ΜΙΞΙΣ EN B ΣΧΗΜΑΤΙ ΥΠΑΡΧΟΝΤΟΣ ΚΑΙ ΑΝΑΓΚΑΙΟΥ. p. 30b7 ἐπὶ δευτέρου δευτέρου σχήματος. Ὅτι ἐν δευτέρῳ σχήματι μίξεως γινομένης, εἰ μὲν ᾖ καθόλου ἀποφατικὴ πρότασις, ὡς ἐπὶ τῶν πρώτων τριῶν τρόπων, τῇ καθόλου ἀποφάσει ἕπεται τὸ συμπέρασμα· αὕτη γὰρ | μείζων γίνεται τοῦ πρώτου f. 231r σχήματος ἐν τῇ εἰς ἄτοπον ἀπαγωγῇ· τῇ δέ μείζονι τοῦ πρώτου σχήματος δέδεικται τὸ συμπέρασμα ἑπόμενον· εἰ δὲ μὴ ᾖ καθόλου ἀποφατικὴ πρότασις, ὡς ἐν τῷ τετάρτῳ τρόπῳ, τῇ χείρονι ἕπεται τὸ συμπέρασμα. καὶ τὰς μὲν συναγούσας ἀναγκαῖον διὰ μόνου τοῦ κατὰ παντὸς καὶ κατὰ μηδενὸς δείκνυσιν, τὰς δ’ ὑπάρχον καὶ ἐπ’ εὐθείας καὶ δι’ ἀδυνάτου καὶ δι’ ὅρων. p. 30b18 Εἰ δ' ἡ κατηγορικὴ πρότασίς ἐστιν ἀναγκαία, οὐκ ἔστι συμπέρασμα ὅτι ἐπὶ τῶν ἐξ ἀμφοτέρων καθόλου, ἐὰν ἡ καθόλου ἀπόφασις ὑπάρχουσα ᾖ, καὶ τὸ συμπέρασμα ὑπάρχον ἐστί, τριχῶς ἀποδείκνυσι. καὶ 4 τὸ αὐτὸν P 5 μὲν superscr. Ρ1 7 ἐνδεχομένως scripsi: ἐνδεχομένως P 12 ἐν τῷ πρώτῳ τῆς Πολιτείας] c. G p. 332 A sq. 15 ποιεῖ utrobique P 18 ἀνα- γωγῆς P ἐπὶ scripsi: ἐπεὶ P 19 ἀναγκαίου scripsi: ἀναγκαίως P 20 δ’ delevi 22 δεύτερον scripsi: Α P 29 ἀναγωγῆ P 34 οὐκ ἔσται Arist. ἄρχεται ἀπὸ τοῦ δευτέρου τρόπου τοῦ δευτέρου σχήματος· τὸ γὰρ πρῶτον παραλιμπάνει ὡς ἁπλούστερον διὰ τὸ μιᾶς ἀντιστροφῆς δεῖσθαι. πρώτη δεῖξις· τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης· τὸ Α οὐδενὶ τῷ Γ ὑπαρχόντως· λέγω ὅτι | τὸ Β οὐδενὶ τῷ Γ ὑποαρχόντως. f. 231v ἐπεὶ γὰρ τὸ Γ οὐδενὶ τῷ Α ὑπάρχει διὰ τὴν ἀντιστροφήν, τὸ δὲ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, γέγονε τὸ πρῶτον στῆμα τὴν. μείζονα ὑπάρχουσαν ἔχον, καὶ διὰ τοῦτο ὑπάρ- χον συνάγεται· τὸ Γ ἄρα οὐδενὶ τῷ Β ὑπάρχει· ὥστε καὶ τὸ B οὐδενὶ τῷ Γ ὑπάρχει· δευτέρα δεῖξις· εἰ τὸ Β τῷ Γ οὐδενὶ ἐξ ἀνάγκης, καὶ τὸ Γ τῷ Β οὐδενὶ ἐξ ἀνάγκης· τὸ δὲ Β τῷ Α ἐξ ἀνάγκης τινὶ διὰ τὴν ἀντιστροφήν· τό Γ ἄρα τῷ Α οὐ παντὶ ἐξ ἀνάγκης· ἀλλὰ καὶ οὐδενὶ ὑπάρχει διὰ τὴν ἀντιστροφήν· ὅπερ ἀδύνατον. ἡ ὡς ἡ λέξις, τὸ Γ τῷ Α οὐ παντὶ ἐξ ἀνάγκης· ἀλλὰ καὶ παντὶ ὑπάρχει· εἰ γὰρ τὸ Α τῷ Γ οὐδενὶ ὑπάρχει, καὶ τὸ Γ τῷ Α οὐδενὶ ὑπάρχει· καὶ διὰ τοῦτο δύναται καὶ παντὶ ὑπάρχειν τὸ Γ τῷ Α. τρίτη δεῖξις τοῦ αὐτοῦ διὰ τῶν ὅρων· ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης· ζῷον οὐδενὶ λευκῷ ὑπαρχόντως· καὶ ἄνθρωπος οὐδενὶ λευκῷ ὑπάρχει, εἰ μὴ ὄρα λέγοι τις, φησίν, ἄνθρωπος οὐδενὶ λευκῷ ἐξ ἀνάγκης, ἔστ’ ἄν, ὡς ἡ πρότασίς φησιν, ζῷον οὐδενὶ λευκῷ ὑπάρχῃ ἀλλ’ οὕτω πᾶς συλλογισμὸς ἀναγκαῖον συνάγει διὰ τὸν ὅρον τοῦ συλλογισμοῦ. οὐκ ἄρα ληπτέον ἐν τοῖς συμπεράσμασι τὸ κατὰ τὸν ὁρισμὸν ἀναγκαῖον. p. 31a3 Ὅταν δ᾿ ἡ κατηγορικὴ καθόλου τε καὶ ἀναγκαία ᾖ. κατὰ μέρος διχῶς, φησίν, τὸ ὑπάρχον συνάγεται· καὶ γὰρ ἐν τῷ τετάρτῳ τρόπῳ, ὅτε καὶ ἔστιν καθόλου κατηγορική, καὶ ἐν τῷ τρίτῳ τρόπῳ, ὅταν ἡ μερικὴ κατηγορικὴ ἀναγ- καία ᾖ· τηνικαῦτα γὰρ ἡ λοιπὴ καθόλου ἀποφατικὴ ὑπάρχουσα γίνεται, καὶ διὰ τοῦτο τὸ συμπέρασμα ὑπάρχον. ὥστε διὰ τὸ δεύτερον πρόσκειται τὸ καὶ ἀναγκαία, οὐ διὰ τὸ πρῶτον· ὡς ἂν γὰρ ἔχη ἡ καθόλου κατηγορικὴ κατὰ τὸ ὑπάρχον καὶ ἀναγ- καῖον, ὑπάρχον συνάγεται. ΜΙΞΙΣ ΥΠΑΠΧΟΝΤΟΣ ΚΑΙ ΑΝΑΓΚΑΙΟΥ ΕΝ Γ ΣΧΗΜΑΤΙ. p. 31 a 18 Ἐ(??)ν δὲ τῷ τελευταίῳ σχήματι. Μίξεως γινομένης ὑπάρχοντος καὶ ἀναγκαίου ἐν τρίτῳ σχήματι ἐν τῷ πρώτῳ τρόπῳ πάντως ἀναγκαῖόν φησιν συνά- γεσθαι ὁ Ἀριστοτέλης, διότι ἐν τούτῳ τῷ σχήματι τῇ μὴ | ἀντιστρεφούσῃ ἕπεται f. 232r τὸ συμπέρασμα· αὕτη γὰρ γίνεται μείζων ἐν τῇ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῇ· δύναται δὲ ἡ μὴ ἀθμπέρασμα· ἀναγκαία εἶναι. ἀλλ’ ὅσον ἐπὶ τούτῳ, φησὶν ὁ φιλόσοφος Πρόκλος ἐν τῷ σχολικῷ ὑπομνήματι τοῦ πρώτου τῶν Προτέρων ἀναλυτικῶν, δύναται ὁ προκείμενος τρόπος καὶ ὑπάρχον ἀεὶ συνάγειν τῷ δύνασθαι τὴν μὴ ἀντιστρεφομένην ὑπάρχουσαν εἶναι. πῶς οὑν ὁ αὐτὸς τρόπος δύο συμπεράσματα συνάγει, ποτὲ μὲν ἀεὶ ἀναγ- καῖον, ποτὲ δὲ ἀεὶ ὑπάρχον; ἡ ἄλυτος ἦν ὁ λόγος, εἰ καθόλου ἢν τὸ συναγόμενον· νῦν δὲ δύναται τὸ μερικὸν καὶ ἀναγκαῖον εἶναι καὶ ὑπάρχον· ζῶον γὰρ τινὶ λευκῷ καὶ ἐξ ἀνάγκης διὰ τὸν κύκνον καὶ ὑπαρχόντως διά τινα ἄνθρωπον. ἐν δὲ τῷ δευτέρῳ τρόπῳ τῇ καθόλου ἀποφατικῇ βούλεται ἕπεσθαι τὸ συμπέρασμα· αὕτη γὰρ πάντως ἐστὶν ἡ μὴ ἀντιστρέφουσα ἐν τῇ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῆ· καὶ εἰ μὲν ἀναγκαία ᾖ ἡ καθόλου ἀποφατική καὶ τὸ συμπέρασμα ἀναγκαῖον εἶναι, εἰ δ’ ὑπάρχουσα, ὑπάρχον. καὶ δείκνυσιν ἑκάτερον μὲν διὰ τοῦ πρώτου σχήματος, μόνον δὲ τὸ ὑπάρχον καὶ δι’ ὅρων· κενεμβατεῖ γὰρ πανταχοῦ τὸ ψεῦδος μὴ ἐποχούμενον πράγμασιν. καὶ εἰσὶν οἱ ὅροι· ἀγαθὸν ἵππῳ ὑπαρχόντως· ζῷον παντὶ ἵππῳ ἀναγκαίως· καὶ ἀγαθὸν οὐ 2 ἀντιστροφῆς] ῆ ιν ras. ex εῖ corr. Ρ1 8 Α prius ex Γ corr. Ρ1 15 ὑπάρχει P οὕτω scripsi: οὔτο P 22 διὰ τοῦ Β P 42 ἀναγκαίως scripsi: ἀναγκαίωι P γὰρ ὁ μέσος ὅρος μὴ τύχῃ Ἵππος ἀλλ’ ἰοβόλον θηρίον, ψεύδεται ἡ λέγουσα ἀγαθόν οὐδενὶ ἰοβόλῳ ὑπαρχόντως· τοῦ γάρ ἰοβόλου τὸ ἀγαθὸν οὐκ ἐνδεχομένως κεχώρισται ἀλλ’ ἀναγκαίως. καὶ διορθοῦται τοὺς ὅρους τὸν μείζονα κινῶν· τὸ καθεύδειν γὰρ καὶ τὸ ἐγρηγορέναι οὐδενὶ ἵππῳ ὑπαρχόντως· ζῷον δὲ παντὶ ἵππῳ ἀναγκαίως· καὶ τὸ καθεύδειν οὐ παντὶ ζῴῳ ὑπαρχόντως. ἐν δὲ τῷ τρίτῳ καὶ τετάρτῳ καὶ ἕκτῳ τρόπῳ τῇ καθόλου βούλεται ἕπεσθαι τὸ συμπέρασμα, εἴτε καταφατικὴ ᾖ, ὡς ἐν τῷ τρίτῳ καὶ τετάρτῳ, εἴτε ἀποφατική, ὡς ἐν τῷ ἕκτῳ· ἐν γὰρ τούτοις τοῖς τρόποις ἡ f. 232v καθόλου ἐστὶν ἡ μὴ ἀντιστρέφουσα. ἐν δὲ τῷ πέμπτῳ τρόπῳ τῇ χείρονι ἀξιοῖ ἕπεσθαι τὸ συμπέρασμα. τέσσαρες οὖν παρ’ αὐτῷ διορισμοὶ τοῦ συμπεράσματος ἐπὶ τῆς παρούσης μίξεως καὶ τοῦ παρόντος σχήματος· ἄλλος ἐν τῷ πρώτῳ τρόπῳ· ἀεὶ γὰρ ἀναγκαῖον τὸ συμπέρασμα· ἄλλος ἐν τῷ δευτέρῳ τρόπῳ· τῇ γὰρ καθόλου ἀποφάσει ἕπεται τὸ συμπέρασμα· ἄλλος ἐν τῷ τρίτῳ καὶ τετάρτῳ καὶ ἕκτῳ τρόπῳ· τῇ γάρ καθόλου προτάσει ἕπεται τὸ συμπέρασμα· ἄλλος ἐν τῷ πέμπτῳ· τῇ γὰρ χείρονι. ἢ εἷς διορισμὸς πάντα ταῦτα τοιοῦτος· τῆς γὰρ δείξεως δι’ ἀντιστροφῆς μὲν γινομένης τῇ μὴ ἀντιστρεφομένῃ ἕπεται τὸ συμπέρασμα· συμβέβηκε δὲ τῇ μὴ ἀντιστρεφομένῃ ἐν μὲν τῷ πρώτῳ τρόπῳ δύνασθαι ἀεὶ ἀναγκαίαν εἶναι, ἐν δὲ τῷ δευτέρῳ τρόπῳ πάντως καθόλου ἀποφάσει φάσει εἶναι, ἐν δὲ τῷ τρίτῳ καὶ τετάρτῳ καὶ ἕκτῳ καθολικῇ προτάσει εἶναι πάντως· μὴ γινομένης δὲ τῆς ἀποδείξεως δι’ ἀντιστροφῆς τῇ χείρονι ἕπεται τὸ συμπέρασμα. | p. 31b37 Ὅταν δὲ τὸ καταφατικὸν ἀναγκαῖον τεθῇ, ἢ καθόλου ὂν f. 223r ἢ ἐν μέρει, ἢ τὸ στερητικὸν κατὰ μέρος, οὐκ ἔστι τὸ συμπέρασμα ἀναγκαῖον. τρεῖς ἅμα συζυγίαι, φησίν, ὑπάρχον <συνάγου>σιν, ἡ λοιπὴ τοῦ ἕκτου καὶ αἱ δύο τοῦ του· καταφατικὸν γὰρ καθόλου ἔχει ἀναγκαῖον εἷς τοῦ πέμπτου, μερικὸν δὲ καταφατικὸν ἀναγκαῖον ὁ λοιπὸς τοῦ ἕκτου, στερητικὸν δὲ κατὰ μέρος ἀναγκαῖον ὁ λοιπὸς τοῦ πέμπτου. p. 32a6 Φανερὸν οὖν ὅτι. Τοῦτο οἰκεῖόν ἐστιν οὔτε πᾶσι τοῖς σχήμασι οὔτε μόνῳ τῷ τρίτῳ ἀλλὰ μόνῳ τῷ πρώτῳ τρόπῳ τοῦ τρίτου σχήματος· οὗτος γὰρ ὑπάρχον μοναχῶς συνάγει· μόνον γάρ, ὅταν ἄμφω ὑπάρχουσαι ὦσιν· ἀναγκαῖον δὲ διχῶς· καὶ γὰρ ἀμφοτέρων ἀναγκαίων οὐσῶν καὶ τῆς μὲν οὔσης ἀναγκαίας τῆς δ’ ὑπαρχούσης, ὡς δέδεικται. ἔμπαλιν δὲ ὁ τέταρτος τοῦ δευτέρου καὶ ὁ πέμπτος τοῦ τρίτου ἀναγκαῖον μὲν μοναχῶς συνάγουσιν· ἀμφοτέρων γὰρ ἀναγκαίων οὐσῶν· ὑπάρχον δὲ διχῶς· καὶ γὰρ ἄμφω ὑπαρχουσῶν <οὐσῶν> καὶ τῆς μὲν οὔσης ἀναγκαίας τῆς δ’ ὑπαρχούσης· ἐν γὰρ τοῖς τρόποις τούτοις τῇ χείρονι ἕπεται τὸ συμπέρασμα. p. 32a8 Ἐν ἀμφοτέροις δέ. ὅτι ὁ τρόπος τοῦ συμπεράσματος πάντως ἐν ταῖς προτάσεσι προείληπται, ὡς καὶ τὸ καταφατικὸν ἢ ἀποφατικόν, οὐ μὴν καὶ τὸ καθόλου ἡ μερικόν· ἐν τρίτῳ γὰρ σχήματι καὶ ἐξ ἀμφοτέρων καθόλου μερικὰ συνά- γεται. ἐν ἀμφοτέροις δέ, φησίν, τοῖς ἁπλοῖς καὶ τοῖς μικτοῖς, καὶ ἁπλοῖς διχῶς, ἢ ἐξ ὑπαρχουσῶν ἢ ἐξ ἀναγκαίων. ΠEPI TOΥ ENΔEXOMENOΥ. p. 32a16 Περὶ δὲ τοῦ ἐνδεχομένου. Μετὰ τοὺς ὑπάρχοντας συλλογισμοὺς καὶ τοὺς ἀναγκαίους καὶ τὴν μῖξιν τοῦ ὑπάρχοντος καὶ τοῦ ἀναγκαίου μέτει|σι f. 233v καὶ ἐπὶ τὸ ἐνδεχόμενον. καὶ πρῶτον διδάσκει τοὺς ἐξ ἀμφοτέρων ἐνδεχομένων ἐν 3 οὐδενὶ scripsi: οὐδὲν P 4 διορθοῦται scripsi: διορθοῦνται P 5 ἀναγκαίως scripsi: ἀναγκαίωι P 17 ἀναγκαίαν scripsi: ἀναγκαῖον P 19 δὲ scripsi: μὲν P 21 ἔσται Arist. 22 ὑπάρχον συνάγουσιν scripsi: ὑπάρχονσιν (sic) P 30 ὑπάρχον] ὁ ex ὢ corr. P 31 οὐσῶν addidi 35 μερικὰ] ἁ ex ὂν corr. P1 πρώτῳ σχήματι, εἶτα τὴν μίξιν ἐνδεχομένου καὶ ὐπάρχοντος ἐν πρώτῳ σχήματι καὶ τέλος τὴν μῖξιν ἐνδεχομένου καὶ ἀναγκαίου ἐν πρώτῳ σχήματι. εἶτα τοὺς ἐξ ἀμφοτέρων ἐνδεχομένων ἐν δευτέρῳ σχήματι καὶ τὰς δύο μίξεις ἐν τῷ αὐτῷ σχήματι· εἶτα τὰ αὐτὰ τρία ἐν τρίτῳ σχήματι. καὶ πρό γε τούτων πάντων προλαμβάνει τί τὸ ἐνδεχόμενον, τὰς ἐνδεχομένας ἀντιστροφάς, ποσαχῶς τὸ ἐνδεχόμενον. ἐνδεχόμενον τοίνυν ἐστὶν οὖ μὴ ὄντος, τεθέντος δ᾿ ὑπάρχειν οὐδεὲν ἀδύνατον συμβαίνει. ἐπεὶ γὰρ τὸ ἐνδεχόμενον οὕπω μὲν πάρεστιν, δύναται δὲ παρεῖναι καὶ μετὰ τὸ παρεῖναι ἀπεῖναι, διότι μὲν οὔπω πάρεστιν, οὐκ ἔστιν ὑπάρχον· διότι δὲ δύναται παρεῖναι, οὐκ ἔστιν ἀδύνατον. διότι δὲ μετὰ τὸ παρεῖναι δύναται ἀπεῖναι, οὐκ ἔστιν ἀναγκαῖον. διὰ τοῦτο τὸν συμβαίνει, οὐχὶ δὲ οὐδὲν ψεῦδος· ἕπεται γὰρ ψεῦδος, ἐπειδὴ καὶ τὸ ἐνδεχόμενον ὑποθέσθαι ὑπάρχον ψεῦδός ἐστιν, εἰ καὶ μὴ ἀδύνατον. καὶ ὅτι τοῦτό ἐστιν τὸ ἐνδεχόμενον, μενον, δηλοῦσιν αἱ εἰς ἀδύνατον ἀπαγωγαί· εἰπόντες γάρ ‘εἰ γὰρ δύνατον, ἔστω τὸ μενον, δη(??) ἀντικείμενον᾿ τῷ ἀδύνατον ἐπακολουθεῖν λέγομεν μὴ ἐνδέχεσθαι τὸ ἀντικείμενον [καὶ] διὰ τὸν ὅρον τοῦ ἐνδεχομένου, καὶ ταύτῃ ἀναγκαῖον ποιοῦμεν τὸ προκείμενον. τὸν δὲ ὅρον τοῦ ἐνδεχομένου κατασκευάζει ὁ Ἀριστοτέλης ἐφεξῆς μὲν ἀπὸ τοῦ δυνατοῖς δυνατὰ ἕπεσθαι καὶ ἀδυνάτοις ἀδύνατα, νῦν δὲ οὕτως· εἰ γὰρ οὐκ ἐνδέχεται εἶναι, ἀνάγκη μὴ εἶναι καὶ ἀδύνατον εἶναι. καὶ τὰ ἀντικείμενα ἄρα, ὃ ἐνδέχεται εἶναι, τοῦτο οὐκ ἀνάγκη μὴ εἶναι καὶ οὐκ ἀδύνατον εἶναι. καὶ διὰ τοῦτο τὸ ἐνδεχόμενον τῇ ἀπο|φάσει τοῦ f. 234r ἀναγκαίου καὶ ἀδυνάτου ὥρισται· καθόλου γὰρ ὦν ἀντιφάσεων θάτερα μόρια τούτων καὶ τὰ λοιπὰ συναληθεύει. ἔστωσαν γὰρ δύο ἀντιφάσεις αἱ ΑΒ, ΓΔ, καὶ τὰ ΑΓ συναληθευέτωσαν· λέγω ὅτι καὶ τὰ ΒΔ συναληθεύει· εἰ γὰρ δυνατόν, ἐπὶ τοῦ E τὸ Β ἀληθευέτω, τὸ Δ δὲ μή· ἐπεὶ οὖν κατὰ παντὸς ἡ φάναι ἢ ἀποφάναι, τὸ δὲ Δ οὐχ ὑπάρχει τῷ E, τό Γ ἄρα ὑπάρχει τῷ Ε· ὥστε καὶ τὸ Α· ἀλλὰ καὶ τὸ Β διὰ τὴν ὑπόθεσιν· ὅπερ ἀδύνατον. οὐκ ἐνδέχεται εἶναι ἐνδέχεται εἶναι ἀνάγκη μὴ εἶναι οὐκ ἀνάγκη μὴ εἶναι ἀδύνατον εἶναι οὐκ ἀδύνατον εἶναι. β(??). Ἦσαν αἱ ἀντιστροφαὶ τοῦ ἐνδεχομένου οὐχ αἱ ἁπλαῖ ταύτας γάρ παραδώσει μετὰ τὸ πρῶτον σχῆμα, ὅπου καὶ δέεται αὐτῶν· τὰ γὰρ ἄλλα σχήματα δι’ ἁπλῆς ἀντιστρο- φῆς εἰς τὸ πρῶτον σχῆμα ἀνάγεται) ἀλλ’ αἱ ἐνδεχόμεναι αἰ τὸ ποιὸν μόνον ἀμείβουσαι τὴν δὲ τάξιν τῶν ὅρων φυλάττουσαι. κατὰ ταύτην τοίνυν τὴν ἐνδεχομένην ἀντιστροφὴν αἶ τε καθόλου πρὸς ἀλλήλας ἀντιστρέφουσιν καὶ <αἱ> μερικαὶ πρὸς ἀλλήλας· διὰ τὸν τοῦ ἐνδεχομένου ὃ ἐνδέχεται <οὐδενί, ἐνδέχεται> καὶ παντί, καὶ ἔμπαλιν· καὶ ὃ ἐνδέχεται οὐ παντί, καὶ τινί, καὶ ἔμπαλιν· καὶ ἔτι αἱ καθόλου πρὸς τὰς διαγωνίους μερικὰς ἀντι- στρέφουσιν· ὃ γὰρ ἐνδέχεται παντί, καὶ οὐ παντὶ διὰ μέσης τῆς οὐδενί· καὶ ὃ ἐνδέ- χεται οὐδενί, καὶ τινὶ διὰ μέσης τῆς παντί. οὐκέτι δὲ καὶ ταῖς μερικαῖς αἱ καθόλου ἕπονται. οὐ πᾶν μὲν γὰρ ζῷον ἐνδέχεται βαδίζειν· οὐ μὴν καὶ πᾶν ζῷον ἐνδέχεται βαδίζειν διὰ τὰ ἑρπετά. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης. οἱ δ’ ἑταῖροι αὐτοῦ, Θεόφρα- στος καὶ Εὔδημος, καὶ ἔτι οἱ Πλατωνικοὶ οὐ βούλονται ἐνδεχομένην ἀπόφασιν ἀντι- στρέφειν πρὸς ἐνδεχομένην κατάφασιν, ἐπειδὴ οὐ μένει τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον, περὶ οὗ ὁ λόγος. οἱ γὰρ συλλογισμοὶ ὑπὸ τεχνῶν προβάλλονται, αἲ περὶ τὸ ὡς ἐπὶ τὸ 12 ἐδεώμεθα P ὑπάρχον tert.] ὁ in ras. ex ει corr. P 17 ἀντικήμενον P ἀδύνατον scripsi: ἀδυνάτωι P καὶ delevi 18 τὸν ὅρον scripsi: τῶν ὅρων P 36 αἶ τε scripsi: ἄν τε P αἱ addidi 37 οὐδενί, ἐνδέχεται addidi 39 post ὁ prius eras. 1 litt. P πολὺ ἐνδεχόμενον ἔχουσιν· εἰ γὰρ ἐνδέχεται μηδένα ἄνθρωπον ἑξαδάκτυλον εἶναι | ὡς f. 234v ἐπὶ τὸ πολύ, ἐνδέχεται πάντα ἄνθρωπον καἰ τινὰ ἄνθρωπον ἑξαδάκτυλον εἶναι ἐπ’ ἔλαττον. (??) Ὅτι τὸ ἐνδεχόμενον φέρεται κατὰ πάσης ὑπάρξεως, ἀναγκαίας, ὑπαρχούσης, μελλούσης· ἀλλ’ ἀναγκαίας μὲν καὶ ὑπαρχούσης δέει τῆς ἀποφάσεως· ὃ γὰρ δὴ οὐκ ἐνδέχεται· μελλούσης δὲ κυρίως. καὶ τὸ κυρίως ἐνδεχόμενον διττόν· ἢ γὰρ ὡρισμένον, ὡς τὸ ὡς ἐπὶ τὸ πολύ· τοῦτο γὰρ ὥρισται, ἐπειδὴ μᾶλλον ἔστιν ἢ οὐκ ἔστιν· ἢ ἀόρι- στον, ὡς τὸ ἐπ᾿ ἔσης καὶ ἐπ’ ἔλαττον. ἀλλὰ πῇ τὸ ἐπ’ ἔλαττον ἀόριστον; ὥρισται γὰρ καὶ τοῦτο μᾶλλον οὐκ ὃν ἡ ὄν. ἢ ὡς πρὸς ὕπαρξιν ἀόριστον τὸ ἐπ᾿ ἐπ’᾿ πρὸς ἀνυπαρξίαν τὸ ὡς ἐπὶ τὸ πολὺ ἀόριστον. p. 32a17 Διὰ τίνων; ὅτι διὰ δύο τοὐλάχιστον προτάσεων. πῶς; ὅτι τοῦ μέσου ἢ κατηγορουμένου μόνως ἡ ὑποκειμένου ἢ ἀμφότερα. πότε; ὅτι τῶν ἰδίων σωζομένων καθ’ ἕκαστον σχῆμα, ὡς καὶ ἐπὶ τοῦ ἀπλῶς συλλογισμοῦ ἐλέγετο. διὰ τί οὖν καὶ νῦν πρόσκειται ταῦτα; διότι τινὲς ἀσυλλόγιστοι ἐπὶ ὑπάρχοντος καὶ ἀναγκαίου συλλογιστικοὶ γίνονται ἐπὶ ἐνδεχομένου. λέγω δ’ ἐνδέχεσθαι καὶ τὸ ἐνδεχόμενον σπερματικῶς. προέλαβεν τὰ σημαινόμενα τοῦ ἐνδεχομένου· ὕστερον δὲ ἐξαπλοῖ αὐτά· ἔδει γὰρ τὸ τί σημαίνει τοὔνομα τοῦ τί ἔστιν προηγήσασθαι καὶ μὴ πάντῃ ὑπερτεθῆναι. p. 32a20 Τὸ γὰρ ἀναγκαῖον ὁμωνύμως ἐνδέχεσθαι λέγομεν. τί βούλεται ὁ ‘γάρ’ σύνδεσμος; ἢ ὅτι ἀπέφησε τὸ ἀναγκαῖον τοῦ ἐνδεχομένου καὶ τοῦ ἀναγκαίου ἐνδεχομένου ὄντος. p. 32a26 Ἤτοι τὰ αὐτά ἐστιν ἢ ἀκολουθεῖ ἀλλήλοις. τὰ αὐτά ἐστιν τῷ σημαινομένῳ· ἀκολουθεῖ δὲ ἀλλήλοις τῇ προφορᾷ μὴ ὄντα τὰ αὐτά. p. 32a27 Κατὰ παντὸς γὰρ ἢ φάσις ἢ 'ἀπόφασις. αἰνίττεται τὸ λῆμμα τὸ λέγον ὅτι, ἐὰν δύο ἀντιφάσεων θάτερον μόριον ἀντιστρέφῃ, καὶ τὸ λοιπὸν ἀντιστρέψει. p. 32a29 Συμβαίνει δέ. τό δεύτερον κεφάλαιον, αἱ ἐνδεχόμεναι ἀντιστροφαί· τὰς γὰρ ἁπλάς ἀντιστροφὰς οὐ παραδίδωσι νῦν τῶν ἐνδεχομένων προτάσεων, ἐπεὶ μηδὲ δεῖται αὐτῶν ἐν τῷ πρώτω σχήματι. πῶς πᾶσαι ἀντιστρέφουσιν; ἐπειδὴ αἱ καθόλου καὶ ἀλλήλαις καὶ ταῖς μερικαῖς ἀντιστρέφουσιν. | ὅτι οὐ δι’ ἀντιστροφῆς τὸ παντὶ f. 235r τῷ τινὶ ἰσοδυναμεῖ ἢ τὸ οὐδενὶ τῷ οὐ παντί· τὸ γὰρ ποιὸν ἔμεινεν. ὅτι αἱ νῦν ἀποφάσεις φωνῇ μόνον εἰσὶν ἀποφάσεις· ὁ γὰρ τρόπος ἀκέραιος ἔμεινεν. p. 32a33 Οἶον τὸ ἐνδέχεται ὑπάρχειν. ὅτι ἡ ἀπροσδιόριστος κατάφασις τῇ ἀπροσδιορίστῳ ἀποφάσει ἀντιστρέφει, καὶ τὸ παντὶ τῷ οὐδενὶ καὶ οὐ παντί, καὶ τὸ οὐδενὶ τῷ παντὶ καὶ τινί, τὸ δὲ τινὶ μόνω τῷ οὐ παντί. p. 32a35 Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων. ὡς γὰρ τὸ τὸ ἀντιστρέφει τῷ οὐδενὶ καὶ οὐ παντί, οὕτως καὶ τὸ οὐδενὶ καὶ παντὶ καὶ τινί. ὅτι δείκνυσιν τὰς καθόλου ἀντιστρεφούσας ἀλλήλαις καὶ τὰς μερικὰς ἀλλήλαις οὐ διὰ τοῦ ὅρου τοῦ ἐνδεχομένου· οὗτος γὰρ τὸ ἐνδεχόμενον ὑπάρχον ποιεῖ. ἀλλὰ τῷ τὸ ἐνδεχόμενον εἶναι ἐνδέχεσθαι καὶ μὴ εἶναι, ὡς τὸ εἶναι μὲν ἐπὶ τῶν ἀπροσδιορίστων καὶ ἄνευ τρόπου προτάσεων κατάφασιν ποιεῖ, οὕτως καὶ τὸ ἐνδεχόμενον. τοῦτο δὲ τὸ κῶλον καὶ ἐν τοῖς τρισὶ σχήμασιν εἴρηται. p. 32b4 Πάλιν λέγωμεν· ᾐνίξατο γὰρ ἤδη τὰ σημαινόμενα τοῦ ἐνδεχομένου. ἢ πάλαι μὲν εἶπε τὰ σημαινόμενα τοῦ ἁπλῶς ἐνδεχομένου, νῦν δὲ τοῦ κυρίως. τὸ δὲ πάλιν, διότι τοῦ ὡς ἐπὶ τὸ πολὺ καὶ τῶν ἀντιδιῃρημένων καὶ ἐν τοῖς τρισὶ σχήμασιν ἐμνημόνευσεν. Ὅτι τὸ ὡς ἐπὶ τὸ πολὺ σχεδὸν ἀναγκαῖόν ἐστιν καὶ διαλεῖπον ἀναγκαῖον· τὸ δὲ ἐπ’ ἔλαττον σχεδὸν ἀδύνατον καὶ διαλεῖπον ἀδύνατον· διὰ γὰρ τὸ ἐπ’ ἔλαττον οὐκ ἀναγκαῖον τὸ ὡς ἐπὶ τὸ πολύ· διὰ δὲ τὸ ὡς ἐπὶ τὸ πολὺ οὐκ ἀδύνατον τὸ ἐπ’ ἔλαττον. 