56. ἐννέα γάρ οἱ νύκτας. διὰ τούτου δηλοῖ τὸ πολυχρόνιον τῶν μαθημάτων. δεῖ γὰρ τὸν μανθάνοντα πολυχρονίζειν ἐν τοῖς μαθήμασι. καὶ γὰρ ὁ ἐννέα ἀριθμὸς τέλειός ἐστιν. ἐμίσγετο5) γοῦν ταύτῃ τῇ Μνήμῃ Ζεύς, ἤγουν ὁ νοῦς, ὁ τὸ εὖ ζῆν ἡμῖν παρεχόμενος, ἡμέρας ἐννέα διὰ τὸ δεῖν εἶναι τὸν μανθάνοντα πολυχρονίζειν, ἐν τοῖς μαθήμασιν. ἐμίσγετο δὲ χωρὶς τῶν ἄλλων μαθημάτων, ἤγουν χωριζόμενος καὶ καθαρεύων πασῶν αἰσθήσεων. ἀθανάτους δὲ ταύτας λέγει διὰ τὸ ἀεὶ συμπαραμένειν τῇ φύσει καὶ μήποτε μηδὲ6) μίαν ἐκ ταύτης ἀπόλλυσθαι. ἀλλʼ ὁπότε ὁ καιρὸς παρῆλθε τῆς μαθήσεως καὶ ἡμέραι πολλαὶ ἐτελέσθησαν, ἐγέννησεν αὕτη ἡ Μνήμη ἐννέα θυγατέρας, τῶν ἐννέα τούτων εἰς λογικὰς τέχνας ἀναγομένων, αἷς θυγατράσι διὰ φροντίδος ἐστὶ τὸ φροντίζειν καὶ ᾄδειν περὶ θείων καὶ ἀνθρωπίνων πραγμάτων, μικρὸν ἀπεχομέναις τοῦ Οὐρανοῦ. καὶ αὐτοῦ γὰρ ἐφικνοῦνται τοῦ Οὐρανοῦ σχεδόν, ἐξετάζουσαι, ὅπου γε ἐν τῷ οὐρανῷ πολλαὶ αὐτῶν7) γίνονται ἐξετάσεις. σὺν αὐταῖς δὲ κατοικοῦσι 1. Μνήμη Par. — νοΐ, ἤτοι τῷ 4. δηλῶν — παρεισάγει Cas. Διί Par. ἐγέννησε ἐν τῇ Vat. Cas. 5. ἐμίσγετο — ἐν τοῖς μαθή- 2. μὲν f. Par. ἄρχειν δὲ τ. Par. μασιν f. Par. τῇ ἐλευθερίᾳ Vat Cas. 6. δὲ Par. 3. καὶ f. Par. 7. αὐτοῦ Vat. f. Par. καὶ αἱ Χάριτες, ἃς Χάριτας σωματοποιοῦσιν οἱ παλαιοὶ τρεῖς ζωγραφοῦντες1 ) γυμνὰς ἐχομένας ἀλλήλων2). εἰσὶ δὲ ταῦτα τὰ ὀνόματα τούτων· Θάλεια, Εὐφροσύνη καὶ Ἀγλαΐα. ταύτας δὲ οὕτως ἐζωγράφουν, δηλοῦντες διὰ μὲν τοῦ τρεῖς γράφειν τὸν χαρίζοντα, τὸν3) χαριζόμενον καὶ αὖθις τὸν ἀντιχαρίζοντα, διὰ δὲ τοῦ γυμνὰς γράφειν τὸ4) δεῖν εἶναι τὸν χαρίζοντα μήτε διὰ φόβον μήτε διὰ κολακείαν μήτε διʼ ἄλλο τι τοιοῦτον χαρίζειν, μηδὲ πρὸς ἀντίχαριν ἀφορῶντα5), ἀλλὰ διὰ τὸ ἔχεσθαι ἀλλήλων, ὅτι ἕπεται τῇ Χάριτι ἡ ἀντίχαρις. τὰ δὲ ὀνόματα ταῦτα ἐπέγραφον