Cod. Paris. 2064 ΣΧΟΛIΑ ΕΙΣ TO Α ΤΩΝ ΠΡΟΤΕΡΩΝ ΑΝΑΛΥΤΙΚΩΝ ΑΠΟ f. 88r ΦΩΝΗΣ ΑΜΜΩΝΙΟΥ Ὁ φιλόσοφος ὅτε περὶ φωνῶν διαλέγεται, οὐ περὶ τῶν ἀσήμων διαλέγεται, ἀλλὰ περὶ τῶν σημαντικῶν. σκοπὸς γάρ ἐστιν αὐτῷ ἡ τῶν πραγμάτων ἐξέτασις· πρὸς δὲ τοῦτο οὐδὲν αὐτῷ συντελοῦσιν αἱ ἄσημοι φωναὶ ἀλλ’ αἱ σημαντικαὶ τῶν πραγμάτων. τί γὰρ αὐτῷ συντελεῖ περὶ τοῦ βλίτυρι καὶ τοῦ σκινδαψὸς καὶ τῶν τοιούτων διαλαβεῖν; περὶ φωνῶν οὖν διέλαβεν ἐν ταῖς Κατηγορίαις, οὐκ ἀσήμων ἀλλὰ περὶ φωνῶν σημαντικῶν τῶν πραγμάτων διὰ μέσων τῶν νοημάτων. καὶ καλῶς Θεόδωρος λέγει δύνασθαι διττὸν εἶναι τὸν σκοπὸν τῶν Κατηγοριῶν, καὶ περὶ φωνῶν καὶ περὶ πραγμάτων. ᾗ μὲν γὰρ πρόκειται αὐτῷ διδάξαι ἡμᾶς περὶ ἁπλῶν φωνῶν καὶ ἀρχή ἐστιν πάσης τῆς λογικῆς πραγματείας, περὶ φωνῶν ἐροῦμεν τὸν σκοπόν· ᾗ δὲ οὐ περὶ ἁπλῶν φωνῶν πρόκειται αὐτῷ λέγειν ἀλλὰ περὶ σημαντικῶν τῶν πραγμάτων καὶ ἀρχή ἐστιν πάσης φιλοσοφίας τὸ βιβλίον, περὶ πραγμάτων ἐροῦμεν τὸν σκοπόν. εἰ δὲ περὶ φωνῶν καὶ πραγμάτων, πρόδηλον ὅτι καὶ περὶ τῶν μέσων τούτων, τῶν νοημάτων. ὥστε ἐν μὲν ταῖς Κατηγορίαις διέλαβεν περὶ ἁπλῶν φωνῶν σημαντικῶν τῶν πραγμάτων διὰ μέσων τῶν νοημάτων, ἐν δὲ τῷ Περὶ ἑρμηνείας ἀκολούθως μετὰ τὰς ἁπλᾶς φωνὰς διέλαβεν πρῶτον περὶ ὀνόματος καὶ ῥήματος, καὶ τούτων οὐκ ἀσήμων ἀλλὰ σημαντικῶν· ἀκόλουθον γὰρ ἦν μετὰ τὰς ἁπλᾶς φωνὰς διαλαβεῖν περὶ ὀνόματος καὶ ῥήματος † δὲ κατὰ δευτέραν θέσιν τεθεῖσθαι λέγεται. πρῶτον γὰρ ἔθεντο τοῖς πράγμασιν κατὰ πρώτην θέσιν τὰς ἁπλᾶς φωνάς· εἶτα τούτων τῶν ἁπλῶν φωνῶν κατὰ δευτέραν θέσιν ἔθεντο τὰς μὲν ὀνοματικὰς τὰς δὲ ῥηματικάς. ἀκολούθως οὖν μετὰ τὸ διαλαβεῖν ἐν ταῖς Κατηγορίαις περὶ ἁπλῶν φωνῶν διέλαβεν ἐν τῷ Περὶ ἑρμηνείας πρῶτον | μὲν περὶ ὀνόματος καὶ ῥήματος, f. 88v ἔπειτα δὲ ἀκολούθως μετὰ τὸ ὄνομα καὶ τὸ ῥῆμα περὶ λόγου, ὅς ἐστιν ἐξ ὀνόματος καὶ ῥήματος, καὶ περὶ λόγου οὐ παντὸς ἀλλὰ τοῦ ἀποφαντικοῦ. 2 ΑΜΜΟΝΙΟΥ P 9 θεόδορος P 16 νοημάτων] ὁ in ras. Ρ1 21 δὲ in ras. Ρ1: fortasse ἃ Comment. Arist. IV 6. Ammon. in Anal. Prior. 1 καὶ σαφῶς λέγει· “ὁ δὲ ἀποφαντικὸς λόγος τῆς νῦν θεωρίας ἐστίν·” “ἀποφαντικὸς δὲ οὐ πᾶς, ἀλλ’ ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχει”. ὥστε οὐ περὶ παντὸς λόγου ἐκεῖ διαλαμβάνει, οὔτε περὶ τοῦ εὐκτικοῦ οὔτε περὶ τοῦ προστακτικοῦ οὔτε ἄλλου τινὸς ἤτοι τῶν πέντε κατὰ τοὺς Περιπατητικοὺς ἢ τῶν δέκα κατὰ τοὺς Στωικοὺς πλὴν τοῦ ἀποφαντικοῦ. ἀκόλουθον λουθον δέ ἐστιν μετὰ τὸ διαλαβεῖν περὶ ἑνὸς λόγου διαλαβεῖν καὶ περὶ δύο λόγων καὶ τριῶν καὶ ἀπλῶς συλλογῆς λόγων. ἡ δὲ τῶν λόγων συλλογὴ συλλογισμός ἐστιν· ἀκολούθως οὖν μετὰ τὸ εἰπεῖν περὶ λόγου ἐρεῖ περὶ συλλογισμοῦ. καὶ εἰ μὲν μὴ διάφορα ἦν τὰ εἴδη τῶν συλλογισμῶν ἀλλὰ πάντων ἓν ἦν εἶδος, ἤρκεσεν ἂν μία πραγματεία. νῦν δὲ διάφορά ἐστιν εἴδη συλλογισμῶν· οἱ μὲν γάρ εἰσιν ἀποδεικτικοί, οἱ δὲ διαλεκτικοί, οἱ δὲ σοφιστικοί. καὶ ἀποδεικτικοὶ μέν εἰσιν οἱ ἐπιστημονικοί, οἷς οἱ ἀπιστήμονες κέχρηνται πρὸς τὰς ἀποδείξεις, ἀληθέστατοι ὄντες καὶ δι’ ἀληθεστάτων ὁδεύοντες· διαλεκτικοὶ δέ εἰσιν οἱ ποτὲ μὲν ἀληθεῖς ποτὲ δὲ ψευδεῖς δι’ ἐνδόξων ὁδεύοντες, οἷς κέχρηνται πρὸς γυμνασίαν· σοφιστικοὶ δέ εἰσιν οἱ ψευδεῖς, δι’ ὧν οἱ σοφισταὶ ἀπατῶσιν. καὶ περὶ μὲν τῶν ἀποδεικτικῶν διαλαμβάνει ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς, περὶ δὲ τῶν διαλεκτικῶν ἐν τοῖς τόποις, περὶ δὲ τῶν σοφιστικῶν ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις. ἔστιν δὲ καὶ ἄλλο εἶδος συλλογισμῶν τὸ καλούμενον πειραστικόν, ᾧ αὐτὸς μὲν οὐ κέχρηται, ὁ δὲ Πλατῶν κέχρηται καὶ αὐτῷ. φασὶν δὲ τὸν πειραστικὸν περιέχεσθαι ἐν τῷ σοφιστικῷ· τῇ γὰρ προαιρέσει μόνῃ διαφέρειν τὸν αὐτὸν ὄντα. ὁ μὲν γὰρ σοφιστικὸς μοχθηρὰν ἔχει προαίρεσιν, ὁ δὲ πειραστικὸς βελτίστην· ὁ γὰρ κεχρημένος αὐτῷ πειρᾶται τοῦ προσδιαλεγομένου, οὐχ ὡς ὁ σοφιστικὸς | ἵνα ἀπατήσῃ, ἀλλ’ ἵνα διδάξῃ μὴ ἀπατᾶσθαι, f. 89r καὶ τούτου πεῖραν λαμβάνει, εἴτε δύναται ἀπατᾶσθαι εἴτε μή, ἵνα διδάξῃ αὐτὸν μὴ ἀπατᾶσθαι, ὡς ὁ Εὐκλείδης διδάσκει ἡμᾶς διὰ τῶν ψευδαρίων μὴ ἀπατᾶσθαι ἐν τοῖς Θεωρήμασιν. οὕτως μὲν οὖν τοῖς διαφόροις εἴδεσι τῶν συλλογισμῶν συνδιεῖλεν τὰς