<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg4016.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="folio" xml:base="urn:cts:greekLit:tlg4016.tlg005.1st1K-grc1" n="251r"><p><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:39b.9">p. 39b9</bibl> Καὶ οὐχ ὅτι ὑπάρχει. καίτοι ὑπάρχον συνάγεται τῆς ὑπαρχούσης καθόλου ἀποφατικῆς οὔσης. ἢ οὐκ ἀεὶ συνάγεται ὑπάρχον, ἀεὶ δ’ ἐνδεχόμενον· τὸ γὰρ κοινόν. </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:39b.9">p. 39b9</bibl> Συλλογισμὸς δ’ ἐστὶ τὸν αὐτὸν τρόπον ἐχόντων τῶν ὅρων ὃν καὶ ἐν τοῖς πρότερον· ὡς γὰρ ἐν πρώτῳ καὶ δευτέρῳ σχήματι, οὕτως καὶ νῦν ἐπὶ τῶν μίξεων ἐνδεχομένου καὶ ὑπάρχοντος κυρίως ἐνδεχόμενον συνάγεται, εἰ μὴ τύχῃ ἡ ὑπάρχουσα καθόλου ἀπόφασις οὖσα. </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:39b1.4">p. 39b14</bibl> Ὅτε γὰρ ἡ ἑτέρα τῶν προτάσεων. ἔδει μὲν εἰπεῖν ὅτι τὸ κυρίως ἐνδεχόμενον συνάγεται, ἐπειδὴ ἀνῆκται εἰς τρόπον τοῦ πρώτου σχήματος μὴ ἔχοντα <pb facs="commentariainari04akaduoft_0936"/> καθόλου ἀπόφασιν ὑπάρχουσαν· ὁ δὲ ἀντὶ τούτου φησὶν νῦν, καὶ ἑξῆς δὲ τὸ αὐτὸ ἐρεῖ, ὅτι ἐνδεχόμενον συνάγεται, ἐπειδὴ δέδεικται ἐν πρώτῳ σχήματι τῇ χείρονι ἑπόμενον τὸ συμπέρασμα ἐπὶ τῆς μίξεως ἐνδεχομένου καὶ ὑπάρχοντος. </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:39b3.1">p. 39b31</bibl> Εἰ δ’ ἡ μὲν κατάφασις καθόλου ἡ δ’ ἐν μέρει στερητική. τὸν πέμπτον τρόπον, ὅς ἐστιν ἐκ τοῦ παντὶ καὶ οὐ παντί, τὸν ἔχοντα τὴν καθόλου ὑπάρχουσαν τὴν δὲ μερικὴν ἐνδεχομένην δι’ ἀδυνάτου δείκνυσιν οὕτως· τὸ Α οὐ παντὶ τῷ Γ ἐνδεχομένως· τὸ Β παντὶ τῷ Γ ὑπαρχόντως· λέγω ὅτι τὸ Α τῷ Β οὐ παντὶ ἐνδέχεται· εἰ γὰρ μή, τὸ Α τῷ Β παντὶ ἐξ ἀνάγκης, τὸ δὲ Β παντὶ τῷ Γ ὑπαρχόντως· τὸ Α ἄρα παντὶ τῷ Γ ἐξ ἀνάγκης· τῇ γὰρ μείζονι ἕπεται τὸ συμπέρασμα ἐν πρώτῳ σχήματι ἐπὶ τῆς μίξεως ὑπάρχοντος καὶ ἀναγκαίου· ἀλλὰ καὶ ἐνδέχεται μὴ παντὶ τὸ Α τῷ Γ· ὅπερ ἀδύνατον. ἀλλὰ [καὶ] διὰ τί τὸν