ζῷον, ἄνθρωπον, περιπατοῦν, ἀναγκαῖον συνάγεται· εἰ δὲ ζῷον, ἄνθρωπον, κινούμενον, [ψεύδεται ἡ] ἐνδεχόμενον. δι’ ὃ καὶ ὁ Ἀριστοτέλης ἔφη συμβαίνει δέ ποτε. ἀλλὰ διώρισεν τοῦτο ὁ Ἀριστοτέλης ἐπαγαγὼν πλὴν οὐχ ὁποτέρας ἔτυχεν, ἀλλὰ τῆς μείζονος ἀναγκαίας οὔσης. καὶ ἐπὶ στοιχείων τὴν δεῖξιν ἐποιήσατο ἅτε καθόλου ταύτην ποιούμενος. οἱ δὲ περὶ Θεόφραστον δικαιολογοῦνται οὕτως· τίς ἡ ἀποκλήρωσις μὴ καὶ ἐπὶ τῶν τρόπων τῇ χείρονι ἕπεσθαι τὸ συμπέρασμα; ἢ τίς ἡ ἀποκλήρωσις ἐν μόνῳ τῷ τετάρτῳ τοῦ δευτέρου καὶ τῷ πέμπτῳ τοῦ τρίτου τῇ χείρονι κατ’ Ἀριστοτέλη ἕπεσθαι τὸ συμπέρασμα: διὰ τί δὲ ὁ Ἀριστοτέλης τὰς μὲν ἀναγκαῖον συναγούσας οὐ δείκνυσι διὰ τῶν ὄρων ἀλλὰ διὰ μόνου τοῦ καθόλου λόγου, τὰς δ’ ὑπάρχον καὶ διὰ τοῦ καθόλου λόγου καὶ δι’ ὅρων; δῆλον γὰρ ὅτι διὰ τὸ ἀεὶ ὑπάρχον συνάγεσθαι καὶ μὴ εὐπορεῖν ὅρων τὸ ἀναγκαῖον συναγόντων, ἀλλ’ ἐν τοῖς καθόλου λόγοις παρακρούεσθαι ἡμᾶς· ἅπας δὲ λόγος, ἂν ἀπῇ τὰ ἔργα, μάταιόν τι φαίνεται καὶ κενόν. καὶ εἰ ἐν δευτέρῳ σχήματι τῇ γινομένῃ μείζονι ἐν τῇ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῇ ἕπεται τὸ συμπέρασμα, ἐν τῷ πρώτῳ τρόπῳ τοῦ τρίτου σχήματος ἐξ ὑπαρχούσης καὶ ἀναγκαίας καὶ ὑπάρχον καὶ ἀναγκαῖον συνάγεται τῷ δύνασθαι ἑκατέραν μείζονα γενέσθαι ἐν πρώτῳ σχήματι, εἰ καὶ ὅπου μὲν μιᾶς ἀντιστροφῆς δεόμεθα, ὅπου δὲ δύο. ἢ οὐκ ἄτοπον τοῦτο· ἐν γὰρ τῷ τρίτῳ σχήματι μερικὰ πάντα συνάγεται· δύναται δὲ τὸ μερικὸν καὶ ὑπάρχον εἶναι καὶ ἀναγκαῖον· οἷον λευκὸν τινὶ ζῴῳ ὑπαρχόντως δι’ ἄνθρωπον καὶ ἀναγκαίως διὰ κύκνον. ἡ δ’ ἐπίκρισις, ὡς ἔλεγεν ὁ ταῦτά μοι ἐξηγησάμενος τῷ Ἰαμβλίχου ὑπομνήματι κατακολουθῶν, τοῦτον ἔχει τὸν τρόπον· ἐξ ἀναγκαίας τῆς μείζονος καὶ ὑπαρχούσης τῆς ἐλάττονος ἐν πρώτῳ σχήματι καὶ ἀναγκαῖον συνάγεται ἐπὶ ὅρων ζώου, ἀνθρώπου, περιπατοῦντος