<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="836"><p>836. καί νύ κεν ἔπλετο. καὶ δή, φησίν, ἐπεκράτησε τὸ τοιοῦτον πνεῦμα (καὶ γὰρ
                        ἀπὸ τοῦ εἶναι ἰσχυρὸν καὶ ὅλον νέφος μετακινεῖται καὶ ὑπὸ γῆν πολλάκις
                        κατάγεται), εἰ μὴ ὁ Ζεύς, ἤτοι ἡ πρόνοια, ὀξὺ ἐνόησε καὶ ἐβρόντησε μέγα.
                        πνεύματος1 ) γὰρ ὑπὸ τὸ νέφος εἰσερχομένου καὶ κλειομένου ἐν αὐτῷ, μὴ
                        εὑρίσκοντος ἔξοδον, τὸ νέφος στενοχωρεῖται, τὸ δὲ στενοχωρούμενον κινεῖται
                        καὶ κινούμενον ἐκπυροῦται καὶ πυρούμενον εἰς ἀστραπὰς καὶ κεραυνοὺς τὸ
                        τοιοῦτον πνεῦμα διαλύει.</p></div><div type="textpart" subtype="section" n="853"><p>853. Ζεὺς δʼ ἐπεὶ οὖν. ἐπεὶ οὖν κατέστειλε τὸ τοιοῦτον πνεῦμα, οὕτως, ὥσπερ
                        ὅταν τὸ ὄρος καίηται καὶ τὰ ἐν αὐτῷ τοῦ χαλκοῦ μέταλλα ἀναλύωσιν, ἔρριψεν
                        αὐτό, ἤτοι διέλυσεν. ἀπʼ αὐτοῦ δὲ τοῦ Τυφῶνος γεννῶνται ἄνεμοι2)
                        καταιγιδώδεις, βλαβεροὶ ὄντες τοῖς ἀνθρώποις.</p></div><div type="textpart" subtype="section" n="881"><p>881. αὐτὰρ ἐπεί ῥα πόνον. ἐντεῦθεν ἄλλως νοητέον τοὺς Τιτᾶνας. ἐκεῖ μὲν γὰρ
                        εἰς τὰ ὑπὸ γῆν πνεύματά τε καὶ ὕδατα ἠλληγόρηντο, ἐνταῦθα δὲ εἰς τὸ χαλκοῦν
                        γένος, περὶ οὗ καὶ ἐν τῷ περὶ ἔργων καὶ ἡμερῶν φησιν. ἐπεὶ γάρ, φησίν, οἱ
                        μάχαις συζῶντες ἠφανίσθησαν ἄνθρωποι, (τότε, ἐπεὶ τῇ τετάρτῃ γενεᾷ, δηλαδὴ
                        4) τῇ τῶν ἡραώων, ὁ Ζεὺς ἐβασίλευεν, ἤτοι ὁ νοῦς), ἐγένοντο ἕτεροι, οἳ αὐτῶν
                        βασιλέα τὸν Δία προεστήσαντο, οἵ τινες δὴ μετὰ φρονήσεως ἔζων καὶ
                        βουλῆς.</p></div><div type="textpart" subtype="section" n="886"><p>886. Ζεὺς δὲ θεῶν βασιλεὺς. ὁ δὲ Ζεύς, φησίν, ἤτοι ὁ νοῦς, πρῶτον5) συνῆλθε
                        τῇ Μήτιδι. εἰ μὴ γὰρ ὁ νοῦς βουλεύσαιτο καὶ τὸ ἐπαμφοτερίζον εἰς ἒν
                        περιστήσειεν, οὐκ ἄλλως τὸ ἴδιον ἐνεργές. ποίαν Μῆτιν; τὴν πολλὰ εἰδυῖαν. ἐκ
                        γὰρ φρονήσεως καὶ πολυπειρίας τὰ πάντα γινώσκει τις. ἐπεὶ δὲ τὴν Ἀθηνᾶν
                        γεννήσειν ἔμελλεν, ἤτοι τὴν φρόνησιν, τὴν Μῆτιν6 ) κατέπιε, τουτέστι <note type="footnote">1. πνεύματος — εὑρίσκοντος ἔξο- 4. τῇ f. Par.
                            ἐβασίλευσεν Cas. δον F πνεῦμα — εἰσερχόμενον — νοῦς, ἐπεὶ γὰρ οἱ ἄλογοι
                            καὶ μετὰ κλειόμενον — εὑρίσκον codd. στε- θυμοῦ ζῶντες ἐφθάρησαν ἄνθρω-
                            όοχωρεῖ Cas. ἀστραπὴν — κεραυ- ποι Cas. ἐπεὶ γ. οἱ μετ. θ. Par. Ζεὺς δὲ
                            θ. β. f. codd. ννν Par.</note>
                        <note type="footnote">2. καταιγιώδεις Cas. καταιγιδαώ- 5. εἰσῆλθε codd.
                            βουλεύσεται σεῖς Par. βλαβεραὶ οὖ σαι Par. codd. ἐνεργεῖ Par.</note>
                        <note type="footnote">3. τε f. Par. 6 κατέπινεν Cas.</note>
                        <pb n="411"/> τὴν ἐπαμφοτερίζουσαν τούτου βουλὴν εἰς ἓν περιέστησε καὶ1) τὸ
                        εὔνομον ἀπεγέννησε.</p></div></div></body></text></TEI>