καθόλου ἀποφατικὴν ὑπάρχουσαν. p. 37b22 Ἀπόδειξις δ’ ἡ αὐτή, ὅτι δύνανται ὁμοιοσχήμονες γενέσθαι. p. 37b23 Εἰ δ’ ἡ μὲν κατάφασις ἐνδεχομένη. συλλογιστικὴ αὕτη, ἐπειδὴ ἔχει καθόλου ἀποφατικὴν ὑπάρχουσαν. ὁμοίως δὲ συλλογιστική, κἂν ἡ καθόλου ἀπόφασις ὑπάρχουσα ἐλάττων ᾖ· πλὴν τότε δύο ἀντιστροφῶν δεόμεθα, καὶ ἀντιστρέφει τὸ συμπέρασμα· οὐ γάρ ἐστιν ἐνδεχομένη καθόλου ἀπόφασις ἀλλ’ ὑπάρχουσα καθόλου ἀπόφασις· τὸ γὰρ ἐξ ἡμισείας ἐνδεχόμενον ἦν τὸ συναγόμενον. p. 37b34 Καθάπερ ἐν τοῖς πρότερον, τουτέστιν τὸ ἐξ ἡμισείας ἐνδεχόμενον. Β ΣΧΗΜΑ. ΜΙΞΙΣ ΕΝΔΕΧΟΜΕΝΟΥ ΚΑΙ ΑΝΑΓΚΑΙΟΥ. Ἐν δευτέρῳ σχήματι μίξεως γινομένης ἐνδεχομένου καὶ ἀναγκαίου συλλογιστικαί εἰσιν αἱ ἔχουσαι ἀναγκαίαν καθόλου ἀπόφασιν, εἴτε ἄμφω καθόλου εἶεν, εἴτε ἡ μὲν καθόλου ἡ δὲ μερική· πλὴν ὅτι ἐπὶ τῶν ἀναμὶξ καὶ ἄλλου προσδιορισμοῦ χρεία· δεῖ γὰρ τὴν καθόλου ἀναγκαίαν ἀπόφασιν μείζονα εἶναι. καὶ πάντες τὸ ἐξ ἡμισείας ἐνδεχόμενον καὶ ἀναγκαῖον συνάγουσι καὶ ἀτελεῖς εἰσιν ὡς δι’ ἀδυνάτου δεικνύμενοι. καὶ ἁπλῶς, ἃ ἐποίει ἐν τῇ προλαβούσῃ μίξει ἡ ὑπάρχουσα καθόλου ἀπόφασις, ταῦτα νῦν ἡ καθόλου ἀναγκαία ἀπόφασις. καὶ ὁ μὲν πρῶτος τρόπος μιᾶς ἀντιστροφῆς δεῖται· ὁ δὲ δεύτερος δύο. ὁ δὲ ἐξ ἀμφοτέρων καθόλου ἀποφατικῶν καὶ τὴν μείζονα ἐνδεχομένην ἔχων τριῶν ἀντιστροφῶν, μιᾶς ἐνδεχομένης καὶ δύο ἁπλῶν. καὶ ὁ τέταρτος τοῦ δευτέρου σχήματος ἀσυλλόγιστός ἐστιν· εἰ γὰρ μὴ ἔχει ὅλως καθόλου ἀποφατικήν, οὐδὲ τοιάνδ’ ἀπόφασιν ἕξει. p. 38a15 Οὐ μόνον ὅτι ἐνδέχεται μὴ ὑπάρχειν, ἀλλὰ καὶ ὅτι οὐχ ὑπάρχει. τὸ ἐξ ἡμισείας ἐνδεχόμενον καὶ ἀναγκαῖον ὑπάρχον καλεῖ· καὶ γὰρ τὸ ὑπάρχον τὸ μὲν ἔχει τοῦ ἀναγκαίου ὡς ἐκβηβηκός, τὸ δὲ τοῦ ἐνδεχομένου ὡς μεταπῖπτον, ὅπερ καὶ ὑπάρχον καὶ ἐνδεχόμενον καλεῖ δέει