ταύταις, ὅτι, εἰ μή τις θάλλει καὶ εὐπορεῖ, τοῦ πράγματος οὐ μεταδίδωσί τινι, ὁμοίως δὲ καὶ ἐπὶ τῆς Ἀγλαίας καὶ ἐπὶ τῆς Εὐφροσύνης. συγκατοικεῖν δὲ τὰς Χάριτας ταῖς Μούσαις φησὶ διὰ τὸ χαρίεν καὶ ἐπιθυμητὸν τῆς σοφίας. αἵ τινες Μοῦσαι διεξιᾶσι καὶ λέγουσι τοὺς νόμους καὶ τὰς ποιότητας καὶ τὰς διαγωγὰς πασῶν τῶν αἰσθήσεων. ἐζωγράφουν δὲ ταύτας ἐπιβαινούσας σφαιρῶν, δηλοῦντες, ὡς δεῖ τὸν μετερχόμενον τὴν φιλοσοφίαν ὀλίγον τι τῶν γηΐνων ἐφάπτεσθαι, ὥσπερ καὶ τὴν σφαῖραν. τοῦτο δὲ δηλοῦντες καὶ ἐν ὄρει γεγεννῆσθαι ταύτας φασί, δηλοῦντες ), ὥσπερ τὸ ὄρος πάντων ὑπερανέστηκε τῶν λοιπῶν, οὕτω δεῖν ὑπεράνω τῶν βιωτικῶν εἶναι καὶ τὸν φιλοσοφοῦντα. αἵ τινες Μοῦσαι πρὸς τὸν οὐρανὸν ἀπήρχοντο, ὑμνοῦσαι τὸν Δία, ἤγουν τὸν πρῶτον νοῦν, τὸν παραγωγέα τῶν τῇδε πάντων. καὶ γὰρ ἐδόξαζον οἱ παλαιοὶ νοῦν εἶναι τὸν7) πρῶτον τὸν τὰ τῇδε πάντα παραγαγόντα. οὗτος δὲ8) ἐμβασιλεύει τῷ οὐρανῷ, ἤγουν οἶδε πάντων τῶν στοιχείων τὰς ποιότητας, νικήσας τὸν πατέρα Κρόνον ἐν τῇ δυνάμει. φασὶ γὰρ τὸν Κρόνον πολλὰ τεκνογονήσαντα πάντα καταφαγεῖν, 1. σωματοποιοῦντες — ἐζωγρά- 5. ἀφορῶσα Vat. διὰ τοῦ ἔχ. φουν Vat. Cas. Vat. Cas. μεταδίδωσί τινι οὐκ ἀν 2. θάλεια δʼ ἐστίν, Εὐφροσύνη ἄλλως χαρίσαιτο ὁμοίως καὶ codd τε καὶ Ἀγλαΐα τὰ ὀνόματα τού- 6 ὅτι ὥσπερ Par. 7. ὸν f. Par. των Vat. Cas 3. αὶ χαριζ. Par 8. δὲ f Par. οἶδε πανταχοῦ Vat. 4. τὸ f Par. Cas. νικήσας γὰρ Cas μόνον δὲ τὸν Δία τοῦτου ὑπερνικῆσαι, δηλοῦντος τοῦ λόγου, ὅτι ὁ χρόνος, ὅσα ἐνταῦθα παράγει, ταῦτα καὶ ἀφανίζει, μόνης δὲ τῆς ἡμετέρας ψυχῆς καὶ τοῦ νοῦ οὐχ ὑπερισχύει, οὐ γὰρ ἄν ἐκλείψῃ αὕτη ποτέ, μέχρις αὐτὸ τῇδε πᾶν συνεστηκὸς ) περίγειον ἐκλείψῃ. ὃς νοῦς νικήσας τὸν χρόνον πάντα καλῶς ᾠκονόμησε καὶ περὶ πάντων ἐφυσιολόγησεν, ὅτι αἱ ἐννέα Μοῦσαι εἰς ἐννέα λογικὰς