<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg4016.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="folio" xml:base="urn:cts:greekLit:tlg4016.tlg005.1st1K-grc1" n="246r"><p>ὁ Ἀριστοτέλης· ἀλλ’ ἔμεινεν τὸ ἐνδεχόμενον τῷ εἴδει. δεύτερον ἐπιχείρημα διὰ τῶν ὅρων τῶν αὐτῶν δι’ ὧν ἤλεγξε τὴν καθόλου ἀπόφασιν μὴ ἀντιστρέφουσαν πρὸς ἑαυτήν· λευκὸν μὲν γὰρ ἐνδέχεται μηδενὶ ἀνθρώπῳ ὑπάρχειν· οὐ μὴν ἄνθρωπος ἐνδέχεται μηδενὶ λευκῷ ὑπάρχειν· τῷ γὰρ κύκνῳ καὶ ψιμιθίῳ ἀναγκαίως οὐχ ὑπάρχει. εἴποιεν δ’ ἂν οἱ Πλατωνικοὶ πρὸς τοὺς ὅρους· ποῖον λευκὸν λαμβάνεις; εἰ μὲν τὸ ἁπλῶς, οὐδ’ ἡ ἐξ ἀρχῆς ἀπόφασις ἐνδεχομένη ἐστὶν ἡ λευκὸν ἐνδέχεται μηδενὶ ἀνθρώπῳ ὑπάρχειν· τὸ γὰρ ἐν κύκνῳ λευκὸν ἀναγκαίως τῷ ἀνθρώπῳ οὐχ ὑπάρχει· εἰ δὲ τὸ ἐν ἀνθρώπῳ λευκόν, ἐνδέχεται καὶ λευκὸν μηδενὶ ἀνθρώπῳ <pb facs="commentariainari04akaduoft_0930"/> ὑπάρχειν καὶ ἄνθρωπον μηδενὶ λευκῷ. φαῖεν δ’ ἂν οἱ Περιπατητικοὶ μὴ δικαίως ἐρωτᾶσθαι διὰ τὸ μὴ τῷ κατηγορουμένῳ συντάττεσθαι τοὺς προσδιορισμοὺς ἀλλὰ τῷ ὑποκειμένῳ, καὶ ὅτι ὅσον ἐπὶ τούτῳ καὶ ἡ ἀναγκαία καθόλου κατάφασις πρὸς ἑαυτὴν ἀντιστρέφει. φαῖεν δ’ ἂν οἱ Πλατωνικοὶ μηδὲ τοὺς ὅρους ὑγιῶς εἰλῆφθαι· ἐπ’ ἴσης γάρ εἰσιν καὶ οὐκ ἐπὶ τὸ πολύ· εἰ δὲ λάβωμεν ἐπὶ τὸ πολύ, ἀντιστρέφει ἡ ἐνδεχομένη καθόλου ἀπόφασις πρὸς ἑαυτήν· ἐνδέχεται γὰρ μηδένα ἄνθρωπον ἑξαδάκτυλον καὶ ἐνδέχεται μηδὲν ἑξαδάκτυλον ἄνθρωπον εἶναι. τρίτον ἐπιχείρημα τῆς λέξεως ὅτι οὐκ ἀντιστρέφει ἡ ἐνδεχομένη καθόλου ἀπόφασις πρὸς ἑαυτήν. εἰ γάρ τις εἴποι οὕτως εἰ τὸ Α τῷ Β ἐνδέχεται μηδενί, καὶ τὸ Β τῷ Α ἐνδέχεται μηδενί· εἰ γὰρ μή, ἀνάγκη τινί· ὥστε καὶ τὸ Α τῷ Β ἀντιστρέφει· ἦν δὲ καὶ ἐνδέχεται μηδενί· ὅπερ ἀδύνατον’, παραλογίζεται ὁ ταῦτα λέγων· τῷ γὰρ ἐνδέχεται μηδενὶ οὐ μόνον τὸ ἀνάγκη τινὶ ἀλλὰ καὶ τὸ ἀνάγκη οὐ παντὶ ἀντίκειται· οὗ ὑποτεθέντος οὐδὲν ἀδύνατον πρόεισιν· οὐ γὰρ ἀντιστρέφει ἡ μερικὴ ἀπόφασις. φαῖεν δ’ ἂν οἱ Πλατωνικοί· καὶ πῶς αὐτὸς ὁ Ἀριστοτέλης ἐν τοῖς τρισὶ σχήμασιν ἔδειξεν ἄμφω τὰς ἐνδεχομένας καταφάσεις πρὸς τὴν μερικὴν κατάφασιν ἀντιστρέφειν; ἔλεγεν γὰρ <q rend="single">εἰ τὸ Α τῷ Β ἐνδέχεται παντὶ ἢ τινί,</q> </p></div><div