πραγματείας ὁ Ἀριστοτέλης, ὧν ἡ διαφορὰ ὡς τύπῳ εἰπεῖν εἴρηται. λάβοις δ’ ἂν ἀκριβῶς τὰς διαφορὰς αὐτῶν, εἰ λαβὼν τὰ τρία ταῦτα, τὸ γιγνῶσκον, τὸ γιγνωσκόμενον, τὴν μεταξὺ τούτων γνῶσιν, ἀπὸ ἑκάστου δείξειας τὴν τῶν συλλογισμῶν διαφοράν. οἷον τὸ γιγνῶσκον ἐνταῦθα τὰ πράγματα διὰ τῶν συλλογισμῶν ἡ ψυχή ἐστιν τριδύναμος οὖσα· ἔχει γὰρ τὸ διανοητικόν, τὸ δοξαστικόν, τὸ φανταστικόν. καὶ τῷ μὲν διανοητικῷ ἐπιστημονικῶς καὶ ἀπταίστως πάντα μετ’ αἰτίας γιγνώσκει· τῷ δὲ δοξαστικῷ τινὰ μὲν ὀρθῶς τινὰ δὲ οὐκ ὀρθῶς· ἡ γὰρ δόξα οὐκ ἔχουσα τὸ σταθερὸν τῆς διανοίας ἀλλὰ καὶ πλησιάζουσα τῇ φαντασίᾳ ποτὲ καὶ πταίει· ἡ δὲ φαντασία περὶ τὰ φαινόμενα ἔχει καὶ 1 λέγει] De interpret, c. 4 p 17a6. 2 3 ἐφεκτικοῦ Waitz Organ. 143 ἐβκτικοῦ in P scriptum esse arbitratus) 5 στοϊκούς P 7 λόγον (post δύο) P 8 post οὖν superscr. τί P1 cf. p. 23,22 9 εἰ in ras. P1 μὴ] ἡ corr. ex ι P1 διάφορα scripsi: ἀδιάφορα P 19 ᾧ scripsi: ὃ P 21 περιέρχεσθαι P 22 σοφιστικῶς (sic) P 23 προδιαλεγομένου P 24 οὐχ ὡς ὁ scripsi: οὐχ’ ὣ corr. ex οὐχ’ ὁ P 32 γιγνῶσκον scripsi: γιγνώσκειν P πταίει. κατὰ τὰς διαφορὰς τούτων τῶν γνωστικῶν δυνάμεων τῆς ψυχῆς λάμβανε τὰς διαφορὰς τῶν συλλογισμῶν. οἱ μὲν γὰρ ἀποδεικτικοὶ ἐπιστημονικοί εἰσιν δι’ ἀληθῶν ἀποδείξεων ἐπιστημονικῶς ὁδεύοντες· οἷον θέλω ἀποδεῖξαι ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν, καὶ λέγω· ἡ ψυχὴ αὐτοκίνητός ἐστιν· πᾶν αὐτοκίνητον ἀεικίνητον· πᾶν ἀεικίνητον ἀθάνατον· ἡ ψυχὴ ὄρα ἀθάνατος. οἱ δὲ διαλεκτικοὶ δοξαστικοί εἰσιν δι’ ἐνδόξων ὁδεύοντες· οἷον ἡ δεῖνα ὠχρά ἐστιν· πᾶσα ὠχρὰ τέτοκεν· ἡ δεῖνα ἄρα τέτοκεν. τοῦτο εἰκός ἐστιν ἀληθές, εἰκὸς δὲ καὶ ψευδές· εἰκὸς μὲν γὰρ αὐτὴν τετοκυῖαν ὠχρὰν εἶναι, εἰκὸς δὲ καὶ μὴ τετοκυῖαν ὑπὸ ἄλλης τινὸς αἰτίας. καὶ ἐπὶ τούτου· ὁ δεῖνα καλλωπιστής ἐστι· πᾶς καλλωπιστὴς μοιχός· ὁ δεῖνα ἄρα μοιχός· εἰκὸς γὰρ τινὰ καὶ καλλωπιζόμενον μὴ εἶναι μοιχόν. οἱ δὲ σοφιστικοὶ φαντα|σιώδεις εἰσὶν μηδὲ τὸ φαινόμενον ἔχοντες· οἷον ὃ ὁρᾷ τις, f. 89v τοῦτο ὁρᾷ· τὸν τοῖχον ὁρᾷ τις· ὁ τοῖχος ἄρα ὁρᾷ. ὁ ἐτερόφθαλμος ὁρᾷ· πᾶς ὁρῶν ὀφθαλμοὺς ἔχει· ὁ ἑτερόφθαλμος ἄρα ὀφθαλμοὺς ἔχει. αὕτη μὲν οὖν ἡ διαφορὰ αὐτῶν ἔστω εἰλημμένη ἀπὸ τοῦ γιγνώσκοντος· εἴληπται γὰρ ἀπὸ τῶν τῆς ψυχῆς δυνάμεων, ἥτις ἐνταῦθα διὰ συλλογισμῶν γιγνώσκει τὰ πράγματα. οὐ παρείληπται δὲ ἡ νοερὰ δύναμις τῆς ψυχῆς, ἐπειδὴ ἐκείνη οὐ διὰ συλλογισμῶν ἀλλ’ ἁπλαῖς ἐπιβολαῖς γινώσκει ἃ γινώσκει. ἀπὸ δὲ τοῦ γινωσκομένου εἰλήφθω· ἢ ὄντα ἐστὶν καὶ ἀεὶ ὡσαύτως ἔχοντα, ὡς τὰ νοητά, τὰ οὐράνια, ἢ μὴ ὄντα ἐστίν, ὡς ὁ τραγέλαφος καὶ ὁ σκινδαψὸς καὶ τὸ βλίτυρι καὶ ὅσα τοιαῦτα, ἢ πῇ μὲν ὄντα πῇ δὲ οὐκ ὄντα, ὡς τὰ ἐν γενέσει καὶ φθορᾷ. ὁ μὲν οὖν ἀποδεικτικὸς συλλογισμὸς περὶ τὰ ὄντα καὶ ἀεὶ ὡσαύτως ἔχοντά ἐστιν· ὁ δὲ σοφιστικὸς περὶ τὰ μὴ ὄντα, ὡς καὶ ὁ θεῖος Πλατῶν λέγει ἐν τῷ Σοφιστῇ ὅτι περὶ τὸ μὴ ὃν ἔχει· ὁ δὲ διαλεκτικὸς ἔχει περὶ τὰ ποτὲ μὲν ὄντα ποτὲ δὲ μὴ ὄντα. λάμβανε δὲ καὶ ἀπὸ τῆς γνώσεως· πᾶσα γνῶσις ἢ ἀεὶ ἀληθής ἐστιν ἡ ἀεὶ ψευδὴς ἢ ποτὲ μὲν ἀληθὴς ποτὲ δὲ ψευδής· ὁ ἀποδεικτικὸς συλλογισμὸς ἀεὶ ἀληθής ἐστιν, ὁ σοφιστικὸς ἀεὶ ψευδής, ὁ διαλεκτικὸς ποτὲ ἀληθὴς ποτὲ ψευδής. ἔχομεν οὖν τὴν διαφορὰν αὐτῶν ἀπὸ τοῦ γινώσκοντος, ἀπὸ τοῦ γινωσκομένου, ἀπὸ τῆς γνώσεως. λέγει δὲ καὶ ἄλλω ἀπὸ τῶν πραγμάτων· πάντα τὰ πράγματα ἢ αὐτόθεν αἱρετά ἐστιν καὶ ἀγαθά, ἢ αὐτόθεν κακὰ καὶ φευκτά, ἢ ἀναγκαῖα· ὁ ἀποδεικτικὸς αἱρετός ἐστιν· ὁ σοφιστικὸς φευκτός· διὸ καὶ διδασκόμεθα αὐτόν, ἵνα φύγωμεν αὐτόν· τὰ μὲν γὰρ ἀγαθὰ μανθάνομεν, ἵνα κεχρήμεθα αὐτοῖς, τὰ δὲ κακά, ἵνα φύγωμεν, ὡς ὁ ἰατρὸς τὰ νοσώδη· ὁ δὲ διαλεκτικὸς ἀναγκαῖος· γυμναζόμεθα γὰρ ἐν αὐτοῖς καὶ ἀπ’ αὐτῶν διαβιβαζόμεθα ἐπὶ τὸν ἀποδεικτικόν. ἐπειδὴ οὖν, ὡς εἴρηται, περὶ μὲν ἀποδεικτικοῦ συλλογισμοῦ λέγει | ἐν τοῖς δύο τοῖς f. 90r Ὑστέροις ἀναλυτικοῖς, περὶ δὲ διαλεκτικοῦ ἐν τοῖς τόποις, περὶ δὲ τοῦ σοφιστικοῦ ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις, τὰ δύο τὰ Πρῶτα ἀναλυτικὰ 9 δὲ add. Ρ2 14 ὀφθαλμοὺς prius] οὑς in ras. P1 15 γιγνώσκοτος (sic) P 24 ἐν τῷ Σοφιστῇ] c. 39 p. Α sqq. 29 γινόσκοντος P 30 fort. λέγω ut p. 