τῆς ἀποφάσεως. καὶ ὅτι τὸ ἐξ ἡμισείας ἀναγκαῖον καὶ ἐνδεχόμενον συνάγεται, δείκνυσιν οὕτως· εἰ γὰρ ψεῦδος τὸ ὑπάρχον οὐδενί, ἀληθὲς τὸ ἀνάγκη τινὶ τὸ Β τῷ Γ, ὅπερ πάλιν ὑπάρχει τινί καλεῖ· τὸ δὲ Α τῷ Β ἀνάγκη οὐδενί· τὸ Α ἄρα τῷ Γ ἀνάγκη οὐ παντί· ἀλλὰ καὶ ἐνδέχεται παντί· ὅπερ ἀδύνατον· οὐκ ἄρα τὸ Β τῷ Γ ἀνάγκη τινί. καὶ ἐπειδὴ οὐδὲν ἕπεται ἄτοπον καὶ τῷ ἀνάγκη οὐ παντί, τὸ οὐδενὶ ἐξ ἀνάγκης συνάγεται, ὅπερ καὶ κατὰ τοῦ ἐξ ἀνάγκης οὐδενὶ φέρεται καὶ κατὰ τοῦ ἐνδέχεται μηδενί· καὶ διὰ τὸ ποτὲ μὲν κατὰ τοῦ ἀναγκαίου φέρεσθαι ποτὲ δὲ κατὰ τοῦ ἐνδεχομένου ἐξ ἡμισείας ἐστὶν ἀναγκαῖον καὶ ἐνδεχόμενον. p. 38a21 Ἅμα δὲ δῆλον ὅτι οὐ συνάγεται τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον ἀλλὰ τὸ ἐξ ἡμισείας· εἰ γὰρ ψεῦδος τὸ ὑπάρχον οὐδενί, ἀληθὲς τὸ ὑπάρχει τινί· ὑπάρχει γὰρ τινὶ τὸ ἀναγκαῖον τινί. p. 38a27 Καὶ τὸ Α τῷ μὲν Β ἐνδεχέσθω μηδενί, τῷ δὲ Γ παντὶ ὑπαρχέτω ἐξ ἀνάγκης. ἀσυλλόγιστος ἡ ἀγωγὴ αὕτη ὡς μὴ ἔχουσα καθόλου ἀναγκαίαν ἀποφατικήν, καὶ ἀσυλλόγιστος καὶ τοῦ ἐνδεχομένου καὶ παντὸς συμπεράσματος, τοῦ μὲν ἐνδεχομένου ὡς τὸ ἐξ ἀνάγκης οὐδενὶ συνάγουσα· τὸ γὰρ ἀναγκαῖον παντὸς ἐνδεχομένου ἐστὶν ἀναιρετικόν· ἀλλ’ οὐδὲ τοῦ ἀναγκαίου συλλογιστική ἐστιν, ἵνα μὴ νομίσῃ τις διὰ τοὺς ὅρους τοῦ ἐξ ἀνάγκης οὐδενὶ ἀεὶ τὸ ἐξ ἀνάγκης οὐδενὶ συνάγειν αὐτήν. ἀσυλλόγιστος οὖν ἐστιν τοῦ ἀναγκαίου, ἐπειδὴ οἱ ἀναγκαῖον συνάγοντες ἢ ἄμφω ἀναγκαίας εἶχον ἢ τὴν καθόλου ἀναγκαίαν ἀπόφασιν, ἵνα καὶ τὸ ἐξ ἡμισείας ἀναγκαῖον [ἀναγκαῖον] εἴπωμεν ἀναγκαῖον· νῦν δ’ οὐδέτερόν ἐστιν. καὶ εἰσὶν ὅροι τὸ ἀνάγκη παντὶ συνάγοντες. καὶ διὰ μὲν τὸ οὐδενὶ οὐδὲν καταφατικὸν συνάγει, διὰ δὲ τὸ ἀνάγκη παντὶ οὐδὲν ἀποφατικόν. Ὅτι κίνησις πάσῃ ἐγρηγόρσει ἐξ ἀνάγκης·