11. Ἀψυρτίδες, νῆσοι πρὸς τῷ Ἀδρίᾳ, ἀπὸ Ἀψύρτου παιδὸς Αἰήτου ἐν μιᾷ δολοφονηθέντος ὑπὸ τῆς ἀδελφῆς Μηδείας. Οἱ νησιῶται Ἀψυρτεῖς καὶ Ἄψυρτοι. (Ἔστι καὶ τόπος ἐν τῷ Εὐξείνῳ πόντῳ Ἄψαρος, Ἄψυρτος πρότερον λεγόμες.) Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ καὶ πόλιν καὶ νῆσον Ἄψυρτον ἱστορεῖ. ΒΙΒΛ. Ε΄ Ϛ΄ 12. Κώθων, νῆσος οὐ πόρρω Κυθήρων. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ἕνδεκα. Τὸ ἐθνικὸν Κωθώνιος, ὡς Σιδώνιος. 13. Λῶς, νῆσος περὶ Θετταλίαν, ὡς Κῶς. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ἕνδεκα. Λῷος ὁ νησιώτης. 14. Ἀσταί, ἔθνος Θρᾴκης. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ἕνδεκα. 15. Φίλιποι, πόλις Μακεδονίας, οἱ πρότερον Κρηνίδες. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ἕνδεκα· « Καὶ πόλις Φίλιπποι τὸ παλαιὸν Κρηνίδες. Τοῖς δὲ Κρηνίταις πολεμουμένοις ὑπὸ Θρακῶν βοηθήσας ὁ Φίλιππος Φιλίππους ὠνόμασεν. » Ἔνθεν ἦν Ἄδραστος ὁ περιπατητικὸς φιλόσοφος, Ἀριστοτέλους μαθη τής.