25 p. 24b18 Συλλογισμὸς δέ ἐστιν λόγος ἕως τοῦ πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον. Ἀκολούθως μετὰ τὸ εἰπεῖν τί ἐστιν πρότασις καὶ τί ὅρος ὁρίζεται τί ἐστιν συλλογισμός· οὕτω γὰρ καὶ ἄνω προέθετο· “εἶτα, φησίν, διορίσαι τί ἐστιν πρότασις καὶ τί ὅρος καὶ τί συλλογισμός”. πρὸ δὲ τῆς ἐξηγήσεως τοῦ ὅρου τοῦ συλλογισμοῦ ζητεῖται ἐνταῦθα τί ἐστιν τὸ ἐν ἡμῖν συλλογιζόμενον καὶ περὶ τίνων οἱ συλλογισμοί. καὶ λέγομεν ὅτι τριῶν οὐσῶν τῆς ψυχῆς γνωστικῶν δυνάμεων, τῆς νοερᾶς, τῆς διανοητικῆς, τῆς δοξαστικῆς, οὐ δύναται οὔτε ἡ πρώτη οὔτε ἡ τρίτη συλλογίζεσθαι, ἀλλ’ ἡ μέση μόνη. ἡ μὲν γὰρ πρώτη διὰ τὴν ἀπὸ τοῦ νοῦ ἔλλαμψιν εἰς αὐτὴν ἐφήκουσαν ἁπλαῖς ἐπιβολαῖς γιγνώσκει ἃ γιγνώσκει· ἡ δὲ τρίτη τὰ 3 πρόθεσις P 5 lac. signavi; supple οὕτως ἡ ἀφαίρεσις τοῦ ‘ἔστι’ σημαίνει τὰς προτάσεις τὰς οὐκ ἐχούσας τὸ ‘ἔστι’ τρίτον προσκατηγορούμενον 5. 6 τῷ ὑποκειμένῳ scripsi: τὸ ὑποκείμενον P 6. 7 ἐν τῷ Περὶ ἑρμ.] c. 12 p. 21b 26 sq. 8 γόμφου] γ corr. P2; in marg. γόμφου P2 10 ἄνθρωπος] ὁ ex ὢ corr. P 13 ὁ addidi διαιρεῖ scripsi: διαιρεὶται P 14 ἀνθρώπου P 15 ἐπεβεβαίου] inter πε et β 1 lilt. eras. P τοῦ ἔστιν scripsi: τοῦτέστιν P 28 ἄνω] p. 24a 11 34 διὰ scripsi: καὶ P ἔνλαμψιν P 35 ἐφήκουσαν] ἑ in ras. P συμπεράσματα μόνα παραδέχεται παρὰ τῆς μέσης· διὸ καὶ δόξα καλεῖται παρὰ τὸ δέχεσθαι. ἡ δὲ μέση ἐστὶν ἡ διεξοδικῶς ἀπὸ ἄλλου ἄλλο γιγνώσκουσα· διὸ καὶ διάνοια καλεῖται παρὰ τὸ διανύειν καὶ διεξιέναι. αὕτη ἐστὶν ἡ δύναμις ἡ συλλογιζομένη [ἡ] ἐν ἡμῖν καὶ διὰ συλλογισμῶν γιγνώσκουσα καὶ ἀποδεικνύουσα τὰ πράγματα. ἀπὸ ταύτης τὰ συμπερασματα τῶν ἀποδείξεων δεχομένη ἡ δόξα κατέχει· οἷον ἡ διάνοια συλλογιστικῶς καὶ ἀποδεικτικῶς εὑρίσκει καὶ γιγνώσκει ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν· τοῦτο <τὸ> συμπέρασμα μόνον τὸ ‘ἡ ψυχὴ ἀθάνατός ἐστιν’ ἐκτὸς ἄλλων προτάσεων δι’ ὧν ἀποδείκνυται δέχεται ἡ δόξα καὶ δοξάζει ἄνευ ἀποδείξεων. ἡ οὖν διάνοια συλλογιστικῶς καὶ ἀποδεικτικῶς ἐπίσταται· ὥστε τὸ συλλογιζόμενον <ἐν> ἡμῖν ἡ διάνοιά ἐστιν. πάλιν τῶν τὰ μὲν νοητά, τὰ δὲ αἰσθητά, τὰ δὲ μέσα τούτων· λέγω δὴ ὅτι | οὔτε ἐπὶ τῶν νοητῶν συλλογιζόμεθα οὐδ’ ἐπὶ τῶν αἰσθητῶν ἀλλὰ μόνον f. 104v τῶν μέσων. οὔτε γὰρ <ἐπὶ> τῶν νοητῶν συλλογιζόμεθα· οὐ γὰρ ὁ θεολόγος δύναται διὰ τῶν συλλογισμῶν τὰ νοητὰ δεικνύναι, ἀλλ’ ἀναλογίᾳ κέχρηται, καὶ εἰκότως· οἱ μὲν γὰρ συλλογισμοὶ ἀπὸ τῶν αἰτιῶν τὰ αἰτιατὰ 5 δεικνύουσιν καὶ ἀπὸ τῶν καθολικωτέρων τὰ μερικώτερα· τὰ δὲ νοητὰ πρῶτά ἐστιν καὶ καθολικώτερα τῶν ἄλλων πάντως· ὥστε εἰκότως περὶ τῶν πρώτων οὐ συλλογιζόμεθα· οὐδὲ γὰρ ὁριζόμεθα αὐτὰ διὰ τὴν αὐτὴν αἰτίαν· οἱ μὲν γὰρ ὅροι ἐκ γένους εἰσὶν καὶ διαφορῶν· ὑπὲρ δὲ τὰ πρῶτα οὐδέν. οὕτε μὴν ἐπὶ τῶν αἰσθητῶν συλλογιζόμεθα· οὐ γὰρ συλλογιστικῶς γιγνώσκω σκῶ ὅτι τὸ γάλα λευκόν ἐστιν, ἀλλ’ αὐτόθεν ἡ αἴσθησις τοῦτο γιγνώσκει. οὔτε περὶ τῶν πρώτων οὔτε ἐπὶ τῶν ἐσχάτων συλλογιζόμεθα, ἀλλὰ περὶ τῶν μέσων, ἃ καλεῖται διανοητά, ἐπειδὴ διανυστικῶς καὶ διεξοδικῶς αὐτὰ γιγνώσκομεν διὰ τῶν συλλογισμῶν, οἷον τὰ μαθήματα· συλλογιστικῶς γὰρ αὐτὰ γιγνώσκομεν· οὐ. γὰρ δήπου δι’ αἰσθήσεως αὐτὰ ἐπιστάμεθα· τὴν γνῶσιν γὰρ τῶν θεωρημάτων ἐξ ἀφαιρέσεως καλοῦσιν οἱ γεωμέτραι· τὸ γὰρ ξύλινον ἢ χαλκοῦν καὶ ἀπλῶς τὴν ὕλην καὶ τὸ ὅσον τῇ αἰσθήσει ὑποπίπτει ἀφελὼν ὁ γεωμέτρης αὐτὸ καθ’ αὑτὸ τὸ καθόλου εἶδος τοῦ τριγώνου ἢ [ὁ] τετραγώνου διανοεῖται. ἔχομεν οὖν τί τε τὸ ἐν ἡμῖν συλλογιζόμενον, ὅτι οὐ τὸ νοερόν, οὐ τὸ δοξαστικόν, ἀλλὰ τὸ διανοητικόν, καὶ περὶ τίνων οἱ συλλογισμοί, ὅτι οὐ περὶ τῶν νοητῶν, οὐ περὶ τῶν αἰσθητῶν, ἀλλὰ περὶ τῶν μέσων τῶν διανοητῶν. λοιπὸν δὲ ἐπὶ τὴν τοῦ ὅρου ἐξήγησιν ἡμῖν ἰτέον. καὶ πρῶτον αὐτὸν ἐκθώμεθα, εἶτα δείξομεν ὅτι οὐδὲν οὔτε περισσὸν ἔχει οὔτε ἐλλεῖπον. Συλλογισμός ἐστιν, φησίν, λόγος ἐν ᾧ τεθέντων τινῶν 1 συνπεράσματα P 2 post ἄλλο 1 litt. eras. P 4 ἡ tert. delevi 8 τὸ addidi 11 ἐν addidi 13 ἐπὶ prius scripsi: τὴν P 14 ἐπὶ addidi 14. 15 θεοσλόγος P 21. 22 τί γνώσκω P 22 ἔσθησις P 23 <ὥστε> περὶ sive πρώτων x003E; conicio 24 ἐπειδὴ scripsi: ἔπι δὲ, ἑ alterum in ras., P δι ἀνυστικῶς, ι prius in ras., P 26 αὐτὰ γιγνώσκομεν scripsi: τὰ γιγνωσκόμενα P 27. 28 τὸ—ξύλινον scripsi: τοῦ—ξυλίνου P 27 αιφαιρέσεως (sic) P 30 τετραγένου scripsi: ὁ τετράγωνος P διανοῆται P 31 au ἀλλὰ τὸ μέσον x003E;? cf. vs. 33 34 fortasse δείξωμεν cf. p. 26,7 ἕτερόν τι τῶν κειμένων ἀνάγκη συμβαίνειν τῷ ταῦτα εἶναι. οὗτός ἐστιν ὁ τοῦ συλλογισμοῦ ὅρος. καὶ ὅτι μὲν τέως τὸ ὄνομα τοῦτο τὸ συλλογισμὸς συλλογὴν λόγων | δηλοῖ, πρόδηλον· ἀεὶ γὰρ ἡ συν(??) πρό. f. 105r θέσις οὐχ ἕν τι σημαίνει ἀλλ’ ἄθροισμά τι, οἷον ὅταν εἴπω συνέδριον, σύγκλητος, συμπότης, σύμψηφος. συλλογισμὸς οὗν ἀντὶ τοῦ ‘συλλογὴ λόγων καὶ οἱονεὶ ἄθροισμα λόγων’. ἵνα δὲ πρότερον ὡς τύπῳ νοήσωμεν τὰ εἰρημένα ἐν τῷ ὅρῳ τοῦ συλλογισμοῦ, συλλογισμόν τινα ἐκθέμενοι νοήσομεν ἐπ’ αὐτοῦ πῶς τὰ εἰρημένα ἐν τῷ ὅρῳ πάντα ἐφαρμόζει αὐτῷ. οἷον ἔστω συλλογισμος οὕτος· ἡ γραμμὴ σύνεχες, τὸ σύνεχες πόσον, ἡ γραμμὴ ἄρα ποσόν. ὅτι μὲν οὖν τὸ ὅλον τοῦτο λόγος ἐστίν, πρόδηλον· καὶ γὰρ καὶ ἐκ λόγων σύγκειται· εἰσὶν γὰρ ἐν αὐτῷ δύο προτάσεις καὶ τὸ συμπέρασμα· ὥστε λόγος ἐκ λόγων ἐστίν. ὥστε τέως ὁ λόγος ἐφαρμόζει αὐτῷ. ἀλλὰ καὶ τέθειταί τινα ἐν αὐτῷ· τέθειται δὲ ἀντὶ τοῦ ‘ὡμολόγηται’. τί δὲ ὡμολογήθη; ὅτι ἡ γραμμὴ συνεχές ἀστιν, καὶ ὅτι τὸ συνεχὲς καὶ ποσόν ἐστιν. ὥστε ἁρμόζει αὐτῷ καὶ τὸ ἐν ᾧ τεθέντων τινῶν. ἀλλὰ καὶ τὸ συμπέρασμα ἄλλο τι ἀνεφάνη παρὰ τὰ κείμενα, παρὰ τὰ τεθέντα· τὰ μὲν γὰρ κείμενα ἦν τὰ ὁμολογηθέντα, ὅτι ἡ γραμμὴ συνεχές ἐστιν καὶ ὅτι τὸ συνεχὲς ποσόν· ἕτερον δέ τι παρὰ ταῦτα τὸ συμπέρασμα ἀνεφάνη, ὥστε ἡ γραμμὴ ἄρα ποσόν ἐστιν. ὥστε καὶ τὸ ἕτερόν τι τῶν κειμένων ἀνάγκη συμβαίνειν ἁρμόζει αὐτῷ. πόθεν δὲ ἀνεφάνη τὸ συμπέρασμα; τῷ ταῦτα εἶναι τὰ ὁμολογηθέντα· οὐκ ἀλλαχόθεν γὰρ συνέβη καὶ ἀνεφάνη τὸ συμπέρασμα ἢ ἀπὸ τῶν τεθειμένων προτάσεων, ὅτι ἡ γραμμὴ συνεχές ἐστιν καὶ ὅτι τὸ συνεχὲς ποσόν ἐστιν. ὥστε καὶ τὸ τῷ ταῦτα εἶναι ἁρμόζει αὐτῷ. οὕτως μὲν ὡς τύπῳ εἰπεῖν ἐπὶ παραδείγματος ἐξηγήσθω ἡμῖν ὁ ὅρος τοὐ συλλογισμοῦ. καὶ ἀκριβέστερον δὲ αὐτὸν ἐπισκεψώμεθα, ἵνα λέξωμεν ὅτι οὐδὲν περιττὸν οὐδὲ ἐλλεῖπον ἔχει ἡ ῥηθεῖσα ὑπογραφὴ τῆς ἐννοίας. πρόκειται αὐτῷ τὸν συλλογισμὸν ὁρίσασθαι· πᾶς δὲ ὅρος ἐκ γένους ἐστὶν καὶ διαφορῶν. ἐνταῦθα οὖν | τὸ f. 105v μὲν λόγος ὡς γένος παρείληπται· εἶδος γάρ ἐστιν τούτου συλλογισμὸς ὡς τοῦ ζῴου ἄνθρωπος. τὰ δὲ ἑξῆς ὡς διαφοραί, τὸ μὲν ἐν ᾧ τεθέντων, ἵνα χωρίσῃ αὐτὸν ἀπὸ τῶν ἄλλων λόγων, οἷον τοῦ κλητικοῦ ἡ τοῦ εὐκτικοῦ καὶ τῶν ἄλλων ἁπλῶς, εἴτε πέντε αὐτοὺς βούλει λέγειν εἴτε δέκα· τί γὰρ τίθεταί τις ἐν εὐχῇ ἢ ἐν κλήσει; τεθέντων δὲ ἀντὶ τοῦ ‘ὁμολογηθέντων’· καὶ γὰρ αὐτὰς τὰς προτάσεις ὁ Πλατῶν ὁμολογήματα καλεῖ, καὶ πολλαχοῦ λέγει ‘ἀπὸ τῶν ὡμολογημένων’ ἀντὶ τοῦ ‘ἀπὸ τῶν ῥηθεισῶν προτάσεων’. οἱ δὲ Στωικοὶ ἀξιώματα αὐτὰς ἐκάλουν καὶ 5 συνπότης P 7 an νοήσωμεν? cf. p. 25,34 10 ποσόν ex ποιόν corr. P1 12 an τέως τὸ ? cf. vs. 28 14 καὶ alteium delendum videtur cf. vs. 18. 