p. 24b12 Τί μὲν οὖν ἐστιν πρότασις ἕως τοῦ διαιρουμένου του εἶναι καὶ μὴ εἷναι. Ἀνακεφαλαιοῦται τὰ εἰρημένα καὶ λέγει τί μὲν οὖν ἐστιν προτασις ἁπλῶς ἡ κοινή, καὶ τίνι διαφέρει ἡ συλλογ.ιστικὴ πρότασις ἀπλῶς ἡ κοινὴ τῶν μερικῶν, τῆς ἀποδεικτικῆς καὶ τῆς διαλεκτικῆς, καὶ αὗται τίνι διαφέρουσιν ἀλλήλων, ἡ ἀποδεικτικὴ τῆς διαλεκτικῆς, δι’ ἀκριβείας ἐν τοῖς ἑπομένοις ῥηθήσεται. τί † γὰρ ἄρα νῦν οὐκ ἀκριβῶς 8 ἔχουσα] ὁ in ras. V 10 ἐννωῶν P pr. 11 σαφεστέρων (sic) P 12 ὡς addidi 21 ἀείδια P 27 ἐκεῖ] Top. I 1 p. 100b21—23 31 alt. Arist.: τὸ P cf. p. 22,33.37 33 εἰρημένα] εἰ in ras. P 37 fort, γ’ ἄρα aut γ’ οὖν εἶπεν, ἀλλ’ ἀλλαχοῦ ἐρεῖ καὶ περὶ τῆς συλλογιστικῆς ἁπλῶς προτάσεως τῆς κοινῆς ἀκριβῶς δέον ἐνταῦθα εἰπεῖν, ὅπου πρόκειται αὐτῷ περὶ τοῦ ἁπλῶς συλλογισμοῦ εἰπεῖν; τί οὖν ἐροῦμεν πρὸς τοῦτο; λέγομεν ὅτι τὸ δι’ ἀκριβείας ἐν τοῖς ἑπομένοις ῥηθήσεται οὐ περὶ τῆς συλλογιστικῆς τῆς κοινῆς ἁπλῶς εἶπεν (ἀκριβῶς γὰρ περὶ αὐτῆς εἶπεν), ἀλλὰ τῆς διαλεκτικῆς καὶ τῆς ἀποδεικτικῆς, περὶ ὧν ἐν τοῖς ἑπομένοις ἐρεῖ ἀκριβέστερον, περὶ μὲν τῆς ἀποδεικτικῆς ἐν τοῖς ‘Υστέροις ἀναλυτικοῖς, περὶ δὲ τῆς διαλεκτικῆς ἐν τοῖς Τόποις. πρὸς δὲ τὴν παροῦσαν χρείαν, φησίν, πρὸς τὸ δεῖξαι ὅτι ἱκανῶς ὡρισάμεθα τὴν ἁπλῶς συλλογιστικὴν τὴν κοινὴν καὶ πάσῃ προτάσει ἐφαρμόζει ὁ εἰρημένος ὅρος, ἱκανῶς ἡμῖν διωρίσθω τὰ νῦν. Λοιπὸν δὲ ἀκολούθως τοῖς προ|ειρημένοις μετὰ τὸ εἰπεῖν τί f.102v ἐστιν πρότασις ἔρχεται ἐπὶ τὸ εἰπεῖν τί ἐστιν ὅρος· οὕτως γὰρ καὶ ἄνω εἶπεν, ὅτι χρὴ εἰπεῖν “τί ἐστιν πρότασις καὶ τί ὅρος”. οὐκέτι δὲ λέγει ‘ὅρος δέ ἐστιν’, ὡς εἶπεν περὶ τῆς προτάσεως “πρότασις δέ ἐστιν”, ἀλλ’ ὅρον δὲ καλῶ ὡς μὴ κειμένου τοῦ ὀνόματος τούτου παρὰ τοῖς πρὸ αὐτοῦ ἀλλ’ ὡς αὐτὸς ὀνοματοθέτης ὢν τούτου τοῦ ὀνόματος. ὅρον δέ, φησίν, καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις. εἰς τί δὲ διαλύεται; δῆλον ὅτι εἰς τὸ κατηγορούμενον καὶ τὸ ὑποκείμενον, ὂ ἐσήμανεν εἰπὼν καθ’ οὗ κατηγορεῖται· τὸ γὰρ ὑποκείμενον ἐκεῖνό ἐστιν καθ’ οὗ κατηγορεῖται τὸ κατηγορούμενον. ὅρους δ’ ἐκάλεσεν τὰ μόρια τῆς προτάσεως ἀπὸ μεταφορᾶς τῶν ὅρων τῶν ὁριζόντων τὰ χωρία· καὶ τὴν πρότασιν γὰρ τὰ ὁρίζοντα καὶ οἱονεὶ περιέχοντα καὶ ἀποκλείοντα ὅ τε ὑποκείμενός ἐστιν ὅρος καὶ ὁ κατηγορούμενος. εἰκότως ἄρα πρώτην ὡρίσατο τὴν πρότασιν ὡς μέλλων ἀπ’ αὐτῆς τὸν ὅρον σαφηνίζειν. καὶ αὕτη ἐστὶν ἀληθὴς αἰτία, ᾗ καὶ ὁ φιλόσοφος ἀρέσκεται, τοῦ ὁρίσασθαι αὐτὸν τὴν πρότασιν πρὸ τοῦ ὅρου, οὐχ ὥς τινες λέγουσιν διὰ τὸ γνωριμέτερον αὐτὴν εἶναι καὶ ἔννοιάν πως ἡμᾶς αὐτῆς εἰληφέναι ἐκ τῶν εἰρημένων ἐν τῷ Περὶ ἑρμηνείας, οὐδὲ διὰ τὸ τὸ μὲν τῆς προτάσεως ὄνομα καὶ παρὰ τοῖς πρὸ αὐτοῦ κεῖσθαι, τὸ δὲ τοῦ ὅρου αὐτὸν τεθεικέναι. ὅρον οὗν, φησίν, καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις, οἷον τὸν κατηγορούμενον καὶ καθ’ ὧν] οὗ κατηγορεῖται ὁ κατηγορούμενος, τοῦτ’ ἔστιν τὸν ὑποκείμενον, ἢ προστιθεμένου ἢ διαιρουμένου τοῦ εἶναι ἢ μὴ εἶναι. τοῦτο δὲ τὸ ἢ προστιθεμένου ἢ διαιρουμένου τοῦ εἶναι ἢ μὴ εἶναι ὁ μὲν Ἀλέξανδρος ἁπλούστερον ἐξηγεῖται, καὶ λέγει τὸ μὲν προστιθεμένου τοῦ εἶναι περὶ τῆς καταφάσεως λέγεσθαι, τὸ δὲ διαιρουμένου τοῦ μὴ εἶναι περὶ τῆς ἀποφάσεως. καὶ ἐκδέχεται τὸ προστιθεμένου ἀντὶ ‘προστιθέντος’, τὸ δὲ διαιρουμένου ἀντὶ τοῦ ‘διαιροῦντος’· ἐπὶ μὲν γὰρ τῆς καταφάσεως τὸ εἶναι προστίθησιν καὶ οἱονεὶ συντίθησιν καὶ συνάπτει τὸν κατηγορούμενον τῷ | ὑποκειμένῳ, f. 103r 13 τὸ scripsi: τοῦ P 17 ὀνοματοθέτης scripsi cf. p. 32,28: ὀνομοθετης P 26 φιλόσοφος] λο ex Xto corr. P 28 αὐτῆι (post ἡμᾶς) P 32 ὦν delevi 33 et 37 τοῦ scripsi: τὸ P cf. p. 21,31 35 Ἀλέξανδρος] p. 15,4 sq. 38 προστιθέντος scripsi: προστεθέντος P ἐπὶ δὲ τῆς ἀποφάσεως τὸ μὴ εἶναι διαίρει τὸν κατηγορούμενον ἀπὸ τοῦ ὑπο·κειμένου. οὕτως δὴ καὶ ἐν τῷ Περὶ ἑρμηνείας σύνθεσιν ἐκάλεσεν τὴν κατάφασιν, διαίρεσιν δὲ τὴν ἀπόφασιν λέγων “περὶ γὰρ σύνθεσιν καὶ διαίρεσίν ἐστιν τὸ ψεῦδός τε καὶ τὸ ἀληθές”. προστιθεμένου οὖν ἀντὶ τοῦ ‘καταφάσκοντος’, διαιρουμένου δὲ ἀντὶ τοῦ ‘διαιροῦντος, ἀποφάσκοντος, ἀποφατικῶς κειμένου’, ἵν’ ᾖ τὸ ὅλον οὕτως· ὅρον καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις καταφατικὴ ἢ ἀποφατικὴ οὖσα· πᾶσα γὰρ πρότασις ἡ καταφατική ἐστιν ἢ ἀποφατική. οὕτως ὁ Ἀλέξανδρος. ὁ δὲ μέγας φιλόσοφος βαθύτερον καὶ ἀκριβέστερον ἐξηγούμενος λέγει ὅτι τὸ ἢ προστιθεμένου ἢ διαιρουμένου τοῦ εἶναι ἢ μὴ εἶναι τὰ διάφορα εἴδη τῶν προτάσεων σημαίνει· τῶν γὰρ προτάσεων αἱ μὲν αὐτόθεν ἔχουσιν τὸν κατηγορούμενον ὅρον τῷ ὑποκειμένῳ συναπτόμενον, αἱ δὲ τὸ ‘ἔστιν’ τρίτον προσκατηγορούμενον, αἱ δὲ μετὰ τρόπου· πάλιν αἱ μὲν ἁπλαῖ εἰσιν, αἱ δὲ ἐκ μεταθέσεως. τοῦτο σημαίνει ἐνταῦθα, ὅτι πᾶσα πρότασις εἰς ὅρους διαλύεται, κἀν αὐτόθεν ἔχῃ τὸν κατηγορούμενον τῷ ὑποκειμένῳ συναπτόμενον, κἄν τὸ ‘ἔστιν’ τρίτον προσκατηγορῆται, κἂν μετὰ τρόπου ᾖ, κἄν τε ἁπλῆ κἄν τε ἐκ μεταθέσεως. πῶς οὖν ταῦτα σημαίνει, λεκτέον. λέγει, καὶ καλῶς λέγει, ὅτι δύο ταῦτα εἶπεν προστιθεμένου καὶ διαιρουμένου· ταῦτα δὲ οὐκ ἀντίκειται ἀλλήλοις ἀλλὰ ἔστιν τὰ ἑκατέρῳ τούτων ἀντικείμενα· τῇ προσθέσει ἡ ἀφαίρεσις ἀντίκειται, τῇ δὲ διαιρέσει ἡ σύνθεσις. ἔοικεν οὖν [τί] ἀπὸ ἑκατέρας ἀντιθέσεως ἓν εἰπὼν ἡμῖν τὰ ἕτερα ἐννοήσασιν εἰσαγαγεῖν. λάβωμεν οὖν τὰς δύο ἀντιθέσεις, πρόσθεσιν ἀφαίρεσιν, σύνθεσιν διαίρεσιν, καὶ λάβωμεν ἀντὶ τοῦ εἶναι τὸ ἔστιν’, δῆλον ὅτι καὶ ἀντὶ τοῦ μὴ εἶναι τὸ ‘οὐκ ἔστιν’, καὶ λοιπὸν ἴδωμεν τί βούλεται σημᾶναι. μεμαθήκαμεν καὶ ἐν τῷ | Περὶ ἑρμηνείας ὅτι τὸ f. 103v ‘ἔστιν’ οὐκ ἔστιν τρίτος ὅρος· ‘‘οὐδὲ γὰρ τὸ εἶναι ἢ μὴ εἶναι σημεῖόν ἐστιν τοῦ πράγματος” ἐκεῖ εἶπεν, ἀλλὰ πρόσθεσίς ἐστιν καὶ προστίθεται τῷ κατηγορουμένῳ ὅρῳ· διὸ καὶ ἕν, καὶ εἶπεν προσκατηγορῆσαι. ἡ οὖν πρόσθεσις τοῦ ‘ἔστιν’ σημαίνει τὰς προτάσεις τὰς ἐχούσας τὸ ‘ἔστιν’ προσκατηγορούμενον· οἷον Σωκράτης δίκαιός ἐστιν· ὁ ὑποκείμενός ἐστιν τὸ Σωκράτης, κατηγορούμενος δὲ τὸ ‘δίκσαιός ἐστιν’· <τὸ δὲ ‘ἔστιν᾿> ἔστιν ὅρος ἀλλὰ προσθήκη. ἐὰν δὲ ἀντὶ τοῦ ‘δίκαιός ἐστιν’ ἄλλον εἴπω κατηγορούμενον, οἷον τὸ ‘ὑγιαίνει’, οὐκέτι χώραν ἔχει τὸ ‘ἔστιν’· οὐ γὰρ δύναμαι εἰπεῖν ‘Σωκράτης ὑγιαίνει ἐστίν’· σαφῶς γὰρ πάλιν ἐκεῖ εἶπεν ὅτι “ἐφ’ ὅσων τὸ ‘ἔστιν’ μὴ ἁρμόττει, οἷον ἐπὶ τοῦ ὑγιαίνειν καὶ τῶν τοιούοὕτωι 2 P 3 λέγων] De interpr. c. 1 p. 16 a 12 5 καταφάσκοντος scripsi: καταφασκομένου P 6 ἀπαφατικῶς (sic) P 10 τὸ P cf. p. 22,33 15. 16 ἔχει—προσκατηγρεῖται P 19 τὰ deleveritn 20 προθέσει P1, σ superscr. P2 21 τί delevi cf. p. 27,31 καταλιπεῖν] λιπεῖν in ras. P2 24 εἴδωμεν P 25 ἐν τῷ Περὶ ἑο̣μ.] c. 3 p. 16 b 22 26 ἡ μὴ εἶναι post 27 πράγματος collocat P 27 et 29 πρόθεσις P 28 an προσκατηγορεῖσθαι? 31 ante τὸ primum eras. 1 litt. P τὸ δὲ έστιν εἰ addidi 33 ὑγιαίνει] αἰ in ras. P 34 ἐ///κεῖπεν P, el superscr. P1 35 ἐφ’ ὅσων κτλ.] De interpr. c. 10 p. 20 a 3—5 memoriter citat τῶν, ταὐτὸν ποιεῖ τὸ ‘ὑγιαίνει’ καὶ τὸ ‘βαδίζει’, ὡς ἄν εἰ τὸ εἶναι προσήπτετο”. δῆλον οὗν ὅτι ἐπὶ τῶν τοιούτων προτάσεων ἀφαιρῶ τὸ ‘ἔστιν’ καὶ λέγω μόνον τὸ ‘Σωκράτης ὑγιαίνει’. ὥσπερ οὖν ἡ πρόσθεσις τοῦ ‘ἔστιν’ ἐσήμανεν τὰς προτάσεις τὰς ἐχούσας τὸ ‘ἔστιν’ τρίτον προσκατηγορούμενον * * * ἀλλ’ ἀλλ’ αὐτόθεν τὸν κατηγορούμενον συνημμένον τῷ ὑποκειμένῳ. πάλιν τῶν μετὰ τρόπου προτάσεων εἴρηται ἐν τῷ Περὶ ἑρμηνείας ὅτι ὁ τρόπος οὐκ ἔστιν μέρος τῆς προτάσεως ἀλλὰ σύνδεσμος καὶ οἱονεὶ γόμφου χώραν ἐπέχει· συνδεῖ γὰρ τὸν κατηγορούμενον τῷ ὑποκειμένῳ. οἷον ἐὰν εἴπω ‘ἄνθρωπος ἐξ ἀνάγκης ἐστίν᾿, ὁ τρόπος ὁ καταφάσκει· συνδεῖ γὰρ καὶ συντίθησιν τὸ ‘ἔστιν’ τῷ ‘ἄνθρωπος’. ἡ σύνθεσις οὖν τοῦ ‘ἔστιν’ σημαίνει τὰς μετὰ τρόπου προτάσεις. ἡ δὲ διαίρεσις τοῦ μὴ εἶναι σημαίνει τὰς μετὰ τρόπου ἐκ μεταθέσεως· ἐὰν γὰρ εἴπω ‘τραγέλαφος ἐξ ἀνάγκης οὐκ ἔστιν’, x003E; τρόπος μεταξὺ ὢν διαιρεῖ τὸ μὴ εἶναι ἀπὸ τοῦ τραγελάφου· ὥσπερ γὰρ ἐπὶ τοῦ ‘ἄνθρωπος ἐξ ἀνάγκης ἐστίν’ ὁ τρόπος ἐπεβεβαίου τὴν σύνθεσιν τοῦ ‘ἔστιν’ πρὸς τὸ ἄνθρωπος καὶ τὴν ὕπαρξιν τὴν σημαινομένην διὰ τοῦ ‘ἔστιν’ ἐπέτεινεν, οὕτως ἐπὶ τοῦ ‘τραγέλαφος ἐξ ἀνάγκης οὐκ ἔστιν’ τὴν διαίρεσιν τῆς ὑπάρξεως ἐπιβεβαιοὶ καὶ ἐπιτείνει τὸ ‘οὐκ ἔστιν’. κατάφασις | δέ ἐστιν καὶ ἡ ‘τραγέλαφος f. 104r ἐξ ἀνάγκης οὐκ ἔστιν’. ὥστε οὐ περὶ ἀποφάσεως ἐνταῦθα εἶπεν, ἀλλὰ δ καταφατικὰς ἔλαβεν, τρεῖς μὲν ἐπὶ τῶν τριῶν εἰδῶν τῶν προτάσεων, μίαν δὲ ἐπὶ τῶν ἐκ μεταθέσεως, μόνον οὐχὶ λέγων ὅτι πᾶσα πρότασις, κἄν τε ἁπλῆ ᾖ οἱουδήποτε εἴδους οὖσα τῶν τριῶν εἰδῶν τῶν προτάσεως, κἄν τε ἐκ μεταθέσεως ἡ, διαλύεται εἴς τε τὸν κατηγορούμενον ὅρον καὶ τὸν ὑποκείμενον. 25 p. 24b18 Συλλογισμὸς δέ ἐστιν λόγος ἕως τοῦ πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον. Ἀκολούθως μετὰ τὸ εἰπεῖν τί ἐστιν πρότασις καὶ τί ὅρος ὁρίζεται τί ἐστιν συλλογισμός· οὕτω γὰρ καὶ ἄνω προέθετο· “εἶτα, φησίν, διορίσαι τί ἐστιν πρότασις καὶ τί ὅρος καὶ τί συλλογισμός”. πρὸ δὲ τῆς ἐξηγήσεως τοῦ ὅρου τοῦ συλλογισμοῦ ζητεῖται ἐνταῦθα τί ἐστιν τὸ ἐν ἡμῖν συλλογιζόμενον καὶ περὶ τίνων οἱ συλλογισμοί. καὶ λέγομεν ὅτι τριῶν οὐσῶν τῆς ψυχῆς γνωστικῶν δυνάμεων, τῆς νοερᾶς, τῆς διανοητικῆς, τῆς δοξαστικῆς, οὐ δύναται οὔτε ἡ πρώτη οὔτε ἡ τρίτη συλλογίζεσθαι, ἀλλ’ ἡ μέση μόνη. ἡ μὲν γὰρ πρώτη διὰ τὴν ἀπὸ τοῦ νοῦ ἔλλαμψιν εἰς αὐτὴν ἐφήκουσαν ἁπλαῖς ἐπιβολαῖς γιγνώσκει ἃ γιγνώσκει· ἡ δὲ τρίτη τὰ 3 πρόθεσις P 5 lac. signavi; supple οὕτως ἡ ἀφαίρεσις τοῦ ‘ἔστι’ σημαίνει τὰς προτάσεις τὰς οὐκ ἐχούσας τὸ ‘ἔστι’ τρίτον προσκατηγορούμενον 5. 6 τῷ ὑποκειμένῳ scripsi: τὸ ὑποκείμενον P 6. 7 ἐν τῷ Περὶ ἑρμ.] c. 12 p. 21b 26 sq. 8 γόμφου] γ corr. P2; in marg. γόμφου P2 10 ἄνθρωπος] ὁ ex ὢ corr. P 13 ὁ addidi διαιρεῖ scripsi: διαιρεὶται P 14 ἀνθρώπου P 15 ἐπεβεβαίου] inter πε et β 1 lilt. eras. P τοῦ ἔστιν scripsi: τοῦτέστιν P 28 ἄνω] p. 24a 11 34 διὰ scripsi: καὶ P ἔνλαμψιν P 35 ἐφήκουσαν] ἑ in ras. P συμπεράσματα μόνα παραδέχεται παρὰ τῆς μέσης· διὸ καὶ δόξα καλεῖται παρὰ τὸ δέχεσθαι. ἡ δὲ μέση ἐστὶν ἡ διεξοδικῶς ἀπὸ ἄλλου ἄλλο γιγνώσκουσα· διὸ καὶ διάνοια καλεῖται παρὰ τὸ διανύειν καὶ διεξιέναι. αὕτη ἐστὶν ἡ δύναμις ἡ συλλογιζομένη [ἡ] ἐν ἡμῖν καὶ διὰ συλλογισμῶν γιγνώσκουσα καὶ ἀποδεικνύουσα τὰ πράγματα. ἀπὸ ταύτης τὰ συμπερασματα τῶν ἀποδείξεων δεχομένη ἡ δόξα κατέχει· οἷον ἡ διάνοια συλλογιστικῶς καὶ ἀποδεικτικῶς εὑρίσκει καὶ γιγνώσκει ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν· τοῦτο <τὸ> συμπέρασμα μόνον τὸ ‘ἡ ψυχὴ ἀθάνατός ἐστιν’ ἐκτὸς ἄλλων προτάσεων δι’ ὧν ἀποδείκνυται δέχεται ἡ δόξα καὶ δοξάζει ἄνευ ἀποδείξεων. ἡ οὖν διάνοια συλλογιστικῶς καὶ ἀποδεικτικῶς ἐπίσταται· ὥστε τὸ συλλογιζόμενον <ἐν> ἡμῖν ἡ διάνοιά ἐστιν. πάλιν τῶν τὰ μὲν νοητά, τὰ δὲ αἰσθητά, τὰ δὲ μέσα τούτων· λέγω δὴ ὅτι | οὔτε ἐπὶ τῶν νοητῶν συλλογιζόμεθα οὐδ’ ἐπὶ τῶν αἰσθητῶν ἀλλὰ μόνον f. 104v τῶν μέσων. οὔτε γὰρ <ἐπὶ> τῶν νοητῶν συλλογιζόμεθα· οὐ γὰρ ὁ θεολόγος δύναται διὰ τῶν συλλογισμῶν τὰ νοητὰ δεικνύναι, ἀλλ’ ἀναλογίᾳ κέχρηται, καὶ εἰκότως· οἱ μὲν γὰρ συλλογισμοὶ ἀπὸ τῶν αἰτιῶν τὰ αἰτιατὰ 5 δεικνύουσιν καὶ ἀπὸ τῶν καθολικωτέρων τὰ μερικώτερα· τὰ δὲ νοητὰ πρῶτά ἐστιν καὶ καθολικώτερα τῶν ἄλλων πάντως· ὥστε εἰκότως περὶ τῶν πρώτων οὐ συλλογιζόμεθα· οὐδὲ γὰρ ὁριζόμεθα αὐτὰ διὰ τὴν αὐτὴν αἰτίαν· οἱ μὲν γὰρ ὅροι ἐκ γένους εἰσὶν καὶ διαφορῶν· ὑπὲρ δὲ τὰ πρῶτα οὐδέν. οὕτε μὴν ἐπὶ τῶν αἰσθητῶν συλλογιζόμεθα· οὐ γὰρ συλλογιστικῶς γιγνώσκω σκῶ ὅτι τὸ γάλα λευκόν ἐστιν, ἀλλ’ αὐτόθεν ἡ αἴσθησις τοῦτο γιγνώσκει. οὔτε περὶ τῶν πρώτων οὔτε ἐπὶ τῶν ἐσχάτων συλλογιζόμεθα, ἀλλὰ περὶ τῶν μέσων, ἃ καλεῖται διανοητά, ἐπειδὴ διανυστικῶς καὶ διεξοδικῶς αὐτὰ γιγνώσκομεν διὰ τῶν συλλογισμῶν, οἷον τὰ μαθήματα· συλλογιστικῶς γὰρ αὐτὰ γιγνώσκομεν· οὐ. γὰρ δήπου δι’ αἰσθήσεως αὐτὰ ἐπιστάμεθα· τὴν γνῶσιν γὰρ τῶν θεωρημάτων ἐξ ἀφαιρέσεως καλοῦσιν οἱ γεωμέτραι· τὸ γὰρ ξύλινον ἢ χαλκοῦν καὶ ἀπλῶς τὴν ὕλην καὶ τὸ ὅσον τῇ αἰσθήσει ὑποπίπτει ἀφελὼν ὁ γεωμέτρης αὐτὸ καθ’ αὑτὸ τὸ καθόλου εἶδος τοῦ τριγώνου ἢ [ὁ] τετραγώνου διανοεῖται. ἔχομεν οὖν τί τε τὸ ἐν ἡμῖν συλλογιζόμενον, ὅτι οὐ τὸ νοερόν, οὐ τὸ δοξαστικόν, ἀλλὰ τὸ διανοητικόν, καὶ περὶ τίνων οἱ συλλογισμοί, ὅτι οὐ περὶ τῶν νοητῶν, οὐ περὶ τῶν αἰσθητῶν, ἀλλὰ περὶ τῶν μέσων τῶν διανοητῶν. λοιπὸν δὲ ἐπὶ τὴν τοῦ ὅρου ἐξήγησιν ἡμῖν ἰτέον. καὶ πρῶτον αὐτὸν ἐκθώμεθα, εἶτα δείξομεν ὅτι οὐδὲν οὔτε περισσὸν ἔχει οὔτε ἐλλεῖπον. Συλλογισμός ἐστιν, φησίν, λόγος ἐν ᾧ τεθέντων τινῶν 1 συνπεράσματα P 2 post ἄλλο 1 litt. eras. P 4 ἡ tert. delevi 8 τὸ addidi 11 ἐν addidi 13 ἐπὶ prius scripsi: τὴν P 14 ἐπὶ addidi 14. 15 θεοσλόγος P 21. 22 τί γνώσκω P 22 ἔσθησις P 23 <ὥστε> περὶ sive πρώτων x003E; conicio 24 ἐπειδὴ scripsi: ἔπι δὲ, ἑ alterum in ras., P δι ἀνυστικῶς, ι prius in ras., P 26 αὐτὰ γιγνώσκομεν scripsi: τὰ γιγνωσκόμενα P 27. 28 τὸ—ξύλινον scripsi: τοῦ—ξυλίνου P 27 αιφαιρέσεως (sic) P 30 τετραγένου scripsi: ὁ τετράγωνος P διανοῆται P 31 au ἀλλὰ τὸ μέσον x003E;? cf. vs. 33 34 fortasse δείξωμεν cf. p. 26,7 ἕτερόν τι τῶν κειμένων ἀνάγκη συμβαίνειν τῷ ταῦτα εἶναι. οὗτός ἐστιν ὁ τοῦ συλλογισμοῦ ὅρος. καὶ ὅτι μὲν τέως τὸ ὄνομα τοῦτο τὸ συλλογισμὸς συλλογὴν λόγων | δηλοῖ, πρόδηλον· ἀεὶ γὰρ ἡ συν(??) πρό. f. 105r θέσις οὐχ ἕν τι σημαίνει ἀλλ’ ἄθροισμά τι, οἷον ὅταν εἴπω συνέδριον, σύγκλητος, συμπότης, σύμψηφος. συλλογισμὸς οὗν ἀντὶ τοῦ ‘συλλογὴ λόγων καὶ οἱονεὶ ἄθροισμα λόγων’. ἵνα δὲ πρότερον ὡς τύπῳ νοήσωμεν τὰ εἰρημένα ἐν τῷ ὅρῳ τοῦ συλλογισμοῦ, συλλογισμόν τινα ἐκθέμενοι νοήσομεν ἐπ’ αὐτοῦ πῶς τὰ εἰρημένα ἐν τῷ ὅρῳ πάντα ἐφαρμόζει αὐτῷ. οἷον ἔστω συλλογισμος οὕτος· ἡ γραμμὴ σύνεχες, τὸ σύνεχες πόσον, ἡ γραμμὴ ἄρα ποσόν. ὅτι μὲν οὖν τὸ ὅλον τοῦτο λόγος ἐστίν, πρόδηλον· καὶ γὰρ καὶ ἐκ λόγων σύγκειται· εἰσὶν γὰρ ἐν αὐτῷ δύο προτάσεις καὶ τὸ συμπέρασμα· ὥστε λόγος ἐκ λόγων ἐστίν. ὥστε τέως ὁ λόγος ἐφαρμόζει αὐτῷ. ἀλλὰ καὶ τέθειταί τινα ἐν αὐτῷ· τέθειται δὲ ἀντὶ τοῦ ‘ὡμολόγηται’. τί δὲ ὡμολογήθη; ὅτι ἡ γραμμὴ συνεχές ἀστιν, καὶ ὅτι τὸ συνεχὲς καὶ ποσόν ἐστιν. ὥστε ἁρμόζει αὐτῷ καὶ τὸ ἐν ᾧ τεθέντων τινῶν. ἀλλὰ καὶ τὸ συμπέρασμα ἄλλο τι ἀνεφάνη παρὰ τὰ κείμενα, παρὰ τὰ τεθέντα· τὰ μὲν γὰρ κείμενα ἦν τὰ ὁμολογηθέντα, ὅτι ἡ γραμμὴ συνεχές ἐστιν καὶ ὅτι τὸ συνεχὲς ποσόν· ἕτερον δέ τι παρὰ ταῦτα τὸ συμπέρασμα ἀνεφάνη, ὥστε ἡ γραμμὴ ἄρα ποσόν ἐστιν. ὥστε καὶ τὸ ἕτερόν τι τῶν κειμένων ἀνάγκη συμβαίνειν ἁρμόζει αὐτῷ. πόθεν δὲ ἀνεφάνη τὸ συμπέρασμα; τῷ ταῦτα εἶναι τὰ ὁμολογηθέντα· οὐκ ἀλλαχόθεν γὰρ συνέβη καὶ ἀνεφάνη τὸ συμπέρασμα