τρόπον τοῦτον οὐκ ἔδειξε δι’ ἀντιστροφῆς; ἢ ὅτι πολλῶν ἀντιστροφῶν ἐδέετο· τεσσάρων γάρ· ἔδει γὰρ τὴν μείζονα πρότασιν τὴν οὐ παντὶ ποιῆσαι τινί, εἶτα τὴν τινὶ πρὸς ἑαυτὴν ἀντιστρέψαι κατὰ τὴν ἁπλῆν, εἶτα τὸ συμπέρασμα τὸ τινὶ πρὸς ἑαυτὸ ἀντιστρέψαι, εἶτα μεταλαβεῖν αὐτὸ εἰς τὸ οὐ παντί, ἵνα μὴ κατάφασις συναχθῇ ἐκ καταφάσεως καὶ ἀποφάσεως. </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:40a.2">p. 40a2</bibl> Ἡ ἐν τοῖς καθόλου καὶ διὰ τῶν  </p></div><div type="textpart" subtype="folio" xml:base="urn:cts:greekLit:tlg4016.tlg005.1st1K-grc1" n="251v"><p>αὐτῶν ὅρων. ἀλλ’ οὐκ εἶπεν ὅρους ἐπὶ τῶν ἐξ ἀμφοτέρων καθόλου ἐνδεχομένων ἀλλ’ ἐπὶ τῶν ἐξ ἀμφοτέρων μερικῶν ἐνδεχομένων. ἢ τὰς ἐξ ἀμφοτέρων μερικῶν ἐνδεχομένων καθόλου καλεῖ νῦν ὡς δι’ ὅλου τὸ ἐνδεχόμενον ἐχούσας.</p><p rend="align(center)" style="header">ΣΧΗΜΑ Γ ΜΙΞΕΩΣ ΕΝΔΕΧΟΜΕΝΟΥ ΚΑΙ ΑΝΑΓΚΑΙΟΥ.</p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:40a.4">p. 40a4</bibl> Εἰ δ’ ἐστὶν ἡ μὲν ἀναγκαία τῶν προτάσεων ἡ δ’ ἐνδεχομένη. Ὅτι τῆς ἀναγκαίας καθόλου ἀποφάσεως οὔσης καὶ ἐνδεχόμενον μηδενὶ καὶ ὑπάρχον μηδενί φησι συνάγεσθαι, οὐ μὴν τὸ ἐξ ἀνάγκης οὐδενί· ἄλλο γὰρ τὸ οὐδενὶ ἐξ ἀνάγκης τὸ ἀναιροῦν τὸν τρόπον, ὃ καὶ συνάγεται παρὰ τὸ ἐξ ἀνάγκης οὐδενί.  </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:40a1.5">p. 40a15</bibl> Οὕτω γὰρ συνέπιπτεν ἐπὶ τοῦ πρώτου σχήματος. τὸ κυρίως ἐνδεχόμενον ἐν τῷ πρώτῳ σχήματι συνήγετο, ὅτε οὐκ ἦν ἡ ἀναγκαία καθόλου ἀπόφασις.  </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:40a2.1">p. 40a21</bibl> Ἔσται δὴ πάλιν τὸ πρῶτον σχῆμα. ὑπάκουσον τὸ κυρίως ἐνδεχόμενον συνάγον· τούτου γὰρ τὴν αἰτίαν ἐπάγει.  </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:40a3.6">p. 40a36</bibl> Ὅροι. νῦν τὸν μέσον τῇ προφορᾷ καὶ οὐ τὸν τελευταῖον μέσον λαμβάνει τοῦ σχήματος, τὸν ἵππον.