23 16 ἀνεφάνη] ἡ in ras. corr. ex εἰ P 17 et 21 ὡμολογηθἐντα P 18 ὥστε] τὸ conicio 21 ῆναι P 23 τῶι superscr. P 25 ὁ ὅρος scripsi: ὅτι ὅροι P 25 αὐτὸν ex αὐτῶν corr. P 26 δείξωμεν conicio οὐδὲ] οὐδὲν pr. P 29 λόγος] λόγ in ras. P τούτου scripsi: τοῦ P 31 ἄλλων λόγων] ὢν λόγ in ras. P 32 τ’ ἀλλ’ (sic) P 34 ὡμολογηθἐντων P 36 στοϊκοὶ P αὐτὰς scripsi: αὐτὰ P λήμματα παρὰ τὸ λαμβάνειν καὶ ἀξιοῦν αὐτὰς ἀληθεῖς εἶναι, ὡς τὰ παρὰ τοῖς γεωμέτραις ἀξιώματα. ὁ δὲ Ἀριστοτέλης προτάσεις αὐτὰς καλεῖ· τῶν δὲ προτάσεων τὰς σαφεῖς καὶ ἐναργεῖς καὶ μὴ δεομένας ἀποδείξεως διὰ τὸ σαφὲς ἀξιώματα καλεῖ μόνως [προτάσεις]. ὥστε τὸ ἐν ᾧ διορίζει τὸν συλλογισμὸν ἀπὸ τῶν ἄλλων λόγων τῶν ἀσυλλογίστων. τινὲς δὲ τὸ τεθέντων λέγουσιν αὐτὸν εἰρηκέναι, † καὶ ἐπειδὴ κατηγοπικῶν συλλογισμῶν λέγει, ἀντὶ τοῦ ‘κατηγορηθέντων’· ἐπὶ γὰρ τῶν τοιούτων συλλογισμῶν διαρρήδην τιθέμεθα καὶ ὁμολογοῦμεν καὶ ἀποφαινόμεθα ὡς ἀληθεῖς τὰς προτάσεις· ἐπὶ δὲ τῶν ὑποθετικῶν οὐκ ἀποφαινόμεθα ἀλλ’ ὑποτιθέμεθα ‘εἰ τόδε ἐστίν, τόδε ἐστίν’. ἡμεῖς δὲ λέγομεν ὅτι καὶ ἐκεῖ, εἰ καὶ μὴ διαρρήδην τιθέμεθα, ἀλλ’ οὖν καὶ ἐκεῖ τιθέμεθά πως, καὶ ἁρμόζει καὶ τοῖς ὑποθετικοῖς συλλογισμοῖς ὁ ὅρος οὗτος· ὥστε τό τεθέντων οὐ πρὸς διαστολὴν τῶν ὑποθετικῶν συλλογισμῶν εἴρηται ἀλλὰ τῶν ἄλλων λόγων ἐν οἷς οὐδὲν τίθεται. τὸ δὲ τινῶν εἶπεν διορίζων αὐτὸν ἀπὸ τῶν μονολημμάτων συλλογισμῶν· ἐκεῖνοι γὰρ οὐ τέλειοι· νῦν δὲ τὸν τέλειον ὁρίζεται συλλογισμόν· δεῖ δὲ τὸν τέλειον συλλογισμὸν τὸ ἐλάχιστον ἐκ δύο λημμάτων εἶναι. εἰσὶν δέ τινες ἀτελεῖς συλλογισμοὶ μονολήμματοι, οἷς κέχρηνται οἱ ῥήτορες παραλιμπάνοντες τῷ δικαστῇ τὴν ἑτέραν πρότασιν ἐννοῆσαι, τὴν μείζονα ἢ τὴν | ἐλάσσονα. f. 106r καὶ συμβάλλεται αὐτοῖς τοῦτο· ὁ γὰρ δικαστὴς ὑπάγεται εἰς τὸ θέσθαι τῇ ἀποδείξει, ἵνα μὴ δόξαν δῷ ἑαυτοῦ ὡς μὴ ἐννοήσας τὴν ἑτέραν πρότασιν. οἷον ὁ δεῖνα καλλωπιστής· ὁ δεῖνα ἄρα μοιχός· ὁ Σωκράτης σπουδαῖος· ὁ Σωκράτης ἄρα εὐδαίμων· ἑκατέρᾳ γὰρ αὐτῶν ἐνδεῖ τῆς μείζονος προτάσεως τῆς ‘πᾶς δὲ καλλωπιστὴς μοιχός’ καὶ τῆς ‘πᾶς δὲ σπουδαῖος εὐδαίμων’. τῆς δὲ ἐλάττονος ἐνδεῖ, ἐὰν εἴπω ‘πὰς σπουδαῖος εὐδαίμων· ὁ Σωκράτης ἄρα εὐδαίμων’· ἐνδεῖ γὰρ τῆς ἐλάσσονος τῆς ‘ὁ Σωκράτης σπουδαῖος‘. καὶ ἐν μὲν τοῖς ἑπομένοις ἀκριβῶς μαθησόμεθα τίς ἡ ἐλάσσων καὶ τίς ἡ μείζων πρότασις· νῦν δὲ ὡς τύπῳ εἰπεῖν, ἐὰν ᾖ τοιοῦτος συλλογισμὸς ‘πᾶσα γραμμὴ συνεχές, πᾶν τὸ συνεχὲς ποσόν, πᾶσα γραμμὴ ποσόν’, ἐλάσσων μέν ἐστιν πρότασις ἡ ‘πᾶσα γραμμὴ ἡ] συνεχές’, μείζων δὲ ἡ ‘πᾶν τὸ συνεχὲς ποσόν’. τὸ οὖν [τί] τινῶν αὐτὸν ἀπὸ τῶν παρὰ τοῖς ῥήτορσιν μονολημμάτων συλλογισμῶν· ἐν ἐκείνοις γὰρ οὐ τινὰ τίθεσθαι ἀλλὰ τί, καὶ οὐ τέλειοι οἱ τοιοῦτοι. Λοιπὸν δὲ λεκτέον τί εἶπεν ἕτερόν τι τῶν κειμένων, καὶ διὰ τί ἀνάγκγ, καὶ διὰ τί συμβαίνειν. τὸ μὲν ἕτερόν τι τῶν κειμένων εἶπεν διὰ τοὺς παρὰ τοῖς Στωικοὶς διφορουμένους συλλογισμοὺς ἢ ἀδιαφόρως περαίνοντας. 2 γεωμέτροις P 4 immo μόνας προτάσεις delevi 6 fortasse ἐπειδὴ καὶ <περὶ> 7 ἐπεὶ P 8 ὁμολουγοῦμεν P ἀποφαινόμεθαι 12, 13 θέντων P 19 τετέραν P 20 συμβάλετι P 21 oui τε αὐτοῦ P 23 σπουδαίως P εὐδιμονων P 24. 25 ἐνδεῖ τῆς μείζονος προτάσεως τῆς—καὶ τῆς—τῆς δὲ ἐλάττονος scripsi: ἐν δὲ τῆι μείζονι προτάσει τῆι—καὶ τῆι—τῆι δὲ ἐλάττονι τονι P 26. 27 τῆι ἐλάσσονι τῆι P 28 προτάσεις P 30 ἡ alt. delevi 31 τί delevi cf. p. 29,18 31 32 ῥήτορσιν] ν ex σ corr. P1 33 immo τίθεται 36 τοῖς τοϊκοῖς διφορομένου συλλογισμοῦ P ἀδιαφόρως scripsi: διαφόρως P εἰσὶν δὲ διφορούμενοι οἱ δὶς τὰ αὐτὰ λέγοντες· οἷον ἱεῖ ἡμέρα ἐστίν, ἡμέρα ἐστίν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἐστίν᾿. δοκεῖ οὗτος συλλογισμὸς εἶναι, οὐκ ἔστι δέ· διὰ γὰρ τῶν αὐτῶν τὰ αὐτὰ δείκνυσιν. πῶς δὲ ὤφειλεν λέγεσθαι; ‘εἰ ἡμέρα ἐστίν, φῶς ἐστιν· ἀλλὰ μὴν φῶς ἐστιν· ἡμέρα ἄρα ἐστίν’. ἀδιαφόρως δὲ περαίνοντας λέγουσιν τοὺς τοιούτους, οἷον ἱεῖ ἡμέρα ἐστίν, οὐκ ἔστιν νύξ· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἀστίν‘. καὶ οὗτος δοκεῖ εἶναι συλλογισμός, οὐκ ἔστι δέ· οὐ γὰρ ὡς ὤφειλεν διεξῆλθεν ἀλλ’ ἀδιαφόρως. πῶς δὲ ὤφειλεν λέγεσθαι; ‘εἰ ἡμέρα ἐστίν, οὐκ ἔστιν νύξ· ἀλλὰ μὴν οὐκ ἔστιν νύξ· ἡμέρα ἄρα ἐστίν’. διορίσας οὖν αὐτὸν ἀπὸ τῶν τοιούτων, ἀπὸ τῶν δοκούντων μὲν εἶναι συλλογισμῶν οὐκ ὄντων δέ, τέθεικεν τὸ ἕτερόν τι τῶν κειμένων· ἐν γὰρ τούτοις, | τοῖς διφορουμένοις f. 106v καὶ τοῖς ἀδιαφόρως περαίνουσιν, οὐχ ἕτερόν τι τῶν κειμένων ἐστὶν τὸ συμπέρασμα ἀλλὰ ταὐτόν. ὥστε καὶ ταύτῃ δείκνυται ὅτι τὸ τεθέντων οὐχ ὡς τισὶν ἔδοξεν κεῖται πρὸς διαστολὴν τῶν ὑποθετικῶν συλλογισμῶν· εἰ γὰρ ἦν τὸ τεθέντων κείμενον καὶ πρὸς διαστολὴν τῶν ὑποθετικῶν, οὐκ ἄν προσετέθη τὸ ἕτερόν τι τῶν κειμένων πρὸς διαστολήν τινων ὑποθετικῶν, τῶν διφορουμένων, ὡς εἴρηται, καὶ ἀδιαφόρως περαινόντων (ὑποθετικοὶ γὰρ καὶ οὗτοι), εἴ γε πάντων τῶν ὑποθετικῶν ἦν τὸν ὅρον διὰ τοῦ τεθέντων. ὥστε καὶ ταύτην ἐκβλητέον τὴν δόξαν ἐκείνων, ἐξηγητέον δὲ αὐτὸ ὡς εἴρηται. Τὸ δὲ ἀνάγκη εἶπεν, ἐπειδὴ ὁ συλλογισμὸς πίστις τίς ἐστιν· πᾶς γὰρ ὁ συλλογιζόμενος ἀποδεῖξαί τι ἐθέλει καὶ πεῖσαι πάντως, δῆλον ὅτι τὸν προσδιαλεγόμενον. ἵνα οὖν χωρίσῃ αὐτὸν τῶν ἄλλων πίστεων, εἶπεν τὸ ἀνάγκη· τριῶν γὰρ οὐσῶν πίστεων, τῆς μὲν ἀπὸ τῶν ἴσων τῆς δὲ ἐπαγωγικῆς τῆς δὲ συλλογιστικῆς, μόνη ἡ συλλογιστικὴ ἔχει τὸ ἀναγκαῖον. ἀπὸ μὲν γὰρ ἴσων ἐστὶν <ᾗ> κέχρηνται οἱ ῥήτορες ἀπὸ ἑνὸς ἓν πιστούμενοι, ἀπὸ μερικοῦ οἷον Διονυσίου αἰτοῦντος Συρακουσίους φρουρὰν τοῦ σώματος ἑαυτοῦ λαβεῖν ἀντιλέγει τις καὶ ἀξιοῖ πεῖσαι μὴ δοθῆναι αὐτοῖς λέγων ὅτι καὶ Πεισίστρατος αἰτήσας καὶ λαβὼν ἐτυράννησεν. αὕτη δὲ ἡ πίστις οὐκ ἔχει τὸ ἀναγκαῖον· οὐ γάρ, ἐπειδὴ ἐκεῖνος ἐτυράννησεν, πάντως καὶ οὗτος τυραννήσει. ἐπαγωγικὴ δέ ἐστιν ἡ πίστις ἡ ἐκπεριτρέχουσα τὰ κτὰ μέρος καὶ ἐκ τῶν κατὰ μέρος τὸ καθόλου πιστουμένη· οἷον λέγω ὅτι πᾶν ζῷον τὴν κάτω γένυν κινεῖ· καὶ ἀποδεῖξαι μὲν τοῦτο συλλογιστικῶς οὐ δύναμαι οὗ], ἐπαγωγῇ δὲ χρῶμαι καὶ δείκνυμι τοῦτο ἐπὶ πολλῶν διεξιὼν τὰ καθέκαστα καὶ ἀξιῶν ἐκ τῶν κατὰ μέρος τὸ καθόλου πιστοῦσθαι. οὔτε δὲ αὕτη ἡ πίστις ἔχει τὸ ἀναγκαῖον· εὑρίσκεται γοῦν | τινα ζῷα τὴν ἄνω γένυν κινοῦντα· f. 107r 3 et 7 ἔστι δέ P2 ἔστιν P1 8 ἀλλὰ διαφόρως P 9 διορίσας οὑν scripsi: οὖν διορίσαι P 10 εἶναι scripsi: εστιν P 11 τέθηκεν P 12 οὐκέτερόν P 14 τισὶν scripsi: τινες P 15 τὸ τεθέντων scripsi: τότε P 15. 