<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="458"><p>458. τοῦ καὶ ὑπὸ βροντῆς. εἰ μὲν ἐπὶ τοῦ Ποσειδῶνος τὸ ,,τοῦ καὶ ὑπὸ βροντῆς
                        πελεμίζεται εὐρεῖα χθὼν“ νοήσεις 2), ἔστιν οὕτως. δόξαν γὰρ εἶχον οἱ
                        παλαιοί, ὅτι ὅταν οἱ σεισμοὶ γίνωνται, περικλυζομένου τοῦ ὕδατος, τοῦτο
                        γίνεται, ὥστε τὸ ὕδωρ αἴτιον εἶναι. ἐπὶ δὲ τοῦ Διὸς ἑτέραν δόξαν οἱ ἀνόητοι
                        εἶχον, ὅτι πνευμάτων ὑποκάτω τῆς γῆς γεννωμένων καὶ μὴ δυναμένων ἄλλοθεν
                        ἐξελθεῖν, ἡ γῆ στενοχωρεῖται ὑπὸ τούτων καὶ σείεται.</p></div><div type="textpart" subtype="section" n="459"><p>459. καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος. ἐντεῦθεν3) ὡς ἐν κεφαλαίῳ ἄλλως
                        νοεῖται. Κρόνον τὸν χρόνον φησί, Ῥέαν δὲ τὴν ῥεῦσιν καὶ φθορὰν τοῦ χρόνου,
                        καί φησιν, ὅτι πάντα4) τὰ ἐξ αὐτοῦ ὁ χρόνος κατέπινε. δῆλον γάρ, ὡς τὰ χρόνῳ
                        γεννώμενα καὶ ἐν χρόνῳ φθείρονται.</p></div><div type="textpart" subtype="section" n="463"><p>463. πεύθετο. ἔμαθε γάρ, φησί, παρὰ τῆς Γῆς καὶ τοῦ Οὐρανοῦ, ὅτι ὑπὸ ἰδίου
                        γεννήματος5 ) δαμασθήσεται, τουτέστι ὑπὸ παιδὸς ἑοῦ, ἤτοι τοῦ ἀνθρώπου,
                        νικηθήσεται. γέννημα γὰρ τοῦ χρόνου, καὶ ὑπὸ τὸν χρόνον ὁ ἄνθρωπος.
                        νικηθήσεται6 ) δὲ τοῦ ἀνθρώπου νοήσαντος καὶ τεχνησαμένου, πῶς τῶν
                        ἐπιτηδείων πορίσειε τοὺς καιρούς. τἆλλα, Διὸς μεγάλου διὰ βουλάς, ἤγουν διὰ
                        φρονήσεως. καὶ κατὰ τὸν μῦθον δὲ7 ) οὔτινι ἄλλῳ συμβουλεύσασθαι εἶχεν, εἰ μὴ
                        Γῇ καὶ Οὐρανῷ, ὡς τῆς μὲν ὑποδεχομένης τὰ σπέρματα, τοῦ δὲ ἄρδοντος.</p><note type="footnote">1. ὴν f. Cas. ἔχοντα — εἰκα- γὰρ ὅτι παρὰ παιδὸς Vat.
                        Cas.</note><note type="footnote">6. νικηθήσεται — καιρούς F. σμένον Cas.</note><note type="footnote">2. ἔστιν f. Par. ὅτι f. codd. νικηθήσεται δέ πως τοῦ
                        ἀνθρώ- ἐπὶ δὲ τοῦ Διὸς F. εἰ δʼ ἐπὶ codd. που νοήσαντος καὶ
                        τεχνησαμένου</note><note type="footnote">3. ὡς ἐγκεφάλῳ Cas. τὰς τῶν ἐπιτηδείων πορίσεις
                        τοὺς</note><note type="footnote">4. τὰ f. Par. Cas. καιρούς codd.</note><note type="footnote">5. διαναστήσεται Par. ἔμαθε 7. οὐδενὶ Par.</note><pb n="401"/></div><div type="textpart" subtype="section" n="467"><p>467. ἀλλʼ ὅτε Διʼ ἔμελλε. ἐντεῦθεν ἄλλως νοεῖται. ἀλλʼ ὅτε, φησίν, ἡ Ρέα,
                        ἤτοι ἡ γῆ, ἔμελλε γεννᾶν1 ) τὸν Ζῆνα, ἤγουν τοὺς πρὸς ζωὴν ἐπιτηδείους
                        καρπούς, τότε ἔπεμψε τὸν Ζῆνα τοῦτον, ἤγουν τὰ σπέρματα2 ), εἰς Κρήτην, ἢ
                        διὰ τὸ πρώτως ἐκεῖ ταῦτα εὑρεθῆναι ἢ διὰ τὸ πολλὴν ἀφθονίαν τῶν ὡρίων εἶναι3
                        ) ἐκεῖ.</p></div></div></body></text></TEI>