ἢ ἀπὸ τῶν τεθειμένων προτάσεων, ὅτι ἡ γραμμὴ συνεχές ἐστιν καὶ ὅτι τὸ συνεχὲς ποσόν ἐστιν. ὥστε καὶ τὸ τῷ ταῦτα εἶναι ἁρμόζει αὐτῷ. οὕτως μὲν ὡς τύπῳ εἰπεῖν ἐπὶ παραδείγματος ἐξηγήσθω ἡμῖν ὁ ὅρος τοὐ συλλογισμοῦ. καὶ ἀκριβέστερον δὲ αὐτὸν ἐπισκεψώμεθα, ἵνα λέξωμεν ὅτι οὐδὲν περιττὸν οὐδὲ ἐλλεῖπον ἔχει ἡ ῥηθεῖσα ὑπογραφὴ τῆς ἐννοίας. πρόκειται αὐτῷ τὸν συλλογισμὸν ὁρίσασθαι· πᾶς δὲ ὅρος ἐκ γένους ἐστὶν καὶ διαφορῶν. ἐνταῦθα οὖν | τὸ f. 105v μὲν λόγος ὡς γένος παρείληπται· εἶδος γάρ ἐστιν τούτου συλλογισμὸς ὡς τοῦ ζῴου ἄνθρωπος. τὰ δὲ ἑξῆς ὡς διαφοραί, τὸ μὲν ἐν ᾧ τεθέντων, ἵνα χωρίσῃ αὐτὸν ἀπὸ τῶν ἄλλων λόγων, οἷον τοῦ κλητικοῦ ἡ τοῦ εὐκτικοῦ καὶ τῶν ἄλλων ἁπλῶς, εἴτε πέντε αὐτοὺς βούλει λέγειν εἴτε δέκα· τί γὰρ τίθεταί τις ἐν εὐχῇ ἢ ἐν κλήσει; τεθέντων δὲ ἀντὶ τοῦ ‘ὁμολογηθέντων’· καὶ γὰρ αὐτὰς τὰς προτάσεις ὁ Πλατῶν ὁμολογήματα καλεῖ, καὶ πολλαχοῦ λέγει ‘ἀπὸ τῶν ὡμολογημένων’ ἀντὶ τοῦ ‘ἀπὸ τῶν ῥηθεισῶν προτάσεων’. οἱ δὲ Στωικοὶ ἀξιώματα αὐτὰς ἐκάλουν καὶ 5 συνπότης P 7 an νοήσωμεν? cf. p. 25,34 10 ποσόν ex ποιόν corr. P1 12 an τέως τὸ ? cf. vs. 28 14 καὶ alteium delendum videtur cf. vs. 18. 23 16 ἀνεφάνη] ἡ in ras. corr. ex εἰ P 17 et 21 ὡμολογηθἐντα P 18 ὥστε] τὸ conicio 21 ῆναι P 23 τῶι superscr. P 25 ὁ ὅρος scripsi: ὅτι ὅροι P 25 αὐτὸν ex αὐτῶν corr. P 26 δείξωμεν conicio οὐδὲ] οὐδὲν pr. P 29 λόγος] λόγ in ras. P τούτου scripsi: τοῦ P 31 ἄλλων λόγων] ὢν λόγ in ras. P 32 τ’ ἀλλ’ (sic) P 34 ὡμολογηθἐντων P 36 στοϊκοὶ P αὐτὰς scripsi: αὐτὰ P λήμματα παρὰ τὸ λαμβάνειν καὶ ἀξιοῦν αὐτὰς ἀληθεῖς εἶναι, ὡς τὰ παρὰ τοῖς γεωμέτραις ἀξιώματα. ὁ δὲ Ἀριστοτέλης προτάσεις αὐτὰς καλεῖ· τῶν δὲ προτάσεων τὰς σαφεῖς καὶ ἐναργεῖς καὶ μὴ δεομένας ἀποδείξεως διὰ τὸ σαφὲς ἀξιώματα καλεῖ μόνως [προτάσεις]. ὥστε τὸ ἐν ᾧ διορίζει τὸν συλλογισμὸν ἀπὸ τῶν ἄλλων λόγων τῶν ἀσυλλογίστων. τινὲς δὲ τὸ τεθέντων λέγουσιν αὐτὸν εἰρηκέναι, † καὶ ἐπειδὴ κατηγοπικῶν συλλογισμῶν λέγει, ἀντὶ τοῦ ‘κατηγορηθέντων’· ἐπὶ γὰρ τῶν τοιούτων συλλογισμῶν διαρρήδην τιθέμεθα καὶ ὁμολογοῦμεν καὶ ἀποφαινόμεθα ὡς ἀληθεῖς τὰς προτάσεις· ἐπὶ δὲ τῶν ὑποθετικῶν οὐκ ἀποφαινόμεθα ἀλλ’ ὑποτιθέμεθα ‘εἰ τόδε ἐστίν, τόδε ἐστίν’. ἡμεῖς δὲ λέγομεν ὅτι καὶ ἐκεῖ, εἰ καὶ μὴ διαρρήδην τιθέμεθα, ἀλλ’ οὖν καὶ ἐκεῖ τιθέμεθά πως, καὶ ἁρμόζει καὶ τοῖς ὑποθετικοῖς συλλογισμοῖς ὁ ὅρος οὗτος· ὥστε τό τεθέντων οὐ πρὸς διαστολὴν τῶν ὑποθετικῶν συλλογισμῶν εἴρηται ἀλλὰ τῶν ἄλλων λόγων ἐν οἷς οὐδὲν τίθεται. τὸ δὲ τινῶν εἶπεν διορίζων αὐτὸν ἀπὸ τῶν μονολημμάτων συλλογισμῶν· ἐκεῖνοι γὰρ οὐ τέλειοι· νῦν δὲ τὸν τέλειον ὁρίζεται συλλογισμόν· δεῖ δὲ τὸν τέλειον συλλογισμὸν τὸ ἐλάχιστον ἐκ δύο λημμάτων εἶναι. εἰσὶν δέ τινες ἀτελεῖς συλλογισμοὶ μονολήμματοι, οἷς κέχρηνται οἱ ῥήτορες παραλιμπάνοντες τῷ δικαστῇ τὴν ἑτέραν πρότασιν ἐννοῆσαι, τὴν μείζονα ἢ τὴν | ἐλάσσονα. f. 106r καὶ συμβάλλεται αὐτοῖς τοῦτο· ὁ γὰρ δικαστὴς ὑπάγεται εἰς τὸ θέσθαι τῇ ἀποδείξει, ἵνα μὴ δόξαν δῷ ἑαυτοῦ ὡς μὴ ἐννοήσας τὴν ἑτέραν πρότασιν. οἷον ὁ δεῖνα καλλωπιστής· ὁ δεῖνα ἄρα μοιχός· ὁ Σωκράτης σπουδαῖος· ὁ Σωκράτης ἄρα εὐδαίμων· ἑκατέρᾳ γὰρ αὐτῶν ἐνδεῖ τῆς μείζονος προτάσεως τῆς ‘πᾶς δὲ καλλωπιστὴς μοιχός’ καὶ τῆς ‘πᾶς δὲ σπουδαῖος εὐδαίμων’. τῆς δὲ ἐλάττονος ἐνδεῖ, ἐὰν εἴπω ‘πὰς σπουδαῖος εὐδαίμων· ὁ Σωκράτης ἄρα εὐδαίμων’· ἐνδεῖ γὰρ τῆς ἐλάσσονος τῆς ‘ὁ Σωκράτης σπουδαῖος‘. καὶ ἐν μὲν τοῖς ἑπομένοις ἀκριβῶς μαθησόμεθα τίς ἡ ἐλάσσων καὶ τίς ἡ μείζων πρότασις· νῦν δὲ ὡς τύπῳ εἰπεῖν, ἐὰν ᾖ τοιοῦτος συλλογισμὸς ‘πᾶσα γραμμὴ συνεχές, πᾶν τὸ συνεχὲς ποσόν, πᾶσα γραμμὴ ποσόν’, ἐλάσσων μέν ἐστιν πρότασις ἡ ‘πᾶσα γραμμὴ ἡ] συνεχές’, μείζων δὲ ἡ ‘πᾶν τὸ συνεχὲς ποσόν’. τὸ οὖν [τί] τινῶν αὐτὸν ἀπὸ τῶν παρὰ τοῖς ῥήτορσιν μονολημμάτων συλλογισμῶν· ἐν ἐκείνοις γὰρ οὐ τινὰ τίθεσθαι ἀλλὰ τί, καὶ οὐ τέλειοι οἱ τοιοῦτοι. Λοιπὸν δὲ λεκτέον τί εἶπεν ἕτερόν τι τῶν κειμένων, καὶ διὰ τί ἀνάγκγ, καὶ διὰ τί συμβαίνειν. τὸ μὲν ἕτερόν τι τῶν κειμένων εἶπεν διὰ τοὺς παρὰ τοῖς Στωικοὶς διφορουμένους συλλογισμοὺς ἢ ἀδιαφόρως περαίνοντας. 2 γεωμέτροις P 4 immo μόνας προτάσεις delevi 6 fortasse ἐπειδὴ καὶ <περὶ> 7 ἐπεὶ P 8 ὁμολουγοῦμεν P ἀποφαινόμεθαι 12, 13 θέντων P 19 τετέραν P 20 συμβάλετι P 21 oui τε αὐτοῦ P 23 σπουδαίως P εὐδιμονων P 24. 25 ἐνδεῖ τῆς μείζονος προτάσεως τῆς—καὶ τῆς—τῆς δὲ ἐλάττονος scripsi: ἐν δὲ τῆι μείζονι προτάσει τῆι—καὶ τῆι—τῆι δὲ ἐλάττονι τονι P 26. 