<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="570"><p>570. αὐτίκα δʼ ἀντὶ πυρός. αὐτίκα δέ, φησίν, ὁ Ἥφαιστος ἐποίησε γυναῖκα,
                        ἤγουν τὴν ἔντεχνον ζωήν, τὴν κατὰ τέχνην ἐγγινομένην τινί, ἣν ἔντεχνον ζωὴν
                        τὸ πῦρ κατασκευάζει. γυναῖκα δὲ εἶπε διὰ τὸ ἀσθενεῖς κατὰ ψυχὴν καὶ ἀλόγους
                        τοὺς ἀνθρώπους ποιεῖν. ἐκόσμησε δὲ ταύτην ἡ Ἀθηνᾶ, ἤτοι ἡ φρόνησις. τὰ δὲ
                        λοιπὰ τοῦ μύθου καὶ τὰ ἑξῆς περὶ γυναικῶν καὶ ἄλλως5 ) ἂν νοηθεῖεν. ἀπέκρυψε
                        δέ, φησίν, ὁ Ζεύς, ἤτοι ὁ ἥλιος, τὴν τοῖ πυρὸς χρῆσιν, ἤγουν ἐποίησε τοὺς
                        ἀνθρώπους μὴ γινώσκειν, ὅτι ἐξ αὐτοῦ πορίζεται τὸ πῦρ, ἕως οὗ ὁ Προμηθεὺς
                        μετὰ δόλου τοῦτο ἔκλεψεν.</p></div><div type="textpart" subtype="section" n="617"><p>617. Βριάρεῳ δʼ ὡς πρῶτα. τινὲς μὲν ἐπειράθησαν τοὺς τρεῖς εἰς ἓν6)
                        συναγαγεῖν καὶ λαβεῖν ἐπὶ τοῦ ὕδατος τοῦ ὑπὸ γῆς7 ), ὅτι ὁ Ζεύς, ἤτοι ὁ
                        πρῶτος νοῦς, τὸν <note type="footnote">1. οῖς θεοῖς f. Par. μετὰ τὸ 5 ἄλλως
                            δʼ ἂν Cas. ἀπέκρυπτε ταῦτα Cas. φησιν — ἐποίει Cas.</note>
                        <note type="footnote">2. τούτῳ f. Cas. 6. ἀγαγεῖν Cas.</note>
                        <note type="footnote">3. εἶχεν f. Par. θρεπτήριον Cas. 7. Nach γῆς: καί
                            φησιν ὅτι ὁ ἐπαγωγὸν καὶ — σὺν αὐτῷ τοι- Cas. καί φησιν ὁ Par. ληπτέον
                            ούτῳ ἐπειδὰν codd. μὲν Cas</note>
                        <note type="footnote">4. οἶδεν Par</note>
                        <pb n="406"/> Χόττον, τὸν Βριάρεων καὶ τὸν Γύγην, ἤτοι τὰ ὑπὸ γῆς ὕδατα
                        συνέκλεισεν ὑπὸ γῆν καὶ οἱονεί τινι δεσμῷ περιἐδησε, Βριάρεων μὲν διὰ τὸ
                        ἰσχυρὸν καὶ Κόττον ὡσαύτως, Γύγην δὲ διὰ τὸ ὑπὸ γῆς εἶναι. ληπτέον δὲ τὸν
                        μὲν ἔριάρεων ἐπὶ τοῦ ὕδατος (βριαρὸν γὰρ καὶ ἰσχυρὸν τὸ ὕδωρ), Κόττον δὲ καὶ
                        Γύγην ἐπὶ τῶν πνευμάτων διὰ τὸ σφοδρὸν τούτων καὶ διὰ τὸ ἐκ τῆς γῆς
                        ἀνάγεσθαι.</p></div><div type="textpart" subtype="section" n="621"><p>621. ἔνθʼ οἵγ’ ἄλγεʼ ἔχοντες. ἐδόξαζον οἱ παλαιοὶ ὑπὸ τὸν Τάρταρον εἶναι τοὺς
                        λεγομένους ἀντίποδας, τοὺς1) ἶσον ἡμῖν βαίνοντας· ὃν τρόπον γάρ, ἔλεγον,
                        ἐνταῦθα διάγουσιν ἄνθρωποι, οὕτω καὶ ὑπὸ γῆν εἶναι. ἄλγεα δὲ ἔχοντας εἶπε
                        διὰ τὸ μήτε τοιούτου ἀέρος μήτε ἡλίου ἀπολαύειν, οἵου περ ἡμεῖς.</p></div><div type="textpart" subtype="section" n="624"><p>624. ἀλλά σφεας Κρονίδης. ἐνταῦθα2) δηλοῖ την διὰ τῶν ἑπτὰ πλανήτων
                        συνερχομένην σύγχυσιν τοῦ παντός. ποτὲ μὲν γὰρ διʼ ὕδατος ἐγένετο, οἷον τὸ
                        ἐπὶ τοῦ κατακλυσμοῦ, (ὅπερ μέγαν χειμῶνα οἱ παλαιοὶ ἔφασκον), ποτὲ δὲ διὰ
                        πυρός, οἷον τὸ ἐν τοῖς Σοδόμοις γεγονός, (ὅπερ μέγα θέρος ἔλεγον). ἐνταῦθα
                        γοῦν τοῦτο δηλοῖ, ὅτι ὅτε ἔμελλε τὸ τοιοῦτον γίνεσθαι, ἤγουν ἡ διʼ ὕδατος
                        σύγχυσις τοῦ παντός, τότε τὰ ὕδατα ἐκ τῆς γῆς ἀνήχθησαν, οἷον θελησάσης καὶ
                        ὑπακουσάσης3 ) τῆς γῆς.</p></div><div type="textpart" subtype="section" n="629"><p>629. δηρὸν γὰρ μάρναντο. ἐπὶ πολύν, φησί, χρόνον ἡ τοιαύτη ἀταξία4) ἐγίνετο.
                        οἱ μὲν γὰρ Τιτᾶνες συνἐπιπτον ἀπὸ τοῦ Ὀρύος τῆς ὑψηλῆς, ἤγουν5) ἢ τῆς γῆς,
                        ἣν ἀθροῦμεν, ἢ τοῦ ἀέρος, διʼ οὗ ἀθροῦμεν, οἱ δὲ θεοί, ἤγουν τὰ οὐράνια
                        σώματα, ἀπὸ τοῦ Ὀλύμπου.</p></div></div></body></text></TEI>