type="textpart" subtype="folio" xml:base="urn:cts:greekLit:tlg4016.tlg005.1st1K-grc1" n="246v"><p><q rend="single; merge">καὶ τὸ Β τῷ Α ἐνδέχεται τινί· εἰ γὰρ τοῦτο ψεῦδος, ἀνάγκη οὐδενί</q>· ἐροῦμεν γὰρ καὶ ἡμεῖς πρὸς σὲ ὅτι τῇ ἐνδέχεται τινὶ οὐ μόνον ἡ ἀνάγκη οὐδενὶ ἀντίκειται ἀλλὰ καὶ ἡ ἀνάγκη παντί· ἧς ὑποτεθείσης οὐδὲν ἀδύνατον ἕπεται, ἐπεὶ τὸ Α τῷ Β ἐνδέχεται παντί, εἰ καὶ ὅτι μάλιστα ἀδύνατον ἐπακολουθεῖ, εἰ τὸ Α τῷ Β ἐνδέχεται τινί. φαῖεν δ’ ἂν οἱ Πλατωνικοὶ μηδὲ τῇ διαβαλλομένῃ δείξει ὑπὸ Ἀριστοτέλους κεχρῆσθαι ἀλλ’ ἑτέρᾳ τοιαύτη· εἰ τὸ Α τοῦ Β ἐνδεχομένως κεχώρισται, καὶ τὸ Β τοῦ Α ἐνδεχομένως κεχώρισται, καὶ διὰ τοῦτο ἀντιστρέφει ἡ καθόλου ἀπόφασις πρὸς ἑαυτὴν καὶ ἐπὶ τοῦ ἐνδεχομένου.</p><p rend="align(indent)">Διὰ τί ἐν δευτέρῳ σχήματι ἐξ ἀμφοτέρων ἐνδεχομένων οὐδεὶς γίνεται συλλογισμός: οὐ μόνον γὰρ αἱ ἀνομοιοσχήμονες δύνανται γενέσθαι ὁμοιοσχήμονες, ἀλλὰ καὶ αἱ ὁμοιοσχήμονες ἀνομοιοσχήμονες. ἢ ὅτι πρὸς μὲν τὸ ἀσυλλόγιστον ἀρκεῖ τὸ ποτὲ μὴ συνάγειν, πρὸς δὲ τὸ συλλογιστικὸν οὐκ ἀρκεῖ τὸ ποτὲ συνάγειν ἀλλὰ μόνον τὸ ἀεί.</p><p rend="align(indent)">Διὰ τί ἐν δευτέρῳ σχήματι ἐπὶ τῆς μίξεως ἐνδεχομένου καὶ ὑπάρχοντος συλλογιστικοὶ οἱ τὴν ὑπάρχουσαν ἀποφατικὴν ἔχοντες, ἀσυλλόγιστοι δ’ οἱ τὴν ὑπάρχουσαν καταφατικὴν ἔχοντες; εἰ γάρ, ὅτι δυνατὸν ποιῆσαι αὐτὰς ὁμοιοσχήμονας, κἂν ἀνομοιοσχήμονες ὦσιν, ἀλλὰ καὶ ἀνομοιοσχήμονας δυνατὸν ποιῆσαι αὐτάς. ἢ ὅτι ἡ μὲν ἀπόφασις οὐκ ἔστιν κυρίως ἀπόφασις ἀλλὰ κατάφασις ἀσαφὴς καὶ ἐναργεστέρα γίνεται κατάφασις λαμβανομένη εἰς κατάφασιν, ἡ δὲ κατάφασις οὐδαμῶς ἐστιν ἡ ἀντιφατικὴ ἀπόφασις καὶ διὰ τοῦτο οὐ μεταβάλλεται εἰς αὐτήν. </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:36b3.3">p. 36b33</bibl> Δεῖ δὲ καὶ ἐν τούτοις λαμβάνειν. τουτέστιν ὥσπερ ἐν πρώτῳ σχήματι οὕτως καὶ ἐν δευτέρῳ αἱ αὐταὶ συζυγίαι ἢ τὸ κυρίως ἐνδεχόμενον συνάγουσιν ἢ οὔ, ἀλλ’ ἢ τὸ ἐξ ἡμισείας ἢ τὸ ὑπάρχον. </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:36b3.9">p. 36b39</bibl> Καὶ αἱ ἐναντίαι καὶ αἱ ἀντικείμεναι. ἐναντίαι πᾶς, οὐδεὶς καὶ αἱ ὑπ’ αὐτάς, τίς, οὐ πᾶς· ἀντικείμεναι δ’ αἱ ἀντιφατικαὶ αἱ διαγώνιοι· καὶ αὗται γὰρ ἀντιστρέφουσιν· εἰ γὰρ πᾶς,  </p></div></div></body></text></TEI>