τὸν δίκαιον φρόνιμων εἰπὼν οὕτως· δίκαιος τοῦ μὲν ὁμοίου 〈οὐκ〉 ἐθέλει πλέον ἔχειν φρόνιμος τοῦ δ’ ἀνομοίου ἐθέλει πλέον ἔχειν. καὶ τῶν προτάσεων τούτων τὴν μὲν ἐλάττονα κατασκευάζει μέσον λαβὼν τὸ ἀπονεμητικὸν τοῦ κατ’ ἀξίαν, τὴν δὲ δευτέραν δι’ ἐπαγωγῆς τοῦ ἰατροῦ, τοῦ μάντεως, τοῦ γεωμέτρου. p. 42a6 Εἰ οὖν οὐ πλείους ἀλλ’ εἷς. εἴ τις φησίν, τὸν διὰ πέντε ὅρων συλλογισμὸν ἢ ὁποσωνοῦν ἕνα λέγοι ἀποβλέπων πρὸς τὴν συνέχειαν τῶν προτάσεων, οὐ φθονήσομεν αὐτῷ τοῦ ὀνόματος, πλὴν εἷς ἐστιν πόρρω, οὐχ εἷς προσεχής· τοῦτο γὰρ δηλοῖ τὸ οὕτω μὲν ἐνδέχεται καὶ τὸ ὡς δὲ τὸ Γ διὰ τῶν ΑΒ, ἀδύνατον. καὶ ὅτι μή ἐστιν εἷς προσεχής, ἐπάγει τὴν ἀπόδειξιν. τῶν ΑΒ ΓΔ τεσσάρων πρστάσεων τὸ Ε συναγουσῶν αἱ ΑΒ, φησίν, ἢ συλλογιστικῶς συμπεπλεγμέναι εἰσὶν ὡς εἶναι τὴν μὲν μείζονα τὴν δ’ ἐλάττονα, ἀνθ’ ὧν αὐτὸς εἶπεν ὅλην καὶ μέρος, ἢ ἀσυλλογίστως. καὶ εἰ τὸ πρῶτον, ἢ τὸ Ε συνάγουσιν ἢ θάτερον τῶν ΓΔ ἢ ἄλλο παρὰ ταῦτα. καὶ μόνον τὸ πρῶτον ἀναιρεῖ λέγων ὅτι καὶ πῶς ὑπόκειται τὸ Ε ἐκ τῶν ΑΒ ΓΔ ἐκ μόνων τῶν ΑΒ συναγόμενον; καὶ πρὶν τὰς λοιπὰς ὑποθέσεις τῶν ΑΒ ἀνελεῖν μέτεισι καὶ ἐπὶ τὰ ΓΔ· καὶ ταῦτα γὰρ ἢ συνάγει τι ἢ οὔ. καὶ εἰ συνάγει, ἢ τὸ Ε ἢ θάτερον τῶν ΑΒ ἢ ἄλλο παρὰ ταῦτα. καὶ εἰ μὲν τῶν ΑΒ θάτερον, πλείους ἔσονται οἱ συλλογισμοί, ἐπειδὴ καὶ τὰ συμπεράσματα, καὶ προσυλλογισμὸς ὁ ΓΔ τοῦ ΑΒ ΓΔ. εἰ δὲ τὸ Ε, εἰ μέν εἰσιν οἱ συλλογισμοὶ ὁ ΑΒ ΓΔ καὶ ὁ ΓΔ, ὡς ἐνδέχεται ἕνα εἶναι, τῷ ταὐτὸ συνάγειν, οὐ μὴν κατ’ ἀλήθειαν εἷς εἰσιν· ἐνδείκνυται δὲ τοὺς ἐπὶ τοῦ Αἰθίοπος ἐν τοῖς τρισὶ σχήμασι συλλογισμοὺς διὰ τῶν αὐτῶν ὅρων. εἰ δὲ τὰ ΓΔ μηδὲ θάτερον τῶν ΑΒ ἀλλ’ ἄλλο τι παρὰ ταῦτα, οὐ μόνον πολλοὶ ἔσονται οἱ συλλογισμοί, ὁ ΑΒ ΓΔ καὶ ὁ ΓΔ, ἀλλὰ καὶ ἀσύναπτοι ἀλλήλοις. εἰ δὲ τὰ ΓΔ οὐδὲν συνάγει, μάτην εἴληπται ἐν συλλογισμῷ, εἰ μὴ ἄρα ἐπαγωγῆς χάριν ἢ κρύψεως ἢ δι’ ἄλλο τι τοιοῦτον παρείληπται. εἶτα ἄνεισι πάλιν ἐπὶ τὰς λοιπὰς ὑποθέσεις τῶν ΑΒ. καὶ ἐπαγωγῆς μέν, ὡς πᾶσαν τέχνην χρήσιμον ἐδείξαμεν τῷ βίῳ διὰ γεωργίας καὶ ὑφαντικῆς. κρύψεως δὲ χάριν, ὅτι οὐ δεῖ συνεχεῖς τὰς δύο προτάσεις ἐρωτᾶν, ἐπεὶ συναισθόμενος ὁ ἐρωτώμενος ἐνστατικώτερος γίνεται, ἀλλὰ χρὴ ἐν μέσῳ τινὰ παρεμβαλεῖν οἰκείαν τῇ ἐρωτηθείσῃ προτάσει, εἶτα τὴν ἄλλην ἐπαγαγεῖν. οἷον εἰ πρόβλημα εἴη ὅτι ἡδονὴ ἀγαθόν, καὶ λάβωμεν ὅτι ἡ ἡδονὴ ἐφετόν, μὴ εὐθὺς εἴπωμεν τί οὖν; πᾶν ἐφετὸν ἀγαθόν; , ἀλλὰ ἐφετοῦ κατατείνωμεν λόγον, ὅτι καὶ τὸ καλὸν ἐφ’ ἑαυτὸ καλεῖ καὶ ἀγαθόν ἐστιν ἐφ’ ὃ πάντα ἄγαν θεῖ. καὶ εἴ τις βουλόμενος δεῖξαι τὴν ὑγείαν ἀγαθὸν εἴπῃ ‘ἡ ὑγίεια τῷ ἀγαθῷ ἀνδρὶ ἀγαθόν’, μὴ εὐθὺς ἐπαγέτω τὸ δὲ τῷ τοιούτῳ ἀγαθὸν καὶ ὄντως ἀγαθόν ἐστιν , ἀλλ’ ἐν μέσῳ λεγέτω πῶς γίνεται ἡ ὑγίεια, ὅτι τοῦ ἰατροῦ τοῖς στοιχείοις καὶ τοῖς χυμοῖς δικάζοντος. ποτὲ δὲ καὶ δι’ οἰκονομίαν· οἷον αἱ ἀρεταὶ δι’ αὑτὰς αἱρεταί, κἂν μὴ ἐπικάρπιαι ὦσι. ποτὲ καὶ διὰ τὸ ξηρὸν τοῦ διαλεκτικοῦ λόγου τοῦ καλλωπισμοῦ χάριν τοῦ λόγου ἐπεντίθεται. ποτὲ δὲ καὶ διὰ σαφήνειαν, ὡς ἐν ταῖς παραβολαῖς, ὅτι ὡς μία αἴσθησις τῶν ἐναντίων, οὕτω καὶ ἐπιστήμη. ποτὲ καὶ διὰ τὸ πρὸς ἐπίδειξιν ὁρᾶν τὸν λόγον ὀγκοῦμεν αὐτὸν ταῖς παρεμβολαῖς. p. 42a24 Εἰ δὲ εκ τῶν ΑΒ μὴ τὸ Ε ἀλλ’ ἄλλο τι γίνεται συμπέρασμα, ἐκ δὲ τῶν ΓΔ ἢ τούτων θάτερον ἢ ἄλλο παρὰ ταῦτα. ἄνεισι πάλιν ἐπὶ τὰ ΑΒ καὶ τὰς λοιπὰς ὑποθέσεις διελέγχει· μίαν γὰρ μόνην ἤλεγξε τὴν συνάγουσαν τὸ Ε. ἐὰν γάρ, φησίν, τὰ ΑΒ μὴ τὸ Ε συνάγῃ ἀλλ’ ἄλλο τι, ἐκ δὲ τῶν ΓΔ τοῦτο τὸ ἄλλο ἢ θάτερον τύχῃ ὄν ἢ ἀλλαχοῦ καὶ παρὰ ταῦτα, εἰ μὲν ἓν τῶν ΓΔ, προσυλλογισμός ἐστι τοῦ συλλογισμοῦ, καὶ διὰ τοῦτο οὐχ εἷς ὁ συλλογισμὸς ἀλλὰ πολλοί· εἰ δὲ ἄλλο παρὰ τὰ ΓΔ, καὶ μάτην ἐστὶν εἰλημμένα τὰ ΑΒ, εἰ διὰ τὸ Ε εἴληπται,