<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg3156.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="371"><p>371. Θεία δʼ Ἠέλιόν τε. ἡ θεῦσις δὲ καὶ ἡ κίνησις ἐγέννησε τὸν Ἠέιον καὶ τὴν
                        Σελήνην. ποῖον Ἥλιον; τὸν Ὑπερίονος υἱόν, ἤτοι τὸν ὑπὲρ ἡμᾶς ἱέμενον.</p></div><div type="textpart" subtype="section" n="375"><p>375. Κρείῳ δʼ Εὐρυβίη2) ἡ Εὐρυβίη δέ, ἤγουν ἡ πρόνοια ἐποίησε τὰ ἄστρα καὶ
                        τὴν τῶν ἄστρων κίνησιν καὶ τὴν ἀπὸ ὁρίζοντος ὡς ὁρίζοντα περαίωσιν,
                        συνελθοῦσα τῷ Κρείῳ, ἤγουν τῇ τῶν ὄντων ἀπʼ ἀλλήλων διακρίσει καὶ
                        διαχωρίσει. ἡ Ἠὼς δὲ ἐγέννησεν ἐν τοῖς ἄστρασιν, ἤτοι ἥδη αὐγαζούσης τῆς
                        ἡμέρας, τοὺς ἀνέμους τοὺς ἰσχυρούς, οἵ τινες μᾶλλον περὶ τὸ τοιόνδε
                        κατάστημα γίνονται· ἢ ἐπειδὴ τοὺς μεγάλους ἀνέμους φησὶν οὐ κατὰ τὴν αὐτῶν3)
                        μοῖραν ἀλλʼ ἀστέρων ὄντων, τούτους ἐγέννησε. μετὰ δὲ ταῦτα ἐγέννησε τὸν
                        Ἐωσφόρον, ὃν ἡμεῖς αὐγερινὸν ἰδιωτικῶς καλεῖν4) εἰώθαμεν.</p></div><div type="textpart" subtype="section" n="383"><p>383. Στὺξ δʼ ἔτεκʼ Ὠκεανοῦ. ἡ δὲ Στύξ, γοῦν ἡ ὕλη, κινηθεῖσα ἐγέννησε τὸν
                        Ζῆλον καὶ τὴν Νίκην. ὁ πρῶτος, φησί, νοῦς ἐζήλωσε5) τὰ τῇδε πάντα παραγαγεῖν
                        καὶ δὴ παρήγαγε. καὶ διὰ μὲν τοῦτο νοῦν ἐσχηκέναι6) καὶ τοῦτο ποιῆσαι τὸν
                        Σῆλόν φησι, διὰ δὲ τοῦτο τελειῶσαι τὴν Νίκην. ἐδόξαζον γὰρ οἱ παλαιοὶ τὸν
                        τῇδε πάντα7) παραγαγόντα ὕλην εὑρεῖν προυποκειμένην καὶ διʼ αὐτῆς <note type="footnote">1. Ἀμφιρρώ — ῥέειν f. Par. το F. τοῦ τελ. codd.
                            τελειῶται</note>
                        <note type="footnote">2. ἡ Εὐρυβίη f. Vat. δὲ f. Cas. Cas. τὸν τῶν τῇδε Vat.
                            Cas.</note>
                        <note type="footnote">3. αὐτοῦ Par. 7. πάντα f. Vat. Cas. παραγω-</note>
                        <note type="footnote">4. οἰόμεθα Vat. Cas. γέα Cas. ἐκάλει Vat διʼ
                            αὐτα</note>
                        <note type="footnote">5. τούς — πάντας Cas. Vat. Cas.</note>
                        <note type="footnote">6. τοῦτον ποιῆται Cas. καὶ τοῦ-</note>
                        <pb n="398"/> τὰ τῇδε πάντα παραγαγεῖν· ἣν Στύγα, ἤγουν πρόνοιαν, μαινάδα ὁ
                        Πλάτων ἐκάλεσε διὰ τὸ εἰς πολλὰ μορφοῦσθαι καθάπερ καὶ πόρνην. ποτὲ μὲν γὰρ
                        εἰς βόειον εἶδος μεταβάλλεται ἡ πρόνοια, ποτὲ δὲ εἰς ἀνθρώπινον, ποτὲ δὲ εἰς
                        ἄλλο καὶ ἄλλο. ἢ τὸ ἐγέννησε τὸν Ζῆλον καὶ τὴν Νίκην1) οὕτω νοητέον. ὁ
                        Ἐμπεδοκλῆς ἔφασκεν εἶναι σφαῖραν καὶ ἐν αὐτῇ γεγράφθαι τὸ σύμπαν, τὴν φιλίαν
                        τε καὶ τὸ νεῖκος, καὶ ὁμονοούντων μὲν2) μηδὲν γίνεσθαι, διαλυθέντων δὲ πάντα
                        τὰ τῇδε γενέσθαι, διὰ μὲν τοῦ Ζήλου νοουμένης3) τῆς φιλίας, διὰ δὲ τῆς
                        Νίκης, νοουμένου τοῦ νείκους. ἐγέννησε δὲ τὸ Κράτος καὶ τὴν Βίαν, ὧν χωρὶς
                        οὐδὲν4) ἱδρύεται. οὕτως γὰρ ἐβούλευσεν ἡ Στὺξ γενέσθαι, ὅτι ὁ πρῶτος νοῦς
                        συνεκαλέσατο πάντα ἐξελθεῖν εἰς τὸν κατὰ τῶν Τιτάνων πόλεμον, ἤγουν τῆς
