τῆς ἐρυσίβης. ἀλλὰ νῦν πάλιν πολλοὶ οἱ συλλογισμοί, ὅσῳ καὶ αἱ προτάσεις τῶν συλλογισμῶν μᾶλλον διεστήκασιν ἀλλήλων, καὶ ὅσα τὰ μέσα, τοσοῦτοι καὶ οἱ συλλογισμοί. καὶ τὸ αὐτὸ μὲν πρόβλημα διὰ πλειόνων ὅρων ἢ τριῶν, οὐ μὴν ὁ εἷς συλλογισμὸς περὶ οὗ ὁ λόγος. τρίτη συνηγορία. ἐνδέχεται κατηγορικὸν συλλογισμὸν διὰ πλειόνων ἢ τριῶν ὅρων προβαίνειν, ὡς ὁ Πλάτων ἐν Φαίδρῳ τὴν ψυχὴν ἀθάνατον ἀπέδειξε διὰ μέσου τοῦ αὐτοκινήτου καὶ ἀεικινήτου. ἀλλὰ πάλιν δύο εἰσὶ συλλογισμοί, ὅτι ἡ ψυχὴ ἀεικίνητον διὰ μέσου τοῦ αὐτοκινήτου, καὶ ὅτι ἀθάνατος διὰ μέσου τοῦ ἀεικινήτου. Ὅτι δὲ πᾶς συλλογισμὸς ἐκ δύο προτάσεων προσεχῶν, οὕτως δείκνυσιν· εἰ γὰρ δυνατόν, συναγέσθω τὸ Ε ἐκ τεττάρων προτάσεων προσεχῶν τῶν ΑΒ ΓΔ. αἱ ΑΒ προτάσεις τοίνυν ἢ συνάγουσί τι ἢ οὐ συνάγουσι· ἀλλ’ εἰ μὲν μὴ συνάγουσί τι, μάτην εἰλημμέναι εἰσίν· εἰ δὲ συνάγουσί τι, ἢ τὸ Ε συνάγουσιν ἢ μίαν τῶν ΓΔ λοιπῶν προτάσεων ἢ ἄλλο τι παρὰ ταῦτα· ἀλλ’ εἰ μὲν τὸ Ε, ἔχομεν τὸ ζητούμενον, ὅτι ἐκ δύο προτάσεων συλλογισμός· εἰ δὲ ἓν τῶν ΓΔ, οὐκέτι προσεχής ἐστιν ὁ συλλογισμὸς οὐδ’ ἁπλοῦς ἀλλὰ σύνθετος ἐκ προσυλλογισμοῦ· εἰ δὲ ἄλλο παρὰ τὸ Ε καὶ τὰ ΓΔ συνάγει τὰ ΑΒ, νῦν οὐ μόνον πολλοί εἰσιν οἱ συλλογισμοί, καθάπερ καὶ ἐπὶ τῆς δευτέρας ὑποθέσεως, ἀλλὰ καὶ ἀσύναπτοι πρὸς ἀλλήλους. ἃ δὲ ἐπὶ τῶν ΑΒ εἴρηται, ἁρμόσει καὶ ἐπὶ τῶν ΓΔ· πάλιν γὰρ τὰ ΓΔ ἢ συνάγει τι ἢ οὐ συνάγει· καὶ εἰ μὲν μὴ συνάγει, μάτην εἴληπται· εἰ δὲ συνάγει, εἰ μὲν τὸ Ε, παρέλκουσιν αἱ ΑΒ προτάσεις, καὶ ἐκ δύο προτάσεων προσεχῶν πᾶς συλλογισμός· εἰ δὲ ἓν τῶν ΑΒ, πολλοὶ ἔσονται οἱ συλλογισμοί, ὁ μὲν προσυλλογισμός, ὁ δὲ τοῦ προκειμένου· εἰ δὲ ἄλλο παρὰ τὰ ΑΒ, ἐναργῶς πολλοί εἰσιν οἱ συλλογισμοί· καὶ γὰρ ἀσύναπτοι πρὸς ἀλλήλους οἱ συλλογισμοί, καὶ οὐκ ἐκκρούει ἓν φαντάζουσα ἡ συνέχεια τῶν προτάσεων. Καὶ ὅτι πᾶσα ἀπόδειξις. πᾶσαν κατασκευὴν ἀπόδειξιν ἐκάλεσεν. p. 41b37 Ἐὰν μὴ δι’ ἄλλων καὶ ἄλλων. ἢ τῇ σχέσει, ὡς ἐν τῇ πρώτῃ συνηγορίᾳ, ἢ τῷ ὑποκειμένῳ, ὡς ἐν τῇ δευτέρᾳ. p. 41b38 Οἷον τὸ Ε διά τε τῶν ΑΒ καὶ τῶν ΓΔ. τοῦτο παράδειγμα τῆς δευτέρας συνηγορίας τῆς τὸ αὐτό, τὸ Ε τυχόν, συναγούσης δι’ ἄλλων καὶ ἄλλων ὄρων τῷ ὑποκειμένῳ, οἷον τῶν ΑΒ καὶ ΓΔ· καὶ γὰρ τὰ ΑΒ τῶν ΓΔ τῷ ὑποκειμένῳ διαφέρει. p. 41b39 Ἢ διὰ τῶν ΑΒ καὶ ΒΓ καὶ ΑΓ. τοῦτο παράδειγμα τῆς πρώτης συνηγορίας, ὅπου τὸ αὐτὸ συνάγεται, οἷον τὸ Ε, δι’ ἄλλων καὶ ἄλλων τῇ σχέσει μόνον· διὸ καὶ ἕνα κοινὸν ὅρον ἔχουσι καὶ ἕνα διάφορον τὰ ΑΒ καὶ ΒΓ καὶ ΑΓ· καὶ γὰρ τὸ δεύτερον πρῶτον γίνεται τῆς μείζονος ἀντιστραφείσης, τὸ δὲ τρίτον τῆς ἐλάττονος. ΑΒ οὖν τὸ πρῶτον σχῆμα, καὶ Α μὲν ἡ μείζων πρότασις, Β δὲ ἡ ἐλάττων· καὶ ἐν μὲν τῷ δευτέρῳ σχήματι τῷ ΒΓ ἡ ἐλάττων τοῦ ΑΒ ἔμεινε, τὸ Β· ἐν δὲ τῷ τρίτῳ σχήματι τῷ ΑΓ ἡ μείζων ἔμεινε τοῦ ΑΒ, τὸ Α. p. 41b40 Τούτων δ’ ὄντων οὐχ εἷς ἀλλὰ πολλοί εἰσιν οἱ συλλογισμοί. ἡ λύσις τῶν δύο συνηγοριῶν, ὅτι οὐκ ἔμεινεν εἷς ὁ συλλογισμός, εἰ καὶ τὸ πρόβλημα. p. 42a1 Ἢ πάλιν ὅταν ἑκάτερον. ἡ τρίτη συνηγορία ἡ καὶ πιθανωτέρα, διὸ καὶ ἰδικῆς λύσεως αὐτὴν ἀξιοῖ, ἡ ἑνὸς συλλογισμοῦ ἐμμέσους τὰς προτάσεις λαμβάνουσα. καὶ λύει τοῦτο λέγων τρεῖς εἶναι τοὺς συλλογισμούς, ἐπειδὴ καὶ τρία τὰ συμπεράσματα, αἱ δύο προτάσεις καὶ τὸ συπέρασμα· αἱ μὲν γὰρ τῶν προσυλλογισμῶν εἰσι συμπεράσματα, τὸ δὲ τοῦ συλλογισμοῦ. p. 42a3 Ἡ τὸ μὲν ἐπαγωγῇ τὸ δὲ συλλογισμῷ. οἷον εἰ πρόβλημα εἴη ὅτι ἡ ἰατρικὴ χρήσιμος τῷ βίῳ καὶ εἴπωμεν· ἡ ἰατρικὴ τέχνη ἐστίν, πᾶσα τέχνη χρήσιμος τῷ βίῳ, καὶ ἡ ἰατρικὴ ἄρα· καὶ τὴν μὲν ἐλάττονα κατασευάσομεν διὰ συλλογισμοῦ· ἡ ἰατρικὴ μέθοδος ὁδοποιητική, πᾶσα μέθοδος ὁδοποιητικὴ τέχνη, καὶ ἡ ἰατρικὴ ἄρα τέχνη· τὴν δὲ μείζονα, ὅτι πᾶσα τέχνη χρήσιμος τῷ βίῳ, δι’ ἐπαγωγῆς· καὶ γὰρ γεωργία καὶ ὑφαντική. ἢ ὡς ὁ Πλάτων ἐν τῇ Πολιτείᾳ· τοῦ γὰρ Θρασυμάχου εἰπόντος τὴν δικαιοσύνην κακοβουλίαν αὐτὸς κατασκευάζει