Β ΣΧΗΜΑ. ENAEXOMENOY ENAEXOMENUr KAI YllAPXONTOS. p. 37b19 Εἰ ἡ μὲν ὑπάρχειν δ’ ἐνδέχεσθαι. Διὰ τί ὁ Ἀριστοτέλης ἐπὶ τῆς μίξεως ταύτης τὴν μὲν ἐνδεχομένην ἀπόφασιν εἰς κατάφασιν μεταβάλλει, οὐχὶ δὲ καὶ ἀνάπαλιν; ἐπειδή, φησὶν ὁ Ἀλέξανδρος, αἱ νῦν ἀποφάσεις καταφάσεις εἰσὶν τῷ ἔργῳ καὶ εἰς σαφεστέρας καταφάσεις μεταλαμβάνονται· αἱ δὲ καταφάσεις εἰς τὰς κυρίως ἀποφάσεις οὐ δύνανται μεταληφθῆναι τοῦ τρόπου ἀκεραίου φυλαττομένου. Ὅτι ἐπὶ τῆς μίξεως ταύτης καὶ τοῦ παρόντος σχήματος συλλογιστικοί εἰσιν ὅσοι τῶν ἰδίων τοῦ δευτέρου σχήματος σωζομένων ἔχουσι καθόλου ἀπόφασιν ὑπάρχουσαν, εἴτε ἐξ ἀμφοτέρων καθόλου εἶεν εἴτε ἀναμίξ, ἀσυλλόγιστοι δ’ ὅσοι μὴ ἔχουσι πρότασιν τοιαύτην, καθόλου ἀποφατικὴν ὑπάρχουσαν, εἴτε σώζεται τὰ ἴδια τοῦ σχήματος εἴτε μή. καὶ 3 πάλιν scripsi: πάλαι P 5 ἐφήρμοζεν] ήρ in ras. Ρ1 8 Γ scripsi: Β P 11 γὰρ superset-. ’ εὐπορῆσαι] ῆ in ras. P 15 μόνον] ὁ alt. ex ὢ corr. Ρ1 16 Ἀλέξανδρος] p. 230, 13 sq., sed λευκόν, ἄνθρωπος, γραμματικός et κινούμενον, ζῷον, ἄνθρωπος habet τὸ scripsi: τὰ P 18 μετὰ πολλὰ] p. 232,19 sq. 26 τούτου scripsi: τούτων P 27 ad συνίστανται prius in mrg. sup. ascr. διὰ τὸ ἰσοδυναμεῖν τὴν ἀπόφασιν τῇ καταφάσει, αἰνὰ μὴ τῆς ἀποφάσεως ἀντιστρεφούσης καὶ ἡ κατάφασις πρὸς ἑαυτὴν ἀντιστρέφῃ P1 28 αὐτὸ] ὁ ex ῶ corr. P 34 ὁ Ἀλέξανδρος] p. 218,24—26 οὐδὲ τοιάνδ’ ἔξει καθόλου ἀπόφασιν. καὶ ὅτι οἱ ἔχοντες καθόλου ἀπόφασιν ὑπάρχουσαν τὸ ἐξ ἡμισείας ἐνδεχόμενον συνάγουσι· μείζων γὰρ γίνεται ἐν πρώτῳ σχήματι ἡ καθόλου ἀπόφασις ὑπάρχουσα· ἐδέδεικτο δ’ ὅτι ἐπὶ τῆς μίξεως ἐνδεχομένου καὶ ὑπάρχοντος τῆς μείζονος ἀποφατικῆς καθόλου ὑπαρχούσης ὑποκειμένης τὸ ἐξ ἡμισείας ἐνδεχόμενον συνάγεται. αἱ τὴν καταφατικὴν ὑπάρχουσαν ἔχουσαι τὴν δ’ ἀποφατικὴν ἐνδεχομένην, εἴτε ἄμφω καθόλου εἴτε ἀναμίξ, ἀσυλλόγιστοι· δύνανται γὰρ ὁμοιοσχή- μονες γενέσθαι· καὶ διὰ τὸν καθόλου λόγον, ἐπειδὴ οὐκ ἔχουσι | καθόλου ἀποφατικὴν f. 249r ὑπάρχουσαν. p. 37b22 Ἀπόδειξις δ’ ἡ αὐτή, ὅτι δύνανται ὁμοιοσχήμονες γενέσθαι. p. 37b23 Εἰ δ᾿ ἡ μὲν κατάφασις ἐνδεχομένη. συλλογιστικὴ αὕτη, ἐπειδὴ ἔχει καθόλου ἀποφατικὴν ὑπάρχουσαν. ὁμοίως δὲ συλλογιστική, κἄν ἡ καθόλου ἀπόφασις ὑπάρχουσα ἐλάττων ᾖ· πλὴν τότε δύο ἀντιστροφῶν δεόμεθα, καὶ ἀντιστρέφει τὸ συμπέρασμα· οὐ γάρ ἐστιν ἐνδεχομένη καθόλου ἀπόφασις ἀλλ’ ὑπάρχουσα καθόλου ἀπόφασις· τὸ γὰρ ἐξ ἡμισείας ἐνδεχόμενον ἦν τὸ συναγόμενον. p. 37b34 Καθάπερ ἐν τοῖς πρότερον, τουτέστιν τὸ ἐξ ἡμισείας ἐνδεχόμενον.