45. Ἔστι δὲ τῆς Ἀλβίωνος νήσου τῆς Πρεττανικῆς τὸ μῆκος ἀρχόμενον μὲν ἀπὸ τοῦ δυτικοῦ ὁρίζοντος κατὰ τὸ Δαμνόνιον ἄκρον τὸ καὶ Ὄκριον καλούμενον, περαιούμενον δὲ ἕως Ταρουεδούνου τῆς καὶ Ὀρκάδος καλουμένης ἄκρας, ὡς εἶναι τοῦ μήκους τοῦ μεγίστου σταδίους εσκε΄. Τὸ δὲ πλάτος αὐτῆς ἄρχεται μὲν κατὰ τὸ Δαμνόνιον ἄκρον τὸ καὶ Ὄκριον καλούμενον, καταλήγει δὲ εἰς τὴν τῶν Νεουάντων χερσόνησον καὶ τὸ ὁμώνυμον ἀκρωτήριον, ὡς εἶναι τοῦ πλάτους κατὰ τὴν μεγίστην γραμμὴν σταδίους γπγ΄. Ἔχει δὲ ἐν αὑτῇ ἔθνη λγ΄, πόλεις ἐπισήμους νθ΄, ποταμοὺς ἐπισήμους μ΄, ἀκρωτήρια ἐπίσημα ιδ΄ χερσόνησον ἐπίσημον α΄, κόλπους ἐπισήμους ε΄, λιμένας ἐπισήμους γ΄. Οἱ πάντες τοῦ περίπλου παντὸς τῆς νήσου τῆς Ἀλβίωνος οὐ πλεῖον σταδίων β ηχδ΄, οὐχ ἧττον σταδίων βφκϚ΄.