891. Γαίης φραδμοσύνῃσι. ἐπεὶ γὰρ οἱ ἐν ἡμῖν νόες τοῦ πρώτου νοός εἰσιν ἀπόρροιαι, τὸν δὲ οὐρανὸν τῷ πρώτῳ νοῒ2 ) ἀπονέμουσι (φασὶ δὲ καὶ σύνευνον τὴν γῆν οὐρανοῦ), καλῶς εἶπε δηλονότι, ἄνωθεν πηγασάσην τὴν βουλήν. 894. ἐκ γὰρ τῆς εἵμαρτο. εἰ μὴ γὰρ ἡ Ἀθηνᾶ, ἤγουν ἡ φρόνησις καὶ τὸ συνετὸν διακριτικόν, ἐγεννήθη, ἔμελλεν ἡ ἀβουλία προελθεῖν, ἣν καὶ ὑπέρβιον διὰ τὸ ἀναιδὲς εἶπεν. Ἀθηνᾶν δὲ ποίαν; τὴν γλαυκῶπιν, ἤτοι τὴν λαμπρυντικήν (γλαύσσω γὰρ τὸ βλέπω), ἢ τὴν καταπληκτικὴν παρὰ τὸ γλαυκοὺς ὦπας ἔχειν (καὶ3) γὰρ τὰ φοβερώτατα τῶν θηρίων τοιούτους ὀφθαλμοὺς ἔχειν φασίν), ἣν Τριτογένειαν εἶπε, παρόσον ἐκ τῆς Τριτοῦς, ἤτοι ἐκ τῆς κεφαλῆς γεννᾶται.4) οἱ Κρᾶτες γὰρ τὴν κεφαλὴν Τριτώ φασιν. 901. δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν. ἔπειτα μετὰ5) τὸ τὴν φρόνησιν γεννηθῆναι ὑπʼ αὐτοῖ, παρήχθη καὶ ἐφάνη τὸ δίκαιον, ὃ καὶ τὰς Ὥρας γεγέννηκε, τὴν ὐνομίαν, τὴν Δίκην καὶ τὴν Εἰρήνην. δικαίου γὰρ πολιτευομένου καὶ διαγωγὴν 6) καλλίστην ἔστιν ἰδεῖν καὶ δικαιοσύνην καὶ εἰρήνην. ἃς Ὥρας εἶπε διὰ τὸ ἐπιτηρεῖν τὰ ἔργα τῶν ἀνθραώπων. ἐγέννησε δὲ καὶ τὰς Μοίρας7) αὐτάς, τὴν διανέμησιν τῶν ἀνηκόντων ἑκάστοις 8), ὃ πρῶτον δίκαιόν ἐστιν. αἷς οἰκεῖα καὶ τὰ ὀνόματα παρὰ τὸ ἐπικλωθόμενον καὶ ἐπιλαγχάνον τινὶ τοῦ λοιποῦ ἀμετάτροπον εἶναι. ἡγάγετο καὶ τὴν Εὐρυνόμην, ἤτοι τὴν εὐρεῖαν διαγωγήν. φρονήσεως γὰρ προηγησαμένης, τὰ πάντα συμβαίνει καλά, ἣν κόρην τοῦ Ὠκεανοῦ εἶπε παρὰ τὸ τὴν τοιαύτην εὔροιαν ὠκέως ἐν τῷ βίῳ νοειν ἡμῶν, ἥ τις 1. τὴν Εἱμαρμένην Par 5. τὸ f. Cas. 2. νέμουσι Par. καὶ f Par. καὶ 6. καλὴν Cas. εἷπε Par. τῆς βουλῆς Cas. 7. αὐτή Cas. 3. γὰρ f. Cas. ἤτοι τῆς κεφ. Cas. 8. ἐκάλεσεν, τὸ Par. ἑκάστων 4. οἱ Κρᾶτες — φασιν f. Par. Cas ἀμετάτρεπτον Par. ἐγέννησε τὰς Χάριτας, περὶ ὧν προειρήκαμεν ἐν ἀρχῇ, αἵ τινες1) χαροπαί εἰσιν. 912. Δήμητρος. εἰ μὲν2) τὸν Δία ἐπὶ τοῦ νοὸς ἐθέλεις λαβεῖν, οὕτω νοεῖται, ὅτι ὁ Ζεύς, ἤτοι ὁ νοῦς, ἐφεῦρε καὶ τὸ σπείρειν εἰς γῆν. εἰ δʼ ὡς ἐν κεφαλῇ, οὕτως ὁ Ζεύς, ἢ τὸ ὕδωρ ἢ ὁ ἥλιος, (βέλτιον δὲ τὸν ἥλιον νοεῖν), συνελθὼν3) τῇ Δήμητρι, ἤγουν τὴν γῆν πυρώσας, ἔπεισε γεννῆσαι τὴν Περσεφόνην, ἤτοι τὴν θρεπτικὴν δύναμιν (φερβοσύνην τινὰ οὗσαν), συντεθειμένην ἀπὸ τοῦ φέρβω τὸ τρέφω καὶ τὸ φονεύω, οἱονεὶ4) φονεύεται κρυπτόμενος ὑπὸ γῆν ὁ καρπούμενος. ἣν Περσεφόνην τὸν Ἅιδην εἶπεν ἁρπάσοι, παρόσον ὑπὸ γῆν κρύπτεται καὶ πρὸς καιρὸν ἀφανίζεται, ἣν αὖθις ὁ Ζεύς, ἤτοι ὁ ἥλιος, ἀναφανῆναι πεποίηκε. πάλιν γὰρ ἀναδίδοται καὶ αὐξάνει.