεται ἄνευ τῶν στοιχείων. καὶ ὅθεν ἔληξεν ἡ θεωρία, ἐκεῖθεν ἄρχεται ἡ πρᾶξις. εἰ τοίνυν βουλόμεθα ἀποδεῖξαί τι, οὐ δυνάμεθα δὲ τοῦτο ποιῆσαι ἄνευ τῶν τοιῶνδε συλλογισμῶν, ἀλλ’ οὐδὲ τοῦτο ἄνευ τῶν ἁπλῶν συλλογισμῶν, ὥσπερ οὐδὲ τὸ τοιώσδε γράφειν ἄνευ τοῦ ἁπλῶς γράφειν, ἀλλ’ οὐδὲ τούτους ἄνευ τῶν προτάσεων, ἀλλ’ οὐδὲ ταύτας ἄνευ τῶν ἁπλῶν φωνῶν, εἴ γε αἱ μὲν τῆς δευτέρας θέσεως εἰσιν αἱ δὲ τῆς πρώτης, ἀδύνατον δὲ τὴν δευτέραν εἰδέναι ἄνευ τῆς πρώτης, πῶς οὐκ ἔσται τὸ μὲν προκείμενον πρώτην ἔχον τάξιν ὡς περὶ τῶν ἁπλῶν φωνῶν διαλεγόμενον τῆς πρώτης θέσεως, τὸ δὲ Περὶ ἑρμηνείας δευτέραν τάξιν 1 πρῶτα] an πρότερα? 9 ὡς εἴρ. ἐν κὰτ.] cf. El. p. 133,12 30 ex αὐτὸ corr. M τοῦτο scripsi: τὸ M (cf. v. 32.33) 31. 32 αὐτὸ scripsi: αὐτὼ M ἀυτῶ M ὡς διαλεγόμενον περὶ δευτέρας θέσεως τῶν ἁπλῶν φωνῶν, τὰ δὲ Πρῶταἀναλυτικὰ τρίτην ὡς περὶ τοῦ ἁπλοῦ συλλογισμοῦ διαλαμβάνοντα, τὰ δὲ Ὕστερα ἀναλυτικὰ τετάρτην ὡς περὶ τοῦ τοιοῦδε συλλογισμοῦ διαλαμβάνοντα, οἷον δὴ τοῦ ἀποδεικτικοῦ. Ἡ δὲ εἰς τὰ μόρια διαίρεσίς τοῦ βιβλίου τριττὴ καθέστηκεν· διαιρεῖται γὰρ εἰς τὰ πρὸ τῶν κατηγορίων καὶ εἰς ἀυτὰς κατηγοριας καὶ εἰς τὰ μετὰ | τὰς κατηγορίας. καὶ ἐν μὲν ταῖς κατηγορίαις τοὺς ἀγῶνας 25r αὐτοὺς παραδίδωσι, διαιρῶν τὰς κατηγορίας εἰς ὑπογραφὰς καὶ ἴδια, ἐν δὲ τοῖς λοιποῖς δύο τμήμασι τὰ χρήσιμα πρὸς τὰς κατηγορίας διδάσκει. ἀλλ’ ἰστέον ὅτι τούτων τῶν διδασκομένων τὰ μέν ἐστιν ἀσαφῆ, τὰ δὲ ἀσαφῆ μέν, οὐκ ἐπὶ τοσοῦτον δέ ἐστιν ἀσαφῆ ὡς τὰ προλαβόντα, ἀλλὰ δίδωσιν ἑαυτὰ ἡμῖν πρὸς γνῶσιν ἀμυδρῶς πως. τὰ μὲν οὖν παντάπασιν ἀσαφῆ προεδίδαξεν, ἵνα μὴ ἐν αὐτοῖς τοῖς ἀγῶσι, τοῦτ’ ἔστιν ἐν τῇ περὶ τῶν κατηγοριῶν διδασκαλίᾳ, λέγοντος ταῦτα τοῦ φιλοσόφου ξενισθῶμεν, ἀγνοοῦντες τί ποτέ ἐστι τὰ λεγόμενα. τὰ δὲ κατά τι ἀσαφῆ ὕστερον καταλέλοιπεν, ὡς ἡμῶν ἐχόντων ἀμυδράν τινα περὶ τούτων ἔννοιαν, ὡς εἴρηται. οὐκ ἐδίδαξεν δὲ πάντα ἅμα, τά τε σαφῆ καὶ τὰ ἀσαφῆ, οὐδὲ ἐν τοῖς πρώτοις οὐδὲ ὲν τοῖς ὑστέροις, διὰ τὸ μὴ τοὺς νέους οκνηροτερους παρασκευάσαι ἐπὶ τὴν ἀνάγνωσιν τοῦ βιβλίου ἢ διὰ τὴν τῶν ἐνθυμημάτων βαθύτητα ἢ διὰ τὴν τῶν λέξεων ἀσάφειαν, ἢ οὖν διὰ τοῦτο ἢ ἶνα μὴ ἀπρεπῆ τὸν λόγον ἐργάσηται, μεῖζον τῶν ἀγώνων ἢ καὶ τῶν ἐπιλόγων ποιῶν τὸ προοίμιον. καὶ ἐν τούτοις καταπαυέσθω ἡμῖν ἡ παροῦσα θεωρία καὶ τὰ προλαμβανόμενα τῶν Κατηγοριῶν καὶ πάσης τῆς Ἀριστοτέλους φιλοσοφίας. 4 δὴ scripsi: δὲ M 8 αὐτοὺς El.: αὐτοῦ M 11 ante οὐκ II litt. eras. M 21 ἐργάσεται M (corn m1) μείζων M (corr. m1)