27 τῆι ἐλάσσονι τῆι P 28 προτάσεις P 30 ἡ alt. delevi 31 τί delevi cf. p. 29,18 31 32 ῥήτορσιν] ν ex σ corr. P1 33 immo τίθεται 36 τοῖς τοϊκοῖς διφορομένου συλλογισμοῦ P ἀδιαφόρως scripsi: διαφόρως P εἰσὶν δὲ διφορούμενοι οἱ δὶς τὰ αὐτὰ λέγοντες· οἷον ἱεῖ ἡμέρα ἐστίν, ἡμέρα ἐστίν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἐστίν᾿. δοκεῖ οὗτος συλλογισμὸς εἶναι, οὐκ ἔστι δέ· διὰ γὰρ τῶν αὐτῶν τὰ αὐτὰ δείκνυσιν. πῶς δὲ ὤφειλεν λέγεσθαι; ‘εἰ ἡμέρα ἐστίν, φῶς ἐστιν· ἀλλὰ μὴν φῶς ἐστιν· ἡμέρα ἄρα ἐστίν’. ἀδιαφόρως δὲ περαίνοντας λέγουσιν τοὺς τοιούτους, οἷον ἱεῖ ἡμέρα ἐστίν, οὐκ ἔστιν νύξ· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἀστίν‘. καὶ οὗτος δοκεῖ εἶναι συλλογισμός, οὐκ ἔστι δέ· οὐ γὰρ ὡς ὤφειλεν διεξῆλθεν ἀλλ’ ἀδιαφόρως. πῶς δὲ ὤφειλεν λέγεσθαι; ‘εἰ ἡμέρα ἐστίν, οὐκ ἔστιν νύξ· ἀλλὰ μὴν οὐκ ἔστιν νύξ· ἡμέρα ἄρα ἐστίν’. διορίσας οὖν αὐτὸν ἀπὸ τῶν τοιούτων, ἀπὸ τῶν δοκούντων μὲν εἶναι συλλογισμῶν οὐκ ὄντων δέ, τέθεικεν τὸ ἕτερόν τι τῶν κειμένων· ἐν γὰρ τούτοις, | τοῖς διφορουμένοις f. 106v καὶ τοῖς ἀδιαφόρως περαίνουσιν, οὐχ ἕτερόν τι τῶν κειμένων ἐστὶν τὸ συμπέρασμα ἀλλὰ ταὐτόν. ὥστε καὶ ταύτῃ δείκνυται ὅτι τὸ τεθέντων οὐχ ὡς τισὶν ἔδοξεν κεῖται πρὸς διαστολὴν τῶν ὑποθετικῶν συλλογισμῶν· εἰ γὰρ ἦν τὸ τεθέντων κείμενον καὶ πρὸς διαστολὴν τῶν ὑποθετικῶν, οὐκ ἄν προσετέθη τὸ ἕτερόν τι τῶν κειμένων πρὸς διαστολήν τινων ὑποθετικῶν, τῶν διφορουμένων, ὡς εἴρηται, καὶ ἀδιαφόρως περαινόντων (ὑποθετικοὶ γὰρ καὶ οὗτοι), εἴ γε πάντων τῶν ὑποθετικῶν ἦν τὸν ὅρον διὰ τοῦ τεθέντων. ὥστε καὶ ταύτην ἐκβλητέον τὴν δόξαν ἐκείνων, ἐξηγητέον δὲ αὐτὸ ὡς εἴρηται. Τὸ δὲ ἀνάγκη εἶπεν, ἐπειδὴ ὁ συλλογισμὸς πίστις τίς ἐστιν· πᾶς γὰρ ὁ συλλογιζόμενος ἀποδεῖξαί τι ἐθέλει καὶ πεῖσαι πάντως, δῆλον ὅτι τὸν προσδιαλεγόμενον. ἵνα οὖν χωρίσῃ αὐτὸν τῶν ἄλλων πίστεων, εἶπεν τὸ ἀνάγκη· τριῶν γὰρ οὐσῶν πίστεων, τῆς μὲν ἀπὸ τῶν ἴσων τῆς δὲ ἐπαγωγικῆς τῆς δὲ συλλογιστικῆς, μόνη ἡ συλλογιστικὴ ἔχει τὸ ἀναγκαῖον. ἀπὸ μὲν γὰρ ἴσων ἐστὶν <ᾗ> κέχρηνται οἱ ῥήτορες ἀπὸ ἑνὸς ἓν πιστούμενοι, ἀπὸ μερικοῦ οἷον Διονυσίου αἰτοῦντος Συρακουσίους φρουρὰν τοῦ σώματος ἑαυτοῦ λαβεῖν ἀντιλέγει τις καὶ ἀξιοῖ πεῖσαι μὴ δοθῆναι αὐτοῖς λέγων ὅτι καὶ Πεισίστρατος αἰτήσας καὶ λαβὼν ἐτυράννησεν. αὕτη δὲ ἡ πίστις οὐκ ἔχει τὸ ἀναγκαῖον· οὐ γάρ, ἐπειδὴ ἐκεῖνος ἐτυράννησεν, πάντως καὶ οὗτος τυραννήσει. ἐπαγωγικὴ δέ ἐστιν ἡ πίστις ἡ ἐκπεριτρέχουσα τὰ κτὰ μέρος καὶ ἐκ τῶν κατὰ μέρος τὸ καθόλου πιστουμένη· οἷον λέγω ὅτι πᾶν ζῷον τὴν κάτω γένυν κινεῖ· καὶ ἀποδεῖξαι μὲν τοῦτο συλλογιστικῶς οὐ δύναμαι οὗ], ἐπαγωγῇ δὲ χρῶμαι καὶ δείκνυμι τοῦτο ἐπὶ πολλῶν διεξιὼν τὰ καθέκαστα καὶ ἀξιῶν ἐκ τῶν κατὰ μέρος τὸ καθόλου πιστοῦσθαι. οὔτε δὲ αὕτη ἡ πίστις ἔχει τὸ ἀναγκαῖον· εὑρίσκεται γοῦν | τινα ζῷα τὴν ἄνω γένυν κινοῦντα· f. 107r 3 et 7 ἔστι δέ P2 ἔστιν P1 8 ἀλλὰ διαφόρως P 9 διορίσας οὑν scripsi: οὖν διορίσαι P 10 εἶναι scripsi: εστιν P 11 τέθηκεν P 12 οὐκέτερόν P 14 τισὶν scripsi: τινες P 15 τὸ τεθέντων scripsi: τότε P 15. 16 ὑπερθετικῶν P 17 ὡς scripsi: πῶς P 22 δῆλον ὅτι rarg. P 26 ᾗ addidi 28 fortasse αὐτῷ 32 τὼ καθόλου, κ ex ν, ut videtur, corr. P1 33 κινεῖ scripsi: κινεῖν P οὗ delevi 34 διεξιὼν scripsi: ἐξιὼν P 35 ἀξιῶν P2: ἀξίως, ut videtur, P1 τοῦ καθόλου P ὥστε φασὶν ὁ κροκόδειλος καὶ ὁ φοινικόπτερος] οὐκ ἔχει τὸ ἀναγκαῖον ἡ ἐπαγωγικὴ αὕτη πίστις. ἐὰν γάρ τι βουλόμενος δεῖξαι τῇ ἐπαγωγῇ χρή- σωμαι, μάλιστα μὲν οὐ δύναμαι πᾶσιν τοῖς κατὰ μέρος ἐπεξελθεῖν· ἐὰν δὲ καὶ ὑποθῶμαι ὅτι πᾶσιν ἐπεξέρχομαι, ἢ κἀκεῖνο τὸ ζητούμενον μετὰ πάντων λαμβάνω, καὶ εὑρίσκομαι τὸ ζητούμενον λαμβάνων, ἢ ἐκεῖνο οὐ λαμβάνω ἐν τῇ ἐπαγωγῇ, καὶ οὐδὲν κωλύει ἐκεῖνο παρὰ τὰ ἄλλα πάντα εἶναι. ὥστε οὐδὲ ἡ ἐπαγωγικὴ ἔχει τὸ ἀναγκαῖον. μόνη δὲ ἡ συλλο- γιστικὴ ἔχει τὸ ἀναγκαῖον· οἷον πρόκειταί μοι δεῖξαι ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν· κέχρημαι συλλογισμῷ τοιούτῳ· ἡ ψυχὴ αὐτοκίνητος· τὸ αύτοκίνητον ἀεικίνητον· τὸ ἀεικίνητον ἀθάνατον· ἡ ψυχὴ ἄρα ἀθάνατος. αὕτη ἡ πίστις ἔχει τὸ ἀναγκαῖον. ἔστιν δὲ ἡ πᾶσα διαίρεσις αὕτη· πᾶσα πίστις ἢ ἐξ ἴσων ἐστὶν ἢ ἐξ ἀνίσων ἢ ἀπὸ τῶν μερικῶν τὸ καθόλου πιστοῦ· τᾶι ἡ ἀπὸ τοῦ καθόλου τὸ μερικόν], ἐξ ἴσου μὲν ἡ ἀπὸ τοῦ μερικοῦ τὸ μερικὸν πιστουμένη, ἐξ ἀνίσων δὲ ἡ ἀπὸ τῶν μερικῶν τὸ καθόλου, ὡς ἡ ἐπαγωγική, ἢ ἀπὸ τοὐ καθόλου τὸ μερικόν, ὡς ἡ συλλογιστική. μόνη αὕτη ἔχει τὸ ἀναγκαῖον, καὶ εἰκότως· οὔτε γὰρ τὸ μερικὸν τῷ μερικῷ ὑπάγεται οὔτε τὸ καθόλου τῷ μερικῷ, ἀλλὰ τὸ μερικὸν τῷ καθόλου. τὸ οὖν [τί] ἄνάγκη διορίζει αὐτὸν ἀπὸ τῶν ἄλλων πίστεων αἵτινες ἔχουσιν τὸ ἀναγκαῖον. Τὸ δὲ συμβαίνειν εἶπεν, ἐπειδὴ οἶδεν διττὸν τὸ ἀναγκαῖον ἐν τοῖς συλλογισμοῖς, τὸ μὲν κατὰ τὴν ὕπαρξιν τῶν πραγμάτων τὸ δὲ κατὰ τὴν ἀκολουθίαν τῆς λέξεως. καὶ τὸ μὲν ἀναγκαῖον τὸ κατὰ τὴν ὕπαρξιν οὐ παντὶ συλλογισμῷ ὑπάρχει· τὸ δὲ κατὰ τὴν ἀκολουθίαν παντί. οἷον ἐὰν εἴπω ἰὴ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, τὸ ἀεικίνητον ἀθάνατον᾿· καὶ τί συμβαίνει; ἐξ ἀνάγκης ἄρα ἀκολουθεῖ τὸ τὴν ψυχὴν (??) ἀθάνατον εἶναι. ἀλλ’ οὐ μόνον κατὰ τὴν ἀκολουθίαν ἐστὶν τοῦτο ἀναγκαῖον f. 107v ἀλλὰ καὶ κατὰ τὴν