p. 25a1 Ἐπειδὴ πᾶσα πρότασίς ἐστιν ἢ τοῦ ὑπάρχειν ὥως τοῦ καὶ τὸ ζῷον οὐχ ὑπάρχει τινὶ ἀνθρώπῳ. Περὶ πάντων ὧν προέθετο ἄνω εἰπεῖν εἶπεν, περὶ προτάσεως, περὶ ὅρου, περὶ συλλογισμοῦ, ἔτι τε πρὸς τούτοις τίς ὁ τέλειος ὅρος καὶ τίς ὁ ἀτελής, καὶ τί τὸ ἐν ὅλῳ εἶναι ἢ μὴ εἶναι, καὶ τί τὸ κατὰ παντὸς ἢ μηθενὸς κατηγορεῖσθαι. εἶτα ἐπειδὴ εἶπεν ἄνω ὅτι “τέλειον καλῶ συλλο- γισμὸν τὸν μηδενὸς προσδεόμενον πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον, ἀτελῆ δὲ τὸν δεόμενον ἑνὸς ἢ καὶ πλειόνων” (εἰρήκαμεν δὲ ὅτι ἐν ᾧ λέγει, τὰς βοηθείας λέγει δι’ ὧν ἀνάγονται εἰς τὸ πρῶιον σχῆμα οἱ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι· εἰσὶν δὲ τρεῖς, ἀντιστροφή, ἔκθεσις, ἡ εἰς ἀδύνατον ἀπαγωγή), δῆλον ὅτι ἀναγκαίως καὶ περὶ τῶν βοηθειῶν τούτων διαλήψεται πρὸ τοῦ περὶ τῶν συλλογισμῶν διαλεχθῆναι. οὐ λέγει δὲ ἐνταῦθα περὶ τῶν τριῶν βοηθειῶν ἀλλὰ περὶ μόνης τῆς ἀντιστροφῆς, ἐπειδὴ καὶ ἀσαφεστέρα ἐστὶν καὶ οἱ πλείους συλλογισμοὶ διὰ ταύτης βοηθοῦνται· διὸ καὶ ὡς ἀσαφεστέραν καὶ ὡς μάλιστα χρείαν ἔχων ταύτης προλαμβάνει καὶ λέγει περὶ αὐτῆς. περὶ δὲ τῆς ἐκθέσεως ἐρεῖ τούτου τοῦ βιβλίου πρὸς τῷ τέλει· ἐν δὲ τοῖς μέσοις περὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· σαφέστεραι γάρ εἰσιν αὗται αἱ δύο βοήθειαι. ἡ μὲν γὰρ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ διὰ τοῦ ὀνόματος δείκνυται τί σημαίνει, ὅτι αὐτόθεν μὲν τὸ 4 ἐάσας scripsi: ἐᾶσαι P 13 <καὶ> κατὰ conicio 15. 16 καθουδενὸς 16 τετράπονν—τέτραπον (sic) P 18 ἐπεὶ δὲ Arist. 23 ἄνω] p. 24 b 22—25 25 εἰρήκαμεν] p. 33,4 sq. 26 οἱ scripsi: οἷον P 27 ἀντιτροφη P 29 τῶν συλλογισμὸν P 33 ἐρεῖ] c. 41 p. 49 b 33—50 a 4 34 πρὸς τὸ P ἐν δὲ τοῖς μέσοις] c. 29 p. 45 a 23 sq. προκείμενον οὐκ ἀποδείκνυσιν, ὑποθεμένη δὲ τὸ ἀντικείμενον εἰς ἄτοπόν τι καὶ ἀδύνατον καταντᾷ, ὡς ἔχομεν καὶ ἐπὶ τῶν γραμμικῶν θεωρημάτων. ἔκθεσις δέ ἐστιν ἡ λῆψις καὶ προβολὴ μερικοῦ τινος καὶ ἀπ’ αὐτοῦ τὸ ὅλον πιστουμένη· οἷον λέγω ‘οὐδεὶς ἄνθρωπος τετράπους᾿, | καὶ ἐκτίθεμαι f. 111v μερικόν τι, τὸν