16 ὑπερθετικῶν P 17 ὡς scripsi: πῶς P 22 δῆλον ὅτι rarg. P 26 ᾗ addidi 28 fortasse αὐτῷ 32 τὼ καθόλου, κ ex ν, ut videtur, corr. P1 33 κινεῖ scripsi: κινεῖν P οὗ delevi 34 διεξιὼν scripsi: ἐξιὼν P 35 ἀξιῶν P2: ἀξίως, ut videtur, P1 τοῦ καθόλου P ὥστε φασὶν ὁ κροκόδειλος καὶ ὁ φοινικόπτερος] οὐκ ἔχει τὸ ἀναγκαῖον ἡ ἐπαγωγικὴ αὕτη πίστις. ἐὰν γάρ τι βουλόμενος δεῖξαι τῇ ἐπαγωγῇ χρή- σωμαι, μάλιστα μὲν οὐ δύναμαι πᾶσιν τοῖς κατὰ μέρος ἐπεξελθεῖν· ἐὰν δὲ καὶ ὑποθῶμαι ὅτι πᾶσιν ἐπεξέρχομαι, ἢ κἀκεῖνο τὸ ζητούμενον μετὰ πάντων λαμβάνω, καὶ εὑρίσκομαι τὸ ζητούμενον λαμβάνων, ἢ ἐκεῖνο οὐ λαμβάνω ἐν τῇ ἐπαγωγῇ, καὶ οὐδὲν κωλύει ἐκεῖνο παρὰ τὰ ἄλλα πάντα εἶναι. ὥστε οὐδὲ ἡ ἐπαγωγικὴ ἔχει τὸ ἀναγκαῖον. μόνη δὲ ἡ συλλο- γιστικὴ ἔχει τὸ ἀναγκαῖον· οἷον πρόκειταί μοι δεῖξαι ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν· κέχρημαι συλλογισμῷ τοιούτῳ· ἡ ψυχὴ αὐτοκίνητος· τὸ αύτοκίνητον ἀεικίνητον· τὸ ἀεικίνητον ἀθάνατον· ἡ ψυχὴ ἄρα ἀθάνατος. αὕτη ἡ πίστις ἔχει τὸ ἀναγκαῖον. ἔστιν δὲ ἡ πᾶσα διαίρεσις αὕτη· πᾶσα πίστις ἢ ἐξ ἴσων ἐστὶν ἢ ἐξ ἀνίσων ἢ ἀπὸ τῶν μερικῶν τὸ καθόλου πιστοῦ· τᾶι ἡ ἀπὸ τοῦ καθόλου τὸ μερικόν], ἐξ ἴσου μὲν ἡ ἀπὸ τοῦ μερικοῦ τὸ μερικὸν πιστουμένη, ἐξ ἀνίσων δὲ ἡ ἀπὸ τῶν μερικῶν τὸ καθόλου, ὡς ἡ ἐπαγωγική, ἢ ἀπὸ τοὐ καθόλου τὸ μερικόν, ὡς ἡ συλλογιστική. μόνη αὕτη ἔχει τὸ ἀναγκαῖον, καὶ εἰκότως· οὔτε γὰρ τὸ μερικὸν τῷ μερικῷ ὑπάγεται οὔτε τὸ καθόλου τῷ μερικῷ, ἀλλὰ τὸ μερικὸν τῷ καθόλου. τὸ οὖν [τί] ἄνάγκη διορίζει αὐτὸν ἀπὸ τῶν ἄλλων πίστεων αἵτινες ἔχουσιν τὸ ἀναγκαῖον. Τὸ δὲ συμβαίνειν εἶπεν, ἐπειδὴ οἶδεν διττὸν τὸ ἀναγκαῖον ἐν τοῖς συλλογισμοῖς, τὸ μὲν κατὰ τὴν ὕπαρξιν τῶν πραγμάτων τὸ δὲ κατὰ τὴν ἀκολουθίαν τῆς λέξεως. καὶ τὸ μὲν ἀναγκαῖον τὸ κατὰ τὴν ὕπαρξιν οὐ παντὶ συλλογισμῷ ὑπάρχει· τὸ δὲ κατὰ τὴν ἀκολουθίαν παντί. οἷον ἐὰν εἴπω ἰὴ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, τὸ ἀεικίνητον ἀθάνατον᾿· καὶ τί συμβαίνει; ἐξ ἀνάγκης ἄρα ἀκολουθεῖ τὸ τὴν ψυχὴν (??) ἀθάνατον εἶναι. ἀλλ’ οὐ μόνον κατὰ τὴν ἀκολουθίαν ἐστὶν τοῦτο ἀναγκαῖον f. 107v ἀλλὰ καὶ κατὰ τὴν ὕπαρξιν. ἐὰν δὲ εἴπω Σωκράτης περιπατεῖ, πᾶς ὁ περιπατῶν κινεῖται᾿, τί συμβαίνει ἐξ ἀνάγκης; τὸ Σωκράτης ἄρα κινεῖται᾿. τοῦτο δὲ κατὰ μὲν τὴν ἀκολουθίαν ἀναγκαῖόν ἐστιν, κατὰ δὲ τὴν ὕπαρξιν οὐκ ἀναγκαῖον· οὐ γὰρ ἐξ ἀνάγκης κινεῖται ὁ Σωκράτης· ἐν· δέχεται γὰρ αὐτὸν καὶ ἠρεμεῖν. ἐπειδὴ οὖν τί] τὸ κατὰ τὴν ὕπαρξιν μὲν ἀναγκαῖον οὐ παντὶ συλλογισμῷ ὑπάρχει, τὸ δὲ κατὰ τὴν ἀκολου- θίαν παντί, διὰ τοῦτο εἶπεν τὸ συμβαίνει ἀντὶ τοῦ ‘ἀκολουθεῖ᾿, ἵνα πᾶσι τοῖς συλλογισμοῖς ὑπάρχον εἴπῃ. Τὸ δὲ τῷ ταῦτα εἶναι εἶπεν, ἐπειδὴ δεῖ ἐκ τοῦ σαφοῦς τὸ ἀσαφὲς πιστοῦσθαι· οὗτε γὰρ τὸ σαφὲς ἐκ τοῦ σαφοῦς δεῖ πιστοῦσθαι· οὐδὲ γὰρ δέεται ἀποδείξεως τὸ σαφὲς σαφὲς ὄν· οὔτε τὸ ἀσαφὲς ἐκ τοῦ ἀσαφοῦς φασὶν—φοινικόπτερος delevi 4 ὑποθῶμαι ὑποθῶμαι scripsi: ὑπώμαι P 6 λα(??) (??) scripsi: λαμβάνων P 11 ἔστιν scripsi: ἔχε τίν (sic) P ἡ alt. superscr. P1 12. 13 ἡ ἀπὸ—μερικόν delevi 13 immo ἐξ ἴσων 17 τὸ καθόλου (post μερικὸν) P, οὐ ex ὢ corr. P1 18 τί delevi cf, vs. 31 30 κινῆται (sic) P 31 τί delevi cf. vs. 18 δεῖ πιστοῦσθαι· γέλοιον γάρ, καὶ εὑρίσκεται ἡ δι’ ἀλλήλων δεῖξις· ἀλλὰ δεῖ ἐκ τοῦ σαφοῦς τὸ ἀσαφὲς πιστοῦσθαι. εἰκότως οὖν καὶ καλῶς εἶπεν τῶ ταῦτα εἷναι καὶ τεθεῖσθαι τὰ ὁμολογήματα συμβαίνειν τὸ συμπέρασμα, ὅτι δεῖ ἐκ τῶν σαφεστέρων τὰ ἀσαφῆ πιστοῦσθαι· ἐκ γὰρ τῶν προτάσεων σαφῶν οὐσῶν καὶ ὁμολογουμένων τὸ ζητούμενον ἀσαφὲς ὂν δείκνυται. καὶ αὐτὸς δὲ ἐξηγεῖται <τὸ> τῷ ταῦτα εἶναι, καὶ διχῶς αὐτὸ ἐξηγεῖται. λέγω δέ, φησίν, τῷ ταῦτα εἶναι ἀντὶ τοῦ τὸ διὰ ταῦτα συμβαίνειν· διὰ γὰρ τὸ εἶναι ταῦτα τὰ ὁμολογηθέντα συμβαίνει τὸ συμπέρασμα· δεῖ γάρ, ὡς εἴρηται, ἐκ τοῦ σαφοῦς τὸ ἀσαφὲς πιστοῦσθαι. σημαίνει οὖν τὸ τῷ ταῦτα εἶναι τὸ <τὸ> εἶναι τὰ τεθέντα συμβαίνειν τὸ συμπέρασμα καὶ μηδενὸς ἔξωθεν δεῖν πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον. τοῦτο δὲ διὰ τοὺς ἐλλείπεις συλλογισμούς. οἷον ἐὰν εἴπω ἰὴ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον τὸ] ἀεικίνητον, ἡ ψυχὴ ἄρα ἀθάνατος᾿, ὁ τοιοῦτος συλλογισμὸς καὶ λόγος ἐστὶν καὶ | ἐν αὐτῷ τεθέντων τινῶν ἕτερόν τι f. 108 r τῶν κειμένων ἐξ ἀνάγκης συνέβη, ἀλλ’ οὐ <τῷ> ταῦτα εἶναι· γὰρ ἐκ τῶν εἰλημμένων συνέβη τὸ συμπέρασμα, ἀλλ’ ἔξωθεν ἄλλου ὅρου προσεδέησεν, τοῦ ἀθανάτου, ἵνα γένηται ἄλλη πρότασις ἡ λέγουσα ‘τὸ δὲ ἀεικίνητον ἀθάνατον᾿. ὁμοίως δὲ τὸ αὐτὸ λέγει καὶ ἐπὶ τῶν πλεοναζόντων συλλογισμῶν· ἐὰν γὰρ εἴπω ἰὴ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, ἴον, τὸ ἀεικίνητον ἀθάνατον, ὁ δὲ κόσμος ἀίδιος, ἡ ψυχὴ ἄρα ἀθάνατος᾿, οὐ τῷ ταῦτα εἶναι τὰ ὁμολογηθέντα συνέβη τὸ συμπέρασμα· οὐ γὰρ διὰ πάντα τὰ ὁμολογήματα συνέβη, ἀλλὰ πλεονάζει ἐνταῦθα μία πρότασις, ἡ λέγουσα ‘ὁ δὲ κόσμος ἀίδιος᾿. καὶ αὐτὸς μὲν οὐκ ἐμνήσθη πλεονασμοῦ ἀλλὰ μόνης ἐνδείας· λέγει δὲ αὐτὸς ὅτι τὸ τῷ ταῦτα εἶναι διαστέλλει αὐτὸν ἀπὸ τῶν ἐλλείπων καὶ τῶν πλεοναζόντων. πάλιν δὲ οὐκ εἶπεν πρὸς τὸ εἶναι τὸ ἀναγκαῖον᾿, ἀλλὰ πρὸς τὸ γενέσθαι, διὰ τὴν αὐτὴν αἰτίαν δι’ ἣν καὶ τὸ συμβαίνειν εἶπεν, ἐπειδὴ οἶδεν, ὡς εἴρηται, τὸ ἐν τοῖς συλλογισμοῖς ἀναγκαῖον διττόν, τὸ μὲν κατὰ τὴν ὕπαρξιν τὸ δὲ κατὰ τὴν ἀκολουθίαν· καὶ τὸ μὲν κατὰ τὴν ὕπαρξιν οὐκ ἔστιν ἐν πᾶσιν τοῖς συλλογισμοῖς, τὸ δὲ κατὰ τὴν ἀκολουθίαν ἐν πᾶσιν. πρὸς τὸ γενέσθαι οὖν τι] ἀντὶ τοῦ ‘πρὸς τὸ ἀκολουθῆσαι, πρὸς τὸ συμβῆναι᾿, ἵνα λάβῃ τὸ ἀναγκαῖον τὸ ἐν πᾶσιν τοῖς συλλογισμοῖς. τινὲς δὲ ἐνόμισαν ὅτι τὸ τῷ ταῦτα εἶναι εἶπεν διὰ τοὺς λεγομένους παρ’ αὐτῷ ἀτελεῖς συλλογισμούς· ἐρεῖ γὰρ ἐν τοῖς ἑξῆς ὅτι οἱ ἐν τῷ πρώτῳ σχήματι πάντες τέλειοί εἰσιν, οἱ δὲ ἐν τῷ δευτέρῳ καὶ τρίτῳ ἀτελεῖς. ἐν πρώτῳ δὲ σχήματί εἰσιν ὡς τύπω εἰπεῖν οἱ τοιοῦτοι. οἷον πᾶς ἄνθρωπος λογικόν, οὐδὲν λογικὸν ἵππος, οὐδεὶς ἄρα ἄνθρωπος <ἵππος>· ἐν δευτέρῳ δὲ σχήματι οἷον πᾶς 5 ὁμολογουμένων scripsi: ὁμολογουσῶν P 6 τὸ addidi cf. p. 31,36 32,18 8 σημαίνει scripsi: συμβαίνει P 10 τὸ alt. addidi cf. p. 31,37 13 αὐτοκίνητος—ἀεικίνητος P τὸ alt. delevi post ἀεικίνητος induxit ἀθάνατος, ut videtur, P2 15 τῷ 19 ἐὰν] ἑ ex εἰ corr. P1 20 et 23 ἀείδιος P 25 ἐλλείπων P: fort. ἐλλειπόντων cf. p. 32,6. n 31 τί delevi cf. p. 29,18.31 33 θελομένους (leg. καλουμένους) Waifz Org. I 45 34 ἐρεῖ] c. 4 ρ. 26b 29, c. 5 p. 28 a 4, c. 6 p. 14 37 ἵππος addidi λογικόν, οὐδεὶς ἵππος λογικόν, οὐδεὶς ἄρα ἄνθρωπος ἵππος. πάντας τούτους τοὺς ἐν δευτέρῳ σχήματι, ἔτι μέντοι καὶ τοὺς ἐν τρίτῳ ἀτελεῖς λέγει, ἐπειδὴ δέονταί τινος ἔξωθεν βοηθείας πρὸς τὸ ἀναχθῆναι εἰς f. 108 v τὸ πρῶτον σχῆμα· πάντα γὰρ συλλογισμὸν ἀνάγει εἰς τὸ πρῶτον σχῆμα. τρεῖς δὲ λέγει βοηθείας ὧν δέονται οἱ ἐν δευτέρῳ καὶ τρίτῳ συλλογισμοὶ πρὸς τὸ ἀναχθῆναι εἰς τὸ πρῶτον σχῆμα, ἀντιστροφήν, ἔκθεσιν καὶ ἔτι τὴν εἰς ἀδύνατον ἀπαγωγήν· οἷον ὁ εἰρημένος ἐν δευτέρῳ σχήματι συλλογισμὸς ἀντιστροφῆς δέεται πρὸς τὸ ἀναχθῆναι εἰς τὸ πρῶτον σχῆμα· ἐὰν γὰρ τὴν δευτέραν πρότασιν τὴν λέγουσαν ‘οὐδεὶς ἵππος λογικόν᾿ ἀντιστρέφῃς καὶ εἴπῃς ‘οὐδὲν λογικὸν ἵππος᾿, ἀναχθήσεται εἰς τὸ πρῶτον σχῆμα. ἰστέον δὲ ὅτι ὁ μὲν Ἀριστοτέλης ταύτης ἐγένετο τῆς δόξης, ὅτι οἱ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι συλλογισμοὶ πάντες ἀτελεῖς εἰσιν, ὁ δὲ Βοηθὸς ἑνδέκατος ἀπὸ Ἀριστοτέλους γενόμενος ἐναντίως τῷ Ἀριστοτέλει περὶ τού- του ἐδόξασεν, καὶ καλῶς ἐδόξασεν καὶ ἀπέδειξεν ὅτι πάντες οἱ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι τέλειοί εἰσιν. τούτῳ ἠκολούθησεν Πορφύριος καὶ Ἰάμβλιχος, ἔτι μέντοι καὶ ὁ Μάξιμος, <ὃς> ἀκροατὴς ἦν Ἱερίου τοῦ Ἰαμβλίχου ἀκροατοῦ. καὶ Θεμίστιος δὲ ὁ παραφραστὴς τῆς ἐναντίας ἐγένετο δόξης τῆς καὶ τῷ Ἀριστοτέλει δοκούσης. τούτοις οὖν τοῖς δύο, τῷ τε Μαξίμῳ καὶ τῷ Θεμιστίῳ, ἐναντία