Γ ΣΨΗΜΑ ΕΞ ΑΜΦΟΤΕΡΩΝ ENAEXOMENQN. p. 39 a 4 ’Ev δετῷ τελευταίῳ σχήματι. Ἴδιον τοῦ τρίτου σχήματος ἐπὶ τῶν ἐξ ἀμφοτέρων ἐνδεχομένων τὴν μίαν πρότασιν καθόλου εἶναι· ἐκ δύο γὰρ μερικῶν οὐδεὶς γίνεται συλλογισμός. δώδεκα δὲ νῦν εἰσι συλλογισμοί· ἢ γὰρ ἄμφω καθόλου, ἢ ἡ μὲν καθόλου ἡ δὲ ἐν μέρει, καὶ τοῦτο διχῶς παρὰ τὴν μείζονα καὶ ἐλάττονα πρότασιν, καὶ ἕκαστον τῶν τριῶν τετραχῶς παρὰ τὸ ποιόν. καὶ ἕκαστον τὸ κυρίως ἐνδε- χόμενον συνάγει. p. 39a7 Καὶ ὅταν ἡ μὲν ἐνδέχεσθαι ἡ δ’ ὑπάρχειν. καίτοι τότε οὐκ ἀεὶ τὸ κυρίως ἐνδεχόμενον συνάγεται· ὅταν γὰρ ἡ ὑπάρχουσα καθόλου ἀπόφασις ᾖ, τὸ 4 ἐνδεχέσθω] ὢ in ras. Ρ1 10. 11 ἀναγκαίας scripsi: ἀναγκαῖον P 12 ἀναγκαῖον prius delevi τὸ scripsi: τοῦ P 16 ἐνδέχεται P 23 συμπερασμάτων ἐν P 29 τελειοῦται scripsi: τελειοῦνται P 39 τότε] τό in ras. Ρ1 ὑπάρχον συνάγεται, ὥσπερ καὶ ὅταν ἡ ἀναγκαία καθόλου ἀπόφασις ᾖ, τό ἐξ ἡμισείας ἐνδεχόμενον καὶ ἀναγκαῖον συνάγεται. ἡ ἐπειδὴ τὸ ὑπάρχον ἐνδεχόμενόν ἐστιν τῷ μὴ ἀεὶ εἶναι, ὡς ἐπὶ τῆς μίξεως ἐνδεχομένου 1 καὶ ὑπάρχοντος ἀεὶ ἐνδεχόμενον ἔφη f. 250v συνάγεσθαι. p. 39a9 Οὔτ᾿ ἀναγκαῖον οὔτε ὑπάρχον ἀλλὰ τὸ κυρίως ἐνδεχόμενον· ἐφετῆς δὲ τὸ ἐξ ἡμισείας ἀναγκαῖον καὶ ἐξ ἡμισείας ἐνδεχόμενον ὑπάρχον καλεῖ· καὶ γὰρ τὸ ὑπάρχον τοῦ μέν, τοῦ ἀναγκαίου, ἔχει τὸ ἐκβεβηκέναι, τοῦ δέ, τοῦ ἐνδεχομένου, τὸ μὴ δύνασθαι ἔτι εἶναι. p. 39a11 Ληπτέον δὲ καὶ ἐν τούτοις. ὅτε ἡ ἀναγκαία καθόλου ἀπόφασίς ἐστιν, ληπτέον ἐνδεχόμενον καὶ νῦν τὸ ἐξ ἡμισείας. p. 39a24 Ἀντιστραφεισῶν δὲ τῶν προτάσεων. καίτοι ἀντισρέφεται, ἡ ἐλάττων. ἢ x003E; αὐτὴ οὐδενὶ οὖσα πρῶτον γίνεται παντὶ κατὰ τὴν ἐνδεχομένην ἀντιστροφήν, εἶτα τινὶ κατὰ τὴν ἀπλῆν ἀντιστροφήν· δύο οὖν αἱ ἀντιστρεφόμεναι προτάσεις, ἡ οὐδενὶ καὶ ἡ παντί, εἰ καὶ περὶ τοὺς <αὐτοὺς> ὅρους ἀμφότεραι. p. 39a29 Τὸν αὐτὸν τρόπον ἐχόντων <τῶν> 39a29 ὅρων ὅνπερ ἐπὶ τοῦ ὑπάρχειν. πῶς οὐ ψεῦδος τοῦτο, εἰ ἐπὶ μὲν τῶν ἐνδεχομένων δύναται ἡ μὲν ἐλάττων ἀποφατικὴ εἶναι, ἐπὶ δὲ τοῦ ὑπάρχοντος οὐ δύναται; ἡ οὐδ’ ἐπὶ τῶν ἐνδεχομένων ὡς ἀποφατικὴ ἡ ἐλάττων συλλογισμὸν ποιεῖ, ἀλλ’ ὡς δυναμένη μεταλαμβάνεσθαι εἰς κατάφασιν. p. 39 a 31 Καὶ οὐκ ἔστι συλλογισμός. πῶς οὑκ ἔστι συλλογισμὸς ἐπὶ τῶν ἐξ ἀμφοτέρων ἐνδεχομένων; ἢ τῆς ἐλάττονος ἀποφατικῆς μενούσης ἢ μὴ οὔσης καθόλου προτάσεως.