481. ἔνθα μὲν ἷκτο φέρουσα. ἔνθα, φησίν, ἤγαγε τὴν νύκτα ἡ γῆ. ἐξ ἀφανοῦς4 ) γὰρ καὶ ἀοράτου τὰ σπέρματα τὴν αὔξησιν ἐπιδέχονται. ἔκρυψε δὲ τοῦτον τὸν Ζῆνα, ἤγουν τοὺς καρπούς, ἡ γῆ ἐν ἄντρῳ ἠλιβάτῳ, ἤτοι ἐν καταδύσει, ἐν ᾗ ἐπιβαίνοντος ἡλίου δεῖται. εἰ δʼ ἴσως, καὶ ἀπὸ τοῦ ἀλιταίνειν τῆς βάσεως5 ) ἐτυμολογεῖτο, καλῶς καὶ οὕτως ἔχει. ἐν τόποις γὰρ ἐρήμοις πᾶς τῆς βάσεως ἀλιταίνει, οὐ γὰρ διοδεύει ἐκεῖσε. 484. Αἰγαίῳ ἐν ὄρει. ἢ διὰ τὸ ἀΐσσειν καὶ αὔξειν καὶ θάλλειν τὰ σπέρματα ἢ διὰ τὸ αἴτιον ἡμῖν εἶναι τοῦ ἀΐσσειν καὶ αὔξειν. 485. τῷ δὲ σπαργανίσασα. καλῶς τὸ σπαργανίσασα προσέθηκε. καὶ γὰρ τοῖς μὲν ἄλλοις τῶν ζώων ἀμυντήρια ὅπλα ἡ φύσις ἐπένειμε, τῷ ἀνθρώπῳ 6) δὲ μόνῳ οὐδὲν πρόβλημα ἐπιδέδωκε. πρῶτον γὰρ σπαργανίσασα, ἤτοι τὰ πρὸς διακόσμησιν ἐπιτιθέμενα χαρισαμένη, μέγαν λίθον ἠγγυάλιξε. παρέσχε τούτῳ μέγαν λίθον, ἤτοι ἄνθρωπον, ὃν λίθον εἶπε διὰ τὸ ἀνέκδοτον τούτου καὶ πρὸς τοὺς πόνους7) καρτερικὸν ἢ διὰ τὸ ἐναντιωθῆναι δίκην λίθου τῷ Κρόνῳ, ὃν λαβὼν ἐνέβαλε τῇ νηδύι, οὐδʼ ἐνόησεν, ὅτι ὁ υίὸς αὐτῆς οὐδὲν ἐλυμάνθη. εἰ γὰρ εἷς ἢ καὶ τυχὸν πολλοὶ8 ) ἀποθάνωσιν, ἀλλʼ οὐκ ἤδη καὶ ἡ ἀνθρωπεία φύσις συντέθνηκεν ἅπασα. 492. καρπαλίμω ς δʼ ἔπειτα. ταχέως γοῦν ηὐξάνοντο οἱ καρποί. τελεσθέντων δὲ τῶν χρόνων ἤμεσε πάλιν τὸν 1. τὸν Ζῆν Cas. 6. δὲ — exit. f. Vat. 2. ἐν Κρήτῃ Par. 7. καρτερικοὺς καὶ Cas. ἐναν- 3. ἐκεῖσε Cas. τίους εἶναι Cas. ἔβαλε Par. 4. ἐπιδέχεται Cas. 8. θάνωσιν Cas. ἤδη f. Par. 5. ἐτυμολογεῖται Par. Cas. τελεσθέντων τῶν codd Hesiodioche Scholien. ἴδιον1) γόνον ὁ Κρόνος. μετεμψυχώσεις γάρ τινας οἱ παλαιοὶ ἐδόξαζον, ὅτι εἰ μὲν ἡ ψυχὴ τοῦ ἀνθρώπου εὖ ζῶσα διατεθῇ, ἔστω, εἰ δὲ μή, ἀφʼ ἑνὸς σώματος εἰς ἕτερον2) μετεπήδησε καὶ εἶχε τοῦτο εἰς τιμωρίαν. νῦν γοῦν περὶ τούτων φησὶ τῶν μετεμψυχώσεων, ὅτι ὃν κατέπινε λίθον, ἤτοι ψυχὴν ἀνθρωπείαν, πάλιν ἐξήμεσεν, ὃν ἄνθρωπον ὁ Ζεύς, ἤτοι οἱ καρποί, ἐστήριξεν ἐν τῇ γῇ. ὑπὸ γὰρ τῶν καρπῶν στηριζόμεθα. ἐστήριξε δὲ Ζεὺς ἐν Πυθοῖ. πυθόμενος γὰρ ὁ σῖτος ἐν τῇ γῇ, ἤτοι σηπόμενος καὶ οἷον θνήσκων, πάλιν ἀναθάλλει, καὶ θάλλειν τοὺς ἀνθρώπους3) ποιεῖ. ταῦτα μὲν οὕτως. εἰ δʼ ὡς ἐν κεφαλαίῳ νοῆσαι θελήσειας, ἔστιν οὕτως. ἡ Ῥέα, ἤτοι ἡ φθορὰ τοῦ χρόνου, ἣν καλῶς τῷ χρόνῳ συνέμιξεν, ἔδωκε τῷ Κρόνῳ, ἤτοι τῷ χρόνῳ, λίθον ἀντὶ παιδός, ἤτοι τὴν γῆν, ἣν ἀφανίσαι οὗτος οὐκ ἠδυνήθη. 506. κούρην δʼ Ἰαπετός. Ἰαπετὸν ἐνταῦθά φησι τὴν τῶν οὐρανίων σωμάτων κίνησιν, Κλυμένην δὲ τὸν ἐκ τούτων ἀποτελούμενον ἦχον. δόξαν γὰρ εἶχον οἱ παλαιοί, τὰ οὐράνια κινεῖσθαι σώματα4) καὶ ἠχεῖν, ἄτοπον εἶναι λέγοντες, εἰ τὰ μὲν ἐπὶ γῆς τυχόντα σώματα ἦχον ἀποτελοῖεν, ἐκεῖνα δὲ τὰ ὑπερφυῆ καὶ οὐράνια μὴ ἦχον ἀποτελεῖν. ἔλεγον οὖν γίνεσθαι μὲν5) ἤχους ἀπὸ τῶν οὐρανίων σωμάτων, ἡμῖν δὲ μὴ ἀκούεσθαι ἢ διὰ τὸ μῆκος εἶναι πολὺ μεταξύ, ἢ διὰ τὸ ἐνειθίσθαι τοῖς τοιούτοις ἡμᾶς.