ὕπαρξιν. ἐὰν δὲ εἴπω Σωκράτης περιπατεῖ, πᾶς ὁ περιπατῶν κινεῖται᾿, τί συμβαίνει ἐξ ἀνάγκης; τὸ Σωκράτης ἄρα κινεῖται᾿. τοῦτο δὲ κατὰ μὲν τὴν ἀκολουθίαν ἀναγκαῖόν ἐστιν, κατὰ δὲ τὴν ὕπαρξιν οὐκ ἀναγκαῖον· οὐ γὰρ ἐξ ἀνάγκης κινεῖται ὁ Σωκράτης· ἐν· δέχεται γὰρ αὐτὸν καὶ ἠρεμεῖν. ἐπειδὴ οὖν τί] τὸ κατὰ τὴν ὕπαρξιν μὲν ἀναγκαῖον οὐ παντὶ συλλογισμῷ ὑπάρχει, τὸ δὲ κατὰ τὴν ἀκολου- θίαν παντί, διὰ τοῦτο εἶπεν τὸ συμβαίνει ἀντὶ τοῦ ‘ἀκολουθεῖ᾿, ἵνα πᾶσι τοῖς συλλογισμοῖς ὑπάρχον εἴπῃ. Τὸ δὲ τῷ ταῦτα εἶναι εἶπεν, ἐπειδὴ δεῖ ἐκ τοῦ σαφοῦς τὸ ἀσαφὲς πιστοῦσθαι· οὗτε γὰρ τὸ σαφὲς ἐκ τοῦ σαφοῦς δεῖ πιστοῦσθαι· οὐδὲ γὰρ δέεται ἀποδείξεως τὸ σαφὲς σαφὲς ὄν· οὔτε τὸ ἀσαφὲς ἐκ τοῦ ἀσαφοῦς φασὶν—φοινικόπτερος delevi 4 ὑποθῶμαι ὑποθῶμαι scripsi: ὑπώμαι P 6 λα(??) (??) scripsi: λαμβάνων P 11 ἔστιν scripsi: ἔχε τίν (sic) P ἡ alt. superscr. P1 12. 13 ἡ ἀπὸ—μερικόν delevi 13 immo ἐξ ἴσων 17 τὸ καθόλου (post μερικὸν) P, οὐ ex ὢ corr. P1 18 τί delevi cf, vs. 31 30 κινῆται (sic) P 31 τί delevi cf. vs. 18 δεῖ πιστοῦσθαι· γέλοιον γάρ, καὶ εὑρίσκεται ἡ δι’ ἀλλήλων δεῖξις· ἀλλὰ δεῖ ἐκ τοῦ σαφοῦς τὸ ἀσαφὲς πιστοῦσθαι. εἰκότως οὖν καὶ καλῶς εἶπεν τῶ ταῦτα εἷναι καὶ τεθεῖσθαι τὰ ὁμολογήματα συμβαίνειν τὸ συμπέρασμα, ὅτι δεῖ ἐκ τῶν σαφεστέρων τὰ ἀσαφῆ πιστοῦσθαι· ἐκ γὰρ τῶν προτάσεων σαφῶν οὐσῶν καὶ ὁμολογουμένων τὸ ζητούμενον ἀσαφὲς ὂν δείκνυται. καὶ αὐτὸς δὲ ἐξηγεῖται <τὸ> τῷ ταῦτα εἶναι, καὶ διχῶς αὐτὸ ἐξηγεῖται. λέγω δέ, φησίν, τῷ ταῦτα εἶναι ἀντὶ τοῦ τὸ διὰ ταῦτα συμβαίνειν· διὰ γὰρ τὸ εἶναι ταῦτα τὰ ὁμολογηθέντα συμβαίνει τὸ συμπέρασμα· δεῖ γάρ, ὡς εἴρηται, ἐκ τοῦ σαφοῦς τὸ ἀσαφὲς πιστοῦσθαι. σημαίνει οὖν τὸ τῷ ταῦτα εἶναι τὸ <τὸ> εἶναι τὰ τεθέντα συμβαίνειν τὸ συμπέρασμα καὶ μηδενὸς ἔξωθεν δεῖν πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον. τοῦτο δὲ διὰ τοὺς ἐλλείπεις συλλογισμούς. οἷον ἐὰν εἴπω ἰὴ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον τὸ] ἀεικίνητον, ἡ ψυχὴ ἄρα ἀθάνατος᾿, ὁ τοιοῦτος συλλογισμὸς καὶ λόγος ἐστὶν καὶ | ἐν αὐτῷ τεθέντων τινῶν ἕτερόν τι f. 108 r τῶν κειμένων ἐξ ἀνάγκης συνέβη, ἀλλ’ οὐ <τῷ> ταῦτα εἶναι· γὰρ ἐκ τῶν εἰλημμένων συνέβη τὸ συμπέρασμα, ἀλλ’ ἔξωθεν ἄλλου ὅρου προσεδέησεν, τοῦ ἀθανάτου, ἵνα γένηται ἄλλη πρότασις ἡ λέγουσα ‘τὸ δὲ ἀεικίνητον ἀθάνατον᾿. ὁμοίως δὲ τὸ αὐτὸ λέγει καὶ ἐπὶ τῶν πλεοναζόντων συλλογισμῶν· ἐὰν γὰρ εἴπω ἰὴ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, ἴον, τὸ ἀεικίνητον ἀθάνατον, ὁ δὲ κόσμος ἀίδιος, ἡ ψυχὴ ἄρα ἀθάνατος᾿, οὐ τῷ ταῦτα εἶναι τὰ ὁμολογηθέντα συνέβη τὸ συμπέρασμα· οὐ γὰρ διὰ πάντα τὰ ὁμολογήματα συνέβη, ἀλλὰ πλεονάζει ἐνταῦθα μία πρότασις, ἡ λέγουσα ‘ὁ δὲ κόσμος ἀίδιος᾿. καὶ αὐτὸς μὲν οὐκ ἐμνήσθη πλεονασμοῦ ἀλλὰ μόνης ἐνδείας· λέγει δὲ αὐτὸς ὅτι τὸ τῷ ταῦτα εἶναι διαστέλλει αὐτὸν ἀπὸ τῶν ἐλλείπων καὶ τῶν πλεοναζόντων. πάλιν δὲ οὐκ εἶπεν πρὸς τὸ εἶναι τὸ ἀναγκαῖον᾿, ἀλλὰ πρὸς τὸ γενέσθαι, διὰ τὴν αὐτὴν αἰτίαν δι’ ἣν καὶ τὸ συμβαίνειν εἶπεν, ἐπειδὴ οἶδεν, ὡς εἴρηται, τὸ ἐν τοῖς συλλογισμοῖς ἀναγκαῖον διττόν, τὸ μὲν κατὰ τὴν ὕπαρξιν τὸ δὲ κατὰ τὴν ἀκολουθίαν· καὶ τὸ μὲν κατὰ τὴν ὕπαρξιν οὐκ ἔστιν ἐν πᾶσιν τοῖς συλλογισμοῖς, τὸ δὲ κατὰ τὴν ἀκολουθίαν ἐν πᾶσιν. πρὸς τὸ γενέσθαι οὖν τι] ἀντὶ τοῦ ‘πρὸς τὸ ἀκολουθῆσαι, πρὸς τὸ συμβῆναι᾿, ἵνα λάβῃ τὸ ἀναγκαῖον τὸ ἐν πᾶσιν τοῖς συλλογισμοῖς. τινὲς δὲ ἐνόμισαν ὅτι τὸ τῷ ταῦτα εἶναι εἶπεν διὰ τοὺς λεγομένους παρ’ αὐτῷ ἀτελεῖς συλλογισμούς· ἐρεῖ γὰρ ἐν τοῖς ἑξῆς ὅτι οἱ ἐν τῷ πρώτῳ σχήματι πάντες τέλειοί εἰσιν, οἱ δὲ ἐν τῷ δευτέρῳ καὶ τρίτῳ ἀτελεῖς. ἐν πρώτῳ δὲ σχήματί εἰσιν ὡς τύπω εἰπεῖν οἱ τοιοῦτοι. οἷον πᾶς ἄνθρωπος λογικόν, οὐδὲν λογικὸν ἵππος, οὐδεὶς ἄρα ἄνθρωπος <ἵππος>· ἐν δευτέρῳ δὲ σχήματι οἷον πᾶς 5 ὁμολογουμένων scripsi: ὁμολογουσῶν P 6 τὸ addidi cf. p. 31,36 32,18 8 σημαίνει scripsi: συμβαίνει P 10 τὸ alt. addidi cf. p. 31,37 13 αὐτοκίνητος—ἀεικίνητος P τὸ alt. delevi post ἀεικίνητος induxit ἀθάνατος, ut videtur, P2 15 τῷ 19 ἐὰν] ἑ ex εἰ corr. P1 20 et 23 ἀείδιος P 25 ἐλλείπων P: fort. ἐλλειπόντων cf. p. 32,6. n 31 τί delevi cf. p. 29,18.31 33 θελομένους (leg. καλουμένους) Waifz Org. I 45 34 ἐρεῖ] c. 4 ρ. 26b 29, c. 5 p. 28 a 4, c. 6 p. 14 37 ἵππος addidi λογικόν, οὐδεὶς ἵππος λογικόν, οὐδεὶς ἄρα ἄνθρωπος ἵππος. πάντας τούτους τοὺς ἐν δευτέρῳ σχήματι, ἔτι μέντοι καὶ τοὺς ἐν τρίτῳ ἀτελεῖς λέγει, ἐπειδὴ δέονταί τινος ἔξωθεν βοηθείας πρὸς τὸ ἀναχθῆναι εἰς f. 108 v τὸ πρῶτον σχῆμα· πάντα γὰρ συλλογισμὸν ἀνάγει εἰς τὸ πρῶτον σχῆμα. τρεῖς δὲ λέγει βοηθείας ὧν δέονται οἱ ἐν δευτέρῳ καὶ τρίτῳ συλλογισμοὶ πρὸς τὸ ἀναχθῆναι εἰς τὸ πρῶτον σχῆμα, ἀντιστροφήν, ἔκθεσιν καὶ ἔτι τὴν εἰς ἀδύνατον ἀπαγωγήν· οἷον ὁ εἰρημένος ἐν δευτέρῳ σχήματι συλλογισμὸς ἀντιστροφῆς δέεται πρὸς τὸ ἀναχθῆναι εἰς τὸ πρῶτον