4 an ὑπαρχούσης <οὔσης>? ? 7 ἐφίσης P πῇ scripsi: δὴ P 11 ου alt. ex ως corr. P 16 τοῦ τί ἔστιν scripsi: τουτέστιν P 17 άναγκαίως καίως P pr., corr. P1 29 φονῆι P 34 fort, τῷ παντὶ Διὰ τὸ μὴ ἀεὶ εἶναι ανθρωπον. δύο αἴτια τοῦ τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον μὴ ἐκβαίνειν, ἣ τὸ ὑποκείμενον μὴ ὃν ἢ τὸ κατηγορούμενον μὴ ὄν· πέφυκε γὰρ ἄνθρωπος ὡς ἐπὶ τὸ πολὺ ἐν γήρᾳ πολιοῦσθαι καὶ ἀκμάζειν καὶ παρακμάζειν· ἀλλὰ καὶ μειράκιον ὂν ἀπόλλυται, ἡ καὶ εἰς γῆρας ἐλθὼν οὐ πολιοῦται διά τινα ἰδιότητα κατὰ γένος. p. 32b9 Ἤ ἐξ ἀνάγκης. πῶς ἐξ ἀνάγκης; ἢ ἐπὶ τῇ προσεχεστάτῃ ὕλῃ ἐξ ἀνάγκης τὸ εἶδος ἐπιγίνεται. p. 32b10 Ἄλλον δὲ τὸ ἀόριστον. πρόσθες ἐν ὑπάρξει· τὸ γὰρ ὡς ἐπὶ τὸ πολὺ ἐν ἀνυπαρξίᾳ ἀόριστόν ἐστιν. | ὅτι δὲ τὸ ἀόριστον κατὰ τοῦ ἐπ’ ἴσης καὶ τοῦ f. 235v ἐπ’ ἔλαττον φέρει, δηλοῖ τὰ παραδείγματα· τὸ μὲν γὰρ βαδίζειν τοῦ ἐπ’ ἴσης ἐστίν, ὁ δὲ σεισμὸς τοῦ ἐπ’ ἔλαττον. p. 32b11 Ὃ καὶ οὕτω καὶ μὴ οὕτω δυνατόν. τοῦτο ἁρμόζει καὶ τῷ ἐπ’ ἔλαττον, ἀλλὰ καὶ τῷ ὡς ἐπὶ τὸ πολύ. p. 32b13 Οὐδὲ γὰρμᾶλλον οὕτως πέφυκεν ἢ ἐναντίως. τοῦτο ὃιὰ το μᾶλλον μόνῳ τῷ ἐπ’ ἴσης ἁρμόζει. Ὅτι τὸ ὡς ἐπὶ τὸ πολὺ πεφυκὸς καλεῖ διὰ τὸ περὶ αὐτὸ καταγίνεσθαι τὴν φύσιν καὶ τὴν αὐτὴν μιμουμένην τέχνην. p. 32b14 Αντιστρέφει μὲν οὖν. αἱ ἐνδεχόμεναι, φησίν, ἀντιστροφαὶ ἐπὶ τῶν δύο ἐνδεχομένων προβαίνουσιν· καθόλου γὰρ τὸ ἐνδεχόμενον καὶ εἶναι δύναται καὶ μὴ εἶναι. τὸ δὲ διάφορον, ὅτι ἐπὶ μὲν τοῦ ὡς ἐπὶ τὸ πολὺ μᾶλλον ἡ κατάφασις ἀληθεύει, ἐπὶ δὲ τοῦ ἀορίστου ἢ ἐξ ἴσου ἡ μᾶλλον ἡ ἀπόφασις. πλήν, φησίν, αἱ σκέψεις τὸ ὡς ἐπὶ τὸ πολὺ ζητοῦσιν. ἔδει οὑν διὰ τοῦτο, Ἀριστότελες, μὴ παραλαβεῖν τὰς ἐνδεχομένας ἀντιστροφάς. τὸ πεφυκὸς εἶναι δύναται καὶ μὴ εἶναι διὰ μόνον τὸ μὴ ἐξ ἀνάγκης εἶναι· πολλὴν γὰρ ἔχει πρόσκλισιν πρὸς τὸ εἶναι· τὸ δὲ ἐπ’ ἴσης ὡς κέντρον ὃν ὑπάρξεως καὶ ἀνυπαρξίας· ἴσον γὰρ ἑκατέρας ἀπέχει. τὸ δ’ ἐπ’ ἔλαττον παρῆκεν διὰ τὸ ἄτακτον εἶναι τὸ μέσον· οὐδὲν γὰρ μᾶλλον τὸ μέσον τῷ μείζονι ὑπόκειται ἢ οὐχ ὑπόκειται, καὶ οὐδὲν μᾶλλον τοῦ ἐλάττονος κατηγορεῖται ἢ οὐ κατηγορεῖται· καὶ ἐπ ἔλαττον αἲ τέχναι τυγχάνουσι τοῦ τέλους, μᾶλλον ἀτεχνίαι εἰσὶν ἢ τέχναι. p. 32b22 Οὐ μὴν εἴωθέ γε ζητεῖσθαι. δικαίως ὄρα οἱ Πλατωνικοὶ οὐ προσίενται τὰς ἐνδεχομένας ἀντιστροφάς· ζητοῦμεν γὰρ αὐτὰς διὰ τοὺς συλλογισμούς· οἱ δὲ συλλογισμοὶ ὑπὸ τεχνῶν ἢ ἐπιστημῶν προβάλλονται. p. 32b23 Ταῦτα μὲν οὖν. ἐν γὰρ τῷ δευτέρῳ τῆς Φυσικῆς σαφέστερον διελεῖ τὸ ἐνδεχόμενον εἰς τὸ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐπ’ ἴσης καὶ ἐπ’ ἔλαττον, καὶ διακρινεῖ τὰ περὶ αὐτὰ καταγινόμενα, ὅτι ὅπου μὲν φύσις καὶ τέχνη, ὅπου δὲ προαίρεσις, ὅπου δὲ τύχη καὶ αὐτόματον. p. 32b 24 Καὶ τίς. κατὰ τὸν τρόπον τοῦ συμπεράσματος. p. Ἐπεὶ δὲ τὸ ἐνδέχεσθαι | τόδε τῷδε ὑπάρχειν. ὅτι τὸ ἐνδέχεσθαι f. 236r παντὶ δύο σημαίνει· πάντως μὲν γὰρ ὑπάρχει τὸ Α τοῖς ὑπὸ τὸ Β διὰ τὸν ὅρον τοῦ κατὰ παντός, ἀλλ’ ἢ ἐνδεχομένοις μέρεσιν οὖσιν τοῦ Β ἢ ὑπάρχουσιν. καὶ τὸ μὲν πρῶτον εἰλήφθω νῦν, ἐπειδὴ περὶ τῶν ἐξ ἀμφοτέρων ἐνδεχομένων διαλεγόμεθα· τὸ δὲ δεύτερον περιμενέτω τὴν μῖξιν ἐνδεχομένου καὶ ὑπάρχοντος. ἵνα δὲ μῖξις ᾖ καὶ ἐνδεχομένου καὶ ἀναγκαίου, τὸ ἐνδεχόμενον παντὶ τρία σημαινέτω, ὅτι τὸ Α τοῖς ὑπὸ τὸ Β ὑπάρχει ἢ ἀναγκαίοις αὐτοῦ μέρεσιν οὖσιν ἢ ἐνδεχομένοις ἢ ὑπάρχουσιν· ἰσοδυ- 4 καὶ, quod post πολιοῦται in fine versus habet P, post ἀλλὰ transposui, quod ot ipsum in fine versus est 9 et 10 ἐφίσης P 10 τοῦ scripsi: τὸ P 12 et 13 τῷ scripsi: τὸ P 21 ἡ ἐξ᾿ ἴσου scripsi: ἡ ἐξῆς (ῆς in ras.) οὗ P ἢ alt.] καὶ mrg. P: fort, ἢ καὶ σκέψεις] εἰ in ras. P 22 παραλαβεῖν] εἰ in ras. P 24 πρόσκλησιν P 30 προσίενται scripsi cf. p. 51,34: προίενται P 32 ἐν γὰρ τῷ δευτέρῳ τῆς Φυσικῆς] c. ὁ. 6 33 διακρίνει P νκμεῖ γάρ, φησίν, ἡ τὸ Α τῷ Β παντὶ κατηγορικὴ τῇ κατὰ πρόσληψιν καθ’ οὑ τὸ B, τὸ Α. τὸ δὲ Β μέρη ἔχει διάφορα, ὑπάρχοντα, ἀναγκαῖα, ἐνδεχόμενα. τὰ δὲ αὐτὰ καὶ ἐπὶ τῆς ὑπάρχει παντὶ καὶ ἐξ ἀνάγκης παντὶ ἁρμόσει. p. 32b27 Τὸ γὰρ καθ᾿ οὗ τὸ Β, τὸ Α ἐνδέχεσθαι ἀντὶ τοῦ ὑπάρχοντος ἀκουστέον. p. 32b34 Οὕτω γάρ. ἴσμεν τὸ συμπέρασμα, ὅτι ὁμοιοσχήμονες αἱ τοῦ αὐτοῦ τοοπου. Α ΣΧΗΜΑ ΕΞ ΑΜΦΟΤΕΡΩΝ ENAEXOMENQN. p. 32b38 Ὅταν οὖν τὸ Α καὶ τὰ λοιπὰ τοῦ πρώτου σχήματος [Εἰπὼν ἐνδεχόμενόν ἐστιν καὶ ὁρισάμενος τὸ κυρίως ἐνδεχόμενον καὶ παραδοὺς τὰς ἐνδεχομένας ἀντιστροφάς, ὅτι αἱ καθόλου πρὸς ἀλλήλας καὶ τὰς διαγωνίους μερικάς, αἰ δὲ μερικαὶ πρὸς ἀλλήλας μόνον,] παραδοὺς τὰ σημαινόμενα τοῦ κυρίως ἐνδεχομένου, ὦν ἑκάστῳ βούλεται καὶ τὸν ὁρισμὸν τοῦ ἐνδεχομένου ἀντιστρέφειν, καὶ τὰς ἐνδεχομένας ἀντιστροφὰς καὶ τὴν νῦν τάξιν