29. Ἔστι δὲ τῆς Βελγικῆς σὺν ταῖς δύο Γερμανίαις τὸ μῆκος ἀπὸ τῶν τοῦ Φρούδιος ποταμοῦ ἐκβολῶν ἀρχόμενον, καὶ περαιούμενον πρὸς ἀνατολὰς τῷ Ῥήνῳ ποταμῷ τῷ παρὰ τὴν μεγάλην Γερμανίαν ἕως τῆς κεφαλῆς τοῦ ποταμοῦ, ὠς εἶναι τοῦ μήκους σταδίους βχπε΄. Τὸ δὲ πλάτος αὐτῆς ἔρχεται μὲν ἀπὸ τοῦ Ἀδούλα ὄρους καὶ τοῦ κοινοῦ πέρατος τῶν Ἄλπεων, καταλήγει δὲ εἰς τὸ δυσμικὸν τοῦ Ῥήνου ποταμοῦ στόμα, ὡς γίνεσθαι τοῦ πλάτους σταδίους δτοε΄. Ἔστι δὲ τῆς Βελγικῆς σὺν ταῖς δύο Γερμανίαις ὁ πᾶς τῆς ἐπαρχίας κατὰ γῆν περιορισμὸς σταδίων α ερξ΄,. σταδίων α βτ΄. Ἔχει δὲ ἡ Βελγικὴ σὸν ταῖς Γερμανίαις ἔθνη κδ΄ , πόλεις ἐπισήμους λη΄, ὄρη ἐπίσημα β΄, ποταμοὺς ἐπισήμους ζ΄, ἀκρωτήριον ἐπίσημον α΄.