7,6, at cf. p. 4,27 13,17 34 κεχρήμεθα] cf. p. 9,6 10,3 37 δύο scripsi cf. vs. 39: δευτέροις P ποῦ χοροῦ τάξομεν; τί ἐροῦμεν λείαν αὐτὸν ἐν αὐτοῖς; λέγοῳν ὅτι ἐν τούτοις περὶ ἁπλῶς συλλογισμοῦ λέγει. ἄλλο γάρ ἐστιν ἀλλῶς άμπεῖν περὶ ζῴου. τοῦ γένους, καὶ ἄλλο περὶ τοῦδε τοῦ ζῴου, τοῦ εἴδους· ὥσπερ γὰρ ὁ ἁπλῶς εἰδὼς περὶ τοῦ ζῴου, ὄτι οὐσία ἐστὶν ἔμψυχος αἰψῳκή, οἶὸεν τὰ κοινῶς ὑπάρχοντα πᾶσιν τοῖς ζῴοις, οὕτως ἐνταῦθα λέγει περὶ ἁπλῶς συλλογισμοῦ τοῦ ὡς γένους, καὶ ὅσα λέγει ἐνταῦθα, πα συλλο γισμιῷ ὑπάρχει, καὶ τῷ ἀποδεικτικῷ καὶ τῷ δικτικῷ καὶ τῷ σοφιστικῷ. Ἀλλὰ διὰ τί μὴ ἓν βιβλίον ενγμψεν περὶ τοῦ ἁπλῶς συλλογισμοῦ; λέγομεν ὅτι ὲν παντὶ συλλογισμῷ τὸ μέν τί ἐστιν ὰνλλογον ὕλῃ τὸ δὲ εἴδει. ὕαῃ μὲν οὗν ὰνλλογεῖ τὰ πράγματα αὐτὰ δι’ ὧν ὁ συλλογισμὸς πλέtα̣ται, εἴδει δὲ τὰ σχἡματα· οἱ μὲν γὰρ ἐν πρώτῳ σχήματί εἰσιν, οἱ δὲ ἐν δευτέρῳ, οἱ δὲ ἐν τρίτῳ. οἷον θέλω δεῖξαι ὅτι ἄνθρωπος κεχώρισται τοῦ ἵππου, u καὶ λέγω· πᾶς ἄνθρωπος λογικόν· οὐδὲν λογικὸν ἵππος· οὐδεὶς ἄρα ἇνθρωπος ἵππος. ἐν τούτῳ τῷ συλλογισμῷ ὕλῃ μὲν ἀνλλογεῖ τὸ ἄνθρωπος καὶ τὸ λογικὸν καὶ τὸ ἵππος, εἴδει δὲ τὸ πχῆῳ· ἐν πρωίω γὰρ σχήματί ἐστιν. ἐν δευτέρῳ δὲ σχήματί ἐστιν οὕτως· πᾶς ἄνθρωπος λογικός· οὐὲὶς ἵππος λογικός· οὐδεὶς ἄρα ἄνθρωπος ἵπποζ̣. ἐν μὲν οὖν τῷ πρώτῳ βιβλίῳ διαλλαμβάνει περὶ τῶν ἀνλλογοὑντων τῷ εἴδει, ἐν δὲ τῷ δευτέρῳ περὶ τῶν ἀνλλογούντων τῇ ὕλῃ. ἀπὸ τοῦ πλείονος δέ ἐrιν ἡ διαῴεας αὕτη· <οὐ> γὰρ τελείως αὐτὰ διέστειλεν, ἀλλὰ καὶ ἐν τῷ πρώτῳ περὶ τῶν ἀναλογούντων τῇ ὕγη διαλαμβάνει καὶ ἐν τῷ δευπ́Lοῳ περὶ τῶν ἀνλλογούντων τῷ εἴδει, ἀπὸ τοῦ πλείονός ἐστιν ἡ διαίρεσις· μᾶλλον γὰρ περὶ τῶν τῷ εἴδει ἄναλογούντων διλλαμβἁνει ἐν τῷ πρώτῳ ἢ ἐν τῷ δευτέρῳ, καὶ τὸ ὰνάπλιν ἐν τῷ δευτέρῳ μᾶλλον διαλμβάνει περὶ τῶν ἀνλλογούτων τῶν τῇ ὕλῃ ἢ ἐν τῷ πρώτῳ. ἐπειδὴ οὖν τιμιώτερόν ἐστιν τὸ εἶδος ὸς τῆς υγης. | ἐν τῷ πρώτῳ διλλαμΝνει περὶ τοῦ ὡς ειῶυς, ἐν δὲ τῷ δευτέρῳ f. 90v περὶ τῆς ὕλης. πρὸς δὲ ιούτοις καὶ τοῦτο λέγει, ὅτι τὰ ἐν τῷ πρώτῳ λεγόμενα οἰκεῖά ἐστιν τῇ ἀποδεικτικῇ πραγματείᾳ, τὰ δ’ ἐν τῷ δευτέρῳ τῇ, διλλεκτικῇ· εἰκότως οὖν τὸ μὲν πρῶτόν ὑτιν , τὸ δὲ δεύτερον· καὶ γὰρ πρώτη ἐστὶν ἡ περὶ τοῦ ἀποδεικτικοῦ συλλογισμοῦ φγιuαἀταῃ δευτέρα δὲ ἡ περὶ τοῦ διαλεκτικοῦ. ὅτι δὲ ἐν τοῖς δύο τούτοις ἀπλῶς περὶσυλλογισμοῦ πρόκειται αὐτῷ εἰπεῖν, καὶ αὐτὸζ πολύς ἐστιν μαρτυρῶν τὰ κοινῶς ὑπἁρχοντα παντὶ συλλογισμῷ· πολλαχοῦ γὰρ καὶ ἐν τοῖς Ὑστέροιζ ἀνλλυτικοῖς καὶ ἐν τοῖς Τόποις λέγει 'ὡς εἴρηται ἡμῖν ἐν τοῖς περὶ συλλογισμοῦ’ τὰ δύο ῦ, βιβλία λέγων. ἔχομεν οὖν τὸν σκοπὸν τοῦ βιβλίου, ὅτι περὶ συλλογισμοῦ ἀλλῶς, τὴν τάξιν, ὅτι εἰκότως μετὰ τὸ Περὶ ἑρμηνείας τέτακται, ἐν ᾧ περὶ ἑνὸς λόγω εἶπεν, περὶ συλλ̀ογῆς λόγων, καὶ ὅτι δεῖ πρότερον μαθεῖν τὰ κοινῶς ὑπάρχοντα πᾶσιν τοῖς συλλορσμοῖς, εἶτα τὰ ἰδίως τῷδε καὶ τῷδε ὑπάρχο τὸ χρήσιμον, 1 ποῦ scripsi cf. p. 11,26: ποίου P 2 λέγει scripsi: λόγου P 16 an οὗτος? 20 οὐ addidi 27 immo περὶ τοῦ <ὡς> 33 πολλαχοῦ] velut Anal. Post. I 3 p. 73a 14, 11 p. 77a34, set in Top. nusquam cf. VIII 11 p. 162a11, 13 p. 162b32 38 εἷπεν, 〈τὸ βιβλίον ἐν ᾧ εἶπεν〉 conicio 39 εἶτα. quod post 38 εἶεν habet P, huc transposui cf. p. 7,21 τὰ scripsi: ἃ P ὅτι συντελεῖ ἡμῖν εἰς γνῶσιν παντὸς συλλογισμοῦ δι’ ὧν τὰ πράγματα γνῶναι δυνησόμεθα, ὅτι γνήσια τὰ βιβλία, εἴ γε αὐτὸς αὐτῶν πολλαχοῦ μέμνηται καὶ ἀτελὴς ἦν ἡ λογικὴ τούτων ἐστερημένη, καὶ τὰ ἑξῆς, ὑπὸ ποῖον μέρος ἢ ὄργανον ἀνάγεται, ὅτι ὑπὸ τὴν λογικήν, ἥτις ἐστὶν ὄργανον τῆς φιλοσοφίας. ὑπόλοιπον περὶ τῆς ἐπιγραφῆς εἰπεῖν, διὰ τί Ἀναλυτικὰ ἐπιγέγραπται ἀλλ’ οὐχὶ Περὶ συλλογισμοῦ, περὶ οὗ καὶ πρόκειται αὐτῷ λέγειν, ὡς εἴρηται, καὶ διὰ τί ταῦτα μὲν τὰ δύο βιβλία, περὶ ὧν νῦν πρόκειται αὐτῷ λέγειν, Πρότερα ἀναλυτικὰ ἐπιγέγραπται, τὰ δὲ μετὰ ταῦτα, ἐν οἷς περὶ ἀποδεικτικοῦ συλλογισμοῦ διαλαμβάνει, “Υστερα ἀναλυτικὰ ἀπιγέγραπται. καὶ λέγομεν ὅτι ἔστιν ἐν τοῖς συλλογισμοῖς σύνθεσις, ἔστιν δὲ καὶ ἀνάλυσις, ὥσπερ καὶ παρὰ τοῖς γραμματικοῖς ἔστιν σύνθεσις καὶ ἀνάλυσις, σύνθεσις μὲν καθ’ ἣν ἀπὸ τῶν στοιχείων ἢ τῶν συλλαβῶν συντιθέασιν ὀνόματα ἢ ῥήματα, ἀνάλυσις δὲ καθ’ ἣν τὰ συντεθέντα | ἀναλύουσιν f. 91r ἐπὶ τὰ ἁπλᾶ ἐξ ὧν συνετέθη, εἰς τὰς συλλαβὰς καὶ τὰ στοιχεῖα. ἔστιν δὲ καὶ παρὰ τοῖς φυσιολόγοις σύνθεσις καὶ ἀνάλυσις, σύνθεσις μὲν ἡ γένεσις καθ’ ἣν ἀπὸ τῶν ἁπλῶν ἐπὶ τὰ σύνθετα ἔρχονται, δεικνύντες ὅτι ἀπὸ τῶν δ στοιχείων οἱ δ χυμιὶ ἀφ’ ὧν ἄνθρωποι, ἀνάλυσις δὲ καθ’ ἣν ἀπὸ τῶν συνθέτων ἐπὶ τὰ ἁπλᾶ ἔρχονιαι, οἷον ὁ ἄνθρωπος ἐκ τῶν δ χυμῶν, οἱ δ χυμοὶ ἐκ τῶν δ στοιχείων. καὶ παρὰ τοῖς φιλοσόφοις δὲ ἔστιν σύνθεσις καὶ ἀνάλυσις, σύνθεσις μέν, ὅταν ἀπὸ τῶν ἁπλῶν εἰδῶν ἔλθωσιν ἐπὶ τὰ σύνθετα, οἷον ἀπὸ τοῦ καθ’ αὑτὸ καλοῦ ἐπὶ τὸ ἐν τῶ νῷ καλόν, ἐπὶ τὸ ἐν τῇ ψυχῇ, ἐπὶ τὸ ἐν τοῖς σώμασιν· ἀνάλυσις δέ ἐστιν, ὅταν ἀπὸ τῶν ἐν τοῖς αἰσθητοῖς εἰδῶν ἀναδράμωσιν ἐπὶ τὰ ἐν ἰοῖς νοητοῖς. ἔστιν δὲ καὶ ἐρωτικὴ ἀνάλυσις, ᾗ κέχρηται ἐν τῷ Συμποσίῳ ἀπὸ· ἰοῦ ἐν τοῖς αἰσθητοῖς κάλλους ἀνατρέχων ἐπὶ τὸ νοητὸν νοητὸν ἔστιν δὲ καὶ γεωμετρικὴ ἀνάλυσις † ἡ πῶς τὸ δεύτερον τῶν Εὐκλείδου ἀναλύεται ὅλον. καὶ τήν τοιαύτην ἀνάλυσιν ὁ Γεμῖνος ὁριζόμενός φησιν “ἀνάλυσίς ἐστιν ἀποδείξεως εὕρεσις”· ἀπὸ γὰρ τοῦ συμπεράσματος ἔρχονται οἱ ἀναλύοντες· καὶ ἐὰν εὕρωσιν ἀναλῦσαι, εὐχερῶς ἃ ἀναλύοντες εὑρήκασιν συνθέντες ποιοῦνται τὴν ἀπόδειξιν· ὥστε καλῶς ὡρίσατο τὴν ἀνάλυσιν ἀποδείξεως εὕρεσιν εἶναι. ἔστιν δὲ καὶ παρὰ τοῖς ἀστρονόμοις σύνθεσις καὶ ἀνάλυσις. ἔστιν οὖν καὶ ἐν τοῖς συλλογισμοῖς. καὶ σύνθεσις μέν ἐστιν ἡ συναγωγὴ τῶν λημμάτων καὶ ἡ γένεσις αὐτοῦ τοῦ συλλογισμοῦ· οἷον θέλω ἀποδεῖξαι ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν, καὶ συνάγω λήμματά τινα, ἐξ ὧν πλέκω συλλογισμὸν οὕτω· ἡ ψυχὴ αὐτοκίνητον· ad 1—3 in sinistro margine ascripsit ἐν μὲν τοῖς πρακτικοῖς τὴν τοῦ ἀγαθοῦ καὶ κακοῦ διάκρισιν· ἐν δὲ τοῖς θεωρητικοῖς τὴν τοῦ ἀληθοῦς καὶ ψευδοῦς ἐπιδρομήν P 2 εἴ γε scripsi: εἰ δὲ (sic) P ad 3—7 in dextro margine ascripsit διαρεῖται (sic) τὸ ἁ βιβλίον εἰς 7. καὶ ἐν μὲν τῶ πρώτω τμήματι περὶ συνθέσεως συλλογισμῶν, ἐν δὲ τῶ β περὶ εὑρέσεως λημμάτων, ἐν δὲ τῶ γ(??) περὶ ἀναλύσεως P 6 περὶ prius superscr. P 14 immo εἰς τὰ ἁ. 24 ἐρωτηματικὴ prave Waitz Org. I 44 ἐν τῷ Συμποσίῳ] c. 24 p. 204 D sqq. 25 κάλους—κάλος P 26 ἦ που Waitz Ι. c. ἠπῶ in P scriptum esse arbitratus: ᾖπερ Diels 30 ὁρίσατο P πᾶν αὐτοκίνητον ἀεικίνητον· πᾶν ἀεικίνητον ἀθάνατον· ἡ ψυχὴ ἄρα ἀθά. αὕτη αὕτη σύνθεσίς ἐστιν. ἀνάλυσις δέ, ὅταν τὸν συλλογισμὸν εὑρόντες κείμενον παρά τινι τῶν παλαιῶν ζητῶμεν ὑπὸ ποῖον σχῆμα ἀνάγεται, καὶ οὕτως αὐτὸν ἀναλύωμεν εἰς τὰ λήμματα τὰ ἐξ ὧν συνετέθη· οἷον τοῦτον αὐτὸν τὸν εἰρημένον συλλογισμὸν ἐὰν βουληθῶ ἀναλῦσαι εὑρὼν παρὰ Πλάτωνι | κείμενον, ἄρχομαι ἀπὸ τοῦ συμπεράσματος καὶ λέγω· ἡ ψυχὴ f. 91v ἀθάνατός ἐστιν· πόθεν δὲ τοῦτο κατεσκευάσθη; ἐκ τοῦ ᾿πᾶν ἀεικίνητον ἀθάνατόν ἐστιν᾿ καὶ ᾿πᾶν αὐτοκίνητον ἀεικίνητον᾿. καὶ οὕτως ἀναλύω τὸν συλλογισμὸν εἰς τὰ λήμματα ἐξ ὧν συνετέθη. καὶ αὐτὰ δὲ τὰ λήμματα ἐὰν βουληθῶ ἀναλῦσαι, ἀναλύω αὐτὰ εἰς τοὺς ὅρους· πᾶν γὰρ λῆμμα ἔχει πάντως τὸν μὲν ὑποκείμενον τὸν δὲ κατηγορούμενον ὅρον. λέγει δὲ ἐν τοῖς βιβλίοις τούτοις καὶ περὶ ἀναλύσεως· οὐ γὰρ ὁ εἰδὼς μὲν συνθεῖναι μὴ εἰδὼς δὲ ἀναλῦσαι οὗτος ἐπιστήμων ἐστὶν τῆς συλλογιστικῆς μεθόδου. αὐτὸς γοῦν εἰπὼν περὶ γενέσεως συλλογισμοῦ πρότερον, τουτέστιν περὶ συνθέσεως, εἶτα περὶ εὑρέσεως τῶν λημμάτων, ποίᾳ μεθόδῳ κεχρημένον δυνατὸν εὑρίσκειν λήμματα ἐξ ὧν ἡ τῶν συλλογισμῶν γένεσις, ἐπάγει καὶ περὶ ἀναλύσεως καὶ λέγει πῶς δεῖ ἀναλύειν. ἀρχόμενος δὲ τοῦ περὶ ἄνα· λύσεως τμήματος λέγει ὅτι ἀναγκαῖόν ἐστιν καὶ περὶ ἀναλύσεως εἰπεῖν· ὁ γὰρ εἰδὼς τὴν σύνθεσιν τῶν συλλογισμῶν καὶ δύναμιν ἔχων εὑρετικὴν τῶν λημμάτων καὶ ἀναλύειν ἐπιστάμενος κατωρθωκὼς ἄν εἴη τὸ προκείμενον, τουτέστιν ἐπιστήμων ἔσται τῆς συλλογιστικῆς μεθόδου, ὡς ἂν μὴ ἀρχοῦντος τοῦ μόνον εἰδέναι τὴν σύνθεσιν ἀλλὰ καὶ ἀνάλυσιν, ἥτις τῇ συνθέσει ἀντίκειται· ἡ μὲν γὰρ ἀπὸ τῶν ἁπλῶν ἐπὶ τὰ σύνθετα ἔρχεται, ἡ δὲ τὸ ἀνάπαλιν ἀπὸ τῶν συνθέτων ἐπὶ τὰ ἁπλᾶ. λέγει δὲ αὐτὸς ἀρχόμενος τοῦ περὶ ἀναλύσεως λόγου ‘εἰ γὰρ συντιθέναι γιγνώσκοιμεν καὶ δύναμιν τοὐ εὑρίσκειν ἔχοιμεν, ἔτι μέντοι καὶ ἀναλύοιμεν, πέρας ἄν ἔχοι ἡ ἐξ ἀρχῆς πρόθεσις' ὡς ἂν <οὖν> οὐ περὶ συνθέσεως μόνης προτεθὲν αὐτῷ ἀλλὰ καὶ περὶ ἀναλύσεως συλλογισμοῦ διδάσκειν ἐν τοῖς προκειμένοις δύο βιβλίοις καὶ ἐν τοῖς ἄλλοις δύο τοῖς μετὰ ταῦτα Ἀναλυτικὰ αὐτὰ ἀπέγραψεν. ἀλλ’ εἴποι τις, οὗ καὶ περὶ συνθέσεως διδάσκει καὶ περὶ εὑρέσεως, τί δήποτε οὐ Συνθετικὰ ἐπέγραψεν οὐδὲ εὑρετικὰ ἀλλὰ Ἀναλυτικά; τίς ἡ ἀποκλήρωσις; καὶ λέγομεν ὅτι ἀπὸ τοῦ ἀπιστημονικωτέρου καὶ | τοῦ f. 92r τιμιωτέρου· ὁ γὰρ εἰδὼς ἐπιστημονικῶς ἀναλῦσαι καὶ συνθεῖναι οἶδεν, οὐ πάντως δὲ ὁ εἰδὼς συνθεῖναι καὶ ἀναλῦσαι· οἷον ὁ οἰκοδόμος ὁ ἀναλῦσαι εἰδὼς ὥστε τὰς ὕλας ἀπαθεῖς φυλάξαι πάντως καὶ συνθεῖναι οἶδεν· 4 τὰ alt. deleverim cf. vs. 9 et p. 8,25 5. 6 παρὰ Πλάτωνι] Pbaedr. c. 24 p. 245 C 8 αὐτοκίνητον ἀεικίνητον scripsi cf. vs. 1: inv. ord. P ad αὐτοκίνητον in mrg. add. ψυχὴν αὐτοκίνητον P; fort. καὶ ἡ ψυχὴ αὐτοκίνητον addendum 14 γοῦν scripsi: γε ὅτι Ρ cf. p. 9,1. 20 15 κεχρημένον scripsi: κεχρημένος P 20 κατορθωκὼς P 21 ἐπιστήμων scripsi: ἐπιστήμη P 22 ἀλλὰ] fortasse ἀλλ’ οὐ 25 εἰ γὰρ—πρόθεσις (27)] memoriter citat Anal. Pr. I 32 p. 47 a 2—5 26 ἀναλύοιμεν ex Arist. scripsi: ἀναλύομεν P 27 οὑν addidi αὐτῷ scripsi: τῶν (sic) P 28 διδάσκειν scripsi: διδάσκει P 34 δὲ ὁ εἰδὼς in ras P2 post συνθεῖναι induxit πάντως P2, ut videtur <οἶδε> γὰρ τί πρῶτον, τί μέσον, τί τελευταῖον συνετέθη, καὶ οὕτως ἀναλύει. ἐπειδὴ οὖν ἡ ἀνάλυσις τιμιωτέρα ἐστὶν καὶ ἐπιστημονικωτέρα καὶ περιληπτικωτέρα καὶ τελειοτέρα ὁ γὰρ ἀναλῦσαι εἰδώς, ὡς εἴρηται, πάντως καὶ συνθεῖναι οἶδεν), ἀπὸ τῆς ἀναλύσεως Ἀναλυτικὰ αὐτὰ ἐπέγραψεν ὁ φιλόσοφος. συντόμως δὲ ἠρκέσθη ἀπὸ τοῦ τελειοτέρου αὐτὰ ἐπιγράψαι, καὶ οὐκ ἀπὸ τῶν δύο αὐτὰ ἐπέγραψεν. λέγω δὲ καὶ ἄλλως, ὅτι συλλογισμοῖς μὲν καὶ ἄλλοι πρὸ τοῦ Ἀριστοτέλους ἐχρήσαντο, ὥσπερ οὖν καὶ ὁ Πλατῶν καὶ πάντες † οἷς καὶ ἄλλοι πλεῖστοι, καὶ οἱ ἰδιῶται δὲ ἐν τῷ διαλέγεσθαι καὶ ἐν τῷ πράττειν τι συλλογισμοῖς κέχρηνται· οὐδεὶς μέντοι πρὸ τοῦ Ἀριστοτέλους παρδέδωκεν τὴν συλλογιστικὴν μέθοδον οὐδὲ εὗρεν τὰ τρία σχήματα ὑφ’ ἃ πάντες οἱ συλλογισμοὶ ἀνάγονται. καὶ μεγάλα φρονεῖ, καὶ εἰκότβς μεγάλα φρονεῖ ἐπὶ τῇ εὑρέσει τῶν τριῶν σχημάτων καὶ τῷ κατανοῆσαι ὅτι τρία σχήματά ἐστιν καὶ οὔτε πλέον οὔτε ἧττον, ὑφ’ ἃ πάντες οἱ συλλογισμοὶ ἀνάγονται, καὶ πᾶσα πίστις, εἴτε ἐπαγωγικὴ εἴη εἴτε οἱαδήποτε, ὑπὸ ἓν τῶν σχημάτων τούτων ἀνάγεται· δείκνυσιν γὰρ ὅτι πᾶσα πίστις, καὶ ᾗ ὁ φυσιολόγος κέχρηται καὶ ᾗ ὁ φυσιογνώμων καὶ ᾗ ὁ θεολόγος καὶ πᾶσα ἁπλῶς, ὑπὸ ἓν τῶν σχημάτων τούτων ἀνάγεται. ἐπειδὴ οὗν τῇ ἀναλύσει κέχρηται πάντα συλλογισμὸν καὶ πᾶσαν πίστιν ὑπὸ ἓν τῶν τριῶν τούτων σχημάτων ἀνάγων, Ἀναλυτικὰ ἐπιγέγραπται. ἐπειδὴ δέ, ὡς εἴρηται, εὔτακτόν ἐστιν καὶ ἀκόλουθον πρότερον διδάξαι τὰ κοινῶς ὑπάρχοντα παντὶ συλλογισμῷ , εἶτα τὰ ἰδίως τῷδε καὶ τῷδε, διὰ τοῦτο ταῦτα μὲν τὰ δύο βιβλία, ἐν οἷς διδάσκει περὶ τοῦ κοινοῦ συλλογισμοῦ, Πρότερα ἀναλυτικὰ ἐπιγέγραπται, <τὰ> δὲ ἄλλα δύο, ἐν οἷς οὐκέτι ἁπλῶς περὶ καθόλου συλλογισμοῦ δισλαμβάνει, ἀλλὰ | περὶ ἀποδεικτικοῦ συλλογισμοῦ f. 92v διαλαμβάνει , Ἀναλυτικὰ ὕστερα ἐπιγέγραπται. τοσαῦτα μὲν περὶ τῆς ἐπιγραφῆς. ἆρα δὲ ἡ ἀνάλυσις μόνῃ τῇ συνθέσει ἀντίκειται ἢ καὶ ἄλλοις τισίν; λέγομεν ὅτι καὶ ἄλλοις τισίν· τῆς γὰρ διαλεκτικῆς δ εἰσὶν μέθοδοι δυνάμεις οὖσαι καὶ οἱονεὶ βλαστήματα αὐτῆς, διαιρετική, ὁριστική, ἀποδεικτική, ἀναλυτική· ταύταις ταῖς τρισὶ μεθόδοις ἀντίκειται ἡ ἀναλυτική. ἴδωμεν δὲ ἑκάστης τὴν δύναμιν, ἵνα μάθωμεν πῶς ἀντίκειται αὐταῖς. ἡ διαιρετικὴ τὸ ἓν εἰς πολλὰ διαιρεῖ· ἡ ὁριστικὴ τὰ πολλὰ τὰ ὑπάρχοντά τινι συναγαγοῦσα ἀποκλείει αὐτὸ ἀπὸ τῶν ἄλλων πάντων· ἡ ἀποδεικτικὴ ἄλλῳ ἄλλο ὑπάρχον ἀποδείκνὒσιν· ἡ δὲ ἀναλυτικὴ ἀπὸ τῶν συνθέτων ἐπὶ τὰ ἁπλᾶ ἀνατρέχει. καὶ ὅτι μὲν τέως τῇ διαιρετικῇ ἀντίκειται, πρόδηλον· ἡ μὲν γὰρ τὸ ἓν εἰς πολλὰ διαιρεῖ, ἡ δὲ τὰ πολλὰ εἰς ἓν συνάγει. ἀντίκειται δὲ καὶ τῇ ὁριστικῇ· ἡ μὲν γὰρ ἐκ πολλῶν ὑπαρχόντων, οἷον γένους καὶ διαφορῶν, σύνθετον ὅρον ἀποτελεῖ ἀποκλείουσα αὐτὰ τῶν ἄλλων, οἷον σύνθεσίς τις οὖσα· ἡ δὲ τὸ σύνθετον εἰς τὰ ἁπλᾶ ἀναλύει· ἐπισκοοἶδε 1 addidi 4 συνθῆναι P 8 fortasse οἱ σ<οφισταὶ> 9 κέχρηται P 10 συλλογιτικὴν P 16 17 θελόγος P 18 οὖν scripsi: ὃ P 23 τὰ addidi 30 εἰδῶμεν P 32 ἀποκλείn P πεῖ γὰρ τὸ γένος καὶ τὰς διαφορὰς ἐξ ὧν συνετέθη. ἀντίκειται δὲ καὶ τῇ ἀποδεικτικῇ· ἡ μὲν γὰρ ἄλλο ἄλλῳ συνάπτει, οἷον τῇ ψυχῇ τὸ ἀθά· νατον δείκνυσιν ὑπάρχον συλλογιστικῶς συντιθεῖσα συλλογισμόν· ἡ δὲ τὰ συναφθέντα διίστησιν. συντόμως δὲ εἰπεῖν ἡ μὲν διαιρετικὴ τὰ γένη εἰς τὰ εἴδη τέμνει, ἡ δὲ ἀναλυτικὴ τὰ εἴδη συνάγει εἰς τὰ γένη. πάλιν ἡ μὲν ὁριστικὴ ἐκ μερῶν ὅλον τι ποιεῖ, ἡ δὲ ἀναλυτικὴ ἀπὸ τῶν ὅλων εἰς τὰ μέρη μεταβαίνει ἐξ ὧν τὸ ὅλον γέγονεν. πάλιν ἡ μὲν ἀποδεικταὴ ἀπὸ τῶν αἰτιῶν τὰ αἰτιατὰ δείκνυσιν, ἡ δὲ ἀναλυτικὴ ἀπὸ τῶν αἰτιατῶν ἐπὶ τὰ αἴτια μεταβαίνει. πάσαις ἄρα ἀντίκειται. ταύταις δὲ πάσαις κέχρηται ταῖς μεθόδοις ὁ θεῖος Πλατῶν πολλαχοῦ, καὶ ἀνυμνεῖ αὐτὰς ἐν διαφόροις, ὡς ἐν τῷ Φαιδρῷ τὴν διαιρετικὴν | καὶ τὴν ὁριστικήν, f. 93r ὡς ἐν τῷ Φιλήβῳ τὴν ἀναλυτικὴν καὶ ἄλλοθί που τὴν ἀποδεικτικήν. ταῦτα καὶ περὶ τῆς ἀναλυτικῆς, ὅτι ἀντίκειται καὶ ταῖς ἄλλαις τρισὶ μεθόδοις τῆς διαλεκτικῆς. ἐπειδὴ δέ, ὡς εἴρηται, ὑπὸ τὴν λογικὴν ἀνάγεται ἡ προκειμένη πραγματεία, ἥτις κατὰ τοὺς Hεριπατητικοὺς ὄργανόν ἐστιν φιλοσοφίας, οὐ πάντες δὲ οὕτως ἐδόξασαν περὶ τῆς λογικῆς, ὅτι ὄργανόν ἐστιν φιλοσοφίας, ἀλλὰ ἄλλοι ἄλλως, φέρε τούς τε διαφόρως δοξάσαντας περὶ τούτου εἴπωμεν τά τε δόγματα αὐτῶν καὶ τοὺς λόγους οἷς κεχρημένοι τὰ ἑαυτῶν, ὡς οἴονται, δόγματα κρατύνουσιν. οἱ μὲν Στωϊκοὶ τὴν λογικὴν οὐ μόνον ὄργανον οὐκ ἀξιοῦσι καλεῖσθαι φιλοσοφίας, ἀλλ’ οὐδὲ μόριον τὸ τυχὸν ἀλλὰ μέρος. καὶ τινὲς δὲ τῶν Πλατωνικῶν ταύτης ἐγένοντο τῆς δόξης, ὅτι κατὰ Πλάτωνα οὐκ ὄργανον ἡ λογικὴ ἀλλὰ μέρος καὶ τιμιώτατον μέρος ἐστὶν φιλοσοφιοίας. οἱ δὲ Περιπατητικοὶ ὄργανον αὐτὴν λέγουσιν ἀλλ’ οὐ μέρος. λεκτέον δὲ τὰ ἐπιUο ῥήματα τὰ οἷς κεχρημένοι κατασκευάζουσιν οἱ μὲν ὅτι ὄργανον, οἱ δὲ ὅτι μέρος ἐστὶν φιλοσοφίας. πρὸ δὲ τούτου λεκτέον τί διαφέρει ὄργανον μέρους. ὄργανον μὲν οὖν ἐστιν ὃ μὴ συντελεῖ τινι πρὸς τὸ εἶναι καὶ οὗ ἀναιρεθέντος τὸ ὅλον μένει· μέρος δὲ ὃ συντελεῖ τινι πρὸς τὸ εἶναι καὶ οὗ ἀναιρεθέντος συναναιρεῖται τὸ ὅλον. οἷον τὸ σκυτέως ὄργανόν ἐστιν σμίλη· οὐ γὰρ ἡ σμίλη συμπληρωτική ἐστιν τῆς οὐσίας αὐτοῦ, οὐδὲ ταύτης ἀφανισθείσης συναπόλλυται ὁ σκυτεύς· ἡ χεὶρ δὲ μέρος ἐστὶν τοῦ ἀνθρώπου, καὶ τῆς χειρὸς ἀναιρεθείσης συναπόλλυται καὶ ὅλος ὁ ἄνθρωπος· οὐκέτι γὰρ ὅλος ἐστίν, ἀλλὰ κολοβὸς καὶ ἀτελής ἐστιν. μέρος δὲ μορίου διαφέρει, ὅτι τὸ μέρος μέγα μέρος ἐστίν, τὸ δὲ μόριον μικρὸν μέρος ἐστὶν καὶ τοῦ μέρους μέρος· οἷον μέρος μέν ἐστιν φιλοσοφίας τὸ θεωρητικόν, μόριον δὲ τὸ θεολογικόν. τούτων προδιωρισμένων λεκτέον οἷς κρατύνουσιν τὰ ἑαυτῶν δόγματα οἵ τε Στωϊκοὶ καὶ οἱ Περιπατητικοί. 5 τέμνῃ P 11 ἐν τῷ Φαιδρῷ] c. 42 p. 259 E sqq. (imprimis p. 277 Β) διαιρετιδιαιρετικήν, quod coniecit Waitz 1. c, noa διαλεκτικὴν exhibet P 12 ἐν τῷ Φιλήβῳ] c. 6 p. 15 D sqq. 13 καὶ ταῦτα conicias, at cf. p. 10,7.20.34 11,20 20 στοἰκοι P 25 τὰ alteium fortasse delendum cf. p. 6,4 30 σμίλη οὐ γὰρ P^: σμηλίου γὰρ γὰρ Pi ἡ σμήλη P 31 οὐδὲ P2: οὐσία δὲ P’ 36 προςδιωρισΜνων pr., ς era,sum P 37 στο·ικοί ut solet P, σ superscr, P οἱ μὲν οὖν Στωικοί φασιν ὅτι αὐτὴ ἡ φιλοσοφία τὴν λογικὴν ἀπογεννᾷ | καὶ ταύτῃ μέρος ἂν εἴη αὐτῆς. καὶ ἄλλους δὲ πολλοὺς τοιούτους f. 93v λέγουσι λόγους σαθρούς, δι’ ὧν, ὡς οἴονται, κατασκευάζουσιν ὅτι μέρος ἐστὶν ἡ λογικὴ τῆς φιλοσοφίας. διὸ τοὺς μὲν πολλοὺς ἐατέον, ἐκεῖνον δὲ λεκτέον ὃν οἴονται κατασκευαστικώτατον καὶ δριμύτατον εἷναι. συλλογίζονται γὰρ οὕτως· ἐάν τις τέχνη κέχρηταί τινι ὃ μηδεμιᾶς ἄλλης τέχνης μέρος ἐστὶν ἢ μόριον, τοῦτο πάντως ταύτης τῆς τέχνης ἢ μέρος ἐστὶν μόριον· οἷον τῇ χειρουργικῇ, φασίν, κέχρηται ἡ ἰατρική, καὶ ἐπειδὴ οὐδεμία ἄλλη τέχνη κέχρηται τῇ χειρουργικῇ ὡς μέρει ἢ μορίῳ, ἡ χειρουργικὴ τῆς ἰατρικῆς οὐκ ἔστιν ὄργανον. ἡ δὲ φιλοσοφία, φασίν, κέχρηται τῇ λογικῇ, ἥτις οὐδεμιᾶς ἄλλης τέχνης * * * τῆς φιλοσοφίας ἀλλ’ ἢ μέρος ἢ μόριον. εἰ δέ τις λέγει ὅτι καὶ ἄλλαι τέχναι κέχρηνται τῇ λογικῇ, ὡς ἡ ἰατρικὴ κέχρηται