<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="praef"><p>Μουσάων Ἑλικωνιάδων.1) Μούσας τὰς λογικὰς τέχνας φησί. χορεύειν δὲ περὶ τὸν
                        Ἑλικῶνα, ἤτοι τὴν βάσιν τοῦ ἐγκεφάλου. φασὶ γὰρ καὶ τὸ ὀστοῦν, ἐν ᾧ ἱδρύεται
                        ὁ ἐγκέφαλος, τοιοῦτον εἶναι ἑλικοειδές· ἢ χορεύειν φησί, τουτέστι ἐγκεῖσθαι
                        ταύτας περὶ τὸν ἐγκέφαλον, ὅτι εἰ μή τις ἀεὶ στρέφοιτο ἐπὶ τῆς τέχνης, ἣν
                        ἐξηγήσατο, οὔποτʼ ἂν ἐν ἕξει ταύτῃ γενήσεται. καὶ λουθεῖσαι τῇ ἰοειδέϊ πηγῇ,
                        ἤγουν τῷ ἐπιπόνῳ ἱδρῶτι (διὰ γὰρ ἱδρῶτος αἱ τέχναι κρατοῦνται), χορεύουσι
                        καὶ συστρέφονται περὶ τὸν ἐγκέφαλον, ἔνθα. ἤγουν ἀπὸ τοῦ ἐγκεφάλου,
                        προέρχονται2) κεκαλυμμέναι σκότῳ πολλῷ (ἀόρατοι γὰρ αἱ τέχναι κρατοῦνται).
                        χορεύουσι δὲ συστρέφοντες περὶ τὸν ἐγκέφαλον, ἤγουν ἀπὸ τοῦ ἐγκεφάλου πατρός
                        εἰσι, κατὰ τὴν νύκτα πορεύονται, ἤγουν ἀσωμάτως καὶ μὴ ὁρώμεναι πρός
                        τινος.</p><p>ἢ νύχιαι πορεύονται, ἐπειδὴ ὁ νοῦς μᾶλλον κατὰ τὴν νύκτα συνάγεται καὶ
                        γίνεται καθʼ ἑαυτὸν καὶ ταύτας προβάλλεται. αὗται δὲ περὶ τὸν ἑαυτῶν πατέρα
                        διηνεκῶς στρέφονται, ἤγουν μένουσι περὶ τὸν ἐγκέφαλον καὶ φωνὴν πέμπουσι
                        θαυμαστήν, περί3) τε αἰθέρος φάσκουσαι, ὃν Δία φησί, καὶ περὶ ἀέρος ἀργοῦ,
                        ἤτοι λευκοῦ, τοῦ ἐμβαίνοντος χρυσοῖς ὑποδήμασι, τουτέστι τοῦ συγγινομένου τῷ
                        αἰθέρι (ὁ γὰρ αἰθὴρ λαμπρός ἐστι καὶ πυρώδης), καὶ περὶ ἡλίου καὶ σελήνης
                            <del>καὶ</del> ὕδατος <del>καὶ</del> θέμιδός τε, ἤγουν τοῦ νοῦ, παντὸς
                        κόσμου θέσεως καὶ διαθέσεως, καὶ περὶ ἀστέρων· περὶ Λητοῦς, ἤτοι σκότους,
                        περὶ Ἰαπετοῦ <note type="footnote">1. Μουσάων — ὅπου ἂν ἐθέ- 2. προέρχονται
                            F προερχόμεναι λοιμεν πορεύεσθαι f. Par. Statt codd. dessen Schol. 1—24
                            Trinc. 3. παρά τε Cas.</note>
                        <pb n="370"/> ἤτοι οὐρανοῦ κινήσεως, περὶ Κρόνου, ἤτοι καθαροῦ νοός (κορὸς
                        γὰρ ὁ καθαρός), περὶ ἡμέρας, περὶ νυκτὸς καὶ περὶ πάντων. ἢ ὀρχεῦνται περὶ
                        τὴν βάσιν τοῦ Κρονίωνος, τοῦ υἱοῦ τοῦ νοός. τὸ μὲν γὰρ τοῦ νοός ἐστι
                        πρακτικόν, τὸ δὲ θεωρητικόν. ἐπεὶ γοῦν δύο μέρη τοῦ νοός εἰσιν, εἰκότως