ἀνάγονται τέχνας. Κλειὼ μὲν γὰρ ἐφεῦρε ῥητορικήν, Εὐτέρπη αὐλητικήν, Θάλεια κωμῳδίαν, ἐλπομένη τραγῳδίαν, Τερψιχόρη κιθαρῳδίαν, Ἐρατὰ ποίησιν, Πολυμνία γεωμετρίαν, Οὐρανία ἀστρονομίαν, Καλλιόπη τὰ ἔμμετρα ἔπη2 ). τῶν δὲ θ Μουσῶν τὰ ὀνόματα ἀπὸ τῶν τεχνῶν παρητυμολόγηνται. τὸν γὰρ τὴν ῥητορικὴν μετερχόμενον κλείεσθαι, ἤτοι δοξάζεσθαι συμβαίνει, συμβουλεύοντα καὶ ) δικανευόμενον καὶ πανηγυρίζοντα, τὸν δὲ τὴν αὐλητικὴν πολλοὺς τέρπειν τοῖς μέλεσι, τὸν τὴν κωμῳδίαν μετερχόμενον θάλλειν ἐν αὐτῇ τῇ τέχνῃ διὰ τὸ ἀεὶ θάλλειν τῆς ποιήσεως, τὸν δὲ τὴν γεωμετρίαν ἀσκοῦντα πολλοὺς ὑμνεῖν καὶ πολλοῖς ὑμνεῖσθαι, καὶ καθεξῆς ἀπὸ τῆς ἐμφαινομένης πείρας ἔχειν τὸ ὄνομα, ὥσπερ καὶ τὴν Καλλιόπην ἀπὸ τοῦ καλλύνειν τὰ ἔπη ἢ ἀπὸ τοῦ κάλλος ἔχειν4) ὀπός. ἐπεὶ γὰρ εἰς τὰ ἔμμετρα ἔπη ἡ Καλλιόπη ἀνάγεται, δεῖ τὸν ταύτῃ προκείμενον, τὴν γλῶτταν εὐπερίστροφον φέρειν. ὁ δὲ Ἡσίοδος διὰ τοῦτο ταύτην μᾶλλον τῶν ἄλλων ἐγκωμιάζει, ἐπειδὴ ποιητής ἐστιν, καὶ5) ἐπειδὴ ἡ Καλλιόπη, πρὸς ποίησιν ἀνάγεται. αὕτη γάρ, φησίν, ἡ Καλλιόπη ἡ διʼ ἐμμέτρων ἐπῶν προσγινομένη γνῶσις, ἐπακολουθεῖ καὶ τῷ βασιλεῖ, ὅν τινα αὗται αἱ6) λογικαὶ τέχναι κοσμήσωσι, καὶ ὅν τινα εἰσίδωσι γεννώκαὶ μενον, ἤγουν7 ) τινι ἐπικλωσθῇ τὸ γενέσθαι σοφόν. ἢ 1. ἐκλείψῃ f. codd. Εὐτέρπη 5. καὶ f. Cas. πρὸς ποίησιν — αὐλικήν Par. ἡ Καλλιόπη f. Cas. πρὸς τὴν ποιη- 2. τὴν ποίησιν Par. τῶν δὲ — τικὴν Par. Καλλιόπη διʼ — ἀκοὑμνεῖσθαι f. Par λουθεῖ τῷ Par. 3. καὶ f. Cas. 6. αἰ f. Vat. Cas. κοσμήσειαν codd. 4. ὀπός — εὐπερίστροφον φέ- 7. ἤγουν καὶ Par. ἐπικληθῇ Vat. ρειν f. Par. Cas. ἢ ἄλλως Vat. Cas. ἄλλως ἀπὸ τῶν θ τούτων Μουσῶν τοῖς δ1) ἂν εὕροι τις τὰς δ λογικὰς τέχνας τὰς πρώτας ἐμφαινομένας, τῇ Κλειοῖ τὴν ἀριθμητικὴν, (ἡ γὰρ ἀριθμητικὴ τὰ πλεῖστα εἰς ἓν συνενοῖ καὶ συνάγει καὶ συγκλείει, ἐτυμολογουμένη ἀπὸ τοῦ κλείειν), τῇ Εὐτέρπῃ τὴν μουσικὴν ὡς ἀπὸ τοῦ τέρπειν, τῇ Ἐρατοῖ τὴν γεωμετρίαν, ὡς δῆλόν ἐστι καὶ ἀπʼ αὐτοῦ τοῦ ὀνόματος, (ἔρα2) γὰρ καὶ γῆ ταυτὸν δηλοῦσι συνεκφωνούμενα), τῇ Οὐρανίᾳ τὴν ἀστρονομίαν· καὶ τοῦτο δῆλον ἀπὸ τοῦ ὀνόματος. 94. ἐκ γὰρ Μουσάωω καὶ ἑκηβόλου Ἀπόλλωνος. ἐνταῦθα περὶ τῶν ἐν οὐρανῷ διαλέγεται. τοῦ γὰρ Ἀπόλλωνος εἰς τὸν ἥλιον ἀναγομένου, φησίν, ὅτι τοῦ ἡλίου καὶ τῆς τῶν ἀστέρων κινήσεως τοιῶνδε ἐμφαινομένων ἐπʼ ἐκείνου, ἐφʼ οὗ ἂν παρηγοροῖέν3 ) τινες τὰ τοιαῦτα, γίνεται καὶ κιθαριστής. ἐπειδὴ δὲ κυρίως μὲν ἀπὸ τῶν ἐν τῇ γεννήσει ἐπιψηφισθέντων συμβαίνουσι τὰ γινόμενα εἰ μὴ γάρ τινι ἐπικλωσθείη τὸ γενέσθαι τοιῷδε, οὐκ ἄν συμβαίη, τέως δὲ καὶ ἀπὸ τῆς ἐνασκουμένης τινὶ τέχνης), διὰ τοῦτο καὶ τὰς Μούσας ἐπήγαγεν, ὡς4) διὰ μὲν τοῦ ζωδίου τῆς τύχης ἐμφαινομένας, διὰ δὲ τῆς ἀσκήσεως τὴν τοιάνδε τέχνην καὶ τὸ πλήρωμα. πάλιν τοῦ Διὸς εἰς βασιλικὸν ἀστέρα ἐμφαινομένου, τοιόσδε γίνεται οὗτος, ἐφʼ οὗ ἂν τοῦτο παρηγοροῖτο5), ἄρχων τυχὸν ἢ βασιλεύς. οὗτος δʼ ἐστὶ μακάριος, ὃν ἡ φιλοσοφία κατακοσμήσει· εἰ γάρ τίς, φησι, νεωστὶ ἐπισυμβάντος πάθους 6) κατατήκοιτο τὴν καρδίαν, ὑπὸ μουσικοῦ ἢ τοιούτου τινὸς θεραπεύεται, οἷον καὶ τὸ ἐπί τινι τῶν βαρβάρων βασιλέων συμβάν. τεθνηκυίας γὰρ αὐτοῦ τῆς συμβίου, καὶ 7) τὴν καρδίαν κοπτόμενος ἀβίωτον εἶναι τοῦτον8 ) τὸν βίον ἐνόμιζε. προσελθόντος δέ τινος αὐτοῦ μουσικοῦ καὶ τὴν 1. τὰς δ Cas. λόγων Par. συνά- 5. παρατηροῖτο codd. γει καὶ συνενοῖ Par. 6. ἐπισυμβάντα πάθη Cas. οἷα 2. ἔρα γὰρ ἡ γῆ. ταυτὸν — Vat. συνεκφωνούμενα f. Par. 7. καὶ f. Cas. 3. ἐκείνου οὐ codd. παρατηροῖεν 8. τούτῳ Vat. προελθόντος Cas. Vat. Cas. τὴν δὴν f. Par. εἰ μόνους codd. 4. ὡς μὲν διὰ τοῦ ζωδιακοῦ Par. ἐμφαινομένης codd. γυναῖκα τὴν