ὑφηγησάμενος, ὅτι μετὰ τἀς ἐνδεχομένας ἐν πρώτῳ σχήματι οὐ παραδίδωσι τὰς ἐνδεχομένας ἐν δευτέρῳ σχήματι ἀλλὰ πρῶτον τὴν μῖξιν ὑπάρχοντος καὶ ἐνδεχομένου ἐν πρώτῳ σχήματι, περὶ τῶν ἐξ ἀμφοτέρων ἐνδεχομένων συλλογισμῶν διαλέγεται. τούτοις δὲ ξένα τινὰ συμβέβηκεν· οὐ γὰρ ἔτι| πάντες οἱ πρώτω σχήματι τέλειοι ἀλλ’ οἱ μὲν τέλειοι οἱ δ’ ἀτελεῖς, καὶ ἐκ δύο ἀποφάσεων γίνεται, καὶ οὐκέτι τέσσαρες οἱ συλλογιστικοὶ τρόποι τοῦ πρώτου σχήματος ἀλλ’ ὀκτώ· οἷον οὐκέτι δύο ἴδια τοῦ πρώτου σχήματος, τὸ τὴν μείζονα καθόλου εἶναι τὴν δ’ ἐλάτ- τονα | καταφατικήν, ἀλλ’ ἓν μόνον, τὸ τὴν μείζονα καθόλου εἶναι. τῆς δ’ αἰτίας f. 236v τούτων ἀπὸ τοῦ πρώτου ἀρξόμεθα διὰ τὴν συνέχειαν τοῦ λόγου τὸ πέρας τοῦ ὅτι ἀρχὴν τοῦ διότι ποιούμενοι. ἐπεὶ τοίνυν δέδεικται ὅτι ἐπὶ τοῦ ἐνδεχομένου κατὰ τὰς ἐνδεχο- μένας ἀντιστροφὰς αἱ μερικαὶ πρὸς ἑαυτὰς μόνας ἀντιστρέφουσιν, οὐκέτι δὲ πάντως καὶ πρὸς τὰς καθόλου, διὰ τοῦτο ἡ μὲν ἐλάττων, κἄν ἀπόφασις ᾖ, εἰς κατάφασιν μετα- βάλλει καὶ συλλογιστικὴ γίνεται· ἡ δὲ μείζων ἐὰν ᾖ μερική, οὐ μεταβάλλει εἰς καθόλου, καὶ διὰ τοῦτο οὐ γίνεται συλλογισμός. καὶ τέλειοι μέν εἰσιν οἱ τὴν ἐλάττονα κατα- φατικὴν ἔχοντες ὡς διὰ μόνου τοῦ κατὰ παντὸς καὶ κατὰ μηδενὸς δεικνύμενοι· ἀτελεῖς δὲ οἱ τὴν ἐλάττονα ἀποφατικὴν ἔχοντες ὡς ἐνδεχομένης ἀντιστροφῆς δεόμενοι. ὀκτὼ δέ εἰσι συλλογισμοὶ τοῦ πρώτου σχήματος, ἐπειδὴ τῆς μείζονος καθόλου οὔσης ἡ ἐλάττων ἢ καθόλου ἐστὶν ἢ μερική, καὶ ἑκατέρως τετραχῶς παρὰ τὸ ποιόν. καὶ ταῦτα μὲν περὶ τῶν συλλογιστικῶν τρόπων. Ἀσυλλόγιστοι δὲ πάντες οἱ τὴν μείζονα μερικὴν ἔχοντες· ἐπεὶ γὰρ ὑπερέχεταἳ τὸ Α ὑπὸ τοῦ Β τὸ γὰρ Α τινὶ τῷ Β ὑπάρχει), ὑπερεχέσθω τὸ Α ὑπὸ τοῦ Β τῷ Γ· τὸ δὴ Α τῷ Γ οὐδενὶ ἐξ ἀνάγκης ὑπάρχει· οἷον λευκόν, κινούμενον, κόραξ. εἰ δὲ τό Α οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης, οὐδὲν ἐνδεχόμενον συνάγεται, οὐ τὸ παντί, οὐ τὸ οὐδενί, οὐ τὸ τινί, οὐ τὸ οὐ παντί, καὶ διὰ τοῦτο ἀσυλλόγιστος ἡ συζυγία· εἰ γὰρ ἦν συλλογιστική, ἐξ ἀμφοτέρων ἐνδεχομένων οὖσα ἐνδεχόμενον συνῆγεν, ὥσπερ ἐξ ἀμφοτέρων ὑπαρχουσῶν ὑπάρχον καὶ ἐξ ἀμφοτέρων ἀναγκαίων | ἀναγκαῖον. καὶ τί λέγω τὴν τοιαύτην f. 237r συζυγίαν μηδὲν συνάγειν ἐνδεχόμενον; καθόλου γὰρ οὐδὲν συνάγει, οὐ τὸ ἐνδεχόμενον οὐ τὸ ὑπάρχον, οὐ τὸ ἀναγκαῖον, ἐπειδὴ συνάγει τὸ μὲν ἐξ ἀνάγκης παντὶ 2 τὼ Α (sic) P 4 τῶι Α P 6 οὕτω Arist: οὐ P 12 ante παραδοὺς eras. 1 litt. P 20 fort, καὶ οὐκέτι 23 διότι scripsi: δ’ ὅτι P 32 συλλογιστικῶν scripsi cf. vs. 19: συλλογισμῶν P 34 ὑπερεχέσθω scripsi: ὑπαρχέσθω Ρ οὕτως· λευκόν, περιπατοῦν, κύκνος· τὸ δὲ ἐξ ἀνάγκης οὐδενὶ λευκόν, περιπατοῦν, κόραξ· καὶ ᾗ μὲν τὸ ἐξ ἀνάγκης παντὶ συνάγει, οὐδεμία ἀπόφασις συνάγεται, οὐκ ἐνδεχομένη, οὐκ ἀναγκαία, οὐχ ὑπάρχουσα· ᾖ δὲ τό ἐξ ἀνάγκης οὐδενί, οὐδεμία τῶν αὐτῶν καταφάσεων. ἐπεὶ οὑν, εἰ συνῆγεν, ἢ κατάφασιν συνῆγεν ἢ ἀπόφασιν, καὶ καθ’ ἑκάτερον τούτων ἢ ἐνδεχομένως ἡ ὑπαρχόντως ἢ ἀναγκαίως, δέδεικται δὲ μηδὲν τούτων συνάγουσα, ἀσυλλόγιστος ἄρα ἐστίν. ζητητέον δὲ μὴ ὅσον ἐπὶ τοῖς ἐκτεθεῖσιν ὅροις οὐ γίνεται συλλογισμὸς οὐδεὶς ἐξ ἀμφοτέρων ἐνδεχομένων ἐν πρώτῳ σχήματι. εἰ δ’ αἱ ἐνδεχόμεναι ἀντιστροφαὶ οὐ παραδεκτέαι εἰσὶν ὡς μὴ φυλάττουσαι τό ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον, δῆλον ὡς οὐδὲ τὰς περὶ τοῦ πρώτου σχήματος ἐννοίας μετακινήσουσι Θεόφραστος καὶ Εὔδημος καὶ οἱ ἀπὸ Πλάτωνος· διὰ γὰρ τὰς ἐνδεχομένας ἀντιστροφὰς καὶ ἀτελεῖς ἦσαν ἐν πρώτῳ σχήματι καὶ συλλογιστικοὶ τὴν ἐλάττονα ἀποφατικὴν ἔχοντες καὶ ὀκτὼ τὸν ἀριθμόν. p. 32b40 Ἐκ τοῦ ὁρισμοῦ τοῦ κατὰ παντός, οὐ τοῦ ἐνδεχομένου, ἐκ τοῦ ὁρισμοῦ τοῦ ἐνδέχεσθαι παντί. p. 33a29 Τῇ δὲ θέσει ὁμοίως ἔχωσιν, ἵνα πάλιν ἡ μὲν μείζων καθόλου, ἡ δὲ ἐλάττων μερικὴ ᾖ. ὅτι τῶν ὀκτὼ τρόπων παρῆκε τὸν ἔχοντα τὴν μείζονα καθόλου ἀποφατικὴν τὴν δ’ ἐλάττονα μερικὴν ἀποφατικήν. p. 33a40 τούτῳ γὰρ οὔτε παντί. πᾶν γὰρ ἐνδεχόμενον, καθόλου, μερικόν, καταφατικόν, ἀποφατικόν, ἀναιρεῖται διὰ τοῦ ἐξ ἀνάγκης μηδενί. p. 33b3 Ἔτι δὲ καὶ ἐκ τῶν ὅρων φανερόν. δεύτερον ἐπιχείρημα τοῦ πρώτου καθολικώτερον τοῦ ἀσυλλογίστους εἶναι τοὺς ἔχοντας τὴν μείζονα μερικήν. p. 33b18 Φανερὸν δ’ ὅτι ἐν πρώτῳ σχήματι αἱ ἐξ ἀμφοτέρων ἐνδεχομένων αἱ ἐξ ἀμφοτέρων καθόλου πᾶσαι συλλογιστικαί εἰσιν. p. 33b21 Δεῖ δὲ τὸ ἐνδέχεσθαι. οὐ ῥητέον τὸ λευκὸν ἐνδέχεσθαι παντὶ ζῴῳ, ἐπειδὴ τὸ λευκὸν τινὶ | ζῴῳ ἐξ ἀνάγκης ὑπάρχει, οἷον κύκνῳ, καὶ τινὶ ζῴῳ ἐξ f. 237v ἀνάγκης οὐχ ὑπάρχει, οἷον κόρακι. εἰ μὴ μόνον αἱ ἀποφάσεις ταῖς καταφάσεσιν ἀντιστρέφουσι κατὰ τὴν ἐνδεχομένην ἀντιστοφὴν ἀλλὰ καὶ ἀνάπαλιν, οὐδὲν μᾶλλον αἱ ἀσυλλόγιστοι συλλογιστικαί εἰσιν ἡ ἔμπαλιν. ἡ ἀπόφασιν εἰς κατάφασιν χρὴ μεταβαλεῖν, ἐπειδὴ πᾶσαι ἔργῳ καταφάσεις εἰσὶν τοῦ τρόπου μείναντος ἀκεραίου ΜΙΞΙΣ ΕΝΔΕΧΟΜΕΝΟΥ ΚΑΙ ΥΠΑΡΧΟΝΤΟΣ EN Α ΣΧΗΜΑΤΙ. p. 33b25 Ἐὰν ἡ μὲν ὑπάρχειν ἡ δ᾿ ἐνδέχεσθαι λαμβάνηται. Μίξεως γινομένης ἐνδεχομένου καὶ ὑπάρχοντος ἐν πρώτῳ σχήματι δόγματα τοῦ Ἀριστοτέλους ταῦτα· τελείους εἶναι τοὺς ἔχοντας τὴν μείζονα ἐνδεχομένην, ἀτελεῖς δὲ τοὺς ἔχοντας τὴν ἐλάττονα ἐνδεχομένην· οὗτοι γάρ, εἰ μὲν ἡ ἐλάττων ἐνδεχομένη ἀπόφασις ᾖ, ἐνδεχομένης ἀντιστροφῆς δέονται· εἰ δὲ καταφατική, διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δείκνυνται. δεύτερον δόγμα· εἰ μὲν ἡ μείζων ἐνδεχομένη ᾖ ἡ ὑπάρχουσα καταφατική, ἐνδεχόμενον συνάγεται τὸ ὁρισμοῦ ἠξιωμένον· εἰ δὲ ἡ μείζων τύχῃ ὑπάρχουσα ἀποφατική, οὐκέτι τὸ ὁρισθὲν ἐνδεχόμενον συνάγεται ἀλλὰ τὸ ἐξ ἡμισείας ἀναγκαῖον. τί 4 ἢ κατάφασιν—ἢ ἀπόφασιν scripsi: ἡ κατάφασις—ἡ ἀπόφασις P 6 ὅσον scripsi cf. p. 54,42: ὃς P 20 φανερόν] ὁ ex ὢ corr. P1 25 τὸ scripsi: τῶι P 28 χρὴ in ras. Ρ1 35. 