732. θύρας δʼ ἐπέθηκε. προείπομεν, ὅτι προῆν πάντων τὸ ὕδωρ, οὗ ἡ ὑποστάθμη καὶ τρυγίαν τὴν γῆν ἀπετέλεσε. θύρας γοῦν, ἤτοι γῆν, τὸ ὕδωρ ἐπέθηκεν ἐπʼ αὐτοῖς. 739. τά τε στυγέουσι. ἄνωθεν τοῦ βορείου πόλου τοὺς ἀστέρας εἶναι, τοὺς μηδέποτε κατὰ8) τὸ ὑποκάτω ἡμισφαίριον δύοντας, φησίν, ἐπεὶ καὶ κατὰ τὸ ὑπὸ γῆν ἡμισφαίριον εἰκὸς φαίνειν ἀστέρας, ἀλλʼ οὐ τοιούτους, ἔνθεν ἐστήρικται ὁ ἄξων. 775. ἔνθα δὲ ναιετάει. τινὲς οὕτως ἐπειράθησαν 1. καὶ οἱ ἀστέρες f. Par. Cas. 5. καὶ ὑποκάτω τῆς γῆς Par. συνῆλθεν Cas. τοῦτο τὸ Par. Cas. κ. ὑπ. τ. χθονὸς Cas. — ἀπὸ τῆς 2. ὃν τρόπον Par. διὰ τῶν β. Cas: γῆς Par. 3. ὥσπερ Par. ἀρχῆς εἶχε τὴν 6. ὁ f. Cas. διαφαίνουσαν χάριν Cas. ἀρχῆς 7. καὶ f. Par. ἄνωθεν δὲ Par. τὴν δ. χ. Par. ἡγεῖται Cas. 8. τὸ κάτω Cas. 4. φησι f. Par. ἀλληγορεῖν, Στύγα τὴν φθορὰν λέγοντες τοῦ θανάτου, ὅπου, φησί, κατοικεῖ ἡ Στὺξ χωρὶς τῶν θεῶν. ἡ γὰρ φθορὰ πόρρω τῶν ἀθανάτων ἐστίν. ἡ θυγάτηρ ἀψορρόου Ὠκεανοῖο, ἤτοι τῆς ἀφʼ ὧν1) συνέστηκε στοιχείων ἐπαναλύσεως. ἀψορρόου τοῦ ὀπισθορμήτου, ἀφʼ ὧν συνέστηκεν ἀναλυομένη. νόσφιν δὲ θεῶν. χωρὶς δὲ τῶν ἄλλων στοιχείων κατοικεῖ δώματα κατηρεφέα ταῖς πέτραις, παρόσον ὑπὸ γῆν ὁ ἀποθανὼν κατοικεῖ. ἀμφὶ δὲ πάντῃ κίοσιν ἀργυρέοισι. παρόσον2 ) καὶ τὰ στοιχεῖα μερικῶς φθείρεται, οὐχὶ τὰ καθόλου. κίονας οὖν ἀργυρέας τὰ στοιχεῖά φησι. τοῦτο γοῦν δηλοῖ, ὅτι ἡ φθορὰ μέχρι καὶ αὐτῶν τῶν στοιχείων φθάνει οὐ καθόλου, ἀλλὰ μερικῶς. τινὲς δὲ οὕτως ἠλληγόρησαν· ὅπου, φησίν, ὑπὸ γῆν κατοικεῖ ἡ Στύξ, ἤτοι ἡ ἀναθυμίασις, ἡ ἀπὸ τῆς γῆς ἀναδιδομένη (ἀπὸ τοῦ στάζω, στάξω, στὰξ καὶ στύξ). ἡ θυγάτηρ ἀψορρόου Ὠζκεανοῖο, πάλιν γὰρ ἀπʼ οὐρανοῦ κατέρχεται ἀναλαμβανομένη. κίοσι δὲ ἀργυρέοισι, παρόσον ἐν τῷ οὐρανῷ ἀνάγεται. 780. παῦρα δὲ Θαύμαντος. ὀλιγάκις δέ, φησί, φαίνεται ἡ Ἶρις, ἤτοι τὸ τόξον, ἡ θυγάτηρ τοῦ Θαύμαντος, ἤτοι ἡ θαυμαστή, ἡ ὠκέα, παρόσον3) ἐξαίφνης εἴωθε γίνεσθαι καὶ οὖ διαλύεσθαι. πότε; ὁπότε συμβῇ ἀταξία γίνεσθαι. ὁ δὲ Ζεύς, φησίν, ἐκπέμπει ταύτην ἐνεγκεῖν ὕδωρ, τοῦτο4) δηλοῦντος τοῦ λόγου, ὅτι ἢ προηγησαμένου ὑετοῦ ἢ μέλλοντος γίνεσθαι, εἴωθε φαίνεσθαι ἡ Ἶρις· ὃ ὕδωρ ἀπὸ πέτρας ἠλιβάτου, ἤτοι τοῦ οὐρανοῦ (ἐφ’ οὗ ὁ ἥλιος βαίνει), κατέρχεται.