Σωκράτην, καὶ λέγω ‘εἰ γὰρ ὑπῆρχεν τῷ ἀνθρώπῳ <τὸ> τετράπουν, καὶ Σωκράτει ὑπῆρχεν᾿· ὥστε συντόμως εἰπεῖν ἡ παράδειγμά ἐστιν. οὐκ ἐσπούδασεν οὖν καὶ περὶ τούτων τῶν δύο βοηθειῶν ἐνταῦθα εἰπεῖν διά τε τὸ σαφέστερα εἶναι αὐτάς, ὡς εἴρηται, καὶ μὴ ἐπὶ τοσούτων δεῖσθαι αὐτῶν ἐφ’ ὅσων τῆς ἀντιστροφῆς δεῖται. ἐπειδὴ δὲ ἔστιν καὶ ὅρων ἀντιστροφὴ καὶ προτάσεων καὶ συλλογισμῶν, περὶ ποίας ἐνταῦθα διαλαμβάνει; λέγομεν ὅτι οὔτε περὶ τῆς τοῦ ὅρου οὔτε περὶ τῆς τοῦ συλλογισμοῦ· περὶ μὲν γὰρ τῆς τοῦ ὅρου εἶπέν πως ἐν ταῖς Κατηγο- ρίαις, οὐκ αὐτόθεν μὲν εἰπὼν ὅτι ὅρων ἐστὶν ἀντιστροφή· ἐπὶ γὰρ τῶν πρός τι εἶπεν αὐτήν, ἔνθα λέγει ‘πάντα δὲ τὰ πρός τι πρὸς ἀντιστέφοντα λέγεται· ὁ γὰρ δοῦλος πρὸς τὸν δεσπότην ἀντιστρέφει, καὶ ὁ δεσπότης πρὸς τὸν δοῦλον· δοῦλος δεσπότου δοῦλος καὶ δεσπότης δούλου δεσπότης, καὶ ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν᾿· περὶ δὲ τῆς τοῦ συλλογισμοῦ ἀντιστροφῆς ἐρεῖ πρὸς τῷ τέλει τοῦ δευτέρου βιβλίου τῶν Προτέρων ἀναλυτικῶν. ἐνταῦθα δὲ περὶ τῆς τῶν προτάσεων λέγει ἀντιστροφῆς. ἐπειδὴ δὲ οὐ πᾶσαι αἱ προτάσεις ἀντιστρέφουσιν, λεκτέον ποῖαί εἰσιν αἱ ἀντιστρεφό- μεναι, καὶ πρότερον τί σημαίνει αὐτὸ τοῦτο τὸ ὄνομα ἡ ἀντιστροφή. οὐ γάρ, ὡς νῦν οἱ πολλοὶ λέγουσιν, ἀντιστροφή ἐστιν ἡ καταστροφή, ἀλλ’ ἀντιστροφή ἐστιν ἡ ἰσοστροφή· πολλάκις γὰρ τὸ ‘ἀντί᾿ τοῦ ἴσου τί- θεται, οἷον ἀντίθεος ἰσόθεος. ἔχομεν δὲ τοῦτο πιστώσασθαι καὶ ἀπὸ τῶν παρ᾿ αὐτῷ κειμένων· ἀρχόμενος γὰρ τῶν Ῥητορικῶν τεχνῶν φησιν “ἡ ῥητορικὴ τῇ διαλεκτικῇ ἀντίστροφός ἐστιν” ἀντὶ τοῦ ‘ἰσόστροφος᾿· ἑκατέρα γὰρ αὐτῶν ὁμοίως ἐξ ἐνδόξων ἐπιχειρεῖ καὶ ἐφ’ ἑκάτερα κατασκευάζει· περὶ γὰρ τὸ φαινόμενον ἑκατέρα ἔχει. ἀντιστροφὴ οὖν ἐστιν ἡ ἰσοστροφή. τὸ δὲ ἴσον | οὐ δύναται εἶναι ἕν τι· σχέσιν γὰρ σημαίνει f. 112r καὶ τῶν πρός τί ἐστιν τὸ ἴσον· <τὸ γὰρ ἴσον> ἴσῳ ἴσον ἐστίν. ὥστε οὐ δύναται μιᾶς προτάσεως εἶναι, εἴ γε τὴν στροφὴν σημαίνει ἴσων τινῶν καὶ κοινωνίαν ἐχόντων· τὰ γὰρ ἴσα κοινωνεῖ ἀλλήλοις κατὰ τὴν ἰσότητα καὶ ἐν δύο τισὶν τὸ ἐλάχιστον θεωρεῖται. ὥστε πάντως δύο