36 δείκνυνται] ν alt. superscr. P1 37 ὁρισμοῦ] υ parum liquet P δ’ ἐστὶν τοῦτο, ἐκεῖσε μαθησόμεθα. ἀλλ’ ἐπεὶ ἐν ταῖς εἰς ἀδύνατον ἀπαγωγαῖς ὑποθέμενος τὸ ἀντικείμενον τοῦ δεικνυμένου προσπλέκει τούτῳ ἄλλην ψευδῆ πρότασιν, ἢ τὸ ἐνδεχόμενον εἰς ὑπάρχον μεταλαμβάνων ἡ ἔμπαλιν, καὶ ἄδηλον τίνι ἠκολούθησε τὸ ψεῦδος συμπέρασμα, εἰ τῷ ἀντικειμένῳ τοῦ προκειμένου ἢ τῇ μεταλήψει τοῦ ἐνδεχομένου μένου καὶ ὑπάρχοντος, δείκνυσι διὰ τοῦτο ὅτι δυνατῷ δυνατὸν ἕπεται καὶ οὐδέποτε ἀδύνατον, ἵνα διὰ τοῦτο μὴ ἐπιγράψωμεν τὴν αἰτίαν τοῦ ἀδυνάτου τῇ μεταλήψει τοῦ ἐνδεχομένου καὶ τοῦ ὑπάρχοντος δυνατὴ γὰρ αὕτη· τὸ δὲ συναχθὲν ἀδύνατον· δυνατῷ δ’ ἀδύνατον οὐκ ἀκολουθεῖ), ἀλλὰ τῷ ἀντικειμένῳ τοῦ προκειμένου καὶ πρὸς πᾶσαν δ’ εἰς ἀδύνατον ἀπαγωγὴν συμβάλλεται τὸ λῆμμα τοῦτο καὶ πρὸς τὴν κατασκευὴν f. 238r τοῦ ὁρισμοῦ τοῦ ἐνδεχομένου. τοῦ Α τοίνυν ὄντος ἔστω πάντως τὸ Β· καὶ ἔστω τὸ Α δυνατόν· λέγω ὅτι καὶ τὸ Β δυνατόν ἐστιν· εἰ γὰρ δυνατόν, ἔστω ἀδύνατον· ἐπεὶ οὑν τὸ Α δυνατόν, ὑποκείσθω ἐκβεβηκός· καὶ ἐπεὶ τοῦ Α ὄντος τὸ Β ἐστίν, τότε ἄρα καὶ τὸ Β ἐστίν· ἀλλὰ καὶ οὐκ ἔστιν ὡς ἀδύνατον καθ’ ἑαυτό· ὅπερ ἀδύνατον. πρὸς τὴν δεῖξιν ταύτην ἀντειπεῖν οἱ Στωικοὶ μὴ δυνάμενοι διὰ παραδειγμάτων ἀποροῦσιν οὕτως· εἰ τέθνηκε Δίων, <τέθνηκεν οὖτος>· καὶ τὸ μὲν τεθνάναι Δίωνα δυνατόν· τὸ δὲ τεθνάναι τοῦτον δεικνύμενον ὡς ζῶντα ἀδύνατον. ὅμοιον τούτῳ καὶ ‘εἰ νύξ ἐστιν, αὕτη ἡμέρα οὐκ ἔστιν· καὶ τὸ μὲν πρῶτον δυνατόν· τὸ δὲ δεύτερον ἀνύνατον᾿. ἢ ἐπὶ πλέον τὸ ἡγούμενον τοῦ ἑπομένου· τὸ μὲν γὰρ τεθνάναι Δίωνα ἀληθές καὶ ἐπὶ παρόντος Δίωνος καὶ ἐπὶ ἀπόντος· τὸ δὲ τεθνάναι τοῦτον ἐπὶ μόνου παρόντος. λέγε οὖν ‘εἰ τέθνηκεν οὗτος, τέθνηκε Δίων’, καὶ ἀδυνάτῳ δυνατὸν ἕπεται, ὡς καὶ ἐξ ἀδυνάτων προτάσεων ἀναγκαῖον συνάγεται, καὶ τῷ ἵππον εἶναι Σωκράτη ἕπεται τὸ καὶ ζῷον εἶναι. Ἐὰν ἡ μὲν ὑπάρχειν ἡ ὑπάρχειν ἡ δ’ ἐνδέχεσθαι. οἱ τὴν μείζονα ἐνδεχομένην ἔχοντες συλλογισμοὶ τέλειοί εἰσιν, οἱ δὲ τὴν μείζονα ὑπάρχουσαν ἀτελεῖς· ἢ γὰρ δι’ ἀντιστροφῆς δείκνυνται, ὅτε ἡ ἐλάττων ἐνδεχομένη ἀποφατική ἐστιν, ἢ δι’ ἀδυνάτου, ὅτε ἡ ἐλάττων ἐνδεχομένη καταφατική ἐστιν. καὶ οἱ στερητικοὶ τῶν συλλο- γισμῶν, τουτέστιν οἱ τὴν μείζονα ὑπάρχουσαν ἀποφατικὴν ἔχοντες, τὸ ἐξ ἡμισείας ἀναγκαῖον συνάγουσιν. εἰ δ’ ἡ μείζων ἐνδεχομένη ἢ ὑπάρχουσα καταφατική, τὸ ὁρισθὲν ἐνδεχόμενον συνάγεται. p. 34a12 Δεῖ δὲ λαμβάνειν ἐν τῇ γενέσει δυνατὸν τὸ κυρίως ἐνδεχόμενον, ἐν δετῷ ἀληθεύεσθαι τὸ ἀναγκαῖον, ἐν δὲ τῷ ὑπάρχειν τὸ ὑπάρχον. p. 34a14 Ὁσαχῶς ἄλλως λέγεται. διὰ τὸ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐπ᾿ ἴσης καὶ ἐπ’ ἔλαττον. καθόλου οὖν παντὶ δυνατῷ, ἐνδεχομένῳ, ὑπάρχοντι, ἀναγκαίῳ, δυνατὸν ἕπεται. p. 34a16 Ἔτι τὸ ὄντος τοῦ Α τὸ Β εἶναι. ἐπειδὴ δεικνὺς ὅτι δυνατῷ δυνατὸν ἕπεται ὑπέθετο τῷ Α τὸ Β ἕπεσθαι, | νῦν, φησίν, δεῖ ἄμφω τἀς προτάσεις Α νοεῖν, Β f. 238v δὲ τὸ συμπέρασμα· ἐκ δυνατῶν γὰρ δυνατόν. ἀλλ’ εἰ δυνατῷ δυνατὸν ἕπεται, πῶς ἐξ ἐνδεχομένων ἀναγκαῖον συνάγεται; ἢ τότε οὐκ ἔστιν ὁ μέσος ὅρος αἴτιος τοῦ συμπεράσματος ἀλλ’ ἡ φύσις τῶν ἄκρων. p. 34a17 Οὐ γάρ ἐστιν οὐδὲν ἐξ ἀνάγκης ἑνός τινος ὄντος, διὰ κατηγορικοῦ συλλογισμοῦ προσυπάκουσον, ἐπεὶ ἡλίου ὑπὲρ γῆν ὄντος ἡμέρα ἐστὶν πάντως. p. 30a25 Τούτου δὲ δειχθέντος. τὴν εἰρημένην ἐν τῇ θεωρίᾳ χρείαν τοῦ λήμματος διδάσκει. p. 34a34 Διωρισμένων δὲ τούτων. μετὰ τοὺς τελείους, τουτέστιν τοὺς ἔχοντας τὴν μείζονα ἐνδεχομένην, τοὺς ἀτελεῖς διδάσκει, τουτέστιν τοὺς ἔχοντας τὴν ἐλάττονα ἐνδεχομένην, καὶ πρῶτον τοὺς δι’ ἀδυνάτου δεικνυμένους, ουτέστιν τοὺς ἔχοντας τὴν ἐλάττονα ἐνδεχομένην καταφατικήν. ὑπαρχέτω γὰρ τὸ Α παντὶ τῷ Β· τὸ δὲ Β παντὶ τῷ Γ ἐνθεχέσθω· λέγω ὅτι τὸ Α παντὶ τῷ Γ ἐνδέχεται. εἰ γὰρ μή, ἐξ ἀνάγκης οὐ 3 τίνι scripsi: τί P 4 εἰ τῷ scripsi: ἢ τὸ P 15 τέθνηκεν οὗτος addidi cf. Alex. p. 177,28 sq. 22 οἷ ante ras. P 35 τῷ Α τὸ scripsi cf. vs. 10: τὸ Α τῶι P νοεῖν scripsi: νοσεῖν P supra Β alt. scriptum ζτ P παντί· καὶ ἐπεὶ τὸ Β τῷ Γ ἐνδέχεται παντί, καὶ ὑπαρχέτω παντί· ἐπεὶ οὖν τὸ Α τῷ Γ ἐξ ἀνάγκης οὐ παντί, τὸ δέ Β τῷ Γ ὑπάρχει παντί, γίνεται ὁ πέμπτος τρόπος τοῦ τρίτου σχήματος ἐκ τῆς μίξεως τοῦ ὑπάρχοντος καὶ τοῦ ἀναγκαίου, ὲν ᾦ τρόπῳ τῇ χείρονι ἕπεται τὸ συμπέρασμα· τὸ Α ἄρα τῷ Β οὐ παντὶ ὑπάρχει· ὑπόκειται δὲ καὶ παντὶ ὑπάρχειν· ὅπερ ἀδύνατον. ἐπεὶ οὖν ψεῦδος ἅμα καὶ ἀδύνατον συνῆκται, οὐ δήπου τὴν αἰτίαν αὐτοῦ ἐπιγράφομεν τῇ ΒΓ αὕτη γὰρ ψευδὴς καὶ δυνατή) ἀλλὰ τῇ ΑΓ. οὐκοῦν εἰ ἀδύνατον τὸ Α τῷ Γ ἐξ ἀνάγκης οὐ παντί, τὸ Α ἄρα τῷ Γ ἐνδέχεται παντί· ὅπερ ἔδει δεῖξαι. ἀλλ’ οὐκ ἀδύνατον, φασί, τὸ Α τῷ Β ὑπάρχειν παντὶ καὶ μὴ παντὶ ὑπάρχειν· τοιοῦτον γὰρ τὸ ὑπάρχον· ἀλλὰ ψεῦδος μόνον, ὥσπερ εἶχε καὶ ἡ ΒΓ. ἢ ἐπὶ μὲν τῆς ΒΓ τὸν χρόνον μεταβάλλομεν, ἐπὶ δὲ τῆς ΑΒ οὕ· ἀδύνατον δ’ ἐν τῷ αὐτῷ χρόνῳ τὸ αὐτὸ τῷ αὐτῷ καὶ παντὶ καὶ οὐ παντί ὑπάρχειν. δείκνυσι δὲ τὸν τρόπον τοῦτον καὶ ἄμφω τὰς προτάσεις | μεταβαλών, τὴν μὲν ΒΓ ἐνδεχομένην εἰς f. 239r ὑπάρχουσαν, τὴν δὲ ΑΒ ὑπάρχουσαν εἰς ἐνδεχομένην· δέδεικται γὰρ νῦν, ὅτε ἡ μείζων ἐνδεχομένη 7], ἐνδεχόμενον τὸ συμπέρασμα. ἀλλ’ ὅσον ἐπὶ τῇ ἀγωγῇ ταύτῃ, καὶ ὅτε ἡ μείζων ὑπάρχουσα ἀποφατική ἐστιν, ἐνδεχόμενον συνάγεται. τί δὲ κωλύει καὶ νῦν τῷ κατὰ παντὸς χρήσασθαι καὶ τέλειον ποιεῖν τὸν συλλογισμόν; εἰ γὰρ ὅτι οὔπω γέγονεν μέρος τὸ Γ τοῦ Β, ἀλλὰ καὶ πάλαι οὔπω μέρος ἦν τὸ Β τοῦ Α. p. 34b3 Ποιῆσαι τὸ ἀδύνατον. οὐκ ἔστιν αὕτη κυρίως κυρίως εἰς ἀδύνατον ἀπαγωγή· οὐ γὰρ μέρος γέγονε τοῦ συλλογισμοῦ ἡ ὑπόθεσις τοῦ ἀντικειμένου· καὶ οὕτως ἔστιν πᾶσαν ἐπ’ εὐθείας δεῖξιν εἰς ἀδύνατον λέγειν. p. 34b7 Δεῖ δὲ λαμβάνειν. οὐ δεῖ τὴν ὑπάρχουσαν πρότασιν, φησίν, ἐξ ὑποθέσεως ἀληθεύειν, οἷον ἄνθρωπος παντὶ κινουμένῳ ὑπαρχόντως (τοῦτο γὰρ ἀληθές, f. 239v ἔστ’ ἂν μόνοι ἄνθρωποι κινῶνται), ἐπεὶ οὐκ ἔστι συλλογισμός· συνάγεται γὰρ καὶ τὸ οὐδενὶ ἐξ ἀνάγκης καὶ τὸ παντὶ ἐξ ἀνάγκης, ὡς διὰ τῶν ὅρων ἀπέδειξεν. οὐ προσιέμεθα δὲ τὴν ἐξήγησιν ταύτην· οἶδε γὰρ ὁ Ἀριστοτέλης διαφορὰν ὑπάρχοντος καὶ ἀναγκαίου. ἕτεροι τὸ αὐτὸ ἐξηγοῦνται οὕτως· οὐ δεῖ τὸ ἀληθὲς τῆς ὑπαρχούσης τῷ χρόνῳ ὁρίζεσθαι τῆς ἐνδεχομένης καὶ ἀληθεύειν τὴν ὑπάρχουσαν, ἔστ’ ἄν ἡ ἐνδεχομένη μὴ γένηται ὑπάρχουσα, ὥσπερ νῦν· ἄνθρωπος γὰρ παντὶ κινουμένῳ ὑπάρχει, ἔστ’ ἄν ἐνδέχηται κινούμενον παντὶ ἵππῳ· εἰ δὲ καὶ κινούμενον παντὶ ἵππῳ ὑπάρχει, οὐκέτι ἄνθρωπος παντὶ κινουμένῳ. οὐ δεῖ δὲ τὸ ἀληθὲς τῆς ὑπαρχούσης τῷ χρόνῳ τῆς ἐνδεχομένης κρίνεσθαι, ἐπεὶ οὐκ ἔστι συλλογισμός· καὶ γὰρ τὸ οὐδενὶ καὶ τὸ παντὶ ἐξ ἀνάγκης συνάγεται. καὶ διὰ τοῦτο καὶ προσεχῶς ἔλεγεν ὁ Ἀριστοτέλης ὅτι ἄτοπον τὸ αὐτὸ τῷ αὐτῷ καὶ παντὶ ὑπάρχειν πρὸ τῆς ἐκβάσεως τοῦ ἐνδεχομένου καὶ οὐ παντὶ μετὰ τὴν ἔκβασιν ἐνδεχομένου. οὐδὲ ταύτην προσιέμεθα τὴν ἐξήγησιν· οἱ γὰρ ἐν τῇ λέξει δεύτεροι ὅροι οὐ συνᾴδουσιν αὐτῇ· οὐδὲ γὰρ ἐν αὐτοῖς τὸ ἀληθὲς τῆς ὑπαρχούσης τῷ χρόνῳ τῆς ἐνδεχομένης κρίνεται. μήποτε οὑν τὸ λεγόμενόν ἐστιν, ὅτι δεῖ ἐν τῇ ὑπαρχούσῃ προτάσει τὸ κατηγορούμενον πεφυκέναι ὅλῳ τῷ ὑποκειμένῳ ὑπάρχειν, οἷον περιπατοῦν παντὶ ἀνθρώπῳ, ἵνα πρὸς μόνον τὸ ἐκβεβηκέναι ὑποθέσεως δεώμεθα, οὐχὶ δὲ καὶ πρὸς τὸ ὑπάρχειν, ὡς ἐπὶ τοῦ ἄνθρωπος παντὶ κινουμένῳ ἢ ζῷον παντὶ κινουμένῳ. τούτων προσληφθέντων τὸ Α οὐδενὶ τῷ Β ὑπαρχόντως, τὸ Β παντὶ τῷ Γ ἐνδεχομένως· λέγω ὅτι τὸ Α οὐδενὶ τῷ Γ ἐνδεχομένως. εἰ γὰρ τοῦτο ψεῦδος, τὸ Α τῷ Γ ἀνάγκη τινί· καὶ ἐπεὶ τὸ Β τῷ Γ ἐνδεχομένως παντί, μὴ μενέτω ἐνδεχομένη ἡ ΒΓ πρότασις (οὔπω 1 ὑπαρχέτω scripsi: ὑπάρχει P 6 ἐπιγράψωμεν P ad 10 in mrg. ascr. τὸ ἐνδεχόμενον εἰ (1. ἡ) μήπω ὄν εἰς ὑπάρχον μεταβάλλοντες P 14 fort, ἦν ὅσον scripsi: ὅσαι P 15 ἀποφατική] τ ex στ corr. P 17 τοῦ prius ex τῶν corr. in ras. P 20 ἐπευθεῖαν P 23 inter μόνοι et ἄνθρ. ras. P κινοῦνται P fort, ἔσται ut p. 34b 10; sed cf. vs. 31 27 ἡ scripsi: ἦι P 28 ἐνδέχεται P 29 ἄνθρωπος scripsi: ἄνθρωπον P 34 <τοῦ> ἐνδ. conicio προσιέμεθα scripsi cf. vs. 24. προϊέμεθα P 39 τὸ scripsi: τῶι P ἄνθρωπος scripsi: ἀνθρώπου P 40 an προληφθέντων? ἐνδεχομένως scripsi: ἐνδεχομένωι P itemque vs. 41 γὰρ ἴσμεν τὴν μῖξιν ἀναγκαίου καὶ ἐνδεχομένου), | ἀλλὰ γινέσθω ὑπάρχουσα διὰ f. 240r τὸν ὁρισμὸν τοῦ ἐνδεχομένου· ἐπεὶ οὖν τὸ Α τῷ Γ ἀνάγκη τινί, τὸ δέ Β τῷ Γ ὑπάρχει παντί, ἐν τρίτῳ ἄρα σχήματι, ἐν ᾦ τῇ μὴ ἀντιστρεφομένῃ ἕπεται τὸ συμπέρασμα δι’ ἀντιστροφῆς τῆς ἀποδείξεως γινομένης, τὸ Α τῷ Β ὑπάρχει τινί· ἀλλὰ καὶ οὐδενί· ὅπερ ἀδύνατον· οὐκ ἄρα τὸ Α τῷ Γ ἀνάγκη τινί· ἐνδέχεται ἄρα οὐδενί· ὅπερ προέκειτο δεῖξαι. πλήν, φησίν, οὑ τό διορισθὲν ἐνδεχόμενον συνάγεται ἀλλὰ τὸ ἐξ ἡμισείας ἐνδεχόμενον καὶ τὸ ἐξ ἡμισείας ἀναγκαῖον, ὅπερ καλεῖ οὐδενὶ ἐξ ἀνάγκης διὰ τὸ ἀληθεύεσθαι καὶ κατὰ τοῦ ἐξ ἀνάγκης οὐδενὶ καὶ κατὰ τοῦ ἐνδέχεσθαι μηδενί. ἡ γὰρ ἐνδέχεται οὐδενί, φησίν, συναληθεύει τῇ ἐνδέχεται παντί· καὶ τῇ μὲν ἐνδέχεται οὐδενὶ ἀντίκειται ἡ ἐξ ἀνάγκης τινί, τῇ δ’ ἐνδέχεται παντὶ ἡ ἐξ ἀνάγκης οὐ παντί· ὥστε καὶ τῇ ἐνδέχεται οὐδενὶ ἄμφω ἅμα ἀντιφατικῶς μάχονται, δι’ αὐτὴν μὲν τὴν ἐνδέχεται οὐδενὶ ἡ ἐξ ἀνάγκης τινί, διὰ δὲ τὴν ἐνδέχεται παντὶ ἡ ἐξ ἀνάγκης οὐ παντί· καὶ γὰρ οὐκ ἀληθὲς ἢ ἐνδέχεται οὐδενὶ ἢ ἐξ ἀνάγκης τινί, ἐπειδὴ ψευδῆ ἀμφότερα κατὰ τοῦ πάντα ἄνθρωπον πτερωτὸν εἶναι. δεῖ οὖν τὸν μέλλοντα εἰσαγαγεῖν τὸ ἐνδέχεται μηδενὶ ἄμφω τὰ ἀντικείμενα ἀνελεῖν, τὸ ἐξ ἀνάγκης τινὶ καὶ τὸ ἐξ ἀνάγκης οὐ παντί. νῦν δὲ τῷ ἐξ ἀνάγκης οὐ παντὶ οὐδὲν ἕπεται ἄτοπον· καὶ γὰρ ὁ πέμπτος