<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg4016.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="folio" xml:base="urn:cts:greekLit:tlg4016.tlg005.1st1K-grc1" n="250r"><p>ἡ γὰρ ἐγρήγορσις ὡς ἔγερσις κίνησίς ἐστιν. ἀλλ’ ἔστ’ ἄν, φασί, κίνησις ἐνδέχηται παντὶ ζῴῳ, οὐκ ἔστιν ἐγρηγορός τι, ἵνα καὶ κινῆται. ὥστε οὐ καλῶς ἔχουσιν οἱ ὅροι. </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:38b.3">p. 38b3</bibl> Οὐδὲ τῶν ἀντικειμένων καταφάσεων. καλῶς τὸ πληθυντικόν· τὸ γὰρ ἀνάγκη οὐδενὶ πᾶσαν κατάφασιν ἀναιρεῖ, ἀναγκαίαν, ὑπάρχουσαν, ἐνδεχομένην. </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:38b.8">p. 38b8.12</bibl> Εἰλήφθω γὰρ τὸ Α τῷ Β ἐξ ἀνάγκης μὴ ὑπάρχειν. κἄν εἰ πρὸς τῷ Γ τεθείη τὸ στερητικόν, ὡσαύτως. οὗτός ἐστιν ὁ τριῶν ἀντιστροφῶν δεόμενος· αἵ τε γὰρ προτάσεις ἀντιστρέφουσι καὶ τὸ συμπέρασμα. </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:39a.1">p. 39a1</bibl> Δῆλον δὲ ὅτι καὶ πάντες ἀτελεῖς. κοινὸν συμπέρασμα τῶν ἐν δευτέρῳ σχήματι δύο μίξεων ἐνδεχομένου καὶ ὑπάρχοντος, ἐνδεχομένου καὶ ἀναγκαίου, ὅτι πάντες ἀτελεῖς (οὐδεὶς γὰρ ἐδείχθη διὰ τοῦ κατὰ παντὸς καὶ κατὰ μηδενός, ἀλλὰ δι’ ἀδυνάτου πάντες) καὶ τὸ ἐξ ἡμισείας ἐνδεχόμενον συνάγουσι. </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:39a.2">p. 39a2</bibl> Καὶ τελειοῦνται διὰ τῶν πρώτων σχημάτων. πληθυντικῶς γὰρ εἶπεν, ἐπειδὴ πολλαχῶς τὸ πρῶτον σχῆμα· ὁ μὲν γὰρ ἐξ ἐνδεχομένου καὶ ὑπάρχοντος ἐν δευτέρῳ σχήματι τελειοῦται διὰ τοῦ ἐν πρώτῳ σχήματι ἐξ ἐνδεχομένου καὶ ὑπάρχοντος, ὁ δὲ ἐξ ἐνδεχομένου καὶ ἀναγκαίου ἐν δευτέρῳ σχήματι διὰ τοῦ ἐξ ἐνδεχομένου καὶ ἀναγκαίου ἐν πρώτῳ σχήματι.</p><p rend="align(center)" style="header">Γ ΣΧΗΜΑ ΕΞ ΑΜΦΟΤΕΡΩΝ ΕΝΔΕΧΟΜΕΝΩΝ. </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:39a.4">p. 39a4</bibl> Ἐν δὲ τῷ τελευταίῳ σχήματι. Ἴδιον τοῦ τρίτου σχήματος ἐπὶ τῶν ἐξ ἀμφοτέρων ἐνδεχομένων τὴν μίαν πρότασιν καθόλου εἶναι· ἐκ δύο γὰρ μερικῶν οὐδεὶς γίνεται συλλογισμός. δώδεκα δὲ νῦν εἰσι συλλογισμοί· ἢ γὰρ ἄμφω καθόλου, ἢ ἡ μὲν καθόλου ἡ δὲ ἐν μέρει, καὶ τοῦτο διχῶς παρὰ τὴν μείζονα καὶ ἐλάττονα πρότασιν, καὶ ἕκαστον τῶν τριῶν τετραχῶς παρὰ τὸ ποιόν. καὶ ἕκαστον τὸ κυρίως ἐνδεχόμενον συνάγει. </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:39a.7">p. 39a7</bibl> Καὶ ὅταν ἡ μὲν ἐνδέχεσθαι ἡ δ’ ὑπάρχειν. καίτοι τότε οὐκ ἀεὶ τὸ κυρίως ἐνδεχόμενον συνάγεται· ὅταν γὰρ ἡ ὑπάρχουσα καθόλου ἀπόφασις ᾖ, τὸ <pb facs="commentariainari04akaduoft_0935"/> ὑπάρχον