                        ἀταξίας. εἶπε δὲ τιμηθῆναι καὶ ὃς τὴν τῶν πάντων ἀταξίαν διαλύσειεν.</p></div><div type="textpart" subtype="section" n="404"><p>404. Φοίβη δʼ αὖ Κοίου. ἡ λαμπηδὼν δή, φησί, τῶν τοῦ ἡλίου ἀκτίνων,
                        συνελθοῦσα τῷ Κοίῳ, ἤγουν ὑποχωρήσασα (ἀπὸ τοῦ κίω τὸ πορεύομαι,
                        πλεονάζοντος τοῦ ο), ἐγέννησε τὴν Λητώ, ἤγουν τὴν5) νύκτα, διὰ τὸ ἐν αὐτῇ
                        πάντας ἐπιλανθάνεσθαι τῶν κακῶν καὶ τῶν θλίψεων. μειλίχιον δὲ εἶπε διὰ τὸ
                        πάντας ἐν νυκτὶ ἡμεροῦσθαι.</p></div><div type="textpart" subtype="section" n="409"><p>409. γείνατο δʼ Ἀστερίην. ἐγέννησε δὲ καὶ τὰ ἄστρα6), οἷς συνῆλθεν ὁ Πέρσης,
                        ἅ τινα δηλαδὴ κινοῦνται. ἡ δὲ Ἀστερία τὴν Ἑκάτην ἐγέννησεν, ἤτοι τὴν
                        σελήνην, διὰ τὸ ἑκὰς ἡμῶν εἶναι, ἤτοι πόρρω, οὕτω καλουμένην. ᾗ τινι τῇ
                        σελήνῃ δέδωκεν ὁ πρῶτος νοῦς τιμὴν ἔχειν ἐν τῇ τε γῇ καὶ7) τῇ θαλάσσῃ καὶ ἐν
                        τῷ οὐρανῷ. καὶ τοῖς ὁδοιποροῦσι καὶ) πλέουσίν ἐστι λυσιτελής (φαίνει δὲ κἀν
                        τῷ οὐρανῷ)· ὅτε γάρ, φησί, τις ἐπικαλεῖται αὐτήν, θύει <note type="footnote">1. οὕτω — τὸ σύμπαν f. Par. 5. νεότητα Par. μείλιχον Cas. γράφεσθαι
                            Cas. ἐν τῇ νυκτὶ Cas.</note>
                        <note type="footnote">2. μὲν οὐ Cas. μὲν οὐδὲν Par. 6. ἃ — κινεῖται Par.
                            ὁμονοούντων μηδὲν Vat. πάντων 7. τῇ — τῷ f. Vat. καὶ τῷ οὐ- ρανῷ Cas.
                            ὁδοιποροῦσι γὰρ Cas.</note>
                        <note type="footnote">8. Nach καὶ: τοῖς κλαίουσιν ἢ</note>
                        <note type="footnote">3. νοουμένης F. f. codd. Vat. Cas. nach πλέουσιν: οἱ
                            γὰρ</note>
                        <note type="footnote">4. ἵδρυται Par. ὅτι codd. ὁ δεύ- πλέοντες ἀεὶ ὄντες ἐν
                            φόβῳ καὶ τερος νοῦς Par. πάντας Cas. θλίψει τούτων Vat. Cas.</note>
                        <pb n="399"/> καὶ τιμᾷ αὐτήν, ὅθεν καὶ κατάγειν ταύτην φασί τοὺς μάγους 1).
                        δίδωσι δὲ πλοῦτον καὶ τῷ ταύτην τὴν ὥραν ἐπιτηροῦντι. — οὐδʼ ὅτι μουνογενής,
                        οὐδὲ ὅτι, φησί, μονογενής ἐστι, μικρᾶς τιμῆς ἀπορεῖ. μονογενῆ δὲ εἶπεν
                        εἰκότως· τοῦ ἡλίου γὰρ ὑπὲρ γῆν ὄντος, ὑπὲρ ἡμᾶς εἶναι τὴν σελήνην οὐκ
                        ἄπιστον. τῆς σελήνης δʼ οὔσης ὑπὲρ ἡμᾶς2 ), τὸν ἥλιον ἄδυτον εἶναι. ἐν ἀγορᾷ
                        δέ, φησίν, ὠφελεῖ, ὁπότε τὸν καιρὸν ταύτης ἐπιτηρήσειέ τις. καὶ εἰς πόλεμον
                        καὶ ἐν βασιλεῦσι τιμᾶται· καὶ τοῖς ναύταις, οἳ ἐργάζονται ἐν τῇ θαλάσσῃ τῇ
                        δυσκόλως πεαπομένῃ, ἤτοι πλεομένῃ, ὡφέλιμός ἐστι, καὶ τοῖς ἡνιόχοις,
                        ἐπιτηρήσασι καθʼ ὃν καιρὸν ὠφέλεια τούτοις3 ) ἐπείη. οἱ πλέοντες δὲ καὶ τὸ
                        ὕδωρ καὶ τὴν σελήνην τιμῶσι. πολλάκις δὲ πολλὴν τοῖς τοὺς ἰχθύας
                        ἀγρεύουσιν4) ἐποίησεν ἄγρην, πολλάκις δὲ ἠλάττωσε. καὶ ἐν αἰπολίοις ἐστὶ
                        λυσιτελὴς σὺν Ἑρμῇ, διὰ τὸ τὸν Ἑρμῆν νόμιον εἶναι. οὕτω δὲ καὶ μονογενὴς
                        οὖσα ἐκ μητρὸς πολλοῖς τιμᾶται. καλῶς δὲ καὶ τὸ μονογενὴς ἐκ μητρός. ἐκ5 )
                        γὰρ τῆς νυκτὸς μόνης αὕτη γεννᾶται καὶ ἐν νυκτὶ φαίνει.</p></div></div></body></text></TEI>