καὶ ὑπάρχον ζῴου, ἀνθρώπου, κινουμένου· τὸ γὰρ ὑπάρχον μέσον ἐστὶν ἀναγκαίου καὶ ἐνδεχομένου, τοῦ μὲν ἀναγκαίου ἔχον τὸ παρεῖναι, τοῦ δ’ ἐνδεχομένου τὸ δύνασθαι μεταβάλλειν εἰς τὸ μὴ εἶναι. καὶ διὰ τοῦτο πλάτος ἐστὶν τοῦ ὑπάρχοντος, καὶ δύναται ἡ ὑπάρχουσα πρότασις καὶ πρὸς τῷ ἀναγκαίῳ εἶναι μᾶλλον καὶ πρὸς τῷ ἐνδεχομένῳ. καὶ ὅτε πρὸς τῷ ἀναγκαίῳ ἐστίν, ἀναγκαῖον συνάγεται· οἷον γὰρ ἐκ δύο ἀναγκαίων ἀναγκαῖον συνάγεται· ὅτε δὲ πρὸς τῷ ἐνδεχομένῳ, ὑπάρχον συνάγεται, ὡς ἐπὶ τῶν εἰρημένων ὅρων. † ὅτε καὶ ὁ Ἀριστοτέλης ἐκ τῆς μείζονος ἀναγκαίας τῆς δ’ ἐλάττονος ὑπαρχούσης ἀναγκαῖόν φησιν συνάγεσθαι τὴν ἐλάττονα πρὸς τῷ ἀναγκαίῳ λαμβάνων· ὅτε δ’ ἐκ τῆς μείζονος ὑπαρχούσης τῆς δ’ ἐλάττονος ἀναγκαίας ὑπάρχον, τὴν ἐλάττονα λαμβάνει πρὸς τῷ ὑπάρχοντι· διὰ γὰρ τοῦτο, ὅτε ἡ μείζων ὑπάρχουσά ἐστιν ἡ δ’ ἐλάττων ἀναγκαία, τὴν μείζονα οὐκ ἀναγκαίαν καλεῖ ἐξορίζων αὐτὴν ἀπὸ τοῦ ἀναγκαίου καὶ ἐπιρρεπῆ ὁρῶν πρὸς τὸ ἐνδεχόμενον· ὅτε δὲ ἡ μείζων ἀναγκαία ἡ δ’ ἐλάττων ὑπάρχουσα, τὴν ἐλάττονα ὑπάρχουσαν καλεῖ, οὐχὶ δὲ 〈οὐκ〉 ἀναγκαίαν ὡς ἐπιρρεπῶς ἔχουσαν πρὸς τὸ ἀναγκαῖον. ἀλλὰ κἂν εἴπωμεν, φασί, λογικὸν παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, ἄνθρωπος παντὶ περιπατοῦντι ὑπαρχόντως, καίπερ τῆς ἐλάττονος πρὸς τῷ ἀναγκαίῳ οὔσης ὑπάρχον συνάγεται· κἂν κίνησις πάσῃ βαδίσει ἀναγκαίως, βάδισις παντὶ ἀνθρώπῳ ὑπαρχόντως, καίπερ τῆς ἐλάττονος ὑπαρχούσης οὔσης πρὸς τῷ ἀναγκαίῳ ὑπάρχον συνάγεται. Ὅτι ἄπορος ἡ μῖξις ὑπάρχοντος καὶ ἀναγκαίου· οὔτε γὰρ ἀεὶ ὑπάρχον συνάγεται, ὡς οἱ Πλατωνικοὶ καὶ Θεόφραστος, διὰ τοὺς ὅρους τούτους· ζῶον ἄνθρωπος περιπατοῦν ἀν. ὑπ. ἀναγκ. οὔτε τῆς μείζονος ἀναγκαίας οὔσης ἀναγκαῖον, ὡς ὁ Ἀριστοτέλης, διὰ τοὺς ὅρους τούτους· ζῷον παντὶ ἀνθρώπῳ ἀναγκαίως, ἄνθρωπος