       <lg rend="blockquote;figure"><lg rend="align(left)"><l>ΥΠΝΟΣ <space/>ΚΑΘΕΥΔΩΝ ΑΝΘΡΩΠΟΣ </l><l>ΙΠΠΟΣ</l></lg><lg rend="align(right)"><l>ΥΠΝΟΣ <space/>ΕΓΡΗΓΟΡΩΣ ΑΝΘΡΩΠΟΣ</l><l>ΙΠΠΟΣ</l></lg></lg></p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:40b1.2">p. 40b12</bibl> Φανερὸν οὖν καὶ ἐν τούτῳ τῷ σχήματι πότε. ὅτε μία καθόλου ἐστὶν καὶ ἡ ἐλάττων καταφατική, εἴτε ὑπάρχουσά ἐστιν ἢ ἀναγκαία. πῶς. τῆς ἀποφατικῆς ἐνδεχομένης εἰς κατάφασιν μεταβαλλομένης καὶ ἢ δι’ ἀντιστροφῆς ἢ <pb facs="commentariainari04akaduoft_0937"/> δι’ ἀδυνάτου. </p></div><div type="textpart" subtype="folio" xml:base="urn:cts:greekLit:tlg4016.tlg005.1st1K-grc1" n="252r"><p>καὶ πότε τοῦ ἐνδέχεσθαι καὶ πότε τοῦ ὑπάρχειν. τὸ κυρίως, φησίν, ἐνδεχόμενον συνάγουσιν οἱ μὴ ἔχοντες τὴν ἀναγκαίαν καθόλου ἀποφατικήν.</p><p rend="align(center)" style="header">ΣΥΝΟΨΙΣ ΤΩΝ ΜΙΞΕΩΝ.</p><p rend="align(indent)">Τριῶν ὄντων τρόπων, ὑπάρχοντος, ἀναγκαίου, ἐνδεχομένου, τριῶν δὲ καὶ σχημάτων ἐννέα εἰσὶν αἱ πᾶσαι μίξεις. καὶ ἐπὶ μὲν τῆς μίξεως ὑπάρχοντος καὶ ἀναγκαίου ἐν μὲν πρώτῳ σχήματι τῇ μείζονι βούλεται ἕπεσθαι τὸ συμπέρασμα, ἐν δὲ δευτέρῳ τῇ ἀντιστρεφομένῃ ἐν τῇ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῇ, ἐν δὲ τρίτῳ τῇ μὴ ἀντιστρεφομένῃ, ὅταν δηλαδὴ δι’ ἀντιστροφῆς γένηται ἡ ἀπόδειξις, εἰ δὲ δι’ ἀδυνάτου μόνον, ὡς ἐν τῷ τετάρτῳ τοῦ δευτέρου καὶ τῷ πέμπτῳ τοῦ τρίτου, τῇ χείρονι. ἐπὶ δὲ τῶν λοιπῶν ἐξ μίξεων τὸ κυρίως ἐνδεχόμενον συνάγεσθαι, εἰ μὴ τύχῃ ἡ συμπλεκομένη τῇ ἐνδεχομένῃ προτάσει καθόλου ἀποφατικὴ ὑπάρχουσα πάντως ἢ ἀναγκαία· τότε γὰρ ἐπὶ μὲν ἐνδεχομένου καὶ ὑπάρχοντος τὸ ὑπάρχον συνάγεσθαι, ἐπὶ δὲ ἐνδεχομένου καὶ ἀναγκαίου τὸ ἐξ ἡμισείας ἐνδεχόμενον καὶ ἀναγκαῖον. οἱ δ’ ἑταῖροι αὐτοῦ καὶ οἱ Πλατωνικοὶ ἀεὶ τῇ χείρονι ἕπεσθαι τὸ συμπέρασμα βούλονται ἐπὶ τῶν ἐννέα μίξεων.