6. Ἔστι δὲ πρώτη μὲν τῶν ἠπείρων μεγέθους ἕνεκεν ἡ Ἀσία, δευτέρα δὲ ἡ Λιβύη, τρίτη δὲ ἡ Εὐρώπη. Τῶν δὲ τριῶν θαλασσῶν τῷ μεγέθει τυγχάνει πρώτη μὲν ἡ κατὰ τὸ Ἰνδικὸν πέλαγος· δευτέρα δὲ ἡ καθʼ ἡμᾶς ἡ μεταξὺ Λιβύης καὶ Εὐρώπης, ἀρχομένη μὲν ἀπὸ Γαδείρων ἤτοι τοῦ Ἡρακλείου πορθμοῦ, διήκουσα δὲ μέχρι τῆς Ἀσίας τρίτη δὲ ἡ Ὑρκανία. Μέγεθος δέ τῆς οἰκουμένης, τὸ μὲν ἀπὸ ἀνατολῆς ἐπὶ δύσιν ἀναμεμέτρηται σταδίων M. ζ΄, ηφμε΄· τοῦτο δέ ἐστι τὸ ἀπὸ Γάγγου ποταμοῦ ἐκβολῶν, τοῦ ἐν Ἰνδοῖς ἀνατολικωτάτου ποταμοῦ, ἐπὶ τὸ δυτικώτατον τῆς ὅλης οἰκουμένης ἀκρωτήριον, ὃ καλεῖται μὲν Ἱερὸν ἄκρον, τῆς δὲ Ἰβηρίας ἐστὶ τῶν Λυσιτανῶν ἔθνους. Τοῦτο δὲ Γαδείρων ἤτοι τῶν Ἡρακλέους στηλῶν δυτικώτερον τυγχάνει ὡς σταδίους γ. Τοῦ δὲ πλάτους ἡ εὐθεῖα, ᾗ πλατυτάτη τυγχάνει οὖσα, ἀναμεμέτρηται M. δ΄, γ ξ΄· τοῦτο δέ ἐστι τὸ ἀπὸ μεσημβρίας ἐπὶ τοὺς ἄρκτους, οἷον ἀπὸ τῆς Αἰθιοπικῆς θαλάσσης μέχρι Θούλης τῆς νήσου. 7. Τῶν δὲ μεγίστων κόλπων πρῶτος μέν ἐστιν ὁ Γαγγητικὸζ, δεύτερος δὲ ὁ Περσικὸς, τρίτος δὲ ὁ καλούμενος οὕτω Μέγας, τέταρτος δὲ ὁ Ἀράβιος, πέμπτος δὲ ὁ Αἰθιοπικὸς, ἕκτος δὲ ὁ τοῦ Πόντου, ἕβδομος δὲ ὁ τοῦ αἰγαίου πελάγους, ὄγδοος δὲ ὁ τῆς Μαιώτιδος λίμνης, ἔννατος δὲ ὁ Ἀδρίας ἤτοι Ἰόνιος κόλπος, δέκα. τος δὲ ὁ τῆς Προποντίδος. 8. Τῶν δὲ μεγίστων νήσων ἢ χερσονήσων, καὶ τῆς πρώτης τάξεως, πρώτη μέν ἦ Ταπροβάνη νῆσος ἡ Παλαισιμούνδου καλουμένη πρότερον, νῦν δὲ Σαλική· δευτέρα δὲ τῶν Πρεττανικῶν ἡ Ἀλβίων, τρίτη δὲ ἡ Χρυσῆ χερσόνησος, τετάρτη δὲ τῶν Πρεττανικῶν ἡ Ἰουερνία, πέμπτη δὲ ἡ Πελοπόννησος, ἕκτη δὲ ἡ Σικελία, ἑβδόμη δὲ ἡ Σαρδὼ, ὀγκόη δὲ ἡ Κύρνος, ἐννάτη ἡ Κρήτη, δεκάτη ἡ Κύπρος. Καὶ ταῦτα μέν ἐπὶ τοσοῦτον· ἐπὶ δέ τὰ προκείμενα μεταβησόμεθα. 9. Ἀρξόμεθα δὲ τοῦ περίπλου, καθὰ προειρήκαμεν, ἀπὸ τοῦ Ἀραβίου κόλπου καὶ τοῦ μυχοῦ αὐτοῦ, τοῦ καλουμένου Αἰλανίτου, ἔνθα μάλιστά ἐστιν, ὡς προείρηται, καὶ τὸ στενώτατον τῆς ἠπείρου, καὶ διεῖργον τὸ μὴ συνάψαι τὴν καθʼ ἡμᾶς θάλασσαν τῷ Ἀραβίῳ μυχῷ. Οὗιος δὲ ὁ μυχὸς γειτνιῶν τυγχάνει τῇ τε Αἰγύπτῳ καὶ τῆ Πετραίᾳ καλουμένῃ Ἀραβίᾳ, ἥτις τῇ λεγομένῃ Ἰουδαίᾳ συνάπτει, ἧς Παλαιστίνη τὸ ἔθνος ἐστὶ πρὸς τῇ καθʼ ἡμᾶς κείμενον θαλάσσῃ. Ἔστι γὰρ ἀπὸ Γάζης τῆς ἐν Παλαιστίνῃ πόλεως ἐπὶ τὸν μυχὸν τοῦ Ἀραβίου κόλπου, (καὶ) τὸν προειρημένον Ἀΐλαν, πεζῇ πρὸς τὴν μεσημβρίαν τῆς πορείας γινομένης, στάδια α σ ξ΄. 10. Τῶν μὲν οὖν ἀριστερῶν τῆς Ἀσίας μερῶν, τουτέστι τῆς τε Ἀραβίας τῆς Εὐδαίμονος καὶ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ μετʼ ἐκείνην τοῦ Περσικοῦ κόλπου καὶ τοῦ Ἰνδικοῦ πελάγους παντὸς ἄχρι τοῦ Σινῶν (τοῦ) ἔθνους καὶ τοῦ πέρατος τῆς ἐγνωσμένης γῆς τὸν ἀκριβέστατον ποιησόμεθα περίπλουν καὶ τὴν τῶν σταδίων ἀναμέτρησιν. Τῶν δὲ δεξιῶν τῶν τῆς Λιβύης μερῶν μέχρι τοῦ καλουμένου Πράσου ἀκρωτηρίου καὶ τῆς Μενουθιάδος νήσου τὰς μέν προσηγορίας τῶν πόλεων καὶ τῶν ἐπινείων δηλώσομεν, ἔτι μὴν τῶν θαλασσῶν καὶ τῶν κόλπων καὶ τῶν ἀκρωτηρίων, καὶ τῶν νήσων τὰς ὀνομασίας σημανοῦμεν· διὰ μακροῦ δὲ τοῖς διαστήμασι τὸν ἀριθμὸν τῶν σταδίων προσθήσομεν. Τούτων μὲν γὰρ τῶν δεξιῶν μερῶν ἐπιδρομή ἐστιν ἃ τῆς ἀναμετρήσεως πεποιήμεθα σαφῆ, μιᾶς ἕνεκα τῆς θέσεως τῆς τε γῆς καὶ τῆς θαλάσσης, ἥνπερ ἔχει πρὸς τὰς ἀντιπέρα τῆς Ἀσίας χώρας, τουτέστι τῶν τε Ἀράβων καὶ τῶν Ἰνδῶν καὶ τῶν ἄλλων ἐθνῶν· τῶν δὲ ἀριστερῶν μερῶν μετὰ τῆς προειρημένης ἐπαγγελίας τὸν περίπλουν σπουδῇ ἐποιησάμεθα.