<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="506"><p>506. κούρην δʼ Ἰαπετός. Ἰαπετὸν ἐνταῦθά φησι τὴν τῶν οὐρανίων σωμάτων
                        κίνησιν, Κλυμένην δὲ τὸν ἐκ τούτων ἀποτελούμενον ἦχον. δόξαν γὰρ εἶχον οἱ
                        παλαιοί, τὰ οὐράνια κινεῖσθαι σώματα4) καὶ ἠχεῖν, ἄτοπον εἶναι λέγοντες, εἰ
                        τὰ μὲν ἐπὶ γῆς τυχόντα σώματα ἦχον ἀποτελοῖεν, ἐκεῖνα δὲ τὰ ὑπερφυῆ καὶ
                        οὐράνια μὴ ἦχον ἀποτελεῖν. ἔλεγον οὖν γίνεσθαι μὲν5) ἤχους ἀπὸ τῶν οὐρανίων
                        σωμάτων, ἡμῖν δὲ μὴ ἀκούεσθαι ἢ διὰ τὸ μῆκος εἶναι πολὺ μεταξύ, ἢ διὰ τὸ
                        ἐνειθίσθαι τοῖς τοιούτοις ἡμᾶς.</p></div><div type="textpart" subtype="section" n="509"><p>509. Ἄτλαν τε. δόξαν πάλιν εἶχον οἱ παλαιοὶ ἄξονα διὰ μέσου τοῦ βορείου πόλου
                        μέχρι τοῦ νότου διεληλάσθαι6) τῇ γῇ ἐρειδόμενον.</p></div><div type="textpart" subtype="section" n="510"><p>510. Μενοίτιον. Μενοίτιον ἐνταῦθα τὴν τῶν οὐρανίων σωμάτων ἀεὶ κινησίαν φησί,
                        καὶ τὸν Προμηθέα ψυχὴν εἶναι τοῦ παντὸς ἔλεγον οἱ παλαιοί, ἤτοι πρῶτον νοῦν,
                        ἀφʼ οὗ αἱ ψυχαὶ πηγάζουσι πᾶσιν7). ἔλεγον δὲ <note type="footnote">1.
                            παῖδαPar. μετεμψ. τινας codd. 5. μὴ ἦχυς Cas. μὴ ἤχους Par.</note>
                        <note type="footnote">2: μετεπήδα Par. κατέπιε — μὴν F.</note>
                        <note type="footnote">6. τῇ f. Cas. ἐστήριξαν Par.</note>
                        <note type="footnote">3. πάλιν — ποιεῖ Cas. 7. πάλιν Cas. δὲ f. Cas.
                            καθό-</note>
                        <note type="footnote">4. καὶ ἠχεῖν f. Cas. λον, τὴν δὲ τοῦ codd.</note>
                        <pb n="403"/> ἐκεῖνοι μὲν πρῶτον Προμηθέα τὸν καθόλου εἶναι, τὴν δὲ καθʼ
                        ἑνὸς ψυχὴν ἐξ ἐκείνου γεννᾶσθαι μερικὸν Προμηθέα, Προμηθέως γοῦν τοῦ πρώτου
                        νοουμένου νοός, ἤτοι1 ) τῆς καθόλου ψυχῆς τοῦ παντός. ἐνταῦθά μοι ὡς ἐπὶ
                        μερικοῦ νόησον Προμηθέως. ἐντεῦθεν γὰρ ἀπὸ τῶν οὐρανιώνων ἐπὶ τὰ2) κατὰ τῶν
                        ἀνθρώπους πάθη χωρεῖ. ἐποίησε γοῦν τὸν Προμηθέα, δηλονότι τὴν πρώτην βουλὴν
                        καὶ τὸν πιμηθέα, ἤτοι τὴν ὑστεροβουλίαν. καλῶς δὲ ὁ μῦθος ἀδελφὸν τῷ
                        Προμηθεῖ τὸν Ἐπιμηθέα παρίστησιν.3) ἀληθῶς γὰρ ἢ ἀπὸ Προμηθέως ὁ ἄνθρωπος
                        ὡφελούμενος οὐ περιπίπτει κακῷ ἢ ἁμαρτὼν ἀνακτᾶται πάλιν διʼ ὑστεροβουλίας.
                        διὰ γὰρ τοῦτο καὶ ἁμαρτίνοον τοῦτον ἔφη, παρόσον ἁμαρτάνοντός τινος
                        ἐπέρχεται ἡ ὑστεροβουλία καὶ ἡ ἐκ ταύτης ὄνησις, ὃς Ἐπιμηθεὺς ἐγένετο βλάβη
                        τοῖς ἀνδράσι, μέγα γὰρ ἡ ὑστεροβουλία κακόν.</p></div><div type="textpart" subtype="section" n="513"><p>513. πρῶτος γάρ ῥα Διὸς ὑπέδεκτο. ἐντεῦθεν προαναφωνεῖ, ἅπερ ἔμπροσθεν μέλλει
                        εἰπεῖν.</p></div></div></body></text></TEI>