</p><p rend="align(center)" style="header">ΕΙΣ ΤΑΣ ΜΙΞΕΙΣ. </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:40b1.7">p. 40b17</bibl> Ὅτι μὲν οὖν οἱ ἐν τούτοις τοῖς σχήμασι. Διδάξας ὁ Ἀριστοτέλης πάντας τοὺς κατηγορικοὺς συλλογισμούς, ἁπλοῦς, μικτούς, ἀνάγει νῦν πάντας τοὺς συλλογισμούς, κατηγορικούς, ὑποθετικούς, ἐπ’ εὐθείας, δι’ ἀδυνάτου, ἁπλοῦς, συνθέτους, εἰς τὰ τρία σχήματα. καὶ τέως τοὺς ἁπλοῦς κατηγορικοὺς, οἱ καὶ πάντως ἐπ’ εὐθείας εἰσίν, τὸν τρόπον τοῦτον· εἰ δέοι δεῖξαι τὴν ΑΒ πρότασιν, ἢ οὐ ληψόμεθά τι ἢ ληψόμεθα πρὸς κατασκευὴν αὐτῆς· ἀλλ’ εἰ μὲν τὸ πρῶτον, τὸ ἐν ἀρχῇ αἰτησόμεθα· εἰ δὲ τὸ δεύτερον, ἢ ἓν ἢ πολλά· ἀλλ’ εἰ μὲν ἕν, οὐ γίνεται συλλογισμός· τεθέντων γὰρ τινῶν, ἀλλ’ οὐ τεθέντος τινὸς οὗτος γίνεται· εἰ δὲ πολλά, ἢ δύο ἢ πλείονα· καὶ εἰ δύο, ἀμφοτέρων τῶν ΑΒ ὅρων ἤρτηται· ὁ μὲν γὰρ ἁπλῶς συλλογισμὸς ἐκ τῶν ἁπλῶς προτάσεων, ὁ δὲ τοῦδε ἐκ 〈τῶν〉 τοῦδε, καὶ ὁ πρὸς τόδε ἐκ τῶν πρὸς τόδε, ὁ δὲ τοῦδε πρὸς τόδε ἐκ τῶν τοῦδε πρὸς τόδε. ἕξουσιν οὖν  </p></div><div type="textpart" subtype="folio" xml:base="urn:cts:greekLit:tlg4016.tlg005.1st1K-grc1" n="252v"><p>αἱ δύο προτάσεις κοινὸν ὅρον· καὶ οὗτος ἢ ἐν ἀμφοτέροις κατηγορεῖται ἢ ἐν ἀμφοτέροις ὑπόκειται ἢ ἀναμίξ· καὶ γίνονται τὰ τρία σχήματα. ὁμοίως δὲ καὶ ὁ σύνθετος κατηγορικὸς συλλογισμὸς ὑπὸ τὰ τρία σχήματα ἀνάγεται· δύο γάρ εἰσιν αἱ κύριαι αὐτοῦ προτάσεις· αἱ δ’ ἄλλαι προσυλλογισμοὺς ποιοῦσιν, ὡς ἑξῆς δείκνυσιν. καὶ οἱ δι’ ἀδυνάτου δὲ συλλογισμοὶ σύνθετοι ὑποθετικοὶ ὄντες ὑπὸ τὰ τρία σχήματα τελοῦσι· καὶ οἱ ἁπλοῖ δὲ ὑποθετικοί· οἱ μὲν δι’ ἀδυνάτου, ἐπειδὴ δεόνται κατηγορικοῦ συλλογισμοῦ τοῦ τὸ ἀδύνατον δεικνύντος, οἷον τοῦ γεωμετρικοῦ θεωρήματος τοῦ δεικνύντος διὰ κατηγορικοῦ συλλογισμοῦ πῶς, εἰ ἡ διάμετρος τῇ πλευρᾷ σύμμετρος, ὁ αὐτὸς ἀριθμὸς καὶ ἄρτιος καὶ περιττός· οἱ δ’ ἁπλοῖ ὑποθετικοί, ἤτοι οἱ ἐπ’ εὐθείας, ἐπειδὴ δέονται κατηγορικοῦ συλλογισμοῦ τοῦ τὴν πρόσληψιν δεικνύντος· δεῖ γάρ, φησὶν Ἀριστοτέλης, ἐν τοῖς ὑποθετικοῖς συλλογισμοῖς τὸ μὲν συνημμένον ὡμολογῆσθαι πάντως, τὴν δὲ πρόσληψιν ἀμφιβάλλεσθαι. καὶ εὖ γε ἀμφότερα· εἰ γὰρ ἀμφιβάλλοιτο τὸ συνημμένον, ἀμφιβάλλεται καὶ τὸ ὑποθετικοὺς <pb facs="commentariainari04akaduoft_0938"/> αὐτοὺς εἶναι, καὶ ὁ κατασκευάζων τὸ συνημμένον ἅμα κατασκευάζει καὶ ὅτι ὑποθετικοί εἰσιν· καὶ εἰ ὡμολόγηται καὶ ἡ πρόσληψις, οὐδ’ ὑποθετικοῦ συλλογισμοῦ χρεία. καὶ ἄλλως δὲ καθόλου πᾶς ὑποθετικός, ἐπ’ εὐθείας καὶ δι’ ἀδυνάτου, κατηγορικοῦ συλλογισμοῦ δεῖται· εἰ γὰρ ἀεὶ ὑποθέσεις δι’ ὑποθέσεως κατασκευάσομεν, οὐδέποτε στησόμεθα. εἰ οὖν πᾶς ὑποθετικὸς συλλογισμὸς κατηγορικοῦ δεῖται, πᾶς δὲ κατηγορικὸς διὰ τῶν τριῶν σχημάτων γίνεται, καὶ πᾶς ἄρα ὑποθετικὸς καὶ πᾶς συλλογισμὸς τῶν τριῶν σχημάτων δεῖται. καὶ διὰ τοῦτο ἅπασα πίστις εἰς τὸ πρῶτον ἀνάγεται σχῆμα καὶ τοῦ πρώτου σχήματος εἰς τοὺς καθόλου συλλογισμούς. </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:40b1.7">p. 40b17</bibl> Ὅτι μὲν οὖν. ἐπειδὴ δέδεικται ὅτι οἱ ἐν τοῖς τρισὶ σχήμασι συλλογισμοὶ ὑπὸ τὸ πρῶτον σχῆμα ἀνάγονται καὶ τοὺς τοῦ πρώτου καθόλου δύο συλλο γισμοὺς, δείξομεν νῦν ὅτι καὶ πᾶς [κατηγορικὸς] συλλογισμὸς </p></div><div type="textpart" subtype="folio" xml:base="urn:cts:greekLit:tlg4016.tlg005.1st1K-grc1" n="253r"><p>οὕτως ἔχει, εἰ πρότερον δείξωμεν ὅτι πᾶς κατηγορικὸς συλλογισμὸς ὑπὸ τὰ τρία σχήματα ἀνάγεται, οὐ μόνον δὲ πᾶς κατηγορικὸς συλλογισμὸς οὕτως ἔχει ἀλλὰ καὶ πᾶς ὑποθετικός, οὗ μέρος ὁ δι’ ἀδυνάτου· πᾶς μὲν γὰρ δι’ ἀδυνάτου ὑποθετικός, οὐ πᾶς δὲ ὑποθετικὸς δι’ ἀδυνάτου, ὥσπερ καὶ πᾶς μὲν κατηγορικὸς ἐπ’ εὐθείας, οὐ πᾶς δ’ ἐπ’ εὐθείας κατηγορικός· ἐπ’ εὐθείας γὰρ ἀλλ’ οὐ κατηγορικὸς ὅδε· ἀριθμὸς ἢ ἄρτιος ἢ περιττός ἐστιν· ἀλλὰ μὴν οὐκ ἄρτιος· περιττὸς ἄρα.  </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:40b3.3">p. 40b33</bibl> Τὸ δὲ Γ κατὰ μηδενός. ἵνα ᾖ τὸ πρῶτον σχῆμα· τὸ Α κατὰ τοῦ Γ, τὸ Γ κατὰ τοῦ Δ.  </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:40b3.4">p. 40b34</bibl> Μηδ’ ἄλλο κατ’ ἐκείνου. ἵνα ᾖ τὸ τρίτον σχῆμα· τὸ Α καὶ Δ κατὰ τοῦ Γ. τὸ δὲ δεύτερον παρῆκεν ὡς διὰ τῶν ἄκρων εἰσφερόμενον.  </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:40b3.4">p. 40b34</bibl> Μηδὲ κατὰ τοῦ Α ἕτερον. πάλιν τὸ πρῶτον σχῆμα· τὸ Δ κατὰ τοῦ Α, τὸ Α κατὰ τοῦ Γ.  </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:40b3.7">p. 40b37</bibl> Ἐὰν μὲν οὖν ληφθῇ τὸ Α κατ’ ἄλλου ἢ ἄλλο κατὰ τοῦ Α. ὅτι οὐ δεῖ πρὸς μόνον τὸν μείζονα ὅρον συνῆφθαι τὰς προτάσεις.  </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:40b3.8">p. 40b38</bibl> Ἢ κατὰ τοῦ Γ ἕτερον. ἵνα ᾖ τὸ τρίτον σχῆμα· τὸ Α 〈καὶ Δ〉 κατὰ τοῦ Γ. πάλιν δὲ μόνῳ τῷ μείζονι συνημμέναι εἰσὶν αἱ προτάσεις.  </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:40b4.0">p. 40b40</bibl> Οὐδ’ ὅταν. ὅτι [οὐ] δεῖ ἀμφοτέρων τῶν ἄκρων τοῦ συμπεράσματος ἀπηρτῆσθαι τὰς προτάσεις.  </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:41a1.8">p. 41a18</bibl> Ὁ γὰρ αὐτὸς λόγος. ὅτι πᾶς σύνθετος κατηγορικὸς ὑφ’ ἓν τῶν τριῶν σχημάτων ἀνάγεται· δύο γὰρ αὐτοῦ αἱ κύριαι προτάσεις· αἱ δ’ ἄλλαι προσυλλογισμὸν ποιοῦσιν.  </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:41a2.1">p. 41a21</bibl> 〈Ὅτι μὲν οὖν οἱ δεικτικοί.〉 ὅτι τοὺς ἐπ’ εὐθείας δεικτικοὺς καλεῖ, τοὺς δὲ δι’ ἀδυνάτου κύκλῳ, ἐπειδὴ οἱ μὲν ἐπ’ εὐθείας σύντομοι ὡς αὐτόθεν τὸ προκείμενον δεικνύντες (καὶ γὰρ ἡ εὐθεῖα ἐλαχίστη πασῶν τῶν τὰ αὐτὰ πέρατα ἐχουσῶν, ὅθεν καὶ τὸ εὐθέως ἀπὸ τῆς εὐθείας εἴρηται), οἱ δὲ δι’ ἀδυνάτου πολλὴν ὁδὸν βαδίζουσι τὰ ἀντικείμενα ἀναιροῦντες, ἵνα τὰ προκείμενα εἰσαγάγωσιν, ὅθεν καὶ κύκλον ἐν τῇ συνηθείᾳ φαμὲν ἐπὶ τῶν μακρᾶς ὑποθέσεως δεομένων.  </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:41a2.4">p. 41a24</bibl> Τὸ μὲν ψεῦδος περαίνοντες συλλογίζονται. ὅτι ὁ Ἀριστοτέλης τὸν μὲν κατηγορικὸν καὶ συλλογισμὸν ἁπλῶς καλεῖ, τὸν δ’ ὑποθετικὸν συλλογισμὸν τὸ <pb facs="commentariainari04akaduoft_0939"/> συναμφότερον μόνον, οὐδέποτε δὲ ἁπλῶς συλλογισμόν,  </p></div></div></body></text></TEI>