οὔτε τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ἔστιν χρήσασθαι. οἷον τὸ Α τῷ Β ἐνδέχεται μηδενί, τὸ Α τῷ Γ ἐνδέχεται παντί· ἐπὶ τοῦ πρώτου τρόπου ποιεῖται πάλιν τὸν λόγον, ἐπειδὴ ἡ δι’ ἀδυνάτου δεῖξις κοινὴ ἦν πάντων, εἰ καὶ μόνῳ τῷ τετάρτῳ τρόπῳ ἐφήρμοζεν. εἰ οὖν συνήγετό τι ἐν δευτέρῳ σχήματι, τὸ ἐνδέχεται οὐδενὶ συνήγετο τὸ Β τῷ Γ· εἰ δὲ τοῦτο ψεῦδος, τὸ Β τῷ Γ ἀνάγκη τινί· τὸ δὲ Α τῷ Β ἐνδέχεται οὐδενί· γίνεται το πρῶτον σχῆμα τὴν μείζονα ἐνδεχομένην ἔχον καὶ διὰ τοῦτο ἐνδεχόμενον συνάγον, τὸ Α τῷ Γ ἐνδέχεται οὐ παντί· ἀλλὰ καὶ ἐνδέχεται παντί· καὶ οὐδὲν ἄτοπον. ἀλλ’ οὐδ’ ἐν τῷ τετάρτῳ τρόπῳ ἄτοπόν τι ἕπεται. οὐ μόνον δὲ ταύτῃ δείκνυσιν ἀσυλλογίστους ἀλλὰ καὶ τῷ δίκην τῶν ἀσυλλογίστων διὰ τῶν ὅρων ἐλέγχεσθαι· ἔστιν γὰρ εὐπορῆσαι ὅρων τὸ ἐξ ἀνάγκης οὐδενὶ συναγόντων· λευκόν, ἄνθρωπος, ἵππος· εἰ δὲ τὸ οὐδενὶ ἐξ ἀνάγκης συνάγεται, οὐδὲν ἐνδεχόμενον συνάγεται, οὐ καταφατικόν, οὐκ ἀποφατικόν, καὶ διὰ τοῦτο οὐκ ἔστιν ἐνδεχομένου συλλογισμός. ὁ γὰρ Ἀριστοτέλης ἀσυλλογίστους δείκνυσι τὰς ἐνδεχομένας συζυγίας οὐ τῷ ἔθει, τῷ συνάγειν ἐξ ἀνάγκης παντὶ καὶ ἐξ ἀνάγκης οὐδενί, ἀλλ’ ἀρκεῖται καὶ θατέρῳ μόνον διὰ τὸν εἰρημένον λογισμόν. ὁ δὲ Ἀλέξανδρος ἐκτίθεται ὅρους καὶ τὸ ἐξ ἀνάγκης παντὶ συνάγοντας· λευκόν, ζῷον, ἄνθρωπος. ἀλλὰ μήποτε, ἔστ’ ἂν λευκὸν μηδενὶ ζῴῳ ἐνδέχηται, οὐκ ἐνδέχεται λευκὸν παντὶ ἀνθρώπῳ, ὡς καὶ Ἀλέξανδρος μετὰ πολλὰ ἐφιστάνει. οἱ δὲ Πλατωνικοὶ βουλόμενοι καὶ ἐξ ἀμφοτέρων ἐνδεχομένων ἐν δευτέρῳ σχήματι γίνεσθαι συλλογισμούς, καὶ τοσούτους ὅσους καὶ ἐπὶ τῶν ἄλλων τρόπων, ἀντιλέγουσι τοῖς τρισὶ τούτοις ἐπιχειρήμασι. τῷ μὲν πρώτῳ λέγοντες ὅτι καὶ ἡ ἐνδεχομένη καθόλου ἀπόφασις ἀντιστρέφει πρὸς ἑαυτήν· εἰ γὰρ τὸ Α τοῦ Β κεχώρισται, καὶ τὸ Β τοῦ Α κεχώρισται. ὁ μὲν γὰρ Ἀριστοτέλης ἐπὶ τοῦ ἐνδεχομένου τὰς μὲν ἐνδεχομένας ἀντιστροφὰς προσίεται, τὰς δ’ ἁπλᾶς οὐ προσίεται· οἱ δὲ Πλατωνικοὶ ἔμπαλιν. καὶ μᾶλλον οἱ Πλατωνικοὶ κατορθοῦσι· περὶ γὰρ τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον οἱ συλλογισμοὶ γίνονται, καὶ ἐπὶ τούτου αἱ μὲν ἐνδεχόμεναι ἀντιστροφαὶ οὐ συνίστανται, εἰ καὶ ἐπὶ τοῦ ἐπ’ ἴσης, αἱ δ’ ἁπλαῖ συνίστανται, εἰ καὶ ἐπὶ τοῦ ἐπ’ ἴσης μὴ συνίστανται. πρὸς δὲ τὰ δεύτερον ὅτι ἀδύνατον τὸ αὐτὸ τῷ αὐτῷ καὶ παντὶ ἐνδέχεσθαι καὶ μὴ παντὶ κατὰ τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον. πρὸς δὲ τὸ τρίτον ὅτι οἱ ὅροι οὐκ εἰσὶν τοῦ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχομένου ἀλλὰ τοῦ ἐπ’ ἴσης. Β ΣΧΗΜΑ. ΜΙΞΙΣ ΕΝΔΕΧΟΜΕΝΟΥ ΚΑΙ ΥΠΑΡΧΟΝΤΟΣ p. 37b19 Εἰ δ’ ἡ μὲν ὑπάρχειν ἡ δ’ ἐνδέχεσθαι. Διὰ τί ὁ Ἀριστοτέλης ἐπὶ τῆς μίξεως ταύτης τὴν μὲν ἐνδεχομένην ἀπόφασιν εἰς κατάφασιν μεταβάλλει, οὐχὶ δὲ καὶ ἀνάπαλιν; ἐπειδή, φησὶν ὁ Ἀλέξανδρος, αἱ νῦν ἀποφάσεις καταφάσεις εἰσὶν τῷ ἔργῳ καὶ εἰς σαφεστέρας καταφάσεις μεταλαμβάνονται· αἱ δὲ καταφάσεις εἰς τὰς κυρίως ἀποφάσεις οὐ δύνανται μεταληφθῆναι τοῦ τρόπου ἀκεραίου φυλαττομένου. Ὅτι ἐπὶ τῆς μίξεως ταύτης καὶ τοῦ παρόντος σχήματος συλλογιστικοί εἰσιν ὅσοι τῶν ἰδίων τοῦ δευτέρου σχήματος σωζομένων ἔχουσι καθόλου ἀπόφασιν ὑπάρχουσαν, εἴτε ἐξ ἀμφοτέρων καθόλου εἶεν εἴτε ἀναμίξ, ἀσυλλόγιστοι δ’ ὅσοι μὴ ἔχουσι πρότασιν τοιαύτην, καθόλου ἀποφατικὴν ὑπάρχουσαν, εἴτε σώζεται τὰ ἴδια τοῦ σχήματος εἴτε μή. καὶ ὅτι διὰ τοῦτο ἀσυλλόγιστος ὁ τέταρτος τρόπος· μὴ γὰρ ἔχων οὗτος καθόλου ἀπόφασιν οὐδὲ τοιάνδ’ ἕξει καθόλου ἀπόφασιν. καὶ ὅτι οἱ ἔχοντες καθόλου ἀπόφασιν ὑπάρχουσαν τὸ ἐξ ἡμισείας ἐνδεχόμενον συνάγουσι· μείζων γὰρ γίνεται ἐν πρώτῳ σχήματι ἡ καθόλου ἀπόφασις ὑπάρχουσα· ἐδέδεικτο δ’ ὅτι ἐπὶ τῆς μίξεως ἐνδεχομένου καὶ ὑπάρχοντος τῆς μείζονος ἀποφατικῆς καθόλου ὑπαρχούσης ὑποκειμένης τὸ ἐξ ἡμισείας ἐνδεχόμενον συνάγεται. αἱ τὴν καταφατικὴν ὑπάρχουσαν ἔχουσαι τὴν δ’ ἀποφατικὴν ἐνδεχομένην, εἴτε ἄμφω καθόλου εἴτε ἀναμίξ, ἀσυλλόγιστοι· δύνανται γὰρ ὁμοιοσχήμονες γενέσθαι· καὶ διὰ τὸν καθόλου λόγον, ἐπειδὴ οὐκ ἔχουσι