συνάγεται, ὥσπερ καὶ ὅταν ἡ ἀναγκαία καθόλου ἀπόφασις ᾖ, τὸ ἐξ ἡμισείας ἐνδεχόμενον καὶ ἀναγκαῖον συνάγεται. ἢ ἐπειδὴ τὸ ὑπάρχον ἐνδεχόμενόν ἐστιν τῷ μὴ ἀεὶ εἶναι, ὡς ἐπὶ τῆς μίξεως ἐνδεχομένου  </p></div><div type="textpart" subtype="folio" xml:base="urn:cts:greekLit:tlg4016.tlg005.1st1K-grc1" n="250v"><p>καὶ ὑπάρχοντος ἀεὶ ἐνδεχόμενον ἔφη συνάγεσθαι. </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:39a.9">p. 39a9</bibl> Οὔτ’ ἀναγκαῖον οὔτε ὑπάρχον ἀλλὰ τὸ κυρίως ἐνδεχόμενον. ἐφεξῆς δὲ τὸ ἐξ ἡμισείας ἀναγκαῖον καὶ ἐξ ἡμισείας ἐνδεχόμενον ὑπάρχον καλεῖ· καὶ γὰρ τὸ ὑπάρχον τοῦ μέν, τοῦ ἀναγκαίου, ἔχει τὸ ἐκβεβηκέναι, τοῦ δέ, τοῦ ἐνδεχομένου, τὸ μὴ δύνασθαι ἔτι εἶναι.  </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:39a1.1">p. 39a11</bibl> Ληπτέον δὲ καὶ ἐν τούτοις. ὅτε ἡ ἀναγκαία καθόλου ἀπόφασίς ἐστιν, ληπτέον ἐνδεχόμενον καὶ νῦν τὸ ἐξ ἡμισείας.  </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:39a2.4">p. 39a24</bibl> Ἀντιστραφεισῶν δὲ τῶν προτάσεων. καίτοι μία ἀντιστρέφεται, ἡ ἐλάττων. ἢ 〈ἡ〉 αὐτὴ οὐδενὶ οὖσα πρῶτον γίνεται παντὶ κατὰ τὴν ἐνδεχομένην ἀντιστροφήν, εἶτα τινὶ κατὰ τὴν ἀπλῆν ἀντιστροφήν· δύο οὖν αἱ ἀντιστρεφόμεναι προτάσεις, ἡ οὐδενὶ καὶ ἡ παντί, εἰ καὶ περὶ τοὺς 〈αὐτοὺς〉 ὅρους ἀμφότεραι.  </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:39a2.9">p. 39a29</bibl> Τὸν αὐτὸν τρόπον ἐχόντων 〈τῶν〉 ὅρων ὅνπερ ἐπὶ τοῦ ὑπάρχειν. πῶς οὐ ψεῦδος τοῦτο, εἰ ἐπὶ μὲν τῶν ἐνδεχομένων δύναται ἡ μὲν ἐλάττων ἀποφατικὴ εἶναι, ἐπὶ δὲ τοῦ ὑπάρχοντος οὐ δύναται; ἢ οὐδ’ ἐπὶ τῶν ἐνδεχομένων ὡς ἀποφατικὴ ἡ ἐλάττων συλλογισμὸν ποιεῖ, ἀλλ’ ὡς δυναμένη μεταλαμβάνεσθαι εἰς κατάφασιν.  </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:39a3.1">p. 39a31</bibl> Καὶ οὐκ ἔστι συλλογισμός. πῶς οὐκ ἔστι συλλογισμὸς ἐπὶ τῶν ἐξ ἀμφοτέρων ἐνδεχομένων; ἢ τῆς ἐλάττονος ἀποφατικῆς μενούσης ἢ μὴ οὔσης καθόλου προτάσεως.</p><p rend="align(center)" style="header">Γ ΣΧΗΜΑ. ΜΙΞΙΣ ΕΝΔΕΧΟΜΕΝΟΥ ΚΑΙ ΥΠΑΡΧΟΝΤΟΣ.</p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:39b.7">p. 39b7</bibl> Ἐὰν δ’ ἡ μὲν ὑπάχειν ἡ δ’ ἐνδέχεσθαι. Οκτωκαίδεκα γίνονται συλλογισμοί· οἱ γὰρ ἕξ διπλασιάζονται παρὰ τὴν τάξιν τῶν τρόπων καὶ προστίθενται ἕτεροι ἕξ τὴν ἐλάττονα ἐνδεχομένην ἀποφατικὴν ἔχοντες. διὰ τὰ αὐτὰ δὲ καὶ τῆς ἑξῆς μίξεως τοσοῦτοί εἰσι συλλογισμοί. ἴδιον δὲ τῶν δύο τούτων μίξεων τὸ μίαν καθόλου εἶναι  καὶ τὴν ἐλάττονα καταφατικήν, ἐὰν μὴ ἐνδεχομένη ᾖ ἀλλ’ ὑπάρχουσα ἢ ἀναγκαία.</p></div></div></body></text></TEI>