<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg4003.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="section" n="10"><div type="textpart" subtype="paragraph" n="34"><p>34. Κατοικεῖ δὲ τὸν μὲν αὐχένα τῆς χερσονήσου τὸ ἔθνος τῶν καλουμένων Ἀξόνων, αὐτὴν δὲ τὴν
χερσόνησον <lb n="5"/> ἔθνη πλεῖστα. Ὑπὲρ δὲ τὴν χερσόνησον κεῖνται νῆσοι γ΄ Ἀλοκίαι καλούμεναι·
εἰσὶ δʼ ἐπʼ αὐτὰς ἀπὸ τῆς χερσονήσου στάδιοι φν΄, στάδιοι φ΄. Ἀπʼ ἀνατολῶν δὲ τῆς χερσονήσου κεῖνται
νῆσοι δ΄ αἱ καλούμεναι Σκανδίαι, τρεῖς μὲν μικραὶ, ὧν εἰς τὴν μέσην ἀπὸ τῆς χερσονήσου <lb n="10"/>
εἰσὶ στάδιοι β, στάδιοι αψ΄, μία δὲ μεγίστη καὶ ἀνατολικωτάτη, καλεῖται δὲ ἰδίως καὶ αὐτὴ Σκανδία,
κειμένη κατὰ τὰς ἐκβολὰς τοῦ Οὐϊστούλα ποταμοῦ, ἀφʼ ὧν εἰσὶν εἰς αὐτὴν στάδιοι αχ΄, στάδιοι ασ΄.
Ἔστι δὲ ὁ πᾶς τῆς Σκανδίας περίπλους σταδίων βφ΄, <lb n="15"/> σταδίων β΄.</p></div></div></div></div></body></text></TEI>