                        Κρονίδην τὸ πρακτικόν φησι τοῦ νοός. καλῶς δὲ καὶ τοῦ εἶπε Κρονίδου, ἤγουν
                        τοῦ θεωρητικοῦ, ἐπεὶ γὰρ αἱ λογικαὶ τέχναι οὐκ εἰσὶ τοῦ πρακτικοῦ μέρους,
                        ἀλλὰ τοῦ θεωρητικοῦ, διὰ τοῦτο ἕνα Κρονίδην εἶπεν· αἰγίοχον δὲ τὸν αἰθέρα
                        εἶπεν, ἐπειδὴ ὁ αἰθὴρ πάντων ὑπεραναβεβηκὼς τῶν στοιχείων. αἱ αἰγίδες δέ,
                        ἤγουν αἱ καταιγίδες καὶ τὰ πνεύματα πάθη τοῦ ἀέρος εἰσίν.</p></div><div type="textpart" subtype="section" n="23"><p>23. ἄρνας ποιμαίνονθ’. αἵ τινές ποτε, δηλονότι αἱ τέχναι, ἐδίδαξαν τὸν
                        Ἡσίοδον καὶ ἐσόφισαν ἄρνας ποιμαίνοντα, ἤγουν πρῶτον μὲν ταῖς ἀλόγοις
                        ἐπιθυμίαις ἑπόμενον, ὕστερον δὲ ἀσχολεύσαντα ἀπὸ πάντων καὶ οἱουεὶ μύσαντα
                        καὶ ἀναισθήσαντα πρὸς πᾶσαν αἴσθησιν. ἄρνας δὲ λέγει τοὺς ἀλόγους ἐπιθυμίας,
                        Ἑλικῶνα δὲ τὸν ἐγκέφαλον, ἑπόμενον οὖν ταῖς ἀλόγοις ἐπιθυμίαις ὑποκάτω τοῦ
                        νοός. ὁ μὲν νοῦς πάντων ὑπερανέστηκεν, ὅθεν καί, ὃν μέγαν μέλλομεν εἰπεῖν,
                        κορυφαῖον καλοῦμεν διὰ τὸ τοῦ σώματος ὅλου ὑπερανεστηκέναι τὸν νοῦν. ὁ δὲ
                        ποιμαίνων ἀφίησι τὰ ποιμαινόμενα, ὅπου ἄν ἐθέλοιεν πορεύεσθαι.</p></div><div type="textpart" subtype="section" n="24"><p>24. τόνδε δέ με. αὗται γοῦν, αἱ Μοῦσαι δηλονότι, εἶπον πρός με1), ἤγουν αἱ
                        λογικαὶ τέχναι, ἤτοι ἐν συναισθήσει ) ἑαυτοῦ γεγονὼς καὶ ἀναλογισάμενος εἶπε
                        πρὸς ἑαυτόν· ὦ ποιμένες, δοῦλοι κοιλίας, ἐπονείδιστοι. οἱ σοφοὶ γινώσκουσι
                        πολλὰ ψεύδη λέγειν ὁμοιούμενα ἀληθέσι καὶ πάλιν ἀληθῆ λέγειν. τοῦτο δὲ
                        παρήγαγε δεικνύων), ὅτι τὸ περὶ ἔργων ἀψευδῶς ) φαίνεται πρὸς τὸν ἑαυτοῦ
                        ἀδελφὸν5 ) Πέρσην λεγόμενον6 ). εὐθὺς δὲ σκῆπτρον <note type="footnote">1.
                            πρώτιστα Par. — αἱ τῶν λό- 4. ψευδῶς Vat. Cas. γων Par.</note>
                        <note type="footnote">2. συνθέσει — ἀναλυσάμενος Par. 5. ἀδελφὸν f.
                            Par.</note>
                        <note type="footnote">3. ὅτι καὶ τ. π. ε. καὶ ἡμερῶν 6. Nach λεγόμενον:
                            οὕτως εἷπον γίνεται Vat. Cas. πρὸς ἐμαυτὸν Vat. Cas.</note>
                        <pb n="371"/> καὶ στήριξιν1) ἔλαβον δάφνης, ἤγουν2) ἐπεχείρησα κοπιῶν3). καὶ
                        γὰρ τὰ φύλλα τῆς δάφνης πικρά εἰσι, καὶ ὁ ὑπὲρ τῆς ἀρετῆς ἱδρῶς ἐπίπονος.