προτάσεων ἐστιν ἡ ἀντιστροφή. λοιπὸν δὲ λεκτέον ποίων προτάσεων ἐστιν ἡ ἀντιστροφή. τοῦτο δὲ εὑρήσομεν, εἰ διαίρεσίν τινα τῶν προτάσεων τελείαν ποιησαίμεθα ἐκ τῶν ὅρων οὕτως· ἐπειδὴ πᾶσα πρότασις ἔχει ὑποκείμενον ὅρον, ἔχει καὶ κατηγορούμενον, ἢ κτὰ ἀμφοτέρους τοὺς ὅρους αἱ προτάσεις κοινωνοῦσιν ἢ κατ’ οὐδέτερον, ἢ κατὰ μὲν τὸν ἕτερον κοιἄτοπόν] 1 π in ras. P 2 6 τὸ addidi 14 λέγει] memoriter citat Categ. c. 7 p. 6 b 27 sq. 16 aut <οἶον> δοῦλος aut δοῦλος <γὰρ> scribenduin videtur <ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη καὶ> conicio 18 ἐρεῖ] Anal. Pr. II 22 23 τὸ scripsi: ἡ P 25 φησιν] Rhetor. I 1 1354 a 1 30 τοι γὰρ ἴσον addidi 31 εἴ γε τὴν scripsi: εἴτε τ (sic) P νωνοῦσιν, κατὰ δὲ τὸν ἕτερον διαφέρουσιν, καὶ τοῦτο διχῶς· ἢ γὰρ κατὰ μὲν τὸν ὑποκείμενον κοινωνοῦσιν, κατὰ δὲ τὸν κατηγορούμενον διαφέρουσιν, ἢ τὸ ἀνάπαλιν. λέγω ὅτι οὐ δύναται ἡ ἀντιστροφὴ εἶναι οὔτε τῶν προτάσεων τάσεων τῶν κατὰ μηδέτερον κοινωνουσῶν (ποία γὰρ ἰσότης δύναται εἶναι ἐν τοῖς κατὰ πάντα διαφέρουσιν;) οὔτε τῶν κατὰ τὸν ἕτερον μὲν κοινωνου- σῶν κατὰ δὲ τὸν ἕτερον διαφερουσῶν· οὐδὲ γὰρ ἐν ταύταις δύναται εἶναι ἰσότης διὰ τὸ διαφέρειν τὸν ἕτερον· λείπεται τὴν ἀντιστροφὴν εἶναι τῶν προτάτεων τῶν κατ’ ἀμφότερα κοινωνουσῶν. λέγει δὲ πάλιν ἄλλην διαί· ρεσιν· ἐπειδὴ πᾶσα πρότασις ἔχει † ὅρον ἢ γὰρ καταφατική ἐστιν ἢ ἀποφατική), ἔχει δὲ καὶ τάξιν καθ’ ἣν τεταγμένοι εἰσὶν οἱ ὅροι, ὅδε μὲν πρῶτος, ὅδε <δὲ> δεύτερος, λέγει οὖν ὅτι οὕτως αἱ προτάσεις αἱ νοῦσαι ἢ οὕτως κοινωνοῦσιν ὥστε καὶ τὴν αὐτὴν ποιότητα φυλάττειν καὶ τὴν αὐτὴν τάξιν, ἢ οὐδέτερον τούτων φυλάττουσιν, ἢ τὸ μὲν ἕτερον φυ- λάττουσιν, τὸ δὲ ἕτερον ἐναλλάττουσιν, καὶ τοῦτο διχῶς· ἢ γὰρ τὴν τάξιν ἐναλλάττουσι τὴν ποιότητα φυλάξασαι, ἢ τὸ ἀνάπαλιν | f. 112v 3 τὸ superscr. P1 9 immo ποιότητα 11 δὲ addiili ὅτι] ὅ snperscr. P 1 14 ἐναλάττουσιν P 15 ἐναλλάττουσι scripsi: ἐναλάττουσαι P f. 112 v vacuum reliquit notans ζήτει τὴν ἀκολουθίαν τέσσαρα φύλλα στρέψας ὅπου καὶ τὸ σημεῖον ἴδοις ἄν P cf. Praef.