συλλογισμοῖς καὶ ἄλλαι πᾶσαι κέχρηνται συλλογισμοῖς, ἐροῦμεν ὅτι κέχρηνται μὲν κἀκεῖναι, ἀλλ’ οὐκ εἰσὶν τῶν μεθόδων ἐπιστήμονες καὶ οὐ προηγουμένως περὶ τοῦτο σπουδάζονσιν· οἷον ὁ ἰατρὸς οὐ προηγουμένως περὶ τὴν συλλογιστικὴν μέθοδον σπουδάζει, οὐδὲ εἴποις μέρος ἢ μόριον ἰατρικῆς εἶναι αὐτήν, ἀλλ’ ὅσον ἐστὶν αὐτῷ χρήσιμον πρὸς ἀπόδειξιν τῶν ἰατρικῶν θεωρημάτων, τοσοῦτον παραλαμβάνει παρὰ τοῦ διαλεκτικοῦ ὡς ὄργανον· ὁ δὲ φιλόσοφος ἐπιστήμων ἐστὶν ὡς ἔνι μάλιστα τῆς τοιαύτης μεθόδου. ταύτῃ μὲν οὖν οἱ Στωικοί, ὡς οἴονται, κατασκευάζουσιν ὅτι οὐκ ὄργανόν ἐστιν ἡ λογική. λοιπὸν δὲ ὅτι μόριον, λέγουσιν ὅτι τῶν τριῶν μορίων τοῦ πρακτικοῦ ὕλη μέν ἐστιν τὰ ἀνθρώπινα, τέλος δὲ ἡ τοῦ ἀνθρωπίνου βίου εὐδαιμονία, ἣν ὁ πολιτικὸς σπουδάζει περιποιεῖν· πάλιν δὲ τῶν τοῦ θεωρητικοῦ μορίων ὕλη μέν ἐστι τὰ θεῖα πράγματα, τέλος δὲ ἡ θεωρητικὴ εὐδαιμονία· ἡ δὲ λογικὴ πραγματεία οὔτε ὕλην τὴν αὐτὴν ἔχει οὔτε τέλος· ὕλη μὲν γὰρ αὐτῆς ἐστιν οἱ λόγοι, τέλος δὲ ἡ γνῶσις τῶν ἀποδεικτικῶν μεθόδων· f. 94r καὶ τὰ ἄλλα γὰρ πάντα εἰς τοῦτο συντελεῖ, εἰς τὸ ἐπιστημονικῶς ἀποδεικνύναι. ὥστε ὑπ’ οὐδέτερον μέρος φιλοσοφίας δύναται τετάχθαι· εἰ γὰρ καὶ περὶ ἀνθρωπίνων καὶ θείων πραγμάτων ἡ λογικὴ πραγματεύεται κεχρήμεθα γὰρ αὐτὴ ἢ περὶ ἀνθρωπίνων ἢ θείων πραγμάτων διαλεγόμενοι), ἀλλ’ οὐ περὶ ἀνθρώπινα μόνα ἔχει ὡς τὰ τοῦ πρακτικοῦ μόρια, οὐδὲ περὶ θεῖα μόνα ὡς τὰ τοῦ θεωρητικοῦ· ὥστε οὐ μόριον ἀλλὰ τρίτον μέρος ἐστὶν φιλοσοφίας. οὕτως οἴονται κατασκευάζειν οἱ Στωικοὶ ὅτι μέρος ἐστὶν φιλοσοφίας. ἔστιν δὲ τὰ ἐπιχειρήματα αὐτῶν εὐδιάσειστα· πρὸς μὲν γὰρ τὸ πρῶτον ἐροῦμεν ὅτι, εἰ καὶ φιλοσοφία ἀποτελεῖ τὴν λογικήν, οὐκ ἀνάγκη αὐτὴν μέρος εἶναι· οὐ γάρ, ἐπειδὴ ὁ χαλκεὺς ἀποοὖν 1 scripsi cf. vs. 20: ὅτι P1: induxit P2 στοϊκοί P1: corr. P2 2 μέρος] μ e corr. P 6 οὕτως] ς supra lineam P κέχρηταί] cf. p. 3,34 10,3 10 φασίν scripsi cf. vs. 8: φησὶν P 11 lac. signavi; supple μέρος ἐστὶν ἢ μόριον· ἡ λογικὴ ἄρα οὐκ ἔστιν ὄργανον 15. 16 σποδάζουσιν P 20 οὖν scripsi cf. vs. 1: ὅτι P 21 στοϊκοὶ P 22 immo μέρος sive μέρος, <μέρος,> μόριον cf. vs. 33.34 24 τῶν τοῦ θ. μορίων scripsi: τοῦ τῶν μορίου P 31 αὐτῇ scripsi: αὐτὴν P 34 στοϊκοὶ P 35 εὐδειάσαστα P τελεῖ τὸν ἄκμονα, ὁ ἄκμων μέρος ἐστὶν τῆς χαλκευτικῆς ἀλλ’ ὄργανον. πρὸς δὲ τὸ δεύτερον ἐροῦμεν ὅτι παρελογίσαντο· οὐ γὰρ ἔδει εἰπεῖν ὅτι, ἐὰν τέχνη κέχρηταί τινι ὃ μή ἐστιν ἄλλης τέχνης μέρος ἢ μόριον, τοῦτο ἐκείνης τῆς χρωμένης ἡ μέρος ἐστὶν ἢ μόριον, ἀλλ’ ἔδει προσθεῖναι καὶ τὸ ὄργανον καὶ εἰπεῖν ‘δ ἐὰν μὴ ᾖ ἄλλης τέχνης ἢ μέρος ἢ μόριον ἢ ὄργανον᾿. οἱ δὲ τοῦ ὀργάνου μνήμην οὐκ ἐποιήσαντο ὡς μὴ δυναμένου τινὸς ὀργάνου μόνως εἶναι. ταῦτα καὶ πρὸς τὸ ἀνατρέψαι τοὺς λόγους δι’ ὧν, ὡς οἴονται, οἱ Στωικοὶ κατασκευάζουσιν ὅτι μέρος ἐστὶν ἡ λογικὴ τῆς φιλοσοφίας. Οἰ δὲ Περιπατητικοὶ ὄργανον αὐτὴν λέγουσιν· φασὶν γὰρ ὅτι <οὐ> συντελεῖ τῇ φιλοσοφίᾳ πρὸς τὸ εἶναι· καὶ τῆς λογικῆς οὖν πραγματείας ἀνῃρημένης μένει τελεία ἡ φιλοσοφία. πρὸς δὲ τούτοις φασὶν ὅτι, ἐάν τι ᾖ πρᾶγμα ἄλλης μὲν τέχνης ἀποτέλεσμα ἄλλης δὲ ὄργανον, ἡ χρωμένη αὐτῷ ὡς ὀργάνῳ κρείττων ἐστὶν τῆς ἀποτελούσης αὐτό· οἷον ἡ χαλινοποιικὴ καταδεεστέρα ἐστὶν τῆς ἱππικῆς· τῆς μὲν γὰρ ἀποτέλεσμά ἐστιν ὁ χαλινός, τῆς δὲ ὄργανον. εἰ οὖν ἡ λογικὴ μέρος ἐστὶν καὶ ἀποτέλεσμα φιλοσοφίας, κέχρηται δὲ | αὐτῇ καὶ ἰατρικὴ καὶ ἄλλαι τέχναι, ὡς εἴρηται, κέχρηνται f. 94v τῇ συλλογιστικῇ ὡς ὀργάνῳ, συμβαίνει αὐτὰς κρείττονας καὶ ὑπερτέρας εἶναι φιλοσοφίας, ὅπερ ἄτοπον· τέχνη γὰρ τεχνῶν ἐστιν καὶ ἐπιστήμη ἐπιστημῶν ἡ φιλοσοφία. οὐκ ἄρα μέρος ἐστὶν ἀλλ’ ὄργανον φιλοσοφίας ἡ λογική. ταῦτα καὶ οἱ ἐκ τοῦ Περιπάτου. τινὲς δὲ τῶν Πλατωνικῶν εἰρήκασιν ὅτι κατὰ Πλάτωνα μέρος ἐστὶν ἡ λογικὴ τιμιώτατον τῆς φιλοσοφίας. καὶ παραφέρουσιν τὰ ἐν Φαιδρῷ ῥηθέντα περὶ τῆς διαλεκτικῆς, ἐν οἷς ἀνυμνεῖ αὐτήν, καὶ τὰ ἐν Φιλήβῳ καὶ τὰ ἐν ἄλλοις ὡς ἀνάγουσαν τὰς ψυχὰς ἄχρι τοῦ ἀγαθοῦ καὶ τῆς γνώσεως τῶν πραγμάτων αἰτίαν. ἡμεῖς δέ φαμεν πρὸς τούτους, ὅτι ἔστω μέρος αὐτὴν εἶναι, οὐ μέντοι δύναται εἶναι τὸ τιμιώτατον· ὁρῶμεν γὰρ ὅτι αὐτῇ κεχρήμεθα πρὸς