σχῆμα· ἐὰν γὰρ τὴν δευτέραν πρότασιν τὴν λέγουσαν ‘οὐδεὶς ἵππος λογικόν᾿ ἀντιστρέφῃς καὶ εἴπῃς ‘οὐδὲν λογικὸν ἵππος᾿, ἀναχθήσεται εἰς τὸ πρῶτον σχῆμα. ἰστέον δὲ ὅτι ὁ μὲν Ἀριστοτέλης ταύτης ἐγένετο τῆς δόξης, ὅτι οἱ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι συλλογισμοὶ πάντες ἀτελεῖς εἰσιν, ὁ δὲ Βοηθὸς ἑνδέκατος ἀπὸ Ἀριστοτέλους γενόμενος ἐναντίως τῷ Ἀριστοτέλει περὶ τού- του ἐδόξασεν, καὶ καλῶς ἐδόξασεν καὶ ἀπέδειξεν ὅτι πάντες οἱ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι τέλειοί εἰσιν. τούτῳ ἠκολούθησεν Πορφύριος καὶ Ἰάμβλιχος, ἔτι μέντοι καὶ ὁ Μάξιμος, <ὃς> ἀκροατὴς ἦν Ἱερίου τοῦ Ἰαμβλίχου ἀκροατοῦ. καὶ Θεμίστιος δὲ ὁ παραφραστὴς τῆς ἐναντίας ἐγένετο δόξης τῆς καὶ τῷ Ἀριστοτέλει δοκούσης. τούτοις οὖν τοῖς δύο, τῷ τε Μαξίμῳ καὶ τῷ Θεμιστίῳ, ἐναντία περὶ τούτου δοξάζουσιν καὶ κατασκευάζουσιν, ὡς ᾤοντο, τὸ δοκοῦν αὐτοῖς καὶ] διῄτησεν αὐτὰ ὁ βασιλεὺς Ἰουλιανός, καὶ δέδωκεν τὴν ψῆφον Μαξίμῳ καὶ Ἰαμβλίχῳ καὶ Πορφυρίῳ καὶ Βοηθῷ. φαίνεται δὲ καὶ Θεόφραστος ὁ Ἀριστοτέλους αὐτοῦ ἀκροατὴς τὴν ἐναντίαν αὐτῷ περὶ τούτου δόξαν ἔχων. τούτοις δὲ τοῖς ἀπὸ Βοηθοῦ ἠκολούθησεν καὶ ὁ μέγας Πρόκλος καὶ ὁ τούτου διδάσκαλος καὶ ὁ ἡμέτερος πατήρ, ὅτι καὶ οἱ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι πάντες τέλειοί εἰσιν. τινὲς δέ, ὡς εἴρηται, ἀποβλέποντες εἰς τὸ παρ’ αὐτοῦ τοῦ Ἀριστοτέλους λεγόμενον, ὅτι ἀτελεῖς οἴεται εἶναι τοὺς ἐν δευτέρῳ | καὶ τρίτῳ σχύματι, f. 109r εἰρήκασιν ὅτι τὸ τῷ ταῦτα εἶναι εἶπεν διὰ τοὺς ἐμ δευτέρῳ καὶ τρίτῳ σχήματι ἐκβάλλων αὐτοὺς τῆς τῶν συλλογισμῶν ἑστίας· οὐ γὰρ διὰ τὸ εἶναι καὶ ὁμολογηθῆναι ταῦτα τὰ ἐν αὐτοῖς ὁμολογήματα συμβαίνει τὸ συμπέρασμα, ἀλλὰ δέονται ἔξωθεν βοηθείας πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον, οἷον τῆς ἀντιστροφῆς ἤ τινος ἄλλης τῶν τριῶν τῶν εἰρημένων. ἡμεῖς δέ φαμεν ὅτι οὐ διὰ τοῦτο εἶπεν τὸ τῷ ταῦτα εἶναι. πρῶτον μὲν γὰρ ἄτοπόν ἐστιν πάντας τοὺς ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι λέγειν μὴ εἶναι συλλογισμούς, περὶ ὧν τοσαῦτα ἐρεῖ. ἔπειτα αὐτὸς ἐξηγούμενος τὸ τῷ ταῦτα εἶναι εἶπεν, ὅτι διὰ τοῦτο εἶπον τὸ τῷ ταῦτα εἶναι, ἐπειδὴ διὰ τὸ ταῦτα εἶναι τὰ τεθέντα συμβαίνει τὸ συμπέρασμα καὶ οὐδενὸς ἔξωθεν ὅρου προσδεῖ πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον· τοὺς δὲ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι ἀτελεῖς λέγει, οὐχ ὡς ἔξωθεν ὅρου 5 ὧν scripsi: οὐ P IG ὃς addidi 18 Β P: δυσί Waitz 1. c. p. 46, at cf. p. 35,33 20 καὶ delevi αὐτὸς ὁ conicio 30 εἶναι] εἶ ex θ corr. 33 τῷ] ὢ ex αὖ corr. P1 36 διὰ τού in fine versus P προσδεομένους· οὐδὲ γὰρ ἡ βοήθεια ἡ προσγινομένη αὐτοῖς ὅρον αὐτοῖς προστίθησιν, οἷον ἡ ἀντιστροφὴ ὅρον οὐ προστίθησιν, ἀλλὰ τοὺς κειμένους ἀντιστρέφει· τὴν γὰρ πρότασιν τὴν λέγουσαν ‘οὐδεὶς ἵππος λογικός᾿ ἀντι- στρέφει ἡ ἀντιστροφὴ καὶ λέγει ‘οὐδὲν λογικὸν ἵππος᾿, οὐκ ἄλλον ὅρον προστιθεῖσα ἀλλὰ τοῖς οὖσιν χρωμένη. οὐκ ἄρα τὸ τῷ ταῦτα εἶναι εἶπεν διὰ τοὺς ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι ἀλλὰ διὰ τοὺς ἐλλείποντας καὶ πλεονάζοντας, ὡς εἴρηται. Τελείως ἄρα ἔχει ὁ ὅρος. ἵνα δὲ συντόμως ἐπαναλάβωμεν τὰ ῥη- θέντα, τὸ μὲν λόγος κεῖται ὡς γένος τοῦ συλλογισμοῦ· τὸ δὲ ἐν ᾧ τεθέντων πρὸς ἀντιδιαστολὴν τῶν ἄλλων λόγων τῶν ἀσυλλογίτων· τὸ δὲ τινῶν πρὸς ἀντιδιαστολὴν τῶν παρὰ τοῖς ῥήτορσιν μονο- λημμάτων συλλογισμῶν· τὸ δὲ ἕτερόν τι τῶν κειμένων πρὸς διαστολὴν τῶν παρὰ τοῖς Στωικοῖς λεγομένων | διφορουμένων ἢ ἀδιαφόρως f. 109 v περαινόντων· τὸ δὲ ἀνάγκη πρὸς διαστολὴν τῶν ἄλλων πίστεων αἳ τὸ ἀναγκαῖον οὐκ ἔχουσιν· τὸ δὲ συμβαίνειν ὡς ἀεὶ ὑπάρχον τὸ κατὰ τὴν ἀκολουθίαν ἀναγκαῖον παντὶ συλλογισμῷ· τὸ δὲ τῷ ταῦτα εἶναι πρὸς διαστολὴν τῶν ἐλλειπόντων συλλογισμῶν ἢ πλεοναζόντων. αὐτὸς δὲ ἐξηγούμενος τὸ τῷ ταῦτα εἶναι τῶν ἐλλειπόντων <μόνων> ἐμνήσθη· ἐκείνων γὰρ μάλιστα οὐ τῷ ταῦτα εἶναι τὰ τεθέντα ἐν αὐτοῖς συμβαίνει τὸ συμπέρασμα ἀλλὰ τῷ ἔξωθέν τι προσειλῆφθαι. οὐδὲν ἄρα οὔτε περιττὸν οὔτε ἐλλεῖπον ἔχει ὁ ὅρος· αὕτη δέ ἐστιν ὅρου ἀρετή, τὸ ἀπέριττον καὶ ἀνελλειπές. p.241b22 Τέλειον μὲν οὖν καλῶ συλλογισμὸν ἕως τοῦ καὶ τὸ κατὰ μηδενὸς ὡσαύτως. Ἀκολούθως τοῖς προειρημένοις μετὰ τὸ ὁρίσαι τί ἐστιν συλλογισμὸς ὁρίζει τίς ἐστιν ὁ τέλειος καὶ τίς ὁ ἀτελής· οὕτως γὰρ προέθετο. καὶ πάλιν οὐ λέγει ‘τέλειος δέ ἐστιν᾿, ἀλλὰ τέλειον δὲ καλῶ καὶ ἀτελῆ ὡς αὐτὸς ὤν φησιν τούτων ἀνοματοθέτης. τέλειον δέ, φησίν, κλῶ τὸν μηδενὸς ἄλλου προσδεόμενον ἔξωθεν πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον, τουτέστιν τὸ συμπέρασμα. ὅρα δὲ πῶς εἶπεν τὸν μὴ δεόμενον πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον ἀντὶ τοῦ ‘τὸν σαφῆ καὶ διηρθρωμένα ἔχοντα τὰ λήμματα᾿, ὥστε ἀτελῆ λέγει τὸν προσδεόμενον ἔξωθέν τινος πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον, οὐ πρὸς τὸ γενέσθαι. οὐκ ἄρα λείπει τις αὐτῷ ὅρος, ὡς καὶ ἄνω εἴρηται, ἀλλ’ εἰσὶν ἐν αὐτῷ οἱ ἀρκοῦν· τες ὅροι τὸ γενέσθαι τὸ ἀναγκαῖον”· οὐ φαίνεται δὲ διὰ τὸ συγκεχύσθαι τοὺς ὅρους, καὶ χρείαν ἔχει οὐ προσθήκης ἀλλὰ τάξεως πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον τὸ ὂν μὲν ἐν αὐτῷ κεκρυμμένον δὲ διὰ τὴν σύγχυσιν. 