                        καὶ ἄλλως4) δὲ νοητέον τὸ ἔδον μοι δάφνης κλάδον. εἰ μὴ γὰρ τὴν γλῶσσάν τις
                        ἐξασκήσῃ καὶ οἱονεὶ στομώσῃ πρὸς τὸ φωνεῖν, ὁπότʼ ἂν βούλοιτο καὶ ὅ θέλοι5),
                        οὐκ ἄν ἄλλως γινώσκοιτο σοφός. δάφνη γὰρ εἴρηται ἀπὸ τοῦ δα ἐπιτατικοῦ
                        μορίου καὶ τοῦ φωνῶ. ἐνεπνεύσθην δὲ ὑπὸ τῶν Μουσῶν, ἵνα γινώσκοιμι τὰ ὄντα
                        καὶ τὰ ἐσσόμενα ), ὡς καὶ Ὅμηρος ἐν Ὀδυσσείᾳ φησὶν ἐμφαίνων δεῖν εἶναι περὶ
                        ἐσσομένου γινώσκειν τὸν ποιητήν. ἄειδε δὲ7) Φήμιος καλόν, οὗ κλέος οὔποτʼ
                        ὀλεῖται, γινώσκων γὰρ τὸ μέλλον, καὶ ὡς8) οὔποτε τὸ ὄνομα τῆς τούτου
                        σβεσθείη ποιήσεως, τοῦτο ἐπέγραψεν.</p></div><div type="textpart" subtype="section" n="35"><p>35. ἀλλὰ τίη μοι ταῦτα. ἀλλὰ τί μοι ταῦτα, φησίν, ὥσπερ εἰ ἔλεγον περὶ τῶν ἐν
                        δρυὶ9) καὶ πέτρᾳ σκηνωμάτων. οἱ γὰρ παλαιοὶ πρὸ τοῦ κτίσαι πόλεις ἐν δρυσὶ
                        καὶ πέτραις ᾤκουν.</p></div><div type="textpart" subtype="section" n="36"><p>36. τύνη Μουσάων. σὺ δέ, ὦ νοῦ, ἄρχου λέγειν περὶ πάντων τῶν προαναφωνηθέντων
                        σοι τεχνῶν, αἵ τινες ὑμνοῦσι τὸν ἑαυτῶν πατέρα, τὸν νοῦν δηλαδή, καὶ λέγουσι
                        τὰ ὄντα καὶ τὰ10) ἐσσόμενα ὁμοφωνοῦσί τε ἀλλήλαις. τὰ γὰρ καλὰ πάντοτε
                        συμφωνοῦσι, τὰ δὲ μὴ τοιαῦτα καὶ ἀφʼ ἑαυτῶν ἐλέγχονται. διαχέεσθαί11) τε
                        ποιοῦσι τὸν ἐγκέφαλον, ἐνστρέφονταί τε ἀεὶ ἐν αὐτῷ, καὶ ἠχεῖσθαι ποιοῦσι τὸν
                        νιφόεντα Ὅλουμπον, ἤτοι τὸν καθαρώτατον νοῦν. ἄρχου τε πάλιν, ὦ νοῦ, ὑμνεῖν
                        τὸν Δία, ἤτοι τὸν νοῦν, τὸν πατέρα πάντων, ὅτι πάντων κρατεῖ, ἔπειτα λέγε
                        περὶ ἀνθρώπων περὶ τεχνῶν τε. ποίων; ἃς ἐγέννησεν <note type="footnote">1.
                            Nach στήριξιν: ἔλαφον ἢ Cas. 8. ὅτι Par. οὔτε Cas. τοῦ Par.</note>
                        <note type="footnote">2. νεχείρισα Par. σβεσθείσης Vat. Cas. καὶ
                            οὗτος</note>
                        <note type="footnote">3. σκοπήσας Par. κοπιᾶν Vat. ἐπέγραψεν Vat.</note>
                        <note type="footnote">9. δρυὶ καὶ πέτρᾳ Par. δρυσὶ</note>
                        <note type="footnote">4. οὕτως Par. καὶ πέτραις Cas. περὶ τεχνῶν Vat.</note>
                        <note type="footnote">5. θέλῃ Vat. Cas.</note>
                        <note type="footnote">6. ἐσόμενα Par. [10. τὰ f. Par.</note>
                        <note type="footnote">7. δὲ f. Par. 11. διαδέχεσθαι Par. ἀεὶ f. Par.</note>
                        <pb n="372"/> ἡ Μνημοσύνη1) συνελθοῦσα τῷ Διΐ, ἤτοι τῷ νοΐ. ἐγέννησε δὲ ἐν
                        τῇ Πιερίᾳ, ἐν ἐπιθυμητῷ δηλαδὴ τόπῳ. Μνήμη δὲ ποία; ἡ βασιλεύουσα ἐν τῷ
                        Ἐλευθῆρι. τοῦτο δὲ εἶπεν ἐμφαίνων, ὡς δεῖ τὸν μέλλοντα τὴν φιλοσοφίαν
                        μετέρχεσθαι ἐλεύθερον μὲν2) εἶναι παντὸς βιωτικοῦ πράγματος, ἄρχειν δʼ ἐν
                        τούτῳ καὶ μόνον ἐμμένειν τὴν ἐλευθερίαν. ἐγέννησε δὲ ταύτας τὰς τέχνας εἰς
                        λησμοσύνην τε τῶν κακῶν καὶ ἀνάπαυσιν τῶν φροντίδων. δεῖ γὰρ τὸν μανθάνοντα
                        πρὸς τῷ πόνῳ καὶ τῇ σπουδῇ καὶ πᾶσι τοῖς εἰς τοῦτο συντείνουσιν,
                        ἀπεπιλήσμονα εἶναι τῶν μαθημάτων αὐτῶν. ἀντίκειται γὰρ τῷ λόγῳ καὶ3) ἡ λήθη,
                        καὶ τοῦτο δηλοῖ4) Ὅμηρος παρεισάγωυ ἐν τῇ ἰδίᾳ ποιήσει τὴν Ληθὼ τῷ Ἑρμῇ
                        ἀντιμαχομένην, Λητοῦς μὲν τῆς λήθης νοουμένης, Ἑρμοῦ δὲ τοῦ λόγου.</p></div></div></body></text></TEI>