περὶ τούτου δοξάζουσιν καὶ κατασκευάζουσιν, ὡς ᾤοντο, τὸ δοκοῦν αὐτοῖς καὶ] διῄτησεν αὐτὰ ὁ βασιλεὺς Ἰουλιανός, καὶ δέδωκεν τὴν ψῆφον Μαξίμῳ καὶ Ἰαμβλίχῳ καὶ Πορφυρίῳ καὶ Βοηθῷ. φαίνεται δὲ καὶ Θεόφραστος ὁ Ἀριστοτέλους αὐτοῦ ἀκροατὴς τὴν ἐναντίαν αὐτῷ περὶ τούτου δόξαν ἔχων. τούτοις δὲ τοῖς ἀπὸ Βοηθοῦ ἠκολούθησεν καὶ ὁ μέγας Πρόκλος καὶ ὁ τούτου διδάσκαλος καὶ ὁ ἡμέτερος πατήρ, ὅτι καὶ οἱ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι πάντες τέλειοί εἰσιν. τινὲς δέ, ὡς εἴρηται, ἀποβλέποντες εἰς τὸ παρ’ αὐτοῦ τοῦ Ἀριστοτέλους λεγόμενον, ὅτι ἀτελεῖς οἴεται εἶναι τοὺς ἐν δευτέρῳ | καὶ τρίτῳ σχύματι, f. 109r εἰρήκασιν ὅτι τὸ τῷ ταῦτα εἶναι εἶπεν διὰ τοὺς ἐμ δευτέρῳ καὶ τρίτῳ σχήματι ἐκβάλλων αὐτοὺς τῆς τῶν συλλογισμῶν ἑστίας· οὐ γὰρ διὰ τὸ εἶναι καὶ ὁμολογηθῆναι ταῦτα τὰ ἐν αὐτοῖς ὁμολογήματα συμβαίνει τὸ συμπέρασμα, ἀλλὰ δέονται ἔξωθεν βοηθείας πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον, οἷον τῆς ἀντιστροφῆς ἤ τινος ἄλλης τῶν τριῶν τῶν εἰρημένων. ἡμεῖς δέ φαμεν ὅτι οὐ διὰ τοῦτο εἶπεν τὸ τῷ ταῦτα εἶναι. πρῶτον μὲν γὰρ ἄτοπόν ἐστιν πάντας τοὺς ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι λέγειν μὴ εἶναι συλλογισμούς, περὶ ὧν τοσαῦτα ἐρεῖ. ἔπειτα αὐτὸς ἐξηγούμενος τὸ τῷ ταῦτα εἶναι εἶπεν, ὅτι διὰ τοῦτο εἶπον τὸ τῷ ταῦτα εἶναι, ἐπειδὴ διὰ τὸ ταῦτα εἶναι τὰ τεθέντα συμβαίνει τὸ συμπέρασμα καὶ οὐδενὸς ἔξωθεν ὅρου προσδεῖ πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον· τοὺς δὲ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι ἀτελεῖς λέγει, οὐχ ὡς ἔξωθεν ὅρου 5 ὧν scripsi: οὐ P IG ὃς addidi 18 Β P: δυσί Waitz 1. c. p. 46, at cf. p. 35,33 20 καὶ delevi αὐτὸς ὁ conicio 30 εἶναι] εἶ ex θ corr. 33 τῷ] ὢ ex αὖ corr. P1 36 διὰ τού in fine versus P προσδεομένους· οὐδὲ γὰρ ἡ βοήθεια ἡ προσγινομένη αὐτοῖς ὅρον αὐτοῖς προστίθησιν, οἷον ἡ ἀντιστροφὴ ὅρον οὐ προστίθησιν, ἀλλὰ τοὺς κειμένους ἀντιστρέφει· τὴν γὰρ πρότασιν τὴν λέγουσαν ‘οὐδεὶς ἵππος λογικός᾿ ἀντι- στρέφει ἡ ἀντιστροφὴ καὶ λέγει ‘οὐδὲν λογικὸν ἵππος᾿, οὐκ ἄλλον ὅρον προστιθεῖσα ἀλλὰ τοῖς οὖσιν χρωμένη. οὐκ ἄρα τὸ τῷ ταῦτα εἶναι εἶπεν διὰ τοὺς ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι ἀλλὰ διὰ τοὺς ἐλλείποντας καὶ πλεονάζοντας, ὡς εἴρηται. Τελείως ἄρα ἔχει ὁ ὅρος. ἵνα δὲ συντόμως ἐπαναλάβωμεν τὰ ῥη- θέντα, τὸ μὲν λόγος κεῖται ὡς γένος τοῦ συλλογισμοῦ· τὸ δὲ ἐν ᾧ τεθέντων πρὸς ἀντιδιαστολὴν τῶν ἄλλων λόγων τῶν ἀσυλλογίτων· τὸ δὲ τινῶν πρὸς ἀντιδιαστολὴν τῶν παρὰ τοῖς ῥήτορσιν μονο- λημμάτων συλλογισμῶν· τὸ δὲ ἕτερόν τι τῶν κειμένων πρὸς διαστολὴν τῶν παρὰ τοῖς Στωικοῖς λεγομένων | διφορουμένων ἢ ἀδιαφόρως f. 109 v περαινόντων· τὸ δὲ ἀνάγκη πρὸς διαστολὴν τῶν ἄλλων πίστεων αἳ τὸ ἀναγκαῖον οὐκ ἔχουσιν· τὸ δὲ συμβαίνειν ὡς ἀεὶ ὑπάρχον τὸ κατὰ τὴν ἀκολουθίαν ἀναγκαῖον παντὶ συλλογισμῷ· τὸ δὲ τῷ ταῦτα εἶναι πρὸς διαστολὴν τῶν ἐλλειπόντων συλλογισμῶν ἢ πλεοναζόντων. αὐτὸς δὲ ἐξηγούμενος τὸ τῷ ταῦτα εἶναι τῶν ἐλλειπόντων <μόνων> ἐμνήσθη· ἐκείνων γὰρ μάλιστα οὐ τῷ ταῦτα εἶναι τὰ τεθέντα ἐν αὐτοῖς συμβαίνει τὸ συμπέρασμα ἀλλὰ τῷ ἔξωθέν τι προσειλῆφθαι. οὐδὲν ἄρα οὔτε περιττὸν οὔτε ἐλλεῖπον ἔχει ὁ ὅρος· αὕτη δέ ἐστιν ὅρου ἀρετή, τὸ ἀπέριττον καὶ ἀνελλειπές. p.241b22 Τέλειον μὲν οὖν καλῶ συλλογισμὸν ἕως τοῦ καὶ τὸ κατὰ μηδενὸς ὡσαύτως. Ἀκολούθως τοῖς προειρημένοις μετὰ τὸ ὁρίσαι τί ἐστιν συλλογισμὸς ὁρίζει τίς ἐστιν ὁ τέλειος καὶ τίς ὁ ἀτελής· οὕτως γὰρ προέθετο. καὶ πάλιν οὐ λέγει ‘τέλειος δέ ἐστιν᾿, ἀλλὰ τέλειον δὲ καλῶ καὶ ἀτελῆ ὡς αὐτὸς ὤν φησιν τούτων ἀνοματοθέτης. τέλειον δέ, φησίν, κλῶ τὸν μηδενὸς ἄλλου προσδεόμενον ἔξωθεν πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον, τουτέστιν τὸ συμπέρασμα. ὅρα δὲ πῶς εἶπεν τὸν μὴ δεόμενον πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον ἀντὶ τοῦ ‘τὸν σαφῆ καὶ διηρθρωμένα ἔχοντα τὰ λήμματα᾿, ὥστε ἀτελῆ λέγει τὸν προσδεόμενον ἔξωθέν τινος πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον, οὐ πρὸς τὸ γενέσθαι. οὐκ ἄρα λείπει τις αὐτῷ ὅρος, ὡς καὶ ἄνω εἴρηται, ἀλλ’ εἰσὶν ἐν αὐτῷ οἱ ἀρκοῦν· τες ὅροι τὸ γενέσθαι τὸ ἀναγκαῖον”· οὐ φαίνεται δὲ διὰ τὸ συγκεχύσθαι τοὺς ὅρους, καὶ χρείαν ἔχει οὐ προσθήκης ἀλλὰ τάξεως πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον τὸ ὂν μὲν ἐν αὐτῷ κεκρυμμένον δὲ διὰ τὴν σύγχυσιν. 3 οὐδὲν P 5 προστεθεῖσα P 13 τοῖς τοϊκοις P διαφορουμένων P 18 μόνων addidi cf. p. 30,24 20 περιττὸν] ὁ in ras. P1 22 ἀνελλειπές] λ alterum in ras. P 23 ante τέλειον 1—2 litt. eras. P 25 μετὰ τὸ ὁρίσαι τοῖς προειρημένοις P pr. 28 φησιν prius deleverim καὶ αὐτὸς δέ φησιν τοῦτο σαφῶς. κατὰ κοινοῦ δὲ ἀκουστέον τὸ πρὸς τὸ φανῆναι. ἀτελῆ δέ, φησίν, λέγω | συλλογισμὸν ἐκεῖνον τὸν προσδεόμενον f. 110r ἢ ἑνὸς ἢ πλειόνων, τουτέστιν τὸν δεόμενον ἢ μιᾶς βοηθείας ἢ πλειόνων· εἰσὶν γὰρ οἱ καὶ δευτέρας βοηθείας δεόμενοι πρὸς τὸ ἀναχθῆναι εἰς τὸ πρῶτον σχῆμα· οἷον εἰσὶν μὲν οἱ μόνη τῆς ἀντιστροφῆς δεόμενοι, εἰσὶν δὲ οἱ καὶ τῆς ἀντιστροφῆς δεόμενοι καὶ ἄλλης πρὸς ταύτῃ, οἷον τῆς ἐκθέσεως, θέσεως, πρὸς τὸ φανῆναι ἐκεῖνα ἅ ἐστιν μὲν ἀναγκαῖα διὰ τῶν ὑποκει- μένων ὅρων, τουτέστιν ἃ οὐκ ἔξωθεν ὅρου προσδέεται πρὸς τὸ συμβῆναι, ἀλλὰ διὰ τῶν ὑποκειμένων μὲν ὅρων συμβαίνει, οὐ μὴν σαφῶς εἴληπται διὰ προτάσεων. διὰ γὰρ τοῦ ἀνθρώπου καὶ τοῦ λογικοῦ καὶ τοῦ ἵππου συμβαίνει τὸ μηδένα ἵππον ἄνθρωπον εἶναι· οὐ μὴν σαφῶς εἴληπται διὰ τῶν προτάσεων, ὅταν ᾖ ὁ συλλογισμὸς ἐν δευτέρω σχήματι. δῆλον μὲν γὰρ ὅτι, <εἰ> οὐδεὶς ἵππος λογικός, καὶ τὸ ἀνάπαλιν οὐδὲν λογικὸν ἵππος, καὶ οἱ ὅροι εἰσίν, οὐκ ἔστιν δὲ ἑλεῖν τὸ συμβαῖνον διὰ τῆς προτάσεως· διὸ ἡ ἀντιστροφὴ ἀντιστρέψασα τοὺς ὅρους ποιεῖ αὐτὴν ‘οὐδὲν λογικὸν ἵππος᾿. ὥστε οὐχ ὅρου ἔξωθεν προσδεῖ, οὐδὲ πρὸς διαστολὴν τῶν τοιούτων συλλογισμῶν εἶπεν ἐν τῷ ὅρῳ ἄνω τὸ “<τῷ> ταῦτα εἶναι”, ὡς ὑπέλαβον· οὐ γὰρ ὅρου αὐτοῖς προσδεῖ, ἀλλὰ σύγχυσις τῶν ὅρων ἐστὶν ἐν αὐτοῖς. ὥστε καὶ παρὰ τῶν λεγομένων παρ’ αὐτῷ τῷ Ἀριστοτέλει λάβοις ἂν ὅτι οὐκ εἰσὶν οὗτοι οἱ συλλογισμοὶ ἀτελεῖς, ὡς αὐτῷ δοκεῖ τοὺς γὰρ ὅρους τελείους ἔχουσιν), ἀλλὰ μόνον συγκεχυμένοι εἰσὶν ἐν αὐτοῖς οἱ ὅροι. Μετὰ δὲ τὸ εἰπεῖν, τίνα λέγει τέλειον συλλογισμὸν καὶ τίνα ἀτελῆ, ἀκολούθως τοῖς προκειμένοις λέγει, τί λέγει τὸ ἐν ὅλῳ εἶναι ἢ μὴ εἶναι καὶ τί τὸ κατὰ παντὸς ἢ μηθενὸς κατηγορεῖσθαι· οὕτως γὰρ προέθετο, ὅπερ δὲ καὶ ἄνω εἴρηται, δοκεῖ ταῦτα τέτταρα εἶναι περὶ ὧν λέγει, τὸ ἐν ὅλῳ εἶναι, τὸ ἐν μηδενὶ εἶναι, τὸ κατὰ παντὸς κατηγορεῖσθαι, τὸ κατὰ μηθενὸς κατηγορεῖσθαι. τῇ δὲ ἀληθείᾳ δύο ἐστὶν | περὶ ὧν λέγει· f. 110v περὶ γὰρ τῆς καθόλου καταφατικῆς λέγει καὶ τῆς καθόλου ἀποφατικῆς διχόθεν ἐπιχειρῶν ἐπὶ ἑκατέρας ἀπό τε τοῦ κατηγορουμένου ὅρου καὶ τοῦ ὑποκειμένου. καὶ αὐτὸς δὲ τοῦτο αὐτὸ σαφῶς λέγει· τὸ ἐν ὅλῳ τῷ ἑτέρῳ, φησίν, τὸ ἕτερον εἶναι καὶ κατὰ παντὸς τοῦ ἑτέρου τὸ ἕτερον κατηγορεῖσθαι ταὐτόν ἐστιν· ἑκάτερον γὰρ περὶ τῆς καθόλου καταφατικῆς εἴρηται· οἷον πᾶς ἄνθρωπος δίπους. τὸ μὲν γὰρ ἐν ὅλῳ τῷ ἑτέρῳ τὸ ἕτερον εἶναι εἶπεν ἀπὸ τοῦ ὑποκειμένου ἐπιγχειρῶν· ἐν γὰρ τῷ ἑτέρῳ, τῷ δίποδι, ὅλῳ ὄντι τὸ ἕτερόν ἐστιν, ὁ ἄνθρωπος· ὁλικώτερον γάρ ἐστιν τοῦ ἀνθρώπου τὸ δίπουν καὶ περιλαμβάνει αὐτόν. τὸ δὲ τὸ ἕτερον κατὰ παντὸς τοῦ ἑτέρου κατηγορεῖσθαι εἶπεν ἐπιχειρῶν ἀπὸ τοῦ κατηγορουμένου· κατὰ παντὸς γὰρ τοῦ ἑτέρου, τοῦ 10 λογικὸν—ἵππος P 11 τὸν P 13 εἰ addidi 15 ἀντικστρέφα (sic) P 16 οὐκ P 17 τῷ alt. addidi 18 τῶν ὅρων scripsi: τοῦ ὅρου P 23 immo τοῖς προειρημένοις cf. p. 22,13 32,25 25 ἄνω] p. 15,1 sq. 26 ἐν alt. superscr. ’ 35 ἐν scripsi: ἐὰν P 37 τὸ alt. superscr. P 38 κατηγορουμένου scripsi : εἰρημένου P ἀνθρώπου, τὸ ἕτερον κατηγορεῖται, τὸ δίπουν. εἶτα ἐπειδὴ ταὐτὸν εἶπεν τό τε ἀπὸ τοῦ ὑποκειμένου καὶ τὸ ἀπὸ τοῦ κατηγορουμένου ἐπιχείρημα ἑκάτερον γὰρ περὶ τῆς καθόλου καταφατικῆς εἴρηται), τὸ ἓν μόνον ἐξηγεῖται, τὸ ἀπὸ τοῦ κατηγορουμένου ἐπιχείρημα, καὶ ἀρκεῖται τούτῳ ἐάσας ἡμῖν τὰ ἄλλα ἐννοῆσαι. καὶ λέγει ἐκεῖνο κατὰ παντὸς κατηγορεῖσθαι λέγομεν, ὅταν μηδὲν ἡ λαβεῖν τοῦ ὑποκειμένου καθ’ οὗ τὸ κατηγορούμενον οὐ λεχθήσεται. ἐπάγει καὶ τὸ κτὰ μηδενὸς ὡσαύτως ἀντὶ τοὐ ‘καὶ ἐπὶ τῆς ἀποφάσεως τὰ αὐτὰ νοείσθω᾿. δῆλον δὲ ὅτι οὐ λέγει τὰ αὐτὰ τῇ καταφάσει· οὐ γὰρ ταὐτόν ἐστιν κατάφασις καὶ ἀπόφασις, ἀλλὰ καὶ ἀντίκειται ἀλλήλοις· ἀλλὰ τὰ αὐτὰ ἀντὶ τοῦ ‘κατὰ τὴν αὐτὴν ἀναλογίαν᾿. πάλιν γὰρ τὸ ἐν μηδενὶ τῷ ἑτέρῳ τὸ ἕτερον εἶναι καὶ τὸ κατὰ μηδενὸς κατηγορεῖσθαι θατέρου θάτερον ταὐτόν ἐστιν· ἑκάτερον γὰρ περὶ τῆς καθόλου ἀποφατικῆς εἴρηται. κατὰ μηδενὸς τοῦ ἑτέρου τὸ ἕτερον κατηγορεῖσθαι λέγομεν, ὅταν μηδὲν ᾖ λαβεῖν τοῦ ὑποκειμένου καθ’ οὗ θάτερον 1 λεχθήσεται· οἷον οὐδεὶς ἄνθρωπος τετράπους, κατ’ f. 111 οὐδενὸς ἀνθρώπου τὸ τετράπουν κατηγορεῖται, καὶ ἐν οὐδενὶ τετράποδί ἐστιν ὁ ἄνθρωπος. p. 25a1 Ἐπειδὴ πᾶσα πρότασίς ἐστιν ἢ τοῦ ὑπάρχειν ὥως τοῦ καὶ τὸ ζῷον οὐχ ὑπάρχει τινὶ ἀνθρώπῳ. Περὶ πάντων ὧν προέθετο ἄνω εἰπεῖν εἶπεν, περὶ προτάσεως, περὶ ὅρου, περὶ συλλογισμοῦ, ἔτι τε πρὸς τούτοις τίς ὁ τέλειος ὅρος καὶ τίς ὁ ἀτελής, καὶ τί τὸ ἐν ὅλῳ εἶναι ἢ μὴ εἶναι, καὶ τί τὸ κατὰ παντὸς ἢ μηθενὸς κατηγορεῖσθαι. εἶτα ἐπειδὴ εἶπεν ἄνω ὅτι “τέλειον καλῶ συλλο- γισμὸν τὸν μηδενὸς προσδεόμενον πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον, ἀτελῆ δὲ τὸν δεόμενον ἑνὸς ἢ καὶ πλειόνων” (εἰρήκαμεν δὲ ὅτι ἐν ᾧ λέγει, τὰς βοηθείας λέγει δι’ ὧν ἀνάγονται εἰς τὸ πρῶιον σχῆμα οἱ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι· εἰσὶν δὲ τρεῖς, ἀντιστροφή, ἔκθεσις, ἡ εἰς ἀδύνατον ἀπαγωγή), δῆλον ὅτι ἀναγκαίως καὶ περὶ τῶν βοηθειῶν τούτων διαλήψεται πρὸ τοῦ περὶ τῶν συλλογισμῶν διαλεχθῆναι. οὐ λέγει δὲ ἐνταῦθα περὶ τῶν τριῶν βοηθειῶν ἀλλὰ περὶ μόνης τῆς ἀντιστροφῆς, ἐπειδὴ καὶ ἀσαφεστέρα ἐστὶν καὶ οἱ πλείους συλλογισμοὶ διὰ ταύτης βοηθοῦνται· διὸ καὶ ὡς ἀσαφεστέραν καὶ ὡς μάλιστα χρείαν ἔχων ταύτης προλαμβάνει καὶ λέγει περὶ αὐτῆς. περὶ δὲ τῆς ἐκθέσεως ἐρεῖ τούτου τοῦ βιβλίου πρὸς τῷ τέλει· ἐν δὲ τοῖς μέσοις περὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· σαφέστεραι γάρ εἰσιν αὗται αἱ δύο βοήθειαι. ἡ μὲν γὰρ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ διὰ τοῦ ὀνόματος δείκνυται τί σημαίνει, ὅτι αὐτόθεν μὲν τὸ 4 ἐάσας scripsi: ἐᾶσαι P 13 <καὶ> κατὰ conicio 15. 16 καθουδενὸς 16 τετράπονν—τέτραπον (sic) P 18 ἐπεὶ δὲ Arist. 23 ἄνω] p. 24 b 22—25 25 εἰρήκαμεν] p. 33,4 sq. 26 οἱ scripsi: οἷον P 27 ἀντιτροφη P 29 τῶν συλλογισμὸν P 33 ἐρεῖ] c. 41 p. 49 b 33—50 a 4 34 πρὸς τὸ P ἐν δὲ τοῖς μέσοις] c. 29 p. 45 a 23 sq. προκείμενον οὐκ ἀποδείκνυσιν, ὑποθεμένη δὲ τὸ ἀντικείμενον εἰς ἄτοπόν τι καὶ ἀδύνατον καταντᾷ, ὡς ἔχομεν καὶ ἐπὶ τῶν γραμμικῶν θεωρημάτων. ἔκθεσις δέ ἐστιν ἡ λῆψις καὶ προβολὴ μερικοῦ τινος καὶ ἀπ’ αὐτοῦ τὸ ὅλον πιστουμένη· οἷον λέγω ‘οὐδεὶς ἄνθρωπος τετράπους᾿, | καὶ ἐκτίθεμαι f. 111v μερικόν τι, τὸν Σωκράτην, καὶ λέγω ‘εἰ γὰρ ὑπῆρχεν τῷ ἀνθρώπῳ <τὸ> τετράπουν, καὶ Σωκράτει ὑπῆρχεν᾿· ὥστε συντόμως εἰπεῖν ἡ παράδειγμά ἐστιν. οὐκ ἐσπούδασεν οὖν καὶ περὶ τούτων τῶν δύο βοηθειῶν ἐνταῦθα εἰπεῖν διά τε τὸ σαφέστερα εἶναι αὐτάς, ὡς εἴρηται, καὶ μὴ ἐπὶ τοσούτων δεῖσθαι αὐτῶν ἐφ’ ὅσων τῆς ἀντιστροφῆς δεῖται. ἐπειδὴ δὲ ἔστιν καὶ ὅρων ἀντιστροφὴ καὶ προτάσεων καὶ συλλογισμῶν, περὶ ποίας ἐνταῦθα διαλαμβάνει; λέγομεν ὅτι οὔτε περὶ τῆς τοῦ ὅρου οὔτε περὶ τῆς τοῦ συλλογισμοῦ· περὶ μὲν γὰρ τῆς τοῦ ὅρου εἶπέν πως ἐν ταῖς Κατηγο- ρίαις, οὐκ αὐτόθεν μὲν εἰπὼν ὅτι ὅρων ἐστὶν ἀντιστροφή· ἐπὶ γὰρ τῶν πρός τι εἶπεν αὐτήν, ἔνθα λέγει ‘πάντα δὲ τὰ πρός τι πρὸς ἀντιστέφοντα λέγεται· ὁ γὰρ δοῦλος πρὸς τὸν δεσπότην ἀντιστρέφει, καὶ ὁ δεσπότης πρὸς τὸν δοῦλον· δοῦλος δεσπότου δοῦλος καὶ δεσπότης δούλου δεσπότης, καὶ ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν᾿· περὶ δὲ τῆς τοῦ συλλογισμοῦ ἀντιστροφῆς ἐρεῖ πρὸς τῷ τέλει τοῦ δευτέρου βιβλίου τῶν Προτέρων ἀναλυτικῶν. ἐνταῦθα δὲ περὶ τῆς τῶν προτάσεων λέγει ἀντιστροφῆς. ἐπειδὴ δὲ οὐ πᾶσαι αἱ προτάσεις ἀντιστρέφουσιν, λεκτέον ποῖαί εἰσιν αἱ ἀντιστρεφό- μεναι, καὶ πρότερον τί σημαίνει αὐτὸ τοῦτο τὸ ὄνομα ἡ ἀντιστροφή. οὐ γάρ, ὡς νῦν οἱ πολλοὶ λέγουσιν, ἀντιστροφή ἐστιν ἡ καταστροφή, ἀλλ’ ἀντιστροφή ἐστιν ἡ ἰσοστροφή· πολλάκις γὰρ τὸ ‘ἀντί᾿ τοῦ ἴσου τί- θεται, οἷον ἀντίθεος ἰσόθεος. ἔχομεν δὲ τοῦτο πιστώσασθαι καὶ ἀπὸ τῶν παρ᾿ αὐτῷ κειμένων· ἀρχόμενος γὰρ τῶν Ῥητορικῶν τεχνῶν φησιν “ἡ ῥητορικὴ τῇ διαλεκτικῇ ἀντίστροφός ἐστιν” ἀντὶ τοῦ ‘ἰσόστροφος᾿· ἑκατέρα γὰρ αὐτῶν ὁμοίως ἐξ ἐνδόξων ἐπιχειρεῖ καὶ ἐφ’ ἑκάτερα κατασκευάζει· περὶ γὰρ τὸ φαινόμενον ἑκατέρα ἔχει. ἀντιστροφὴ οὖν ἐστιν ἡ ἰσοστροφή. τὸ δὲ ἴσον | οὐ δύναται εἶναι ἕν τι· σχέσιν γὰρ σημαίνει f. 112r καὶ τῶν πρός τί ἐστιν τὸ ἴσον· <τὸ γὰρ ἴσον> ἴσῳ ἴσον ἐστίν. ὥστε οὐ δύναται μιᾶς προτάσεως εἶναι, εἴ γε τὴν στροφὴν σημαίνει ἴσων τινῶν καὶ κοινωνίαν ἐχόντων· τὰ γὰρ ἴσα κοινωνεῖ ἀλλήλοις κατὰ τὴν ἰσότητα καὶ ἐν δύο τισὶν τὸ ἐλάχιστον θεωρεῖται. ὥστε πάντως δύο προτάσεων ἐστιν ἡ ἀντιστροφή. λοιπὸν δὲ λεκτέον ποίων προτάσεων ἐστιν ἡ ἀντιστροφή. τοῦτο δὲ εὑρήσομεν, εἰ διαίρεσίν τινα τῶν προτάσεων τελείαν ποιησαίμεθα ἐκ τῶν ὅρων οὕτως· ἐπειδὴ πᾶσα πρότασις ἔχει ὑποκείμενον ὅρον, ἔχει καὶ κατηγορούμενον, ἢ κτὰ ἀμφοτέρους τοὺς ὅρους αἱ προτάσεις κοινωνοῦσιν ἢ κατ’ οὐδέτερον, ἢ κατὰ μὲν τὸν ἕτερον κοιἄτοπόν] 1 π in ras. P 2 6 τὸ addidi 14 λέγει] memoriter citat Categ. c. 7 p. 6 b 27 sq. 16 aut <οἶον> δοῦλος aut δοῦλος <γὰρ> scribenduin videtur <ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη καὶ> conicio 18 ἐρεῖ] Anal. Pr. II 22 23 τὸ scripsi: ἡ P 25 φησιν] Rhetor. I 1 1354 a 1 30 τοι γὰρ ἴσον addidi 31 εἴ γε τὴν scripsi: εἴτε τ (sic) P νωνοῦσιν, κατὰ δὲ τὸν ἕτερον διαφέρουσιν, καὶ τοῦτο διχῶς· ἢ γὰρ κατὰ μὲν τὸν ὑποκείμενον κοινωνοῦσιν, κατὰ δὲ τὸν κατηγορούμενον διαφέρουσιν, ἢ τὸ ἀνάπαλιν. λέγω ὅτι οὐ δύναται ἡ ἀντιστροφὴ εἶναι οὔτε τῶν προτάσεων τάσεων τῶν κατὰ μηδέτερον κοινωνουσῶν (ποία γὰρ ἰσότης δύναται εἶναι ἐν τοῖς κατὰ πάντα διαφέρουσιν;) οὔτε τῶν κατὰ τὸν ἕτερον μὲν κοινωνου- σῶν κατὰ δὲ τὸν ἕτερον διαφερουσῶν· οὐδὲ γὰρ ἐν ταύταις