521. δῆσε δʼ ἀλυκτοπέδῃσι. ὁ δὲ Ζεύς, φησίν, ἤτοι ὁ πρῶτος νοῦς, ἔδησεν ἐν ἀλυκτοπέδῃσιν, ἤτοι ἐν σώμασι, τὸν Προμηθέα, οὐ γὰρ χωρὶς σωμάτων παρήγαγε τὴν ψυχήν. 522. μέσον διὰ κίονʼ ἐλάσσας. ἐνταῦθα1) συνέπεται τοῖς τὸ ἡγεμονικὸν περὶ τὴν καρδίαν λέγουσιν ἐγκαθιδρεύεσθαι. διὰ γὰρ τοῦ εἰπεῖν „μέσον2) κίονʼ ἐλάσσας“, τοῦτο μόνον οὐχὶ ὑπεδήλωσεν. 523. καί οἱ ἐπʼ ἀιετὸν ὦρσε. ἐπήγειρε δὲ τῷ νοῒ καὶ ἀετόν, ἤτοι τὰς βιωτικὰς μερίμνας καὶ φροντίδας, αἵ τινες τὸ ἧπαρ αὐτοῦ κατεσθίουσιν, ὅπερ πάλιν ἐν τῇ νυκτὶ ἀνακτᾶται καὶ ψυχαγωγεῖται· ἐν γὰρ τῇ νυκτὶ3) πάντων ἀπαλλαττόμεθα καὶ σχολάζομεν, ὃν ὄρνιν ἀετόν, ἤτοι τὰς μερίμνας, ἀνῄρηκεν ὁ Ἡρακλῆς, ἤτοι ὁ θάνατος. καὶ ἄλλως τοῦτό φασιν. ἐπήγειρε4) δέ, φησί, τούτῳ ὁ Ζεὺς ἀετόν, τὴν τοῦ νοὸς δηλαδὴ ὀξύτητα, ἥ τις διεγείρει τοῦτον καὶ ἐσθίει τὸ ἧπαρ, ἤτοι τὴν περὶ τὸ ἧπαρ ἐγκειμένην ἐπιθυμίαν, ἥτις πάλιν κατὰ τὴν νύκτα αὔξεται καὶ5) λανθάνει τὸν νοῦν. ἣν διέλυσε καὶ ἠφάνισεν ὁ Ἡρακλῆς, ἤγουν ὁ ἥλιος. καὶ γὰρ ἆθλα τούτου τὴν διὰ τῶν ιβ ζωδίων διέλευσίν φησιν. ὁ ἥλιος γοῦν, ἤγουν ἡ τοῦ χρόνου περίοδός6) ποτε κατέσχε καὶ ἠφάνισε ταύτην. οὐκ ὠργίζετο δὲ ὁ Ζεὺς τῷ Ἡρακλεῖ διὰ τὸ ἀντιτάττεσθαι τούτῳ· τῷ γὰρ παραγαγόντι7) ὁ ἀφανίσας τοῦτο ἀντιτάσσεται. εἰκὸς δὲ ὡς ἄνθρωπον σεμνὸν καὶ τοῦτον ἀφανισθῆναι. 535. καὶ γὰρ ὅτʼ ἐκρίνοντο. πρῶτον, φησί, οἱ θεοί, μετὰ τῶν ἀνθρώπων ὁμοζωίαν ἐκέκτηντο. τοῦτο δὲ ὑπεμφαίνει, καὶ ἐν τῷ περὶ ἔργων καὶ ἡμερῶν8), ᾗ περὶ τοῦ χρυσοῦ λέγει γένους. τότε δὲ ἀπʼ ἀλλήλων διεκρίθησαν 1. συνεπτέον Cas. ταῖς καρδίαις 5. λανθάνεται Cas. Cas. ἐγκαθιδρεύεσθαι Par. 6. ποτε f. Par. 2. ίονα ἐλάσας Par. 7. τὸ ᾐφανίσθαι Cas. 3. πάντα Cas. 8. ἐν ᾐ Par.. ἡμερῶν, περὶ Cas. 4. δὲ τοῦτο Cas. ὅτε δὲ codd. ἐν τῇ Μηκώνῃ, ἤγουν κατὰ μὲν τὰ ἄλλα ὅμοιοι1) τοῖς θεοῖς ἦσαν, κατὰ δὲ τὸ μῆκος τοῦ χρόνου διήλλαττον. μετὰ δὲ τὸ ταῦτα γενέσθαι, προσέθηκε δύο μερίδας, ἑαυτῷ μὲν σάρκας καταθείς, ἤγουν αὐτὸς μὲν εἰς τρυφὴν ἐξοκείλας, τῷ δὲ νοῒ ὀστέα καὶ λίπος ὑπέθετο (καὶ γὰρ πᾶσα τέχνη ἔχει τι καὶ ἐπαγωγόν). δέδωκεν οὖν2) τούτῳ αἵρεσιν, ὁποῖον ἐθέλῃ λαβεῖν, καὶ προεκρίνετο μετὰ τῶν ὀστέων λίπος, ἤτοι τὴν μετὰ κόπου ἡδονήν. ἕως μὲν οὖν3) εἶχεν ἐπαγωγόν τι καὶ θελκτήριον ἐν τῷ τοιούτῳ βίῳ, ἐπειδὴ δὲ τὴν σκληραγωγίαν μόνην4) εἶδεν, οὐδὲ ὄνησιν μικράν, τότε τὴν τοιαύτην διαγωγὴν ἐμίσησεν. 562. ἐκ τούτου δὴ ἔπειτα. ἐκ τότε γοῦν ἀπέκρυπτε τὴν τοῦ πυρὸς χρῆσιν καὶ τὰς διὰ τούτου κατασκευαζομένας τέχνας. ἀλλʼ ἀνακτηθεὶς πάλιν ὁ πρῶτος νοῦς δέδωκε τοῖς ἀνθρώποις τὴν χρῆσιν τοῦ πυρός, διὰ τοιούτων ὀργάνων ἐπιτηδείων εἰς τοῦτο.