παντὶ κινουμένῳ ὑπαρχόντως, καὶ ζῷον παντὶ κινουμένῳ ὑπαρχόντως ἀλλ’ οὐκ ἀναγκαίως· οὔτε, ὡς ὁ Ἰάμβλιχος, τῆς ἐλάττονος ὑπαρχούσης πρὸς τῷ ἀναγκαίῳ οὔσης ἀναγκαῖον συνάγεται διὰ τοὺς ὅρους τούτους· λογικόν ἄνθρωπος περιπατοῦν ἀναγκ. ὑπ. ὑπαρχ. ἀλλ’ οὐδ’ ἀντίφασις γίνεται ἀντιτιθέντων ἡμῶν τρόπον τρόπῳ, ποσὸν ποσῷ, ποιὸν ποιῷ· ψεῦδος γὰρ καὶ τὸ ἐνδέχεται τινὰ ἄνθρωπον ζῷον καὶ τὸ ἀνάγκη μηδένα ἄνθρωπον ζῷον. p. 30a19 Τὸ δὲ Β τῷ Γ ὑπαρχέτω μόνον. ἰδοὺ τῆς μείζονος ἀναγκαίας οὔσης τὴν ἐλάττονα οὐ καλεῖ μὴ ἀναγκαίαν ἀλλ’ ὑπάρχουσαν ὡς πρὸς τῷ ἀναγκαίῳ οὖσαν, καίτοι, ὅτε ἡ ἐλάττων ἀναγκαία ἐστίν, τὴν μείζονα μὴ ἀναγκαίαν καλῶν. p. 30a23 Εἰ δὲ τὸ μὲν ΑΒ μή ἐστιν ἀναγκαῖον. τὸ Α τῷ Β ὑπάρχει παντί, τὸ Β τῷ Γ ἐξ ἀνάγκης παντί· ὅτι οὐ συνάγεται τὸ Α τῷ Γ ἐξ ἀνάγκης παντί· εἰ γὰρ τὸ Α τῷ Γ ἐξ ἀνάγκης παντί, ἐπειδὴ καὶ τὸ Γ τῷ Β ἐξ ἀνάγκης τινὶ διὰ τὴν ἀντιστροφήν, τὸ Α τῷ Β ἐξ ἀνάγκης τινί· ἀλλὰ καὶ ὑπάρχει παντί· ὅπερ ἀδύνατον· ἐνδέχεται γὰρ τὸ ὑπάρχον παντὶ καὶ μηδενὶ ὑπάρχειν. ἢ καὶ οὕτως ἐν τρίτῳ σχήματι· εἰ τὸ Α τῷ Γ ἐξ ἀνάγκης παντί, ἐπειδὴ καὶ τὸ Β τῷ Γ ἐξ ἀνάγκης παντί, τὸ Α τῷ Β ἐξ ἀνάγκης τινί· ὑπόκειται δὲ καὶ παντὶ ὑπάρχειν· ὅπερ ἀδύνατον. p. 30a28 Ἔτι δὲ καὶ ἐκ τῶν ὅρων φανερόν. νῦν μόνον ἔχεις ὅρους, φασίν, Ἀριστότελες· διὰ τί γὰρ μὴ καὶ πρότερον, ὅτε ἀναγκαῖον συνῆγες παραλογιζόμενος; p. 30a31 Κινεῖται δὲ τὸ ζῷον οὐκ ἐξ ἀνάγκης, οὐδ’ ὁ ἄνθρωπος. καὶ ἐπὶ τῶν παραδειγμάτων τὴν ὑπάρχουσαν τὴν πρὸς τῷ ἐνδεχομένῳ οὐκ ἀναγκαίαν καλεῖ. ἡ γὰρ αὐτὴ ἀπόδειξις, δι’ ἀδυνάτου καὶ δι’ ὅρων. p. 30a33 Ἐπὶ δὲ τῶν ἐν μέρει συλλογισμῶν. ὅτι καὶ ἐπὶ τῶν μερικῶν συλλογισμῶν τῆς μείζονος ἀναγκαίας οὔσης καὶ τὸ συμπέρασμα ἀναγκαῖον γίνεται· εἰ γὰρ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, παντὶ μέρει αὐτοῦ ἐξ ἀνάγκης ὑπάρχει· τὶ δὲ τῶν Γ μέρος ἐστὶν τοῦ Β· ἐκείνῳ ἄρα τῷ μέρει ἀναγκαίως τὸ Α ὑπάρχει, ἀλλ’ οὐ παντὶ μέρει τοῦ Β ἀναγκαίως τὸ Α ὑπάρχει, ἀλλὰ μόνοις τοῖς ἀναγκαίοις μέρεσι τοῦ Β. τὰ δ’ αὐτὰ καὶ ἐπὶ τοῦ στερητικοῦ. εἰ δὲ ἡ μείζων ὑπάρχουσα ᾖ, καὶ τὸ συμπέρασμά ἔστιν ὑπάρχον καὶ οὐκ ἀναγκαῖον· ὅτι μὲν γὰρ ὑπάρχον συνάγεται, ἔστιν δεῖξαι δι’ ἀδυνάτου· ὅτι δὲ ἀναγκαῖον συνάγεται, οὐκ ἔστιν δεῖξαι δι’ ἀδυνάτου. τὸ γὰρ Α παντὶ τῷ Β ὑπαρχόντως, τὸ δὲ Β τινὶ τῷ Γ ἀναγκαίως· λέγω ὅτι τὸ Α τινὶ τῷ Γ ὑπαρχόντως. εἰ δὲ ψεῦδος τὸ ὑπάρχειν τινί, ἀληθὲς τὸ ἀνάγκη μηδενί, οὐχὶ δὲ τὸ ἐνδέχεται μηδενί· τῷ γὰρ ὑπάρχοντι οὐκ ἀντίκειται τὸ ἐνδεχόμενον, ἐπειδὴ τὸ νῦν ὑπάρχον ἐνδέχεται εἰς ὕστερον μὴ ὑπάρχειν καὶ τὸ νῦν ὑπάρχον ἐνδεχόμενόν ἐστιν, οὗ μὴ ὄντος μὲν τεθέντος δὲ ὑπάρχειν οὐδὲν ἀδύνατον συμβαίνει. καὶ διὰ τοῦτο ἐν ταῖς εἰς ἀδύνατον ἀπαγωγαῖς οὐ ληπτέον ἀντικείμενον τῷ ὑπάρχειν τὸ ἐνδεχόμενον· οὐ γὰρ ἀντίκειται κατὰ τὸ ἀναγκαῖον καὶ ἀδύνατον ἀλλὰ κατὰ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. εἰ οὖν ψεῦδος τὸ Α τῷ Γ ὑπάρχειν τινί, ἀληθὲς τὸ Α τῷ Γ ἀνάγκη μηδενί· τὸ δὲ Γ τῷ Β ἀνάγκη τινί· τὸ Α ἄρα τῷ Β ἀνάγκη οὐ παντί· ὅπερ ἀδύνατον· ὑπάρχει γὰρ παντί· ἀντίφασις δὲ ἀνάγκη οὐ παντί, ὑπάρχει παντί οὐ μὴν ἔστιν δεῖξαι δι’ ἀδυνάτου καὶ ἀναγκαῖον συναγόμενον. οἷον λέγω ὅτι τὸ Α τῷ Γ ἐξ ἀνάγκης τινί· εἰ γὰρ τοῦτο ψεῦδος, ἐνδέχεται μηδενί· τὸ δὲ Γ τῷ Β ἐξ ἀνάγκης τινί· τὸ Α ἄρα τῷ Β ἐνδέχεται μὴ παντί· ἐνδεχόμενον γὰρ συνάγεται κατὰ πάντας νῦν, ἐπειδὴ συμβέβηκε τῇ αὐτῇ προτάσει καὶ μείζονι εἶναι τοῦ πρώτου σχήματος καὶ χείρονι· ὑπάρχει δὲ καὶ παντί· καὶ οὐκ ἀδύνατον τὸ αὐτὸ τῷ αὐτῷ καὶ ὑπάρχειν παντὶ καὶ ἐνδέχεσθαι μὴ παντί· ἐν μὲν γὰρ τῷ αὐτῷ χρόνῳ ἐστὶ ψευδόμενον, οὐκ ἀδύνατον δέ, ἐς ὕστερον δὲ δυνατόν· οὐδαμῶς ἄρα ἀδύνατον. εἴποι δ’ ἄν τις ὅτι, εἰ καὶ οὕτως μὴ συνάγεται ἀδύνατον, ἀλλ’ ἑτέρως συνάγεται· εἰ γὰρ τὸ Α οὐδενὶ τῷ Γ ἐνδεχομένως, ἐπειδὴ τὸ Α παντὶ τῷ Β ὑπαρχόντως, ἐν δευτέρῳ ἄρα σχήματι τὸ Β οὐδενὶ τῷ Γ ἐνδεχομένως ἢ ὑπαρχόντως· ἀλλὰ ὑπόκειται ἀναγκαίως τινί· ὅπερ ἀδύνατον. εἰ δ’ ὑπάρχον τὸ συμπέρασμα ἀλλ’ οὐκ ἀναγκαῖον, δείκνυσιν αὐτὸ ὑπάρχον καὶ ἀπὸ τῶν πραγμάτων. Ποῦ λέγει ὁ Πλάτων ἐν τῇ μίξει ἀναγκαίου καὶ ἐνδεχομένου τῇ χείρονι ἕπεσθαι τὸ συμπέρασμα; ἢ ἐν τῷ πρώτῳ τῆς Πολιτείας ἐν τῷ συμπεράσματι τῶν πρὸς Πολέμαρχον λόγων ἐπὶ παραδειγμάτων τοιούτων· δίκαιον κακοὺς κακῶς ποιεῖν, ἀγαθοὺς εὖ φίλους κακῶς ποιεῖν καὶ ἐχθροὺς εὖ ἀναγκ. ἐνδεχ. ἐνδεχ. ὁ δίκαιος φίλους εὖ ποιεῖ καὶ ἐχθροὺς κακῶς κακοὺς εὖ ποιεῖ εἰ τύχοιεν φίλοι ὄντες, ἀγαθοὺς εὖ ἀναγκ. ἐνδεχ. ἐνδεχ. Ἐπὶ μὲν τῶν καθόλου συζυγιῶν τοῦ πρώτου σχήματος τῆς ἐλάττονος προτάσεως ἀναγκαίας οὔσης, ἐὰν τὸ συμπέρασμα ἀναγκαῖον ὑποτεθῇ, ψεῦδος ἕπεται διὰ τῆς εἰς ἀδύνατον, ἤτοι εἰς ψεῦδος, ἀπαγωγῆς. ἐπὶ δὲ τοῦ ἐν μέρει οὐ δυνάμεθα διὰ τῆς εἰς ἀνύνατον ἀπαγωγῆς ἀναγκαίου τεθέντος τοῦ συμπεράσματος ψεῦδος συναγαγεῖν· ἀσυλλόγιστος γὰρ ἡ συμπλοκὴ γίνεται, οἵαν [δ’] ἂν πρότασιν προσλάβωμεν τῷ συμπεράσματι μερικῷ ὄντι· εἴτε γὰρ τὴν μερικὴν προσλάβωμεν, ἐκ δύο μερικῶν ἐστι καὶ ἀσυλλόγιστον, εἴτε τὴν καθόλου, γίνεται δεύτερον σχῆμα ἐκ δύο ὁμοιοσχημόνων προτάσεων καὶ οὕτως ἀσυλλόγιστον· ἀλλὰ δείκνυται ὑπάρχον τὸ συμπέρασμα διὰ τῶν ὅρων· κίνησις, ζῷον, λευκόν. ΜΙΞΙΣ ΕΝ Β ΣΧΗΜΑΤΙ ΥΠΑΡΧΟΝΤΟΣ ΚΑΙ ΑΝΑΓΚΑΙΟΥ. p. 30b7 Ἐπὶ δὲ τοῦ δευτέρου σχήματος. Ὅτι ἐν δευτέρῳ σχήματι μίξεως γινομένης, εἰ μὲν ἡ καθόλου ἀποφατικὴ πρότασις, ὡς ἐπὶ τῶν πρώτων τριῶν τρόπων, τῇ καθόλου ἀποφάσει ἕπεται τὸ συμπέρασμα· αὕτη γὰρ