16. Ξοῦχις, πόλις Λιβύης. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ἕνδεκα. Τὸ ἐθνικὸν Ξουχίτης. 17. Λαοδαμάντεια, νῆσος ἐν Λιβύῃ. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ἕνδεκα. Ἐκαλεῖτο δὲ καὶ Λαομεδόντεια, ἴσως ἀπὸ Λαομέδοντος τοῦ Τρωός. Τὸ ἐθνικὸν ἀμφότερον Λαομεδοντίτης καὶ Λαοδαμαντίτης. ΑΣΙΑ. ΒΙΒΛ. Θ΄. 18. Δῶρος, πόλις Φοινίκης. Ἑκαταῖος Ἀσίᾳ· « Μετὰ δὲ ἡ πάλαι Δῶρος· νῦν δὲ Δῶρα καλεῖται. » Καὶ Ἀρτεμίδωρος Δῶρα τὴν πόλιν οἶδεν ἐν Ἐπιτομῆ τῶν ια΄· « Συνεχῶς δʼ ἐστὶ Στράτωνος πύργος, εἶτα ἔνι Δῶρα, ἐπὶ χερσονησοειδοῦς τόπου κείμενον πολισμάτιον, ἐρχομένου τοῦ ὄρους τοῦ Καρμήλου. Καὶ ἐν θ΄ Γεωγραφουμένων τὸ αὐτό. ΒΙΒΛ. Ι΄. 19. Πάλτος. πόλις Συρίας. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ. 20. Κρύα, πόλις Λυκίας. Ἀρτεμίδωρος ἐν Ἐπιτομῆς πρώτῳ. τὸ ἐθνικὸν Κρυεύς· « Εἰσὶ δὲ καὶ νῆσοι Κρυέων, Κάρυσις καὶ Ἄλινα.»