σὴν ἀναστήσειν δύναμαι φήσαντος, ὦ βασιλεῦ, ἐὰν μόνους τρεῖς μοι δυνηθῇς 1) ἀλύπους ἀνθραώπους εὑρεῖν, μὴ δυνηθέντος τοῦ βασιλέως τούτους εὑρεῖν, ἐνταῦθα ὁ μουσικὸς εἶπεν· ὦ βασιλεῦ, τρεῖς μόνους ἀλύπους μὴ δυνάμενος ἐξευρεῖν αὐτὸς ἄχθῃ καὶ τὴν καρδίαν σπαράττῃ, ὁμοιοπαθὴς τυγχάνων καὶ αὐτὸς τοῖς πολλοῖς; ὁ δὲ βασιλεὺς τοῦτο ἐνωτισθεὶς εὐθὺς τῆς λύπης ἐπαύσατο. 116. ἤτοι μὲν πρώτιστα χάος ἐγένετο. χάος ἐνταῦθα ἠλληγόρησάν τινες τὸ ὕδωρ παρὰ τὸ κεχύσθαι. πρῶτον μὲν οὖν, φησί, προϋπέστη τὸ ὕδωρ ἡ γῆ τε, τί ἀσφαλὲς κατοικητήριον τῶν ἀθανάτων, ἀθανάτων 2) νοουμένων ἐνταῦθα ἀέρος, ὕδατος, πυρός. καὶ γὰρ κἄν τοῖς κοιλώμασι τῆς γῆς ἔστιν εὑρεῖν ἀέρα3) καὶ πῦρ καὶ ὕδωρ. καὶ τὰ ἀγγεῖα δὲ κἂν ὑγρότητος μὴ ἐμπέπλησται, ἀέρος μεταλαμβάνουσι. κατοικητήριον γοῦν ἐστιν αὕτη τῶν τοιούτων στοιχείων, ἅπερ ἀθάνατα εἶπε διὰ τὸ ἀεὶ εἶναι. ποίων δὲ ἀθανάτων κατοικητήριον; οἵπερ περὶ τὸν ἀέρα εἰσί. προϋπέστη δὲ καὶ4 ) Τάρταρος, ἤγουν ὁ ἀὴρ παρὰ τὸ τεταράχθαι. φύσει γὰρ ὄντος ἀφεγγοῦς καὶ σκοτεινοῦ τοῦ ἀέρος5 ), ὁ ἥλιος φωτίζει τοῦτο τὸ ἀχλυῶδες καὶ σκοτεινόν. καὶ ὥσπερ ἡλίου μὴ φαίνοντος ἐπίκειται ὁμίχλη, ἅμα δὲ τῷ φάνσαι τοῦτον διασκεδάζει, οὕτω καὶ ὁ ἀὴρ φύσει ὢν ζοφερὸς ὑπὸ τοῦ ἡλίου φωτίζεται. ἐπεὶ δὲ ὁ μὲν κατὰ μέσον οὐρανοῦ καὶ γῆς ἀὴρ κἄν ζοφώδης ἐστίν, (ἀποβάλλει τὸν γνόφον, αὐτοῦ φαίνοντος τοῦ ἡλίου,) ὁ δὲ ὑποκάτω τῆς γῆς ἀεὶ ζοφώδης ἐστί, διὰ τοῦτο ἐπήγαγε τὸ μυχῷ χθονὸς εὐρυοδείης, καὶ γὰρ τὸν ὑποκάτω τῆς γῆς ἀέρα συμβαίνει ἀλαμπῆ τινα εἶναι. προϋπέστη δὲ καὶ ὁ ἔρως, τουτέστιν ἡ ἁρμονία καὶ κοινωνία τῶν στοιχείων πρὸς ἄλληλα. τοῦ γὰρ ἀέρος θερμοῦ καὶ ὑγροῦ ὄντος, 1. δυνηθεὶς Cas. ἐνταῦθα— ἐξευ- 4. θάνατος ἢ Τάρταρος Vat. ρεῖν f. Par. μὴ δυν. ἀλ. εὑρεῖν Vat. Cas. 2. ἀθανάτων f. Par. 5. ὁ ἥλιος — οὕτω καὶ ὁ ἀὴρ 3. καὶ — καὶ f. Par. δὲ κἂν f. Cas. τούτου φωτίζει τ. α. Par. codd ὑγρότητας Vat. ὑγρότητα ἀχλυῶδες φωτίζεται Cas. διασκε- Par. Cas. αὕτη f Par. δάζεται Cas. ὁ μὲν μέσον codd τὸ ὕδωρ συμβαίνει μετέχειν1) τῆς τοῦ ἀέρος ὑγρότητος πρὸς τῷ2) καὶ ψυχρὸν εἶναι. πάλιν τοῦ ὕδατος ὄντος ψυχροῦ, συμβαίνει τὴν γῆν ψυχρὰν εἶναι πρὸς τῷ3) καὶ ξηρὰν τυγχάνειν. ὡσαύτως καὶ τὸ πῦρ πρὸς τῷ4) εἶναι θερμὸν καὶ ξηρόν ἐστι, καὶ οὕτως ἀλλήλοις εἰσὶ συνηνωμένα καὶ τῆς ἀλλήλων ποιότητος συμμετέχοντα. καὶ τοῦτό ἐστιν, διʼ ὅπερ καὶ Ὅμηρος παρεισάγει τὸν Δία λέγοντα ὀργιζόμενον τοῖς θεοῖς τὸ ,,σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες“. ἐὰν γὰρ ἡ τάξις καὶ ἡ κοινωνία τῶν στοιχείων ἡ πρὸς ἄλληλα διαλυθῇ, ἥδη καὶ τὸ πᾶν καταλέλυται. τινὲς δέ φασιν Ἔρον νοεῖσθαι καὶ τὸν αἰθέρα. ἐπεὶ γὰρ ὁ ἔρως οὐ μόνον θερμότητός ἐστιν αἴτιος5), ὥσπερ καὶ ὁ αἰθήρ, ἀλλὰ καὶ λύων τὰ μέλη, εἰκότως ἄν κἀπὶ τοῦ αἰθέρος λαμβάνοιτο, ὅς ἔρως, ἤγουν ἡ6 ) κοινωνία τῶν στοιχείων ἡ πρὸς ἄλληλα ἢ ὁ αἰθήρ, δαμάζει τὴν φρόνησιν πάντων τῶν ἀνθρώπων διὰ τὸ μὴ ὑπό τινος δύνασθαι νοεῖσθαι. 126. γαῖα δέ τοι ἡ γῆ δὲ7) πρῶτον μὲν ἐγέννησε τὸν οὐρανόν. φησὶ γὰρ τὴν γῆν κέντρου λόγον ἐπέχειν πρὸς τὸν οὐρανόν. τὸ δὲ ἶσον ἑαυτῇ, ἤγουν πάντοθεν ὁμοίως ἀπέχοντα καὶ διεστηκότα ταύτης8 ) (πάντοθεν γὰρ ἶσος ἀφέστηκε τῆς γῆς), ἵνα ταύτην παρακαλύπτῃ πανταχοῦ, ἕως9) ἐστήρικται καὶ τὰ στοιχεῖα ἐν αὐτῇ. ἐγέννησε δὲ καὶ τὰ ὅρη· ὅσον γὰρ γλίσχρον τῆς γῆς, ἀναπηδῆσαν καὶ ἐξοστρακισθὲν ἐξ αὐτῆς, ὅρη ἐγένετο, ὅσον λεπτὸν ταύτης, ἐκμυζηθὲν τὴν θάλασσαν ἀπετέλεσε. ποῖα δὲ ὄρη ἐγέννησε; τὰ κατοικητήρια τῶν νυμφῶν, ἤτοι τῶν πηγῶν, αἵ τινες κατοικοῦσι ἀνὰ τὰ ὄρη τὰ βησσήεντα, ἤγουν τὰ ἀφʼ ἑνὸς μέρους βάσιμον 0) τὴν πορείαν ἔχοντα, ὥσπερ 1. μὲν ἔχειν Cas. 7. δὲ f. Cas. 