3 οὐδὲν P 5 προστεθεῖσα P 13 τοῖς τοϊκοις P διαφορουμένων P 18 μόνων addidi cf. p. 30,24 20 περιττὸν] ὁ in ras. P1 22 ἀνελλειπές] λ alterum in ras. P 23 ante τέλειον 1—2 litt. eras. P 25 μετὰ τὸ ὁρίσαι τοῖς προειρημένοις P pr. 28 φησιν prius deleverim καὶ αὐτὸς δέ φησιν τοῦτο σαφῶς. κατὰ κοινοῦ δὲ ἀκουστέον τὸ πρὸς τὸ φανῆναι. ἀτελῆ δέ, φησίν, λέγω | συλλογισμὸν ἐκεῖνον τὸν προσδεόμενον f. 110r ἢ ἑνὸς ἢ πλειόνων, τουτέστιν τὸν δεόμενον ἢ μιᾶς βοηθείας ἢ πλειόνων· εἰσὶν γὰρ οἱ καὶ δευτέρας βοηθείας δεόμενοι πρὸς τὸ ἀναχθῆναι εἰς τὸ πρῶτον σχῆμα· οἷον εἰσὶν μὲν οἱ μόνη τῆς ἀντιστροφῆς δεόμενοι, εἰσὶν δὲ οἱ καὶ τῆς ἀντιστροφῆς δεόμενοι καὶ ἄλλης πρὸς ταύτῃ, οἷον τῆς ἐκθέσεως, θέσεως, πρὸς τὸ φανῆναι ἐκεῖνα ἅ ἐστιν μὲν ἀναγκαῖα διὰ τῶν ὑποκει- μένων ὅρων, τουτέστιν ἃ οὐκ ἔξωθεν ὅρου προσδέεται πρὸς τὸ συμβῆναι, ἀλλὰ διὰ τῶν ὑποκειμένων μὲν ὅρων συμβαίνει, οὐ μὴν σαφῶς εἴληπται διὰ προτάσεων. διὰ γὰρ τοῦ ἀνθρώπου καὶ τοῦ λογικοῦ καὶ τοῦ ἵππου συμβαίνει τὸ μηδένα ἵππον ἄνθρωπον εἶναι· οὐ μὴν σαφῶς εἴληπται διὰ τῶν προτάσεων, ὅταν ᾖ ὁ συλλογισμὸς ἐν δευτέρω σχήματι. δῆλον μὲν γὰρ ὅτι, <εἰ> οὐδεὶς ἵππος λογικός, καὶ τὸ ἀνάπαλιν οὐδὲν λογικὸν ἵππος, καὶ οἱ ὅροι εἰσίν, οὐκ ἔστιν δὲ ἑλεῖν τὸ συμβαῖνον διὰ τῆς προτάσεως· διὸ ἡ ἀντιστροφὴ ἀντιστρέψασα τοὺς ὅρους ποιεῖ αὐτὴν ‘οὐδὲν λογικὸν ἵππος᾿. ὥστε οὐχ ὅρου ἔξωθεν προσδεῖ, οὐδὲ πρὸς διαστολὴν τῶν τοιούτων συλλογισμῶν εἶπεν ἐν τῷ ὅρῳ ἄνω τὸ “<τῷ> ταῦτα εἶναι”, ὡς ὑπέλαβον· οὐ γὰρ ὅρου αὐτοῖς προσδεῖ, ἀλλὰ σύγχυσις τῶν ὅρων ἐστὶν ἐν αὐτοῖς. ὥστε καὶ παρὰ τῶν λεγομένων παρ’ αὐτῷ τῷ Ἀριστοτέλει λάβοις ἂν ὅτι οὐκ εἰσὶν οὗτοι οἱ συλλογισμοὶ ἀτελεῖς, ὡς αὐτῷ δοκεῖ τοὺς γὰρ ὅρους τελείους ἔχουσιν), ἀλλὰ μόνον συγκεχυμένοι εἰσὶν ἐν αὐτοῖς οἱ ὅροι. Μετὰ δὲ τὸ εἰπεῖν, τίνα λέγει τέλειον συλλογισμὸν καὶ τίνα ἀτελῆ, ἀκολούθως τοῖς προκειμένοις λέγει, τί λέγει τὸ ἐν ὅλῳ εἶναι ἢ μὴ εἶναι καὶ τί τὸ κατὰ παντὸς ἢ μηθενὸς κατηγορεῖσθαι· οὕτως γὰρ προέθετο, ὅπερ δὲ καὶ ἄνω εἴρηται, δοκεῖ ταῦτα τέτταρα εἶναι περὶ ὧν λέγει, τὸ ἐν ὅλῳ εἶναι, τὸ ἐν μηδενὶ εἶναι, τὸ κατὰ παντὸς κατηγορεῖσθαι, τὸ κατὰ μηθενὸς κατηγορεῖσθαι. τῇ δὲ ἀληθείᾳ δύο ἐστὶν | περὶ ὧν λέγει· f. 110v περὶ γὰρ τῆς καθόλου καταφατικῆς λέγει καὶ τῆς καθόλου ἀποφατικῆς διχόθεν ἐπιχειρῶν ἐπὶ ἑκατέρας ἀπό τε τοῦ κατηγορουμένου ὅρου καὶ τοῦ ὑποκειμένου. καὶ αὐτὸς δὲ τοῦτο αὐτὸ σαφῶς λέγει· τὸ ἐν ὅλῳ τῷ ἑτέρῳ, φησίν, τὸ ἕτερον εἶναι καὶ κατὰ παντὸς τοῦ ἑτέρου τὸ ἕτερον κατηγορεῖσθαι ταὐτόν ἐστιν· ἑκάτερον γὰρ περὶ τῆς καθόλου καταφατικῆς εἴρηται· οἷον πᾶς ἄνθρωπος δίπους. τὸ μὲν γὰρ ἐν ὅλῳ τῷ ἑτέρῳ τὸ ἕτερον εἶναι εἶπεν ἀπὸ τοῦ ὑποκειμένου ἐπιγχειρῶν· ἐν γὰρ τῷ ἑτέρῳ, τῷ δίποδι, ὅλῳ ὄντι τὸ ἕτερόν ἐστιν, ὁ ἄνθρωπος· ὁλικώτερον γάρ ἐστιν τοῦ ἀνθρώπου τὸ δίπουν καὶ περιλαμβάνει αὐτόν. τὸ δὲ τὸ ἕτερον κατὰ παντὸς τοῦ ἑτέρου κατηγορεῖσθαι εἶπεν ἐπιχειρῶν ἀπὸ τοῦ κατηγορουμένου· κατὰ παντὸς γὰρ τοῦ ἑτέρου, τοῦ 10 λογικὸν—ἵππος P 11 τὸν P 13 εἰ addidi 15 ἀντικστρέφα (sic) P 16 οὐκ P 17 τῷ alt. addidi 18 τῶν ὅρων scripsi: τοῦ ὅρου P 23 immo τοῖς προειρημένοις cf. p. 22,13 32,25 25 ἄνω] p. 15,1 sq. 26 ἐν alt. superscr. ’ 35 ἐν scripsi: ἐὰν P 37 τὸ alt. superscr. P 38 κατηγορουμένου scripsi : εἰρημένου P ἀνθρώπου, τὸ ἕτερον κατηγορεῖται, τὸ δίπουν. εἶτα ἐπειδὴ ταὐτὸν εἶπεν τό τε ἀπὸ τοῦ ὑποκειμένου καὶ τὸ ἀπὸ τοῦ κατηγορουμένου ἐπιχείρημα ἑκάτερον γὰρ περὶ τῆς καθόλου καταφατικῆς εἴρηται), τὸ ἓν μόνον ἐξηγεῖται, τὸ ἀπὸ τοῦ κατηγορουμένου ἐπιχείρημα, καὶ ἀρκεῖται τούτῳ ἐάσας ἡμῖν τὰ ἄλλα ἐννοῆσαι. καὶ λέγει ἐκεῖνο κατὰ παντὸς κατηγορεῖσθαι λέγομεν, ὅταν μηδὲν ἡ λαβεῖν τοῦ ὑποκειμένου καθ’ οὗ τὸ κατηγορούμενον οὐ λεχθήσεται. ἐπάγει καὶ τὸ κτὰ μηδενὸς ὡσαύτως ἀντὶ τοὐ ‘καὶ ἐπὶ τῆς ἀποφάσεως τὰ αὐτὰ νοείσθω᾿. δῆλον δὲ ὅτι οὐ λέγει τὰ αὐτὰ τῇ καταφάσει· οὐ γὰρ ταὐτόν ἐστιν κατάφασις καὶ ἀπόφασις, ἀλλὰ καὶ ἀντίκειται ἀλλήλοις· ἀλλὰ τὰ αὐτὰ ἀντὶ τοῦ ‘κατὰ τὴν αὐτὴν ἀναλογίαν᾿. πάλιν γὰρ τὸ ἐν μηδενὶ τῷ ἑτέρῳ τὸ ἕτερον εἶναι καὶ τὸ κατὰ μηδενὸς κατηγορεῖσθαι θατέρου θάτερον ταὐτόν ἐστιν· ἑκάτερον γὰρ περὶ τῆς καθόλου ἀποφατικῆς εἴρηται. κατὰ μηδενὸς τοῦ ἑτέρου τὸ ἕτερον κατηγορεῖσθαι λέγομεν, ὅταν μηδὲν ᾖ λαβεῖν τοῦ ὑποκειμένου καθ’ οὗ θάτερον 1 λεχθήσεται· οἷον οὐδεὶς ἄνθρωπος τετράπους, κατ’ f. 111 οὐδενὸς ἀνθρώπου τὸ τετράπουν κατηγορεῖται, καὶ ἐν οὐδενὶ τετράποδί ἐστιν ὁ ἄνθρωπος.