6. Μαλάκη, πόλις Ἰβηρίας. Μαρκιανὸς ἐν β΄ τῶν Ἐπιτομῶν Ἀρτεμιδώρου. 7. Marc. I, 4 Οἱ δὲ κατὰ Γάδειρα τὴν νῆσον (τὰς φ. Ἡρακλείους στήλας εἶναί φασιν), ὥσπερ καὶ Ἀρτεμίδωρος ὁ γεωγράφος. 8. Σολκοί, πόλις ἐν Σαρδοῖ, ὡς Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ· « ἀπὸ δὲ Καράλεως ἐπὶ Σολκούς ». ΒΙΒΛ. Δ΄. 9. Τέγεστρα, οὐδετέρως, πόλις Ἰλλυρίας πρὸς τῇ Ἀκυληίᾳ, ἀπὸ Τεγέστρου . Ἀρτεμίδωρος δʼ ἐν Ἐπιτομῇ τῶν ἕνδεκα Τέργεστρον αὐτὴν καὶ κώμην οἶδεν « Ἀπὸ Τεργέστρου κώμης καὶ τοῦ μυχοῦ ἐπὶ τὸν Ἀδρίαν στάδιοι εκε΄. » 10. Φλάνων, πόλις καὶ λιμὴν περὶ τὴν Ἄψυρτον νῆσον. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ια΄. « Μετὰ δὲ τὴν Ἄλωον λιμήν ἐστι Φλάνων καὶ πόλις Φλάνων, καὶ πᾶς ὁ κόλπος οὗτος Φλανωνικὸς καλεῖται. »