<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg4016.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="folio" xml:base="urn:cts:greekLit:tlg4016.tlg005.1st1K-grc1" n="244r"><p>καὶ παραδίδωσιν αὐτὰς ἡ λέξις κατὰ τοὺς ὑποκειμένους ἀριθμούς. </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:36b.4">p. 36b4</bibl> Ἤ καταφατικὸν ἢ στερητικὸν ἢ ἐνδεχόμενον, τουτέστιν <q rend="single">καὶ ἐνδεχόμενον</q>· οὐ γὰρ ἀντίκειται τὸ ἐνδεχόμενον καταφάσει καὶ ἀποφάσει.  </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:36b1.5">p. 36b15</bibl> Καὶ γὰρ τὸ ζῷον τινὶ λευκῷ, τουτέστιν οἱ αὐτοὶ ὅροι καὶ ἐξ ἀνάγκης τινὶ ποιοῦσι καὶ ἐξ ἀνάγκης οὐ παντὶ καὶ ἐνδέχεται τινὶ καὶ ἐνδέχεται οὐ παντί· ζῷον γὰρ τινὶ λευκῷ ἐξ ἀνάγκης διὰ κύκνον, καὶ ἐξ ἀνάγκης οὐ παντὶ διὰ κόρακα, καὶ ἐνδέχεται τινὶ καὶ ἐνδέχεται οὐ παντὶ διὰ τοὺς παρὰ τοὺς Αἰθίοπας ἢ Γαλάτας ἀνθρώπους. τὰ δὲ τέσσαρά ἐστιν καὶ ἐπὶ λευκοῦ καὶ ἀψύχου διὰ ψιμίθιον, ἔβενον καὶ τὰ οἷς ἐνδέχεται ὑπάρχειν.  </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:36b1.9">p. 36b19</bibl> Φανερὸν οὖν ἐκ τῶν εἰρημένων, ὅτι ἀσυλλόγιστοι οἱ τὴν μείζονα μερικὴν ἔχοντες καὶ ἐπὶ τῶν ἐξ ἀμφοτέρων ὁμοίων καὶ ἐπὶ τῶν ἀναμίξ. ὑπὸ δὲ τούτους τελοῦσι καὶ οἱ τὴν ἐλάττονα ἀναγκαίαν ἀποφατικὴν ἔχοντες.  </p><p rend="align(indent)">Πλὴν ὅτι ἐνδεχομένου μὲν καὶ ὑπάρχοντος μιγνυμένων οἱ τὴν μείζονα ὑπάρχουσαν ἀποφατικὴν ἔχοντες τὸ ἐξ ἡμισείας ἐνδεχόμενον καὶ ἐξ ἡμισείας ἀναγκαῖον συνῆγον (τὸ γὰρ οὐδενὶ ἐξ ἀνάγκης φέρεται καὶ κατὰ τοῦ ἐξ ἀνάγκης οὐδενὶ καὶ κατὰ τοῦ ἐνδέχεται οὐδενί· </p></div><div type="textpart" subtype="folio" xml:base="urn:cts:greekLit:tlg4016.tlg005.1st1K-grc1" n="244v"><p>καὶ διὰ τοῦτο ἢ ἀναγκαῖον συνήγετο ἢ ἐνδεχόμενον), μίξεως δ’ οὔσης ἐνδεχομένου καὶ ἀναγκαίου, ὅτε ἡ μείζων ἀναγκαία ἀποφατικὴ καθόλου ἐστίν, τὸ ὑπάρχον συνάγεται, ὅπερ ἐστὶν ἕτερον παρὰ τὸ ἀναγκαῖον καὶ ἐνδεχόμενον. </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:36b2.4">p. 36b24</bibl> Δῆλον δ’ ὅτι καὶ πάντες ἀτελεῖς οἱ συλλογισμοί. ἀλλ’ οὐ πάντες ἀτελεῖς· οὐ γὰρ δὴ καὶ οἱ τὴν ἐλάττονα ἀναγκαίαν ἔχοντες, ἀλλὰ μόνοι οἱ τὴν ἐλάττονα ἐνδεχομένην ἔχοντες. ἢ τὸ λεγόμενόν ἐστιν· πάντες οἱ τὴν ἐλάττονα ἐνδεχομένην ἔχοντες ἀτελεῖς εἰσιν, διότι κἂν καταφατικὴ ᾖ, ἀτελεῖς εἰσιν. </p><p rend="align(indent)"><bibl n="urn:cts:greekLit:tlg0086.tlg001:36b2.5">p. 36b25</bibl> Καὶ ὅτι τελειοῦνται διὰ τῶν προειρημένων σχημάτων. τελειοῦνται μὲν διὰ μόνου τοῦ πρώτου σχήματος· πληθυντικῶς δ’ εἶπεν, ἐπειδὴ ἡ εἰς ἀδύνατον ἀπαγωγὴ πρῶτον ἐποίει σχῆμα ἢ ἄμικτον ἐξ ἀμφοτέρων ἀναγκαίων ἢ μικτὸν ἐξ ἀναγκαίου καὶ ὑπάρχοντος. τὸ δ’ ἐξ ἡμισείας ἐνδεχόμενον <q rend="single">καὶ ὑπάρχον καὶ ἐνδεχόμενον</q> καλεῖ ἡ λέξις.   </p></div></div></body></text></TEI>