<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg4003.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="section" n="10"><div type="textpart" subtype="paragraph" n="33"><p>33. Ἀπὸ δὲ τοῦ Ἄλβιος ποταμοῦ ἐκδέχεται ἡ καλουμένη <lb n="25"/> Κιμβρικὴ χερσόνησος
μεγίστη τυγχάνουσα. Καὶ <pb n="556"/> εἰσὶν ἀπὸ τῶν τοῦ Ἄλβιος ποταμοῦ ἐκβολῶν ἐπὶ τὴν πρώτην ἐξοχήν
τῆς χερσονήσου τὴν μετὰ τὸν Ἄλβιν πποταμὸν κειμένην στάδιοι φο΄, στάδιοι υ΄. Ἀπὸ δὲ τῆς πρώτης
ἐξοχῆς τῆς χερσονήσου ἐπὶ τὴν ἐφεξῆς κειμένην <lb n="5"/> ἐξοχὴν τῆς αὐτῆς χερσονήσου στάδιοι αχ΄,
στάδιοι αρ΄. Ἀπὸ δὲ τῆς δευτέρας ἐξοχῆς τῆς χερσονήσου εἰς τὴν ἐφεξῆς καὶ ἀρκτικωτάτην ἐξοχὴν τῆς
αὐτῆς χερσονήσου στάδιοι αυν΄, στάδιοι αρν΄. Ἀπὸ δὲ τῆς ἀρκτικωτάτης ἐξοχῆς τῆς χερσονήσου εἰς τήν
μετὰ τὴν ἐπιστροφὴν <lb n="10"/> αὐτῆς πρώτην ἐξοχὴν στάδιοι χν΄, στάδιοι φν΄. Ἀπὸ δὲ τῆς μετὰ τὴν
ἐπιστροφὴν αὐτῆς πρώτης ἐξοχῆς εἰς τὸ ἀνατολικώτατον αὐτῆς στάδιοι ψκ΄, στάδιοι φκ΄. Ἀπὸ δὲ τοῦ
ἀντολικωτάτου αὐτῆς τῆς χερσονήσου ἐπὶ τὴν ὑπὸ <supplied reason="omitted">ταύτην</supplied> τὴν
ἐξοχὴν αὐτῆς ἐφεξῆς στάδιοι β, <lb n="15"/> στάδιοι σφ΄. Ἀπὸ δὲ τῆς ὑπὸ τὴν ἐξοχὴν αὐτῆς ἐπὶ τήν
πρὸς ἀνατολὰς ἐπιστροφὴν αὐτῆς στάδιοι αἴ, στάδιοι ψν΄. Ἐνταῦθα τῆς Κιμβρικῆς χερσονήσου ὁ περίπλους
πληροῦται, ἐπὶ πολὺ μὲν διηκούσης εἰς τὸν ὠκεανὸν, πλαγίας δὲ παραβεβλημένης ἐπὶ τὴν <lb n="20"/>
ἤπειρον τήν πρὸς τήν ἔω, ὡς ἀποτελεῖν καὶ κόλπον μέγιστον κατὰ τὸν Σύηβον ποταμὸν ἐπὶ τὴν ἐνδοτέρω
<pb n="557"/> αὐτοῦ παρεκτεινόμενον. Ἔστι δὲ ὁ πᾶς τῆς χερσονήσου περίπλους σταδίων ην΄, σταδίων
εϟο΄.</p></div></div></div></div></body></text></TEI>