<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="523"><p>523. καί οἱ ἐπʼ ἀιετὸν ὦρσε. ἐπήγειρε δὲ τῷ νοῒ καὶ ἀετόν, ἤτοι τὰς βιωτικὰς
                        μερίμνας καὶ φροντίδας, αἵ τινες τὸ ἧπαρ αὐτοῦ κατεσθίουσιν, ὅπερ πάλιν ἐν
                        τῇ νυκτὶ ἀνακτᾶται καὶ ψυχαγωγεῖται· ἐν γὰρ τῇ νυκτὶ3) πάντων ἀπαλλαττόμεθα
                        καὶ σχολάζομεν, ὃν ὄρνιν ἀετόν, ἤτοι τὰς μερίμνας, ἀνῄρηκεν ὁ Ἡρακλῆς, ἤτοι
                        ὁ θάνατος. καὶ ἄλλως τοῦτό φασιν. ἐπήγειρε4) δέ, φησί, τούτῳ ὁ Ζεὺς ἀετόν,
                        τὴν τοῦ νοὸς δηλαδὴ ὀξύτητα, ἥ τις διεγείρει τοῦτον καὶ ἐσθίει τὸ ἧπαρ, ἤτοι
                        τὴν περὶ τὸ ἧπαρ ἐγκειμένην ἐπιθυμίαν, ἥτις πάλιν κατὰ τὴν νύκτα αὔξεται
                        καὶ5) λανθάνει τὸν νοῦν. ἣν διέλυσε καὶ ἠφάνισεν ὁ Ἡρακλῆς, ἤγουν ὁ ἥλιος.
                        καὶ γὰρ ἆθλα τούτου τὴν διὰ τῶν ιβ ζωδίων διέλευσίν φησιν. ὁ ἥλιος γοῦν,
                        ἤγουν ἡ τοῦ χρόνου περίοδός6) ποτε κατέσχε καὶ ἠφάνισε ταύτην. οὐκ ὠργίζετο
                        δὲ ὁ Ζεὺς τῷ Ἡρακλεῖ διὰ τὸ ἀντιτάττεσθαι τούτῳ· τῷ γὰρ παραγαγόντι7) ὁ
                        ἀφανίσας τοῦτο ἀντιτάσσεται. εἰκὸς δὲ ὡς ἄνθρωπον σεμνὸν καὶ τοῦτον
                        ἀφανισθῆναι.</p></div><div type="textpart" subtype="section" n="535"><p>535. καὶ γὰρ ὅτʼ ἐκρίνοντο. πρῶτον, φησί, οἱ θεοί, μετὰ τῶν ἀνθρώπων ὁμοζωίαν
                        ἐκέκτηντο. τοῦτο δὲ ὑπεμφαίνει, καὶ ἐν τῷ περὶ ἔργων καὶ ἡμερῶν8), ᾗ περὶ
                        τοῦ χρυσοῦ λέγει γένους. τότε δὲ ἀπʼ ἀλλήλων διεκρίθησαν <note type="footnote">1. συνεπτέον Cas. ταῖς καρδίαις 5. λανθάνεται Cas. Cas.
                            ἐγκαθιδρεύεσθαι Par. 6. ποτε f. Par.</note>
                        <note type="footnote">2. ίονα ἐλάσας Par. 7. τὸ ᾐφανίσθαι Cas.</note>
                        <note type="footnote">3. πάντα Cas. 8. ἐν ᾐ Par.. ἡμερῶν, περὶ Cas.</note>
                        <note type="footnote">4. δὲ τοῦτο Cas. ὅτε δὲ codd.</note>
                        <pb n="405"/> ἐν τῇ Μηκώνῃ, ἤγουν κατὰ μὲν τὰ ἄλλα ὅμοιοι1) τοῖς θεοῖς ἦσαν,
                        κατὰ δὲ τὸ μῆκος τοῦ χρόνου διήλλαττον. μετὰ δὲ τὸ ταῦτα γενέσθαι, προσέθηκε
                        δύο μερίδας, ἑαυτῷ μὲν σάρκας καταθείς, ἤγουν αὐτὸς μὲν εἰς τρυφὴν
                        ἐξοκείλας, τῷ δὲ νοῒ ὀστέα καὶ λίπος ὑπέθετο (καὶ γὰρ πᾶσα τέχνη ἔχει τι καὶ
                        ἐπαγωγόν). δέδωκεν οὖν2) τούτῳ αἵρεσιν, ὁποῖον ἐθέλῃ λαβεῖν, καὶ προεκρίνετο
                        μετὰ τῶν ὀστέων λίπος, ἤτοι τὴν μετὰ κόπου ἡδονήν. ἕως μὲν οὖν3) εἶχεν
                        ἐπαγωγόν τι καὶ θελκτήριον ἐν τῷ τοιούτῳ βίῳ, ἐπειδὴ δὲ τὴν σκληραγωγίαν
                        μόνην4) εἶδεν, οὐδὲ ὄνησιν μικράν, τότε τὴν τοιαύτην διαγωγὴν ἐμίσησεν.</p></div><div type="textpart" subtype="section" n="562"><p>562. ἐκ τούτου δὴ ἔπειτα. ἐκ τότε γοῦν ἀπέκρυπτε τὴν τοῦ πυρὸς χρῆσιν καὶ τὰς
                        διὰ τούτου κατασκευαζομένας τέχνας. ἀλλʼ ἀνακτηθεὶς πάλιν ὁ πρῶτος νοῦς
                        δέδωκε τοῖς ἀνθρώποις τὴν χρῆσιν τοῦ πυρός, διὰ τοιούτων ὀργάνων ἐπιτηδείων
                        εἰς τοῦτο.</p></div><div type="textpart" subtype="section" n="570"><p>570. αὐτίκα δʼ ἀντὶ πυρός. αὐτίκα δέ, φησίν, ὁ Ἥφαιστος ἐποίησε γυναῖκα,
                        ἤγουν τὴν ἔντεχνον ζωήν, τὴν κατὰ τέχνην ἐγγινομένην τινί, ἣν ἔντεχνον ζωὴν
                        τὸ πῦρ κατασκευάζει. γυναῖκα δὲ εἶπε διὰ τὸ ἀσθενεῖς κατὰ ψυχὴν καὶ ἀλόγους
                        τοὺς ἀνθρώπους ποιεῖν. ἐκόσμησε δὲ ταύτην ἡ Ἀθηνᾶ, ἤτοι ἡ φρόνησις. τὰ δὲ
                        λοιπὰ τοῦ μύθου καὶ τὰ ἑξῆς περὶ γυναικῶν καὶ ἄλλως5 ) ἂν νοηθεῖεν. ἀπέκρυψε
                        δέ, φησίν, ὁ Ζεύς, ἤτοι ὁ ἥλιος, τὴν τοῖ πυρὸς χρῆσιν, ἤγουν ἐποίησε τοὺς
                        ἀνθρώπους μὴ γινώσκειν, ὅτι ἐξ αὐτοῦ πορίζεται τὸ πῦρ, ἕως οὗ ὁ Προμηθεὺς
                        μετὰ δόλου τοῦτο ἔκλεψεν.</p></div></div></body></text></TEI>