εἰς τὰ τρία σχήματα ἀνάγονται· καθ’ οὗ τὸ Α, καὶ τὸ Β· τρίτον γάρ ἐστιν σχῆμα. καὶ οὐδὲ διὰ μέσου ἄλλου εἰς τὰ τρία σχήματα τελοῦσιν οἱ δ’ ὅλου ὑποθετικοὶ καὶ οἱ κατὰ πρόσληψιν, καθάπερ πάντες οἱ μικτοὶ ὑποθετικοὶ, ἀλλὰ διὰ τὴν πλοκὴν τὴν οἰκείαν. πᾶσα ἄρα κατασκευὴ ὑπὸ τὰ τρία σχήματα  ἀνάγεται· τοῦτο δὲ ἦν τὸ προκείμενον. ΠΕΡΙ ΥΠΟΘΕΤΙΚΩΝ ΣΥΛΛΟΓΙΣΜΩΝ ΕΚ ΤΟΥ ΜΟΝΟΒΙΒΛΟΥ ΑΜΜΩΝΙΟΥ. Ἐπειδὴ τοὺς μὲν κατηγορικοὺς συλλογισμοὺς ἀνελλειπῶς ὁ Ἀριστοτέλης ἐλεπτούργησε, τοὺς ἁπλοῦς πάντας, τοὺς μικτοὺς πάντας, τὰ σχήματα πάντα, τοὺς τρόπους  πάντας, τῆς δὲ τῶν ὑποθετικῶν τεχνολογίας οὐ πάνυ φαίνεται φροντίσας (μόνον γάρ  φησιν περὶ αὐτῶν ὅτι οἱ δ’ ἀδυνάτου μέρος τῶν ἐξ ὑποθέσεως καὶ ὅτι καὶ οἱ δ’  ἀδυνάτου καὶ οἱ ἐπ’εὐθείας ὑποθετικοὶ εἰς τὰ τρία σχήματα ἀνάγονται τῷ δεῖσθαι  κατηγορικοῦ συλλογισμοῦ ἤ τὸ ψεύδος κατασκευάζοντος ἤ τὴν πρόσληψιν) καὶ ἡμῖν   παρακελεύεται ἐν τῷ πέρατι τοῦ δευτέρου τμήματος τοῦ βιβλίου τοῦτου διελεῖν τοὺς ὑποθετικοὺς λέγων ‟δεῖ δ’ ἐπισκέψασθαι καὶ διελεῖν ποσαχῶς οἱ ἐξ ὑποθέσεως”,φέρε  τὸ προσταχθὲν ποιήσωμεν, καὶ ὀκτὼ ταῦτα περὶ τῶν ὑποθετικῶν ζητήσωμεν ᾱ διὰ  τί μὴ ἐπλάτυνεν ὁ Ἀριστοτέλης καὶ τὸν περὶ τῶν ὑποθετικῶν λόγον; ἢ ὡς τῶν Στωικῶν ἀκριβωσάντων αὐτούς. ἢ ὅτι οὐδὲ συλλογισμοί εἰσιν ἁπλῶς οὗτοι, ἀλλὰ τὸ ὅλον τοῦτο ἐξ ὑποθέσεως συλλογισμοί. ἢ ὅτι ἠρκέσθη τοῖς κατηγορικοῖς· διὰ τούτων γὰρ καὶ οἱ ὑποθετικοί. β̄. τίνα τὰ ὀνόματα οἷς οἱ Στωικοὶ κέχρηνται; οὗτοι τοίνυν τὰ πράγματα τυγχάνοντα καλοῦσι· τέλος γὰρ τὸ τυχεῖν τούτων. τὰ νοήματα ἐκφορικά· ταῦτα γὰρ ἐκφέρομεν διὰ τῶν φωνῶν. τὰς φωνὰς λεκτά. τὸ συνημμένον ἢ διεζευγμένον τροπικὸν διὰ τὸ τρόπον ποιεῖσθαι ἀπ’ ἄλλης προτάσεως εἰς ἄλλην. τὸ ἡγούμενον ὁμοίως ἡμῖν ἡγούμενον· τὸ ἑπόμενον λῆγον· τὴν πρόσληψιν ὁμοίως ἡμῖν πρόσληψιν. ὁ δὲ Ἀριστοτέλης μετάληψιν αὐτὴν καλεῖ διὰ τὸ μεταλαμβάνεσθαι ἀπὸ ἀμφιβολίας εἰς ἐνέργειαν· οὐκέτι γὰρ μετὰ ἐνδοιαστικοῦ συνδέσμου λέγεται. καὶ ἄμεινον ὁ Ἀριστοτέλης· οὐ γὰρ ἄλλη παρὰ τὰ προκείμενα προστίθεται, ὥσπερ ἐφεξῆς αὐτὸς καλεῖ κατὰ πρόσληψιν πρότασιν καθ’ οὗ ὁ ἄνθρωπος, κατὰ τούτου καὶ ζῷον’· προστίθεται γὰρ ‘ἄνθρωπος δὲ κατὰ Σωκράτους’. ὃ δ’ ἡμεῖς λέγομεν συμπέρασμα, ἐκεῖνοι ἐπιφορὰν καλοῦσι. τοὺς δ’ ὑποθετικοὺς συλλογισμοὺς ἀναποδείκτους καλοῦσι καὶ θέματα. γ̄. τὴν ὁμοιότητα καὶ τὴν ἀνομοιότητα τῶν κατηγορικῶν συλλογισμῶν καὶ τῶν ὑποθετικῶν. ὃ τοίνυν ἐν τοῖς κατηγορικοῖς αἱ δύο προτάσεις, τοῦτο ἐν τοῖς ὑποθετικοῖς τὸ συνημμένον ἢ διεζευγμένον καὶ ἡ πρόσληψις· ὃ δ’ ἐκεῖ ἡ ἐλάττων, τοῦτο νῦν τὸ ἡγούμενον· καὶ ὃ ἡ μείζων, τοῦτο τὸ ἑπόμενον καὶ ἡ πρόσληψις· καὶ ὃ ἐν τοῖς κατηγορικοῖς ὁ μέσος ὅρος, τοῦτο νῦν ὁ σύνδεσμος ὁ ‛εἰ’ τυχὸν ἢ ὁ ‛ἤ ’ καὶ ἁπλῶς ἡ σχέσις· ποτὲ γὰρ καὶ μετοχὴ συνδεῖ, οἷον ἡλίου ὑπὲρ γῆν ὄντος ἡμέρα ἐστίν. διαφέρουσι δέ, ὅτι ἐν μὲν τοῖς κατηγορικοῖς ἄμφω αἱ προτάσεις ὁμολογούμεναι ἦσαν, καὶ ὅτι τρίτον παρὰ ταύτας τὸ συμπέρασμα κατασκευάζεται, νῦν δὲ μία μόνον σαφής, καὶ ἡ ἑτέρα δι’ αὐτῆς κατασκευάζεται. δ̄. πόσα τὰ εἴδη τῶν ὑποθετικῶν συλλογισμῶν; εἰσὶ τοίνυν οὗτοι οἱ ὑπογεγραμμένοι. πρῶτος ὁ ἐξ ἀκολουθίας τῇ θέσει τοῦ ἡγουμένου τὸ ἑπόμενον τιθείς· εἰ ἄνθρωπος, καὶ ζῷον· τὸ δὲ πρῶτον· καὶ τὸ δεύτερον. δεύτερος ὁ ἐξ ἀκολουθίας τῇ ἀναιρέσει τοῦ ἑπομένου τὸ ἡγούμενον ἀναιρῶν· εἰ ἄνθρωπος, καὶ ζῷον· ἀλλὰ μὴν οὐ ζῷον· οὐδὲ ἄνθρωπος. εἰ μὴ ζῷον, οὐδὲ ἄνθρωπος· ἀλλὰ μὴν ἄνθρωπος· ζῷον ἄρα. οὗτος δὲ καὶ σὺν ἀντιθέσει ἀντιστροφὴ λέγεται. τρίτος ὁ ἐκ διαστάσεως καὶ ἀποφατικῆς συμπλοκῆς τῇ θέσει ἀναιρῶν· οὐχὶ καὶ ἄνθρωπος καὶ ἵππος τὸ αὐτό· ἀλλὰ μὴν ἄνθρωπος· οὐκ ἄρα ἵππος. τέταρτος ὁ ἐκ διαστάσεως τῇ θέσει ἀναιρῶν· ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ· ἀλλὰ μὴν ἡμέρα ἐστίν· οὐκ ἄρα νύξ.