639. ἀλλʼ ὅτε δή. τοῦτο πρὸς μὲν τὴν ἔννοιαν οὐ συνᾴδει, πρὸς δὲ ἀστεῖσμὸν εἰς τὸ μέσον ἐτέθη, ἵνα δηλώσῃ, ὅτι ὑδροποτοῦσι καὶ οἱ ἀστέρες. ἀλλʼ ὅτε, φησί, τοῖς ἄστρασι πρὸς συνοχὴν ἐδωρήσατο τὸ ὕδωρ, τότε ὁ Ζεύς, ἤτοι ὁ ἥλιος (ἀπὸ τοῦ ζέειν ἢ ἀπὸ τοῦ εὖ ζῆν 1. ἴσως Par. 3. καὶ τῆς Cas. 2. λοῖ — ἐγίνετο f. Par. ὅτε 4. ἐγένετο Par. γὰρ Cas. ἢ διὰ πυρὸς Par. Cas. 5. ἢ f. Par. γῆς ἔφησεν Cas. ἐν Σοδόμοις Cas. γεγοναώς Cas. ἀπὸ Ὀλ. Cas. σθένος Par. ἡμῖν παρέχειν), καὶ οἱ ἀστέρες συνῆλθον1) τὸ εἰωθὸς ἡμῖν ἐργάσασθαι. 657. ἀλκτὴρ δʼ ἀθανάτοισιν. ἐπεί, φησίν, εἰς φῶς διὰ σοῦ παρήχθημεν (διὰ χρόνου γὰρ τοῦτο γίνεται, ὃν2) τρόπον προειρήκαμεν γίνεσθαί τε καὶ ἀπαρτίζεσθαι διὰ τῆς ιβ ζωδίων διελεύσεως), νῦν πάλιν φυλάξομεν τὸ σὸν κράτος, ἤτοι ὅπερ ἐξ ἀρχῆς εἶχες. ἐντεῦθεν τὰ τότε συμβαίνειν εἰωθότα διηγεῖται. 687. οὐδʼ ἄρʼ ἔτι Ζεύς. ἐντεῦθεν πάλιν καὶ τὴν διὰ τοῦ πυρὸς σύγχυσιν καταλέγει. εὐθέως γάρ, φησί3), κατηνέχθη πῦρ ἐξ οὐρανοῦ καὶ κεραυνοὶ καὶ ἀσραπαί, πάντες τε ἐσκοτίζοντο. πάλιν δὲ ἐπαύθη ἡ τοιαύτη σύγχυσις, καὶ4) τὰ ὕδατα κατεβλήθησαν τοσοῦτον ὑποκάτω τῆς γῆς, ὅσον ὁ οὐρανὸς ἀπέσχε ἀπὸ τῆς γῆς. κέντρου γὰρ λόγον ἡ γῆ πρὸς ὅλον τὸν οὐρανὸν ἐπέχει. ἐλήλαται δὲ καὶ διὰ μέσης τῆς γῆς 5) ὁ οὐράνιος ἄξων, ἡ λεγομένη εὐθεῖα. 727. τριστοιχεὶ. ἡ τῶν τριῶν στοιχείων σκότωσις, ἀέρος, γῆς καὶ ὕδατος, ἢ πολλαπλῶς. ἄνωθεν γὰρ τοῦ Ταρτάρου αἱ τῶν δένδρων ῥίζαι πεφύκασιν. 732. θύρας δʼ ἐπέθηκε. προείπομεν, ὅτι προῆν πάντων τὸ ὕδωρ, οὗ ἡ ὑποστάθμη καὶ τρυγίαν τὴν γῆν ἀπετέλεσε. θύρας γοῦν, ἤτοι γῆν, τὸ ὕδωρ ἐπέθηκεν ἐπʼ αὐτοῖς.