κατασκευὴν καὶ ἀπό- δειξιν τῶν τῆς φιλοσοφίας μερῶν, τοῦ θεωρητικοῦ καὶ τοῦ πρακτικοῦ. ὥστε κἄν ᾖ μέρος, οὐ τὸ τιμιώτατον ἔσται ἀλλὰ τῶν ἄλλων ἕνεκα μερῶν εὑρημένον, ὡς καὶ ὑπὸ τῆς φύσεως ὁρῶμεν μέρη ἕνεκα μερῶν εὑρημένα· οἷον ὁ πνεύμων λέγεται διὰ τὴν καρδίαν ὑπὸ τῆς φύσεως εὑρῆσθαι, ἵνα παρακείμενος αὐτῇ τὴν ὑπερβάλλουσαν αὐτῆς θερμότητα καταψύχῃ καὶ εὐκρασίαν ἀπεργάζηται, καὶ ὁ σπλὴν διὰ τὸ ἧπαρ, ἵνα τὸ ὅσον παχύτερον καὶ οὐ πάνυ καθαρὸν τῆς τροφῆς ὑποδέχηται· ὅθεν καὶ σπλὴν καλεῖται παρὰ τὸ σπᾶν εἰς ἑαυτόν. ταῦτα καὶ πρὸς τούτους. καὶ τῷ ἀληθεῖ λέγουσιν μέν τι οὗτοι, οὐ μέντοι τελείως καταδράττονται τῆς ἀληθείας. κατὰ γὰρ Πλάτωνα καὶ τὸν ἀληθῆ λόγον οὔτε μέρος ἐστίν, ὡς οἱ Στωικοί φασιν καὶ τινὲς τῶν Πλατωνικῶν, οὔτε μόνως ὄργανον, ὡς οἱ ἐκ τοῦ Περιπάτου φασίν, ἀλλὰ καὶ μέρος ἐστὶν καὶ ὄργανον φιλοσοφίας· ἐὰν μὲν γὰρ 4 προσθῆναι P 7 μένως P 9 οὐ addidl 13 κρίττων P χαλινοποιηκη pr. P, corr. P1 15 οὖν scripsi cf. p. 9,1. 20: ὅτι P 16 τέχναι, 003E; conicio 22 ἐν Φαιδρῷ] cf. p. 8,11 23 ἐν Φιλήβῳ] cf. p. 8, 12 26 κατασκευὴν] ἡ in ras. P 33 τροφῆς scripsi: τρυφῆς P ὅθεν κτλ.] cf. Ind. Arist. sub v. σπλήν p. 695 b 33 μετὰ τῶν πραγμάτων τῶν ὑποκειμένων | αὐτοῖς, μέρος ἐστίν, ἐὰν δὲ f. 95r ψιλοὺς τοὺς κανόνας ἄνευ τῶν πραγμάτων, ὄργανον. ὥστε καλῶς οἱ ἐκ τοῦ Περιπάτου τὰ παρὰ Ἀριστοτέλει ἀφορῶντες ὄργανον αὐτήν φασιν· ψιλοὺς γὰρ κανόνας παραδίδωσιν, οὐ πράγματα λαμβάνων ὑποκείμενα ἀλλὰ τοῖς στοιχείοις τοὺς κανόνας ἐφαρμόζων· οἷον τὸ Α κατὰ παντὸς τοῦ Β, τὸ Β κατὰ παντὸς τοῦ Γ, τὸ Α ἄρα κατὰ παντὸς τοὐ Γ. ὁ δὲ Πλάτων κέχρηται αὐτῇ καὶ ὡς μέρει καὶ ὡς ὀργάνῳ· ὅτε μὲν γὰρ τοὺς κανόνας τούτους τοῖς πράγμασιν ἐφαρμόζει καὶ κέχρηται συλλογισμοῖς ἐπὶ τῶν πραγμάτων, οἷον ὅτε λέγει ἰὴ ψυχὴ αὐτοκίνητον, τοῦτο δὲ ἀεικίνητον, τοῦτο δὲ ἀθάνατον, ἡ ψυχὴ ἄρα Ἀθάνατο᾿, τότε κεχρημένος τῇ λογικῇ μετὰ τῶν ὑποκειμένων αὐτῇ πραγμάτων ὡς μέρει αὐτῇ κέχρηται· ὅτε δὲ καὶ αὐτὸς μεθόδους μόνας καὶ κανόνας ψιλοὺς ἄνευ τῶν πραγμάτων παραδίδωσιν, ὡς ὀργάνῳ αὐτῇ κέχρηται. οὐδὲν δὲ θαυμαστὸν εἰ καὶ τὸ ὡς ὄργανον καὶ τὸ ὡς μέρος ὁμωνύμως καλεῖται· πολλὰ γάρ ἐστιν τοι· αὐτὰ· οἷον πῆχυς καλεῖται καὶ τὸ μέτρον καὶ τὸ μετρηθὲν τὸ πηχυαῖον ἢ ξύλον ἢ ἄλλο ὁτιοῦν πῆχυν καλοῦμεν καὶ τὸ μέτρον καὶ τὸ μετρηθέν], εἴτε ὑγρόν τι εἴη εἴτε ξηρόν. οὕτω καὶ τὴν λογικὴν πραγματείαν μετὰ μὲν πραγμάτων ὑποκειμένων σκοπῶν λέγε μέρος φιλοσοφίας, ἄνευ δὲ πραγμάτων ψιλοὺς τοὺς κανόνας λέγε ὄργανον. ταῦτα καὶ περὶ τούτου. Ἐπειδὴ δὲ εἴρηται ὅτι τρία ἐστὶν εἴδη συλλογισμοῦ, ἀποδεικτικόν, διαλεκτι- κόν, σοφιστικόν, καὶ περὶ μὲν τοῦ ἀποδεικτικοῦ διδάσκει ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς, περὶ δὲ διαλεκτικοῦ ἐν τοῖς τόποις, περὶ δὲ τοὐ σοφιστικοῦ ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις, τὰς ᾿Ρητορικὰς τέχνας καὶ τὰ Περὶ τῆς ποιητικῆς ποῦ χοροῦ τάξομεν; βούλεται γὰρ αὐτὰ τῆς λογικῆς εἶναι πραγματείας· ἢ λεκτέον τοῦτο, ὅπερ καὶ ἀληθέστατόν ἐστιν, ὅτι ἄλλο ἐστὶν ἡ πραγματεία καὶ ἄλλο λογική. εἰ μὲν οὖν τῆς συλλογιστικῆς | τὴν διαίρεσιν ποιοῖμεν, διαιροῦμεν, ὡς εἴρηται, εἰς τρία εἴδη τοῦ συλλογισμοῦ· f. 95v ὁ γὰρ πειραστικὸς ὁ αὐτός πώς ἐστιν τῷ σοφιστικῷ· ἀμφότεροι γὰρ ψευδῆ συλλογίζονται, ἀλλ’ ὁ μὲν μοχθηρᾷ συμποδίζων προαιρέσει, ὁ δὲ βελτίστη ὠφελῶν, ὡς ὁ Εὐκλείδης διὰ τῶν ψευδαρίων πειρᾶται καὶ γυμνάζει· καὶ οὐ παραληψόμεθα τὰς ᾿Ρητορικὰς τέχνας οὐδὲ τὸ Περὶ ποιητικῆς· ἀσυλλόγιστα γὰρ ἐκεῖνα. εἰ δὲ τῆς λογικῆς τὴν διαίρεσιν ποιοῦμεν, διαιροῦμεν οὕτως· τῆς λογικῆς τὸ μέν ἐστιν συλλογιστικόν, τὸ δὲ ἀσυλλόγιστον· τοῦ συλλογιστικοῦ τὸ μὲν ἀποδεικτικόν, τὸ δὲ διαλεκτικόν, τὸ δὲ σοφιστικόν· τοὺ ἀσυλλογίστου τὸ μὲν ἔμμετρον, τὸ δὲ ἄμετρον, ἔμμετρον μὲν τὸ Περὶ ποιητικῆς, ἄμετρον δὲ τὸ Περὶ τῶν ῥητορικῶν τεχνῶν. 1 αὐτοὺς scripsi: αὐτὸς P 10 λέγει] cf. p. 6,5 sq. 14 αὐτῇ scripsi: αὐτὴν P cf. ό p. 9,31 17 ἄλλο ὁτιοῦν scripsi: ἄλλο τι et in mrg. ὅτι P cf. p. 9,1. 20 πῆχυν— μετρηθέν delevi 19 post ὑποκειμένων 2 litt. eras. P 24 fortasse <τοῦ> 26 πραγματείας εἶναι P pr. 29 an ποιοῦμεν? ut vs. 34. 35