2. πρὸς τὸ Cas. 8. ταύτῃ Par. ἴσως — τῇ γῇ 3. πρὸς τῷ τε Vat. — περικαλύπτῃ Par. 4. πρὸς τὸ Par. τοῦτό ἐστιν 9. ἕως ὅτου — ἐν αὐτῷ — ἐξ ὅπερ codd. αὐτοῦ — ὄρη ἐγένοντο Par. ἕως 5. αἴτιος f. Par. ὅτε Vat. Cas. ἐν ἑαυτῇ Vat. Cas. 6. καὶ Cas. ἢ αἰθὴρ Par. πάντων ἀνθρώπων Vat. Cas. δύναται Par. 10. βάσιμον f. Par. καὶ τὸ ἀτραπός. ἀτραπὸς γὰρ λέγεται ἡ λεία ὁδός1 ), ἧς ἐκτραπῆναι οὐκ ἔστιν. ἐγέννησε δὲ καὶ τὸν πόντον, (ὅσον γὰρ λεπτότατον τῆς γῆς, ἐκμυζηθὲν οἱονεί, τοῦτον ἀπετέλεσε), μήτινι συνελθοῦσα, ἔπειτα δὲ συνελθοῦσα τῷ οὐρανῷ ἐγέννησε τὸν Ὠκεανόν, ἤγουν τὸν2 ) ποταμὸν παρὰ τὸ ὠκέως νάειν. καὶ γὰρ ἄνωθεν κατερχομένου τοῦ ἀτμοῦ, τοῦ ἐκ τῆς γῆς ἀναχθέντος, συμβαίνει τὰ κατερχόμενα3 ) εἰς λίμνας ὑδάτων συνεστάναι. 134. Κοῖόν τε Κρεῖόν τε. διὰ τῶν τοιούτων4) ὀνομάτων συμβαίνει νοεῖσθαι τῶν ὑομένων ὑδάτων τὴν ἐτυμολογίαν. διὰ μὲν γὰρ τοῦ Κοίου5) τὸ ποιὸν νοεῖται τοῦ ὀμβρίμου ὕδατος, διὰ δὲ τοῦ Κρειοῦ τὸ ἀκράτητον τοῦ ὕδατος τῆς γῆς, διὰ δὲ τοῦ Υπερίονος τὸ ἀπὸ τοῦ ὑπὲρ6) ἡμᾶς κατέρχεσθαι τόπου, διὰ δὲ τοῦ Ἰαπετοῦ τὸ ἴεσθαι καὶ πέτεσθαι, διὰ δὲ τῆς θείας τὴν θεῦσιν καὶ τὴν ταχύτητα τῶν ὑδάτων, διὰ τῆς Φοίβης τὸ καθαρώτατον τούτων καὶ εὐειδές, διὰ δὲ τῆς Θέμιδος τὴν θέσιν τοῦ ὕδατος καὶ διευθέτησιν, μέχρις ἄν συνίσταται τὰ τῇδε πάντα καὶ τὰ ὕδατα κατερχόμενα ἄνωθεν ῥέουσι7 ), διὰ δὲ τῆς Ῥέας τὴν ῥεῦσιν, διὰ τῆς Μνημοσύνης τὸ μόνιμον τούτων, Μνημοσύνης τινὸς οὔσης, διὰ τῆς Τηθύος τὸ αὐξητικόν τε τούτου καὶ θρεπτικόν. μετὰ8) τοῦτο δὲ ἐγένετο ὁ Κρόνος, δηλονότι ὁ χρόνος, συνεπινοουμένου τῷ χρόνῳ καὶ τοῦ ἡλιακοῦ περιδρόμου. ἄλλο τι γὰρ οὐκ ἔστιν ὁ χρόνος, εἰ μὴ ἡ διὰ τῶν δώδεκα ζωδίων διόδευσις τοῦ ἡλίου. μετὰ ταῦτα γὰρ συνέστη ) ὁ ἥλιος ὁ ἀγκυλομήτης, περὶ ὃν δηλαδὴ πολλά εἰσι τὰ ἀγκύλα καὶ ἀνώμαλα.