33. Ἀπὸ δὲ τοῦ Ἄλβιος ποταμοῦ ἐκδέχεται ἡ καλουμένη Κιμβρικὴ χερσόνησος μεγίστη τυγχάνουσα. Καὶ εἰσὶν ἀπὸ τῶν τοῦ Ἄλβιος ποταμοῦ ἐκβολῶν ἐπὶ τὴν πρώτην ἐξοχήν τῆς χερσονήσου τὴν μετὰ τὸν Ἄλβιν πποταμὸν κειμένην στάδιοι φο΄, στάδιοι υ΄. Ἀπὸ δὲ τῆς πρώτης ἐξοχῆς τῆς χερσονήσου ἐπὶ τὴν ἐφεξῆς κειμένην ἐξοχὴν τῆς αὐτῆς χερσονήσου στάδιοι αχ΄, στάδιοι αρ΄. Ἀπὸ δὲ τῆς δευτέρας ἐξοχῆς τῆς χερσονήσου εἰς τὴν ἐφεξῆς καὶ ἀρκτικωτάτην ἐξοχὴν τῆς αὐτῆς χερσονήσου στάδιοι αυν΄, στάδιοι αρν΄. Ἀπὸ δὲ τῆς ἀρκτικωτάτης ἐξοχῆς τῆς χερσονήσου εἰς τήν μετὰ τὴν ἐπιστροφὴν αὐτῆς πρώτην ἐξοχὴν στάδιοι χν΄, στάδιοι φν΄. Ἀπὸ δὲ τῆς μετὰ τὴν ἐπιστροφὴν αὐτῆς πρώτης ἐξοχῆς εἰς τὸ ἀνατολικώτατον αὐτῆς στάδιοι ψκ΄, στάδιοι φκ΄. Ἀπὸ δὲ τοῦ ἀντολικωτάτου αὐτῆς τῆς χερσονήσου ἐπὶ τὴν ὑπὸ ταύτην τὴν ἐξοχὴν αὐτῆς ἐφεξῆς στάδιοι β, στάδιοι σφ΄. Ἀπὸ δὲ τῆς ὑπὸ τὴν ἐξοχὴν αὐτῆς ἐπὶ τήν πρὸς ἀνατολὰς ἐπιστροφὴν αὐτῆς στάδιοι αἴ, στάδιοι ψν΄. Ἐνταῦθα τῆς Κιμβρικῆς χερσονήσου ὁ περίπλους πληροῦται, ἐπὶ πολὺ μὲν διηκούσης εἰς τὸν ὠκεανὸν, πλαγίας δὲ παραβεβλημένης ἐπὶ τὴν ἤπειρον τήν πρὸς τήν ἔω, ὡς ἀποτελεῖν καὶ κόλπον μέγιστον κατὰ τὸν Σύηβον ποταμὸν ἐπὶ τὴν ἐνδοτέρω αὐτοῦ παρεκτεινόμενον. Ἔστι δὲ ὁ πᾶς τῆς χερσονήσου περίπλους σταδίων ην΄, σταδίων εϟο΄.