739. τά τε στυγέουσι. ἄνωθεν τοῦ βορείου πόλου τοὺς ἀστέρας εἶναι, τοὺς μηδέποτε κατὰ8) τὸ ὑποκάτω ἡμισφαίριον δύοντας, φησίν, ἐπεὶ καὶ κατὰ τὸ ὑπὸ γῆν ἡμισφαίριον εἰκὸς φαίνειν ἀστέρας, ἀλλʼ οὐ τοιούτους, ἔνθεν ἐστήρικται ὁ ἄξων. 775. ἔνθα δὲ ναιετάει. τινὲς οὕτως ἐπειράθησαν 1. καὶ οἱ ἀστέρες f. Par. Cas. 5. καὶ ὑποκάτω τῆς γῆς Par. συνῆλθεν Cas. τοῦτο τὸ Par. Cas. κ. ὑπ. τ. χθονὸς Cas. — ἀπὸ τῆς 2. ὃν τρόπον Par. διὰ τῶν β. Cas: γῆς Par. 3. ὥσπερ Par. ἀρχῆς εἶχε τὴν 6. ὁ f. Cas. διαφαίνουσαν χάριν Cas. ἀρχῆς 7. καὶ f. Par. ἄνωθεν δὲ Par. τὴν δ. χ. Par. ἡγεῖται Cas. 8. τὸ κάτω Cas. 4. φησι f. Par. ἀλληγορεῖν, Στύγα τὴν φθορὰν λέγοντες τοῦ θανάτου, ὅπου, φησί, κατοικεῖ ἡ Στὺξ χωρὶς τῶν θεῶν. ἡ γὰρ φθορὰ πόρρω τῶν ἀθανάτων ἐστίν. ἡ θυγάτηρ ἀψορρόου Ὠκεανοῖο, ἤτοι τῆς ἀφʼ ὧν1) συνέστηκε στοιχείων ἐπαναλύσεως. ἀψορρόου τοῦ ὀπισθορμήτου, ἀφʼ ὧν συνέστηκεν ἀναλυομένη. νόσφιν δὲ θεῶν. χωρὶς δὲ τῶν ἄλλων στοιχείων κατοικεῖ δώματα κατηρεφέα ταῖς πέτραις, παρόσον ὑπὸ γῆν ὁ ἀποθανὼν κατοικεῖ. ἀμφὶ δὲ πάντῃ κίοσιν ἀργυρέοισι. παρόσον2 ) καὶ τὰ στοιχεῖα μερικῶς φθείρεται, οὐχὶ τὰ καθόλου. κίονας οὖν ἀργυρέας τὰ στοιχεῖά φησι. τοῦτο γοῦν δηλοῖ, ὅτι ἡ φθορὰ μέχρι καὶ αὐτῶν τῶν στοιχείων φθάνει οὐ καθόλου, ἀλλὰ μερικῶς. τινὲς δὲ οὕτως ἠλληγόρησαν· ὅπου, φησίν, ὑπὸ γῆν κατοικεῖ ἡ Στύξ, ἤτοι ἡ ἀναθυμίασις, ἡ ἀπὸ τῆς γῆς ἀναδιδομένη (ἀπὸ τοῦ στάζω, στάξω, στὰξ καὶ στύξ). ἡ θυγάτηρ ἀψορρόου Ὠζκεανοῖο, πάλιν γὰρ ἀπʼ οὐρανοῦ κατέρχεται ἀναλαμβανομένη. κίοσι δὲ ἀργυρέοισι, παρόσον ἐν τῷ οὐρανῷ ἀνάγεται. 780. παῦρα δὲ Θαύμαντος. ὀλιγάκις δέ, φησί, φαίνεται ἡ Ἶρις, ἤτοι τὸ τόξον, ἡ θυγάτηρ τοῦ Θαύμαντος, ἤτοι ἡ θαυμαστή, ἡ ὠκέα, παρόσον3) ἐξαίφνης εἴωθε γίνεσθαι καὶ οὖ διαλύεσθαι. πότε; ὁπότε συμβῇ ἀταξία γίνεσθαι. ὁ δὲ Ζεύς, φησίν, ἐκπέμπει ταύτην ἐνεγκεῖν ὕδωρ, τοῦτο4) δηλοῦντος τοῦ λόγου, ὅτι ἢ προηγησαμένου ὑετοῦ ἢ μέλλοντος γίνεσθαι, εἴωθε φαίνεσθαι ἡ Ἶρις· ὃ ὕδωρ ἀπὸ πέτρας ἠλιβάτου, ἤτοι τοῦ οὐρανοῦ (ἐφ’ οὗ ὁ ἥλιος βαίνει), κατέρχεται. 787. πολλὸν δέ θʼ ὑπὸ χθονός. ἐνταῦθα μέλλει δηλῶσαι, ὅτι τϲ κατερχόμενον ὕδωρ οὐ5) πλέον ἐστὶ τοῦ ὑπὸ γῆς· φησὶ γοῦν, ὅτι τὸ δέκατον κατέρχεται μέρος τοῦ ὕδατος. αἱ μὲν γὰρ θ μοῖραι κατὰ τῆς γῆς χέονται, ἡ δὲ μία κατὰ τὰ ὑποχθόνια. τὸ δὲ διὰ νύκτα μέλαιναν εἶπε, παρόσον συννέφεια εἴωθε γίνεσθαι κατὰ τὸν τοιοῦτον 1. συνέστηκε — ἀφʼ ὧν f. Par. 3. ἐξαίφνης f. Par. πότε — ἀναλυομένης Par. ἀταξία γίνεσθαι f Par. 4. λαλοῦντος Cas. ὅτι f. codd. 2. καὶ f. Par. 5 τὸ πλέον Cas. καιρόν. διὰ δὲ τοῦ ὀμνύειν εἰς τὴν Στύγα τοὺς θεοὺς δηλοῖ, ὅτι τὸ ὕδωρ τιμιώτερόν ἐστι πάντων, καὶ ὅτι οὐ1) δεῖ ἐπιορκεῖν. 803. δεκάτῳ δʼ ἐπιμίσγεται. διὰ τούτου πάλιν δηλοῖ τὸ μὴ δεῖν παντελῶς ἐκβάλλεσθαι τῆς βουλῆς τὸν ἁμαρτήσαντα.