δύναται εἶναι ἰσότης διὰ τὸ διαφέρειν τὸν ἕτερον· λείπεται τὴν ἀντιστροφὴν εἶναι τῶν προτάτεων τῶν κατ’ ἀμφότερα κοινωνουσῶν. λέγει δὲ πάλιν ἄλλην διαί· ρεσιν· ἐπειδὴ πᾶσα πρότασις ἔχει † ὅρον ἢ γὰρ καταφατική ἐστιν ἢ ἀποφατική), ἔχει δὲ καὶ τάξιν καθ’ ἣν τεταγμένοι εἰσὶν οἱ ὅροι, ὅδε μὲν πρῶτος, ὅδε <δὲ> δεύτερος, λέγει οὖν ὅτι οὕτως αἱ προτάσεις αἱ νοῦσαι ἢ οὕτως κοινωνοῦσιν ὥστε καὶ τὴν αὐτὴν ποιότητα φυλάττειν καὶ τὴν αὐτὴν τάξιν, ἢ οὐδέτερον τούτων φυλάττουσιν, ἢ τὸ μὲν ἕτερον φυ- λάττουσιν, τὸ δὲ ἕτερον ἐναλλάττουσιν, καὶ τοῦτο διχῶς· ἢ γὰρ τὴν τάξιν ἐναλλάττουσι τὴν ποιότητα φυλάξασαι, ἢ τὸ ἀνάπαλιν | f. 112v 3 τὸ superscr. P1 9 immo ποιότητα 11 δὲ addiili ὅτι] ὅ snperscr. P 1 14 ἐναλάττουσιν P 15 ἐναλλάττουσι scripsi: ἐναλάττουσαι P f. 112 v vacuum reliquit notans ζήτει τὴν ἀκολουθίαν τέσσαρα φύλλα στρέψας ὅπου καὶ τὸ σημεῖον ἴδοις ἄν P cf. Praef. ΕΙΣ ΤΟΥΣ ΑΝΑΓΚΑΙΟΥΣ ΣΥΑΛΟΓΙΣΜΟΥΣ. Τὸν αὐτὸν δὲ τρόπον ἕως τέλους τῶν τριῶν σχημάτων. Μετὰ τοὺς ὑπάρχοντας f. 226r συλλογισμοὺς τοὺς ἀναγκαίους παραδίδωσιν, ἐπειδὴ πολλὴ συγγένεια τῷ ὑπάρχοντι πρὸς τὸ ἀναγκαῖον· καὶ γὰρ τὸ ὑπάρχον, ἔστ’ ἂν ὑπάρχῃ, ἀναγκαῖόν ἐστιν· καὶ αἱ ἀντιστοφαὶ ἐπὶ τοῦ ὑπάρχοντος καὶ ἀναγκαίου ὁμοίως ἔχουσι. καὶ διὰ τοῦτο καὶ οἱ συλλογισμοὶ σχεδὸν ὁμοίως ἔχουσιν ἐπὶ ὑπάρχοντος καὶ ἀναγκαίου. τὸ δὲ σχεδὸν διὰ τὸν τέταρτον τρόπον τοῦ δευτέρου σχήματος καὶ τὸν πέμπτον τοῦ τρίτου· οὗτοι γὰρ ἐπὶ ὑπάρχοντος δι’ ἀντιστροφῆς μὲν οὐκ ἐδείκνυντο, δι’ ἀδυνάτου δὲ καὶ δι’ ἐκθέσεως, καὶ ἡ δι’ ἀδυνάτου καὶ δι’ ἐκθέσεως πίστις ἐπὶ τῶν ἄλλων περιουσιαστικὴ οὖσα ἐπὶ τούτων ἀναγκαία ἐγίνετο· ἐπὶ δὲ τοῦ ἀναγκαίου δι’ ἀδυνάτου οὐ δείκνυνται, ἐπειδὴ ἐν τῷ ἀναγκαίῳ καὶ ἐνδεχομένῳ αἱ ἀντιφάσεις λαμβάνονται ἀντιτιθέντων ἡμῶν τρόπον τρόπῳ, ποσὸν ποσῷ, ποιὸν ποιῷ· καὶ διὰ τοῦτο εἰς μῖξιν ἐμπίπτομεν ἐνδεχομένου καὶ ἀναγκαίου, ἣν οὔπω ἴσμεν τί συνάγει. δι’ ἐκθέσεως δὲ μόνης δείκνυνται, καὶ ἡ δι’ ἐκθέσεως πίστις ἐπὶ τοῦ ὑπάρχοντος κατὰ τοὺς εἰρημένους τρόπους περιουσιαστικὴ οὖσα ἐπὶ τοῦ ἀναγκαίου ἀναγκαία γίνεται. δείκνυνται δὲ δι’ ἐκθέσεως τὸν τρόπον τοῦτον. ἔστω γὰρ ὁ τέταρτος τρόπος τοῦ δευτέρου σχήματος· τὸ Α τῷ μὲν Β ἐξ ἀνάγκης παντί, τῷ δὲ Γ ἐξ ἀνάγκης οὐ παντί· λέγω ὅτι τὸ Β τῷ Γ ἐξ ἀνάγκης οὐ παντί. ἐπεὶ γὰρ τὸ Α τῷ Γ ἐξ ἀνάγκης οὐ παντί, ἔστω τὸ Δ ὑπὸ τὸ Γ, ᾧ οὐδενὶ τὸ Α ὑπάρχει· | ἐπεὶ οὖν f. 226v τὸ Α τῷ μὲν Β παντὶ ἐξ ἀνάγκης, τῷ δὲ Δ ἐξ ἀνάγκης οὐδενί, διὰ τὸν δεύτερον ἄρα τρόπον τοῦ δευτέρου σχήματος τὸ Β τῴ Δ ἐξ ἀνάγκης οὐδενί· τὸ δὲ Δ τι Γ ἐστίν· τὸ Β ἄρα ἐξ ἀνάγκης οὐ παντὶ τῷ Γ· ὅπερ ἔδει δεῖξαι. ἀλλὰ δὴ ἔστω ὁ πέμπτος τρόπος πος τοῦ τρίτου σχήματος, καὶ τὸ μὲν Α ἐξ ἀνάγκης τῷ Γ οὐ παντί, τὸ δὲ Β τῷ ἐξ ἀνάγκης παντί· λέγω ὅτι τὸ A τῷ Β ἐξ ἀνάγκης οὐ παντί. ἐπεὶ γὰρ τὸ Α τῷ Γ ἐξ ἀνάγκης οὐ παντί, τὸ Α τινὶ τῶν ὑπὸ τὸ Γ, οἷον τὸ Δ, οὐδενὶ ὑπάρξει ἐξ ἀνάγκης· ἐπεὶ δὖν τὸ μὲν Α τῷ Δ ἐξ ἀνάγκης οὐδενί, τὸ δὲ 13 τῷ Δ ἐξ ἀνάγκης παντί, διὰ τὸν δεύτερον ἄρα τρόπον τοῦ τρίτου σχήματος τὸ Α τῷ Β ἐξ ἀνάγκης οὐ παντί. p. 29b29 Ὅτι ἕτερον τὸ ὑπάρχον καὶ τὸ ἀναγκαῖον καὶ τὸ ἐνδεχόμενον. τὸ γὰρ ἐνδεχόμενον οὔτε ὑπάρχει οὕτε ἀναγκαῖόν ἐστιν, μέλλει δὲ ὑπάρχειν· καὶ τὸ ὑπάρχον ἐκβὰν ἐνδεχόμενόν ἐστιν καὶ ταύτῃ διαφέρει τοῦ ἐνδεχομένου καὶ τοῦ ἀναγκαίου. p. 29 b 32 Ὅτι ἕτεροι καὶ οἱ συλλογισμοὶ τῶν τριῶν τῷ τὰς προτάσεις καὶ τὰ συμ- περάσματα ποτὲ μὲν τοῦ ὑπάρχοντος εἶναι ποτὲ δὲ τοῦ ἀναγκαίου ποτὲ δὲ τοῦ ἐνδεχομένου. p. 30 a 2 Τό τε γὰρ στερητικὸν ὡσαύτως ἀντιστέφει. ἀλλὰ καὶ τὸ κατηγορικόν· καὶ πλέον τὸ κατηγορικόν· τοῦτο γὰρ ὁμοίως ἐπὶ τῶν τριῶν ἀντιστρέφει· τὸ δὲ στερητικὸν ἐπὶ ὑπάρχοντος καὶ ἀναγκαίου μόνον ὁμοίως ἀντιστρέφει, ἄλλως δ’ ἐπὶ ἐνδεχομένου. καὶ διὰ τοῦτο μόνου τοῦ κατεπείγοντος ἐμνημόνευσεν. p. 30a13 Ἐν τῷ οἰκείῳ σχήματι, εἰ καὶ μὴ ἐν τῷ οἰκείῳ τρόπῳ. Ὅτι ἐπὶ ὑπάρχοντος καὶ ἀναγκαίου ἡ δι’ ἀδυνάτου δεῖξις περιουσιαστικὴ οὖσα ἐν δευτέρῳ σχήματι πλὴν τοῦ τετάρτου τρόπου καὶ ἐν τρίτῳ πλὴν τοῦ πέμπτου τρόπου ἀναγκαία γέγονεν ἐν τῷ τετάρτῳ τοῦ δευτέρου καὶ τῷ πέμπτῳ τοῦ τρίτου. ὅτι ἡ δι’ ἐκθέσεως ἀπόδειξις ἐπὶ ὑπάρχοντος περιουσιαστικὴ οὖσα ἐν τῷ τετάρτῳ τοῦ δευτέρου καὶ τῷ πέμπτῳ τοῦ τρίτου ἐπὶ τοῦ ἀναγκαίου ἀναγκαία γέγονεν ἐν τῷ τετάρτῳ τοῦ δευτέρου καὶ τῷ πέμπτῳ τοῦ τρίτου. 4 τῶ ἀναγκαίῳ P pr., corr. P1 7 τὸν πέμπτον scripsi: τοῦ E P 10 δείκνυται Ppr., ν superscr. P1 13 et 15 δείκνυνται scripsi cf. vs. 8. 10: δείκνυται P 24 an τῷ ΔΡ Πῶς ἐπὶ τοῦ ὑπάρχοντος ἔδειξεν τὸν τέταρτον τρόπον τοῦ δευτέρου καὶ τὸν πέμπτον τοῦ τρίτου δι’ ἀδυνάτου μὴ ἀντιθεὶς τρόπον τρόπῳ, ποσὸν ποσῷ, ποιόν ποιῷ, εἰ καὶ τὸ ὑπάρχον τρόπος ἐστίν, δηλοῖ γὰρ τὸ ἐκβὰν ἐνδεχόμενον· οὐ γάρ, εἰ f. 227r ψεῦδος τὸ ὑπάρχειν μὴ παντί, ἀληθὲς τὸ ὑπάρχειν παντί, ἐπειδὴ ἐπὶ τῶν μετὰ τρόπου κατὰ τοὺς τρόπους αἱ ἀποφάσεις γίνονται. ἢ ἐχρήσατο τότε τῷ ὑπάρχειν ἀντὶ τοῦ ἔστιν· πρὸ μὲν γὰρ τῶν μίξεων τὸ ὑπάρχον ἰσοδυναμεῖ τῷ ἔστιν· ἐν δὲ ταῖς μίξεσιν ἐστὶν τὴν ἔκβασιν τοῦ ἐνδεχομένου δηλῶν. καὶ τὸ μὲν πρῶτον δείξεις ἐκ τοῦ λέγεσθαι πᾶσαν πρότασιν ἡ τοῦ ὑπάρχειν εἶναι ἡ τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἢ τοῦ ἐνδέχεσθαι ὑπάρχειν· εἰ γὰρ καὶ τὸ ὑπάρχειν τρόπος, ποῦ αἱ ἄνευ τρόπου προτάσεις; τὸ δὲ δεύτερον ἐκ τοῦ τρόπων εἶναι τὰς μίξεις· τὸ γὰρ ἔστιν παντὶ τρόπῳ ἀεὶ συνέζευκται καὶ οὐ ποιεῖ μῖξιν ἀεί. τὸ ὑπάρχον οὐ τρόπος, εἰ πᾶσα πρότασις ἢ τοῦ ὑπάρχειν ἡ τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἢ τοῦ ἐνδέχεσθαι ὑπάρχειν· ποῦ γὰρ αἱ ἄνευ τρόπου, εἰ καὶ τό ὑπάρχον τρόπος; ἢ ἐπὶ τοῦ ὑπάρχοντος τὸν τέταρτον τοῦ δευτέρου καὶ τὸν πέμπτον τοῦ τρίτου δι’ ἀδυνάτου δεικνὺς ἀντίφασιν ἔλαβεν τοῦ ὑπάρχειν παντὶ τὸ ὑπάρχειν οὐ παντί, οὐ τὸ μὴ ὑπάρχειν παντί· κατὰ γὰρ τοὺς τρόπους αἱ ἀποφάσεις γίνονται τῶν μετὰ τρόπου καταφάσεων. ὅτι τὸ ὑπάρχον τρόπος, εἰ μίγνυσιν αὐτὸ ἀναγκαίῳ καὶ ἐνδεχομένῳ· τρόπων γὰρ αἱ μίξεις· οὐ γὰρ λέγεται μῖξις τοῦ κατὰ τὸ ἔστιν ὑπάρχοντος πρὸς τὸ ἀναγκαῖον καὶ τὸ ἐνδεχόμενον ἀεὶ συνόντος αὐτοῖς. ΕΙΣ ΤΑΣ ΜΙΞΕΙΣ. p. 30a15 Συμ βαίνει δέ ποτε. Μετὰ τοὺς συλλογισμοὺς τοῦ ὑπάρχοντος καὶ τοῦ ἀναγκαίου παραδίδωσιν ὁ Ἀριστοτέλης τοὺς συλλογισμοὺς τοῦ ἐνδεχομένου. ἀλλὰ μίγνυσι πρότερον τὸ ὑπάρχον τῷ ἀναγκαίῳ διὰ δύο αἰτίας· ἢ γὰρ ὅτι ποικίλος ὁ περὶ τῶν ἐνδεχομένων συλλογισμῶν λόγος, ἡ ἵνα συμπληρώσῃ τὸν περὶ τοῦ ὑπάρχοντος καὶ ἀναγκαίου λόγον καὶ τῶν ἁπλῶν ἐγνωσμένων καὶ τοῦ συνθέτου. ὑπάρχον δὲ λαμβάνει νῦν οὐχ ὡς ἐν τοῖς τρισὶ σχήμασι τὸ κατὰ τὸ ἔστιν ἀλλὰ κατὰ τὸ ἐκβὰν ἐνδεχόμενον εἴτε γὰρ τὸ ἐν τοῖς τρισὶ σχήμασιν ὑπάρχον τρόπος εἴη, παραλελειμμέναι ἔσονται αἱ ἄνευ τρόπου προτάσεις | ἔφη γὰρ ἐκεῖσε ‘‘ἐπεὶ δὲ πᾶσα πρότασις ἡ τοῦ ὑπάρχειν ἡ f. 227v τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἢ τοῦ ἐνδέχεσθαι ὑπάρχειν”), εἴτε τὸ νῦν ὑπάρχον μὴ εἴη τρόπος, οὐκ ἔστιν μῖξις· τῷ γὰρ ψιλῶ ‘ἔστιν᾿ πᾶς τρόπος συνέζευκται. ζητοῦμεν δὲ ἐν ταῖς μίξεσιν οὐχὶ <εἰ> καθόλου ἢ μερικὸν συνάγεται, οὐδ’ εἰ καταφατικὸν ἢ (οὐδεμία γὰρ περὶ ταῦτα γίνεται ἐξαλλαγὴ παρὰ τὰ εἰρημένα, ἐπειδὴ καὶ καθόλου ὑπάρχον τότε ἐλαμβάνετο φερόμενον καὶ κατὰ τῶν τρόπων), ἀλλ’ εἰ ὑπάρχον ἡ ἀναγκαῖον ἣ ἐνδεχόμενον τὸ συμπέρασμα. μίξεως τοίνυν γινομένης ὑπάρχοντος καὶ ἀναγκαίου ἐν· πρώτῳ σχήματι ὁ μὲν Ἀριστοτέλης τῇ μείζονι ἕπεσθαι βούλεται τὸ συμπέρασμα, εἰ δὲ ἐν δευτέρῳ, τῇ ἀντιστρεφομένη, εἰ δὲ ἐν τρίτῳ, τῇ μὴ ἀντιστρεφομένῃ· αὗται γὰρ μείζονες γίνονται ἐν τῇ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῇ· ἐπὶ δὲ τοῦ τετάρτου τρόπου τοῦ δευτέρου σχήματος καὶ τοῦ πέμπτου τοῦ τρίτου τῶν μὴ ἀναγομένων δι’ ἀντι- στροφῆς εἰς τὸ πρῶτον σχῆμα τῇ χείρονι ἕπεσθαι τό συμπέρασμα. οἱ δ’ ἑταῖροι αὐτοῦ, Θεόφραστος καὶ Εὔδημος, καὶ οἱ ἀπὸ Πλάτωνος καθόλου καὶ νῦν τῇ χείρονι ἕπεσθαι τὸ συμπέρασμά φασιν ὥσπερ καὶ ἐν ποσῷ καὶ ἐν ποιῷ. τῶν δέ νεωτέρων ἠκολούθησαν 4 ὑπάρχειν prius scripsi: ὑπάρχον P 7 δείξεις scripsi: δεῖξις P cf. vs. 26 13 ἢ scripsi: εἰ P 16 αὐτὸ scripsi: αὐτῶι P 17 τρόπων scripsi: τρόπωι P 23 συμπληρώσῃ] συμ superscr. P1 26 παραλελιμμέναι P 27 ἐκεῖσε] c. 2 p. 25a1 28 εἴη scripsi: ἡ P 30 ἐν ταῖς μίξεσιν in ras. P1 εἰ prius addidi 32 ἐλαμβά- νετο] ὁ in ras. P τῶν ex τὸν corr. P1 39 τῇ χείρονι] χεῖρον δὲ τὸ ὑπάρχον τοῦ ἀναγκαίου mrg. P Ἀριστοτέλει μὲν Ἀλέξανδρος καὶ Ἰάμβλιχος, Θεοφράστῳ δὲ καὶ Εὐδήμῳ καὶ τοῖς ἀπὸ Πλάτωνος Θεμίστιος, Συριανός, Πρόκλος. ὅτι τοίνυν ἐξ ἀναγκαίας τῆς μείζονος καὶ ὑπαρχούσης τῆς ἐλάττονος ἀναγκαῖον συνάγεται, δείκνυσιν ὁ Ἀριστοτέλης οὕτως· εἰ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β παντὶ τῷ Γ ὑπαρχόντως, τὸ Α παντὶ τῷ Γ 5 ἐξ ἀνάγκης διὰ τὸν ὅρον τοῦ κατὰ παντός. ἀλλ’ οὐ παντὶ μέρει, φασί, τοῦ Β τὸ Α ἐξ ἀνάγκης ὑπάρχει, ἀλλά μόνοις τοῖς ἀναγκαίοις αὐτοῦ μέρεσιν· ὧν οὐκ ἔστιν τὸ Γ διὰ τὸ ὑπάρχουσαν εἶναι τὴν ΒΓ πρότασιν· διὰ γὰρ τοῦτο δύναται τὸ Γ τοῦ Β μηδὲν ὑπάρχον μέρος εἶναι, ὅτε χωρίζεται αὐτοῦ. καὶ ἐπεὶ τὸ Α τοῦ Β ἀχώριστόν ἐστιν, τὸ δὲ Β τοῦ Γ χωριστόν, καὶ τὸ Α τοῦ Γ χωρίζεται, καὶ διὰ τοῦτο οὐκ ἐξ ἀνάγκης αὐτῷ ὑπάρχει. Ἀλέξανδρος δὲ | συνηγορῶν τῷ Ἀριστοτέλει καὶ δι’ ἀδυνάτου δείκνυσιν f. 228r ἀναγκαῖον τὸ συμπέρασμα τὸν τρόπον τοῦτον· εἰ γὰρ μὴ τὸ Α τῷ Γ ἐξ ἀνάγκης παντί, ἐνδέχεται μὴ παντί· ἀλλὰ μὴν καὶ τὸ Β τῷ Γ ὑπαρχόντως παντί· διὰ τὸν πέμπτον ἄρα τρόπον τοῦ τρίτου σχήματος, ἐφ’ οὖ καὶ κατὰ Ἀριστοτέλη τῇ χείρονι ἕπεται τὸ συμπέρασμα, τὸ Α τῷ Β ἐνδέχεται μὴ παντί· ἀλλὰ καὶ ἐξ ἀνάγκης παντί· ὅπερ ἀδύνατον· ἀντίφασις γὰρ ταῦτα. ἀλλὰ πρῶτον μὲν διάλληλός ἐστιν ἡ δεῖξις· καὶ γὰρ τὴν μνημονευθεῖσαν δεῖξιν τοῦ τρίτου σχήματος διὰ τῆς νῦν μίξεως ἑξῆς ὁ Ἀριστοτέλης δείξει. δεύτερον δὲ διὰ τῶν αὐτῶν λόγων καὶ ὑπάρχον συνάγεται καὶ ἐνδεχόμενον καὶ ἀδύνατον· εἰ γὰρ τὸ Α τῷ Γ μὴ παντὶ ὡς ἂν ἐθέλῃς, ἐπειδὴ τὸ Β τῷ Γ παντί, τὸ Α τῷ Β οὐ παντί, καὶ οὐ λέγω ἀπλῶς· ὅπερ ἀδύνατον· ὑπόκειται γὰρ τὸ Α τῷ Β ἐξ ἀνάγκης παντί· ὥστε ἢ τὰ τρία οὐ συνάγεται ἡ οὐδὲ τὸ ἀναγκαῖον· αἴτιον δὲ τοῦ ἄτοπον ἐπακολουθεῖν καὶ ἀναγκαίου ὑποτεθέντος τοῦ συμπεράσματος καὶ ἐνδεχομένου καὶ ὑπάρχοντος οὐχ ὁ τρόπος τοῦ συμπεράσματος, ἀλλὰ τὸ συνάγεσθαι μὲν κατ’ ἀλήθειαν παντί ἀεὶ γὰρ ἐκ δύο καθόλου καταφατικῶν καθόλου καταφατι- κὸν συνάγεται ἐν πρώτῳ), ὑποκεῖσθαι δὲ οὐ παντί. Σωσιγένης δὲ ὁ τοῦ Ἀλεξάνδρου διδάσκαλος ἀναγκαῖον ἔφη συνάγεσθαι τὸ κατὰ τὸν διορισμόν· ἔστ’ ἄν γὰρ ὁ μέσος τῷ ἐσχάτῳ ὑπάρχῃ, ἀνάγκη καὶ τὸν μείζονα τῷ ἐλάττονι ὑπάρχειν. ἀλλ’ ὅσον ἐπὶ τούτῳ καὶ τῆς μείζονος ὑπαρχούσης <οὔσης> ἀναγκαῖόν ἐστιν τὸ συμπέρασμα· ἀνάγκη γὰρ τὸν μείζονα τῷ ἐσχάτῳ ὑπάρχειν, ἔστ’ ἂν ὁ μείζων τῷ μέσῳ ὑπάρχῃ· καὶ πᾶς συλλο- γισμὸς τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον συνάγει διὰ τὸν ὅρον τοῦ συλλογισμοῦ· καὶ ἐν τῷ δευτέρῳ σχήματι δείκνυσιν ὁ Ἀριστοτέλης συζυγίαν μὴ συνάγουσαν τὸ ἀναγκαῖον διὰ τὸ τὸ μετὰ διορισμοῦ ἀναγκαῖον συνάγειν. Ἑρμῖνος δ’ ἔλεγεν ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα οὐκ ἀεί ποτε, ἀλλ’ ἐπί τινος ὕλης· εἰ μὲν γὰρ λάβωμεν ζῷον, ἄνθρωπον, f. 228v περιπατοῦν, ἀναγκαῖον συνάγεται· εἰ δὲ ζῷον, ἄνθρωπον, κινούμενον, ψεύδεται ἡ] ἐνδεχόμενον δι’ ὃ καὶ ὁ Ἀριστοτέλης ἔφη συμβαίνει δέ ποτε. ἀλλὰ διώρισεν τοῦτο ὁ Ἀριστοτέλης ἐπαγαγὼν πλὴν οὐχ ὁποτέρας ἔτυχεν, ἀλλὰ τῆς 3 δείκνυσιν] ν alterum ex ὁ corr. P1 7 ὑπάρχουσαν] ου ex όν, ut videtur, corr. P1 ad 9. 10 signum appictum est, cui respondent in mrg. inf. f. 228r haec: ὅτι γὰρ τοῦτο οὕτως ἔχει, πρόδηλον καὶ ἐκ τῆς τῶν ὅρων παραθέσεως κίνησις βάδισις ἄνθρωπος ἀρετή φρόνησις ἄνθρωπος ἀναγκ. ὑπαρχ. ἀναγκ. ὑπαρχ. υπ. καὶ καθόλου δεῖ λαμβάνειν καθολικώτερόν τι καὶ μερικώτερον καί τι τούτων ὑπαρχόντως μετέχον καὶ τὸ μὲν καθολικώτερον τιθέναι μείζονα ὅρον, τὸ δὲ μετέχον ἐλάττονα 10 Ἀλέξανδρος] p. 127, 3sq. 13 Ἀριστοτέλη scripsi: ἀριστοτέλει P 24 ὑποκεῖσθαι] αι in ras. P1 25 ἔστ’ ἄν scripsi: ἔστω P 26 τούτῳ scripsi cf. p. 43,30: τούτων P 27 οὔσης addidi 34 ψεύδεται ἡ ut e mrg., ubi notatum est ἐλάττων πρότασις δία τὰ οὐράνια, illatum delevi μείζονος ἀναγκαίας οὔσης. καὶ ἐπὶ στοιχείων τὴν δεῖξιν ἐποιήσατο ἄτε καθόλου ταύτην ποιούμενος. οἱ δὲ περὶ Θεόφραστον δικαιολογοῦνται οὕτως· τίς ἡ ἀποκλήρωσις μὴ καὶ ἐπὶ τῶν τρόπων τῇ χείρονι ἕπεσθαι τὸ συμπέρασμα; ἢ τίς ἡ ἀποκλήρωσις ἐν μόνω τῷ τετάρτῳ τοῦ δευτέρου καὶ τῷ πέμπτῳ τοῦ τρίτου τῇ χείρονι κατ’ Ἀριστοτέλη ἕπεσθαι τὸ συμπέρασμα; διὰ τί δὲ ὁ Ἀριστοτέλης τὰς μὲν ἀναγκαῖον συναγούσας οὐ δείκνυσι διὰ τῶν ὅρων ἀλλὰ διὰ μόνου τοῦ καθόλου λόγου, τὰς δ’ ὑπάρχον καὶ διὰ τοῦ καθόλου λόγου καὶ δι’ ὅρων; δῆλον γὰρ ὅτι διὰ τὸ ἀεὶ ὑπάρχον συνάγεσθαι καὶ μὴ εὐπορεῖν ὅρων τὸ ἀναγκαῖον συναγόντων, ἀλλ’ ἐν τοῖς καθόλου λόγοις παρακρούεσθαι ἡμᾶς· ἅπας δὲ λόγος, ἂν ἀπῇ τὰ ἔργα, μάταιόν τι φαίνεται καὶ κενόν. καὶ εἰ ἐν δευτέρῳ σχήματι τῇ γινομένῃ μείζονι ἐν τῇ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῇ ἕπεται τὸ συμπέρασμα, ἐν τῷ πρώτῳ τρόπῳ τοῦ τρίτου σχήματος ἐξ ὑπαρχούσης καὶ ἀναγκαίας καὶ ὐπάρχον καὶ ἀναγκαῖον συνάγεται τῷ δύνασθαι ἑκατέραν μείζονα γενέσθαι ἐν πρώτῳ σχήματι, εἰ καὶ ὅπου μὲν μιᾶς ἀντιστροφῆς δεόμεθα, ὅπου δὲ δύο. ἡ οὐκ ἄτοπον τοῦτο· ἐν γὰρ τῷ τρίτῳ σχήματι μερικὰ πάντα συνάγεται· δύναται δὲ τὸ μερικὸν καὶ ὑπάρχον εἶναι καὶ ἀναγκαῖον· οἷον λευκὸν τινὶ ζῴῳ ὑπαρχόντως δι’ ἅνθρωπον καὶ ἀναγκαίως διὰ κύκνον. ἡ δ’ ἐπίκρισις, ὡς ἔλεγεν ὁ ταῦτά μοι ἐξηγησάμενος τῷ Ἰαμβλίχου ὑπομνήματι κατακολουθῶν, τοῦτον ἔχει τὸν τρόπον· ἐξ ἀναγκαίας τῆς μείζονος καὶ ὑπαρχούσης τῆς ἐλάττονος ἐν πρώτῳ σχήματι καὶ ἀναγκαῖον συνάγεται ἐπὶ ὅρων ζῴου, ἀνθρώπου, περιπατοῦντος καὶ ὑπάρχον ζῴου, ἀνθρώπου, κινουμένου· τὸ γὰρ ὑπάρχον μέσον ἐστὶν ἀναγκαίου καὶ ἐνδεχομένου, τοῦ μὲν | ἀναγκαίου f. 229r ἔχον τὸ παρεῖναι, τοῦ δ’ ἐνδεχομένου τὸ δύνασθαι μεταβάλλειν εἰς τὸ ῥῆ εἶναι. καὶ διὰ τοῦτο πλάτος ἐστὶν τοῦ ὑπάρχοντος, καὶ δύναται ἡ ὑπάρχουσα πρότασις καὶ πρὸς τῷ ἀναγκαίῳ εἶναι μᾶλλον καὶ πρὸς τῷ ἐνδεχομένῳ. καὶ ὅτε πρὸς τῷ ἀναγκαίῳ ἐστίν, ἀναγκαῖον συνάγεται· οἷον γὰρ ἐκ δύο ἀναγκαίων ἀναγκαῖον συνάγεται· ὅτε δὲ πρὸς τῷ ἐνδεχομένῳ, ὑπάρχον συνάγεται, ὡς ἐπὶ τῶν εἰρημένων ὅρων. † ὅτε καὶ ὁ Ἀριστοτέλης ἐκ τῆς μείζονος ἀναγκαίας τῆς δ’ ἐλάττονος ὑπαρχούσης ἀναγκαῖόν φησιν συνάγεσθαι τὴν ἐλάττονα πρὸς τῷ ἀναγκαίῳ λαμβάνων· ὅτε δ’ ἐκ τῆς μείζονος ὑπαρχούσης τῆς δ’ ἐλάττονος ἀναγκαίας ὑπάρχον, τὴν ἐλάττονα λαμβάνει πρὸς τῷ ὑπάρχοντι· διὰ γὰρ τοῦτο, ὅτε ἡ μείζων ὑπάρχουσά ἐστιν ἡ δ’ ἐλάττων ἀναγκαία, τὴν μείζονα οὐκ ἀναγκαίαν καλεῖ ἐξορίζων αὐτὴν ἀπὸ τοῦ ἀναγκαίου καὶ ἐπιρρεπῆ ὁρῶν πρὸς τὸ ἐνδεχόμενον· ὅτε δὲ ἡ μείζων ἀναγκαία ἡ δ’ ἐλάττων ὑπάρχουσα, τὴν ἐλάττονα ὑπάρχουσαν καλεῖ, οὐχὶ δὲ <οὐκ> ἀναγκαίαν ὡς ἐπιρρεπῶς ἔχουσαν πρὸς τὸ ἀλλὰ κἀν εἴπωμεν, φασί, λογικὸν παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, ἄνθρωπος παντὶ περιπατοῦντι ὑπαρχόντως, καίπερ τῆς ἐλάττονος πρὸς τῷ ἀναγκαίῳ οὔσης ὑπάρχον συνάγεται· κἀν κίνησις πάση βαδίσει ἀναγκαίως, βάδισις παντὶ ἀνθρώπῳ ὑπαρχόντως, καίπερ τῆς ἐλάττονος ὑπαρχούσης οὔσης πρὸς τῷ ἀναγκαίῳ ὑπάρχον συνάγεται. Ὅτι ἄπορος ἡ μίξις ὑπάρχοντος καὶ ἀναγκαίου· οὔτε γὰρ ἀεὶ ὑπάρχον συνάγεται, ὡς οἱ Πλατωνικοὶ καὶ Θεόφραστος, διὰ τοὺς ὅρους τούτους· περιπατοῦν οὔτε τῆς μείζονος ἀναγκαίας οὔσης ἀναγκαῖον, ὡς ὁ Ἀριστοτέλης, διὰ τοὺς ὅρους τούτους· ζῷον παντὶ ἀνθρώπῳ ἀναγκαίως, ἄνθρωπος παντὶ κινουμένῳ ὑπαρχόντως, 4. 5 ἀριστοτέλει P cf. p. 39,13 ad 17. 18 in mrg. ascr. ἰστέον ὅτι ἡ ἐλάττων προτασις ἡ λέγουσα πᾶν τὸ κινούμενον ἄνθρωπον εἶναι ὑπαρχόντως ψεύδεται· οὐ γὰρ ἐνδέχεται οὐδὲ κατὰ ἐπίνοιαν μὴ κινεῖσθαι τὸν αἰθέρα καὶ τοὺς ἀστέρας P 25 fort, καὶ ὁ Ἀρ. ὅτε—λαμβάνει (27) 29 οὕτε P 30 ἐπιρρεπῆι P 32 οὐκ addidi cf. p. 41,7 34 fort. οὔσης <ὑπαρχούσης> cf. vs. 36 et p. 41,2 καὶ ζῷον παντὶ κινουμένῳ ὑπαρχόντως ὰλλ᾿ οὐκ ἀναγκαίως· οὔτε, ὡς ὁ Ἰάμβλιχος, τῆς ἐλάττονος ὑπαρχούσης πρὸς τῷ ἀναγκαίῳ οὔσης ἀναγκαῖον συνόγεται διὰ τοὺς ὄρους τοὺτους· ἀλλ’ οὐδ’ ἀντίφασις | γίνεται ἀντιτιθέντων ἡμῶν τρόπον τρόπῳ, ποσὸν ποσῷ, ποιὸν f. 229v ποιῷ. φεῦδος γὰρ καὶ τὸ ἐνδέχεται τινὰ ἄνθρωπον ζῷον καὶ τὸ ἀνάγκη μηδένα ἄν- θρωπον ζῷον. p. 30a19 Τὸ δὲ τῷ Γ ὑπαρχέτω μόνον. ἰδοὺ τῆς μείζονος ἀναγκαίας οὕσης τὴν ἐλάττονα οὐ καλεῖ μὴ ἀναγκαίαν ἀλλ’ ὑπάρχουσαν ὡς πρὸς τῷ ἀναγκαίῳ οὖσαν, καίτοι, ὅτε ἡ ἐλάττων ἀναγκαία ἐστίν, τὴν μείζονα μὴ ἀναγκαίαν καλῶν. p. 30a23 Εἰ δὲ τὸ μὲν ΑΒ μή ἐστιν ἀναγκαῖον. τὰ Α τῷ Β ὑπάρχει παντί, τὸ Β τῷ Γ ἐξ ἀνάγκης παντί· ὅτι οὐ συνάγεται τὸ Α τῷ Γ ἐξ ἀνάγκης παντί· εἰ γὰρ τὸ Α τῷ Γ ἐξ ἀνάγκης παντί, ἐπειδὴ καὶ τὸ Γ τῷ Β ἐξ ἀνάγκης τινὶ διὰ τὴν ἀντιστροφήν, τὸ Α ὥ Β ἐξ ἀνάγκης τινί· ἀλλὰ καὶ ὑπάρχει παντί· ὅπερ ἀδύνατον· ἐνδέχεται γὰρ τὸ ὑπάρχον παντὶ καὶ μηδενὶ ὑπάρχειν. ἡ καὶ οὕτως ἐν τρίτῳ σχήματι· εἰ τὸ Α τῷ Γ ἐξ ἀνάγκης παντί, ἐπειδὴ καὶ τὸ Β τῷ Γ ἐξ ἀνάγκης παντί, τὸ Α τῷ Β ἐξ ἀνάγκης τινί. ὑπόκειται δὲ καὶ παντὶ ὑπάρχειν· ὅπερ ἀδύνατον. p. 30a28 Ἔτι δέ καὶ ἐκ τῶν ὅρων φανερόν. ἔχεις ὅρους, φασίν, Ἀριστότελες· διὰ τί γὰρ μὴ καὶ πρότερον, ὅτε ἀναγκαῖον συνῆγες παραλογιζόμενος; p. 30a31 Κινεῖται δὲ τὸ ζῷον οὐκ ἐξανάγκης, οὐδ᾿ ὁ ἄνθρωπος, καὶ ἐπὶ τῶν παραδειγμάτων τὴν ὑπάρχουσαν τὴν πρὸς τῷ ἐνδεχομένῳ οὐκ ἀναγκαίαν καλεῖ. ἡ γάρ αὐτὴ ἀπόδειξις, δι’ ἀδυνάτου καὶ δι’ ὅρων. p. 30 a33 ἐπὶ δὲ τῶν ἐν μέρει συλλογισμῶν. ὅτι καὶ ἐπὶ τῶν μερικῶν συλλογισμῶν τῆς μείζονος ἀναγκαίας οὔσης καὶ τὸ συμπέρασμα ἀναγκαῖον γίνεται· εἰ γὰρ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, παντὶ μέρει αὐτοῦ ἐξ ἀνάγκης ὑπάρχει· τὶ δὲ τῶν Γ μέρος ἐστὶν τοῦ Β· ἐκείνῳ ἄρα τῷ μέρει ἀναγκαίως τὸ Α ὑπάοχει, ἀλλ’ οὐ παντὶ μέρει τοῦ Β ἀναγκαίως τὸ Α ὑπάρχει, ἀλλὰ μόνοις τοῖς ἀναγκαίοις μέρεσι τοῦ Β. τὰ δ’ αὐτὰ καὶ ἐπὶ τοῦ στερητικοῦ. εἰ δὲ ἡ μείζων ὑπάρχουσα ᾖ, καὶ τὸ συμπέρασμά ἐστιν ὑπάρχον καὶ οὐκ ἀναγκαῖον· ὅτι μὲν γὰρ ὑπάρχον συνάγεται, ἔστιν δεῖξαι δι’ ἀδυνάτου ὅτι δὲ ἀναγκαῖον συνάγεται, οὐκ ἔστιν δεῖξαι δι’ ἀδυνάτου. τό γὰρ Α παντὶ τῷ Β ὑπαρχόντως, I τὸ δὲ Β τινὶ τῷ Γ ἀναγκαίως· λέγω ὅτι τὸ Α τινὶ τῷ Γ ὑπαρχόντως. f. 230r εἰ δὲ ψεῦδος τό ὑπάρχειν τινί, ἀληθὲς τὸ ἀνάγκη μηδενί, οὐχὶ δὲ τὸ ἐνδέχεται μηδενί· τῷ γὰρ ὑπάρχοντι οὐκ ἀντίκειται τὸ ἐνδεχόμενον, ἐπειδὴ τὸ νυν υπαρχον ἐνδέχεται εἰς ὕστερον μὴ ὑπάρχειν καὶ τὸ νῦν ὑπάρχον ἐνδεχόμενόν ἐστιν, οὖ μὴ ὄντος μὲν τεθέντος δὲ ὑπάρχειν οὐδὲν ἀδύνατον συμβαίνει. καὶ διὰ τοῦτο ἐν ταῖς εἰς ἀδύνατον ἀπαγωγαῖς οὐ ληπτέον· ἀντικείμενον τῷ ὑπάρχειν τὸ ἐνδεχόμενον· οὐ γὰρ ἀντίκειται κατὰ τὸ ἀναγκαῖον καὶ ἀδύνατον ἀλλὰ κατὰ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. εἰ οὖν φεῦδος τὸ Α τῷ Γ ὑπάρχειν τινί, ἀληθές τὸ Α τῷ Γ ἀνάγκη μηδενί· τὸ δὲ Γ τῷ Β ἀνάγκη τινί. τὸ Α ἄρα τῷ Β ἀνάγκη οὐ παντί· ὅπερ ἀδύνατον· ὑπάρχει γὰρ παντί. ἀντίφασις δὲ ἀνάγκη οὐ παντί, ὑπάρχει παντί. οὐ μὴν ἔστιν δεῖξαι δι’ αουνατου καὶ ἀναγκαῖον συναγόμενον. οἷον λέγω ὅτι τὸ Α τῷ Γ ἐξ ἀνάγκης τινί· εἰ γάρ 18 καὶ in ras. P1 19 ἀριστοτέλες P, ἑ alt. ex ἡ, ut videtur, corr. P1 22 αὐτὴ sciipsi: αὐτῆς P ad 32 in mrg. aser. ψευδῶς ἔλαβεν ἐνταῦθα. τῆς ὑπάρχει τινὶ ἀντίφασιν φασιν τὴν ἀνάγκη μηδενί· τῇ γὰρ ἀνάγκη μηδενὶ ἀντιφάσκει ἡ ἐνδέχεται τινί, ἀλλὰ καὶ ὑπάρχει τινί· ὥστε ἔσονται δύο μιᾶς P τοῦτο ψεῦδος, ἐνδέχεται μηδενί· τὸ δὲ Γ τῷ Β ἐξ ἀνάγκης τινί· τὸ Α ἄρα τῷ Β ἐνδέχεται μὴ παντί· ἐνδεχόμενον γὰρ συνάγεται κατὰ πάντας νῦν, ἐπειδὴ συμβέβηκε τῇ αὐτῇ προτάσει καὶ μείζονι εἶναι τοῦ πρώτου σχήματος καὶ χείρονι· ὑπάρχει δὲ καὶ παντί· καὶ οὑκ ἀδύνατον τὸ αὑτὸ τῷ αὐτῷ καὶ ὑπάρχειν παντὶ καὶ ἐνδέχεσθαι μὴ παντί· ἐν μὲν γὰρ τῷ αὐτῶ χρόνῳ ἐστὶ φευδόμενον, οὐκ ἀδύνατον δέ, ἐς ὕστερον δὲ δυνατόν· οὐδαμῶς ἄρα ἀδύνατον. εἴποι δ’ ἄν τις ὅτι, εἰ καὶ οὕτως μὴ συνάγεται ἀδύνατον, ἀλλ’ ἑτέρως συνάγεται· εἰ γὰρ τὸ Α οὐδενὶ τῷ Γ ἐνδεχομένως, ἐπειδὴ τὸ Α παντὶ τῷ B ὑπαρχόντως, ἐν δευτέρῳ ἄρα σχήματι τὸ Β οὐδενὶ τῷ Γ ἐνδεχομένως ἢ ὑπαρχόντως· ἀλλὰ ὑπόκειται ἀναγκαίως τινί· ὅπερ ἀδύνατον. εἰ δ’ ὑπάρχον τὸ συμπέρασμα ἀλλ’ οὐκ ἀναγκαῖον, δείκνυσιν αὐτὸ ὑπάρχον καὶ ἀπὸ τῶν πραγμάτων. Ποῦ λέγει ὁ Πλάτων ἐν τῇ μίξει ἀναγκαίου καὶ ἐνδεχομένου τῇ χείρονι ἕπεσθαι τὸ συμπέρασμα; ἡ ἐν τῷ πρώτῳ τῆς Πολιτείας ἐν τῷ συμπεράσματι | τῶν πρὸς Πολέμαρχον f. 230v λόγων ἐπὶ παραδειγμάτων τοιούτων· δίκαιον κακοὺς κακῶς φίλους κακῶς ποιεῖν, ἀγαθοὺς ποιεῖν καὶ ἐχὁ δίκαιος φίλους εὺ ποιεῖ κακοὺς εὖ ποιεῖ, καὶ ἐχθρ ὺς εἰ τύχοιεν φίλοι κακῶς ὄντες, ἀγαθοὺς εὖ ἀναγκ. (??) ἐνδεχ. Ἐπὶ μὲν τῶν καθόλου συζυγιῶν τοῦ πρώτου σχήματος τῆς ἐλάττονος προτά- σεως ἀναγκαίας οὔσης, ἐὰν τὸ συμπέρασμα ἀναγκαῖον ὐποτεθῇ, ψεῦδος ἕπεται διὰ τῆς εἰς ἀδύνατον, ἤτοι εἰς ψεῦδος, ἀπαγωγῆς. ἐπὶ δὲ τοῦ ἐν μέρει οὐ δυνάμεθα διὰ τῆς εἰς ἀνύνατον ἀπαγωγῆς ἀναγκαίου τεθέντος τοῦ συμπεράσματος ψεῦδος συναγαγεῖν· ἀσυλλόγιστος γὰρ ἡ συμπλοκὴ γίνεται, οἴαν δ’] ἄν πρότασιν προσλάβωμεν τῷ συμπεράσματι μερικῷ ὄντι· εἴτε γὰρ τὴν μερικὴν προσλάβωμεν, ἐκ δύο μερικῶν ἐστι καὶ ἀσυλλό- γιστον, εἴτε τὴν καθόλου, γίνεται δεύτερον σχῆμα ἐκ δύο ὁμοιοσχημόνων προτάσεων καὶ οὕτως ἀσυλλόγιστον· ἀλλὰ δείκνυται ὑπάρχον τὸ συμπέρασμα διὰ τῶν ὅρων· κίνησις, ζῶον, λευκόν.