τρόπος τοῦ τρίτου σχήματος, ἐν ᾦ τῇ χείρονι ἕπεται τὸ συμπέρασμα· καὶ διὰ τοῦτο τὸ Α τῷ Β ὑπάρχει οὐ παντί· ἦν δὲ καὶ οὐδενὶ ὑπάρχον· καὶ οὐδὲν ἄτοπον, ἀλλᾶ καὶ ἀναγκαῖον. ἐπεὶ οὖν μόνον τὸ ἀνάγκη τινὶ ἀνῄρηται, οὐχὶ δὲ καὶ τὸ ἀνάγκη οὐ παντί, ἅπερ ἄμφω ἀντίκεινται τῷ ἐνδέχεται μηδενί, ἐξ ἡμισείας τὸ ἐνδεχόμενον ἀνῄρηται καὶ τὸ ἀναγκαῖον· καὶ διὰ τοῦτο <τὸ> συναγόμενον ἐξ ἡμισείας ἐστὶν ἐνδεχόμενον καὶ ἀναγκαῖον, ὅπερ καλεῖ ἐξ ἀνάγκης ὡς τοῦ τινὶ ἀνῃρημένου καὶ ὡς τοῦ οὐδενὶ ἐξ ἀνάγκης φερομένου καὶ κατὰ τοῦ ἐξ ἀνάγκης οὐδενὶ καὶ κατὰ τοῦ ἐνδέχεται μηδενί. οὐκ ἄρα | καλῶς λαμβάνονται f. 240v αἱ ἀντιφάσεις ἐν τῇ πραγματείᾳ ταύτῃ ἀντιτιθέντων ἡμῶν τρόπον τρόπῳ, ποσόν ποσῷ, ποιὸν ποιῷ· τῇ γὰρ ἐνδέχεται οὐδενὶ οὐ μόνη ἀντιφάσκει ἡ ἀνάγκη τινὶ ἀλλὰ μετὰ τῆς ἀνάγκη οὐ παντί· καὶ αἱ δύο ἅμα ὡς μία, ἡ ἐνδέχεται παντὶ καὶ ἡ ἐνδέχεται οὐδενί, ταῖς δύο ἄμα ὡς μιᾷ ἀντιφάσκουσι, τῇ ἀνάγκη τινὶ καὶ τῇ ἀνάγκη οὐ παντί. οὐ γὰρ πᾶν ἣ ἐνδέχεται οὐδενὶ ἡ ἀνάγκη τινί· ἐπὶ γὰρ τοῦ πᾶς ἄνθρωπος πτερωτός ψεῦδος καὶ τὸ ἐνδέχεται οὐδενί ἀναγκαίως γὰρ ὁ ἄνθρωπος οὐ πτερωτός) καὶ τὸ ἀνάγκη τινί. ὁμοίως οὐ πᾶν ἡ ἐνδέχεται παντὶ ἣ ἀνάγκη οὐ παντί· ἄμφω γὰρ ψευδῆ ἐπὶ τοῦ πᾶς ἄνθρωπος ζῷον. ἐνδέχεται οὐδενί (??) ἀνάγκη οὐδενί (??) ἐνδέχεται τινί (??) ἀνάγκη τινί (??) ἐνδέχεται παντί (??) ἀνάγκη τινί (??) ἐνδέχεται οὐ παντί (??) ἀνάγκη οὐ παντί.) p. 34 b 28 Αὕτη γὰρ ἡ ἀντίφασις. ἀντιφάσκει γὰρ τῷ ἐξ ἀνάγκης τινὶ τὸ οὐδενὶ ἐξ ἀνάγκης· οὐ γὰρ δι’ ἀδυνάτου εἰσάγει τὸ ἀντικείμενον τῷ ἀναιρουμένῳ. p. 34b32 Ἔστω γὰρ γὰρ τὸ μὲν Α. οὐ καλῶς εἰλημμένοι εἰσὶν οἱ ὅροι· ἀναγκαίως γὰρ ὁ κόραξ, οὐχὶ δὲ ὑπαρχόντως οὐδενὶ διανοουμένῳ ὑπάρχει· καὶ ἡ ἐπιστήμη ἀναγκαίως καίως οὐκ ἔστιν κινούμενον, εἰ μὴ ἄρα τὴν ἐπιστήμην ὡς ἐπιστήμονα λάβωμεν. καὶ μάλιστα διὰ τὸ πρῶτον ἔγκλημα ἐπάγει ληπτέον δὲ βέλτιον τοὺς ὅρους· οἷον λευκὸν παντὶ κύκνῳ ἐξ ἀνάγκης διὰ μέσου τοῦ κινουμένου, καὶ λευκὸν οὐδενὶ κόρακι ἐξ ἀνάγκης διὰ μέσου τοῦ αὐτοῦ. p. 35a19 Ὅπερ ἐστὶν ἀληθές. καίτοι ψεῦδός ἐστιν, εἰ καὶ δυνατόν, τὸ ἐνδέχεται ὑπάρχον ὑποθέσθαι. ὅπερ οὑν ἀληθές ἐστιν δυνάμει, εἰ καὶ μὴ ἐνεργείᾳ. 2 Β scripsi: Α P 9 ἐνδέχεται alt.] τ in ras. P 13 ἡ—ἡ P 15 τῷ scripsi: τὸ P 16 fort. γίνεται γὰρ τρίτου scripsi: Ε P 21 τὸ acldidi ἀναγκαῖον scripsi: ἀνάγκη P 22 τοῦ—τοῦ scripsi: τὸ—τὸ P 30 ὁμοίως scripsi: ὁμοίων P 38 εἰλημμένον P ἀναγκαῖος P p. 35a23 ἄθροι δὲ κοινοί. καὶ νῦν ληπτέον βέλτιον τοὺς ὅρους· ἀναγκαίως τὸ κινούμενον. p. 35a25 Ὅτι ἐπὶ τῶν ἐξ ἀμφοτέρων καθόλου τῆς ἐλάττονος ἐνδεχομένης οὔσης 5 ἀεὶ γίνεται συλλογισμός. p. 35a28 Πλὴν ὁτὲ μὲν ἐ.ξ αὐτῶν. καίτοι πάντες ἀτελεῖς εἰσιν οἱ ἔχοντες 241r τὴν ἐλάττονα ἐνδεχομένην. ἐξ αὐτῶν οὖν οὐχ ὡς τέλειοι ἀλλ’ ὡς δεόμενοι τῆς κατὰ τὸ ποιὸν μεταβάσεως. εἰ μὲν ἡ ἐλάττων καταφατική, δι’ ἀδυνάτου, εἰ δὲ ἀποφατική, πρότερον δι’ ἀντιστροφῆς πέφυκε γὰρ τὸ ἐνδεχόμενον καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν), εἶτα δι’ ἀδυνάτου, ἐπειδὴ καὶ ὁ καταφατικὸς συλλογισμός, ᾧ χρώμεθα. p. 35a30 Ἐὰν δὲ τὸ μὲν καθόλου τὸ δ᾿ ἐν μέρει. οἱ ἔχοντες τὴν μείζονα καθόλου ἐνδεχομένην τὴν δ’ ἐλάττονα μερικὴν ὑπάρχουσαν καταφατικὴν τέλειοί εἰσιν· διὰ γὰρ τοῦ κατὰ παντὸς καὶ κατὰ μηδενὸς δείκνυνται· καὶ τὸ κυρίως ἐνδεχόμενον συνάγουσι. p. 35a35 Ἐὰν δὲ καθόλου μέν. οἱ ἔχοντες τὴν μείζονα καθόλου ὑπάρχουσαν τὴν δ’ ἐλάττονα μερικὴν ἐνδεχομένην ἀτελεῖς εἰσιν· εἰ μὲν γὰρ ἡ ἐλάττων καταφατικὴ ᾖ, δι’ ἀδυνάτου δείκνυνται· εἰ δὲ ἀποφατική, πρῶτον δέονται τῆς ἀντιστροφῆς, εἶτά δι’ ἀδυνάτου. τὸ γὰρ οἱ δὲ δι’ ἀντισττροφῆς τῷ ‘οἱ δὲ καὶ δι’ ἀντιστροφῆς καὶ ὡς ἐπὶ τοῦ καθόλου. καὶ εἰ ἡ μείζων ὑπάρχουσα ἀποφατικὴ ᾗ, τὸ ἐξ ἡμισείας ἀναγκαῖον καὶ ἐνδεχόμενον συνάγεται καὶ νῦν, x003E; δὲ ὑπάρχουσα καταφατική, τὸ κυρίως ἐνδε- χόμενον. p. 35b2 Ἔσται δὲ συλλογισμὸς δι᾿ ἀντιστροφῆς. εἰ μὲν ἡ ἐλάττων ἐνδεχομένη μερικὴ ἀποφατικὴ ᾗ, ἔσται συλλογισμός· δύναται γὰρ μεταβάλλειν εἰς κατάφασιν· εἰ δὲ ὑπάρχουσα μερικὴ ἀποφατικὴ ᾖ, οὐκ ἔστι συλλογισμός· τὸ γὰρ οὐ παντὶ ἀληθεύει καὶ ἐπὶ τοῦ οὐδενί· τῆς δ’ ἐλάττονος ὑπαρχούσης καθόλου ἀποφατικῆς οὔσης δέδεικται ὅτι οὐ γίνεται συλλογισμός. p. 35b9 Ὅροι τοῦ μέν. ληπτέον καὶ νῦν βέλτιον τοὺς ὅρους· λευκὸν γὰρ τινὶ ζῴῳ ἐξ ἀνάγκης καὶ ἐξ ἀνάγκης οὑ παντὶ ζῴῳ· καὶ ζῷον ἐξ ἀνάγκης οὐδεμιᾷ κινήσει ἡ πίττῃ. εἰσὶν οὖν οἱ ὑγιεῖς ὅροι τοῦ παντὶ ἐξ ἀνάγκης κ·ινούμενον, λευκόν, βαδίζον, τοῦ μηδενὶ ἐξ ἀνάγκης κινούμενον, λευκόν, ἑστός. p. 35b15 Εἴτε ἐνδέχεσθαι λαμβάνουσαι|εἴτε ὑπάρχειν εἴτε ἐναλλάξ f. 241v μόνον τὸ τρίτον οἰκεῖον τοῖς παροῦσι λόγοις, ἀλλ’ ὡς φιλοκαθόλου καὶ τὰ πρῶτα δύο παρελάβομεν. p. 35b20 Φανερὸν ὅτι τοῦ μὲν πρὸς τὸ μεῖζον ἄκρον καθόλου τεθέντος ἀεὶ ἀεὶ γίνεται συλλογισμός τί οὖν, κἂν ἐλάττων ὑπάρχουσα ἀνποφατικὴ ᾖ; ἡ τῆς ἐλάττονος καταφατικῆς οὔσης, τῆς δὲ μείζονος καταφατικῆς <ἢ ἀποφατικῆς) τῆς δὲ μείζονος καθόλου, ἀεὶ γίνεται συλλογισμός, ὡς ἄν ἔχῃ τὸ ὑπάρχον καὶ ἐνδε- της οε μ. χόμενον ἐν τῇ τάξει.