319. ἣ δὲ Χίμαιραν ἔτεκεν. ἐγέννησε δὲ καὶ τὴν Χίμαιραν6), αὐτὴν δηλαδὴ τὴν ἀναίδειαν, τὴν πῦρ πνέουσαν (ἡ γὰρ ἀναίδεια πυρὸς δραστικωτέρα ἐστίν), ἧς χιμαίρας, ἤγουν ἀναιδείας τρεῖς ἦσαν κεφαλαί, μία δράκοντος, μία λέοντος, ἑτέρα χιμαίρας. διὰ τοῦ εἰπεῖν τρεῖς εἶναι κεφαλὰς7) αὐτῆς ἐδήλωσε τὴν παμμιγῆ πολυπλήθειαν τῶν κακῶν, τὴν ἐπισυμβαίνουσαν τῷ βίῳ τῷ τοιούτῳ. διὰ μὲν γὰρ τοῦ εἰπεῖν λέοντος τὸ πρὸς) ἂν βούλοιτο9) εὐκίνητον ὑποσημαίνει (τοιοῦτον γὰρ καὶ τὸ θηρίον εὐκινητότατον πέφυκε καὶ τὸ θερμὸν πρὸς τὰ πάθη, οἷον καὶ τὸ ζῶόν ἐστι, καὶ τὸ ἰσχυρὸν καὶ ἄλλα τοιαῦτα), διὰ δὲ τοῦ 10) δράκοντος εἰπεῖν τὸ μὴ δύνασθαι τὸν νενευκότα πρὸς τὰ πάθη 11) ὅλως ἀνανεύειν ποτέ, ἀλλὰ κάτω κεχηνέναι περὶ τὴν γῆν (τοιοῦτον δὲ καὶ τὸ ζῶον τοῦτό12) 1. ἐθρέψατο Vat. Cas. 9. ἀκίνητον Vat. Cas. ὑπεσή- 2. ὐτὸν Vat. Cas. μανε Vat. Cas. ἀκινητότατον Vat. 3. γουν Par. ἐνίκησε δὲ τοῦ- Cas. καὶ θερμὸν Par. καὶ ἰσχυ- τον Vat. Cas. ρὸν Par. 4. βουλῇ f. Cas. 10. τὸ μὴ δύνασθαι Vat. τὸν μὴ 5. πολλάκις f. Par. δύνασθαι Cas. τὸν μὴ δυνάμε- 6. τὴν Vat. Cas. νον Par. 7. αὐτῆς P. αὐτοῦ Vat. Cas. 11. Nach πάθη οἷον καὶ τὸ ζῶόν αὐτὴν Par. τῷ τοιούτῳ βίῳ Par. ἐστίν Vat. Cas. 8. ὃ βούλοιτο Par. 12. τοῦτο f. Par. ἐστι, καὶ ἀλλʼ ἄττα διάφορα, ἃ διὰ τὴν πολυπλήθειαν τέως νῦν παρεάσομεν). προηγεῖται οὖν τούτων τὸ πρὸς τὰ πάθη θερμόν, κεφάλαιον1 ) δὲ ἡ ἀναίδεια, ἢν χίμαιραν εἶπεν, ὄπισθεν δὲ ἡ πρὸς τὰ κάτω ῥοπή. ἣν χίμαιραν, αὐτὴν δηλαδὴ τὴν ἀναίδειαν, ἀνεῖλεν ὁ Πήγασος ὁ Βελλεροφόντης, ὁ τῶν κάτω καταφρονῶν ἄνθρωπος δηλαδή, καὶ οἷον ὑπερπηδῶν. Βελλεροφόντην δέ φησι τὸν φονεύοντα τὰ κακά (βέλλερα γὰρ τὰ κακὰ λέγονται2 ) παρὰ τοῖς Ἰταλοῖς) ὑπερενίκησε γὰρ ταῦτα ὁ τοιοῦτος ἄνθρωπος ὁ3 ) οἷον ὑπερπηδῶν τὴν γῆν καὶ τὰ κακὰ ἀναιρῶν. — ἀλλʼ ἰτέον πάλιν ἐπὶ τὰ ἐξ ἀρχῆς καὶ θεωρητέον, εἴπερ καὶ ἄλλως νοοῖντο. 295. ἣ δʼ ἔτεκʼ ἄλλο πέλωρον. αὕτη ἡ Κητὼ ἐγέννησε τὴν Ἕχιδναν, αὐτὰς δηλαδὴ τὰς ἀτμίδας τὰς ἐκ τῆς θαλάσσης ἀναγομένας, ἃς οὐδὲν4 ) ἐοικυίας, οὔτε θεοῖς οὔτε ἀνθρώποις φησί, διὰ τὸ μήτε μένειν ἐπὶ τοῦ αὐτοῦ, ἀλλὰ ταχέως κατέρχεσθαι καὶ διὰ τὸ θρεπτικὸν ἡμῶν εἶναι. ἐγέννησε δὲ ταύτην ἐν τῷ γλαφυρῷ σπηλαίῳ, ἤτοι τῷ οὐρανῷ. γλαφυρὸν γὰρ κυρίως τὸ γεγλυμμένον5 ) λέγεται. τοιοῦτος δέ ἐστι καὶ ὁ οὐρανός. — ἥμισυ μὲν νύμφην, διὰ τὸ θρεπτικὸν ταύτην φησὶ νύμφην. — ἥμισυ δʼ αὖτε ὄφιν, διὰ τὴν σφοδρὰν ἄναξιν τῶν ἀτμίδων, οἷος καὶ ὁ ὄφις ἐστίν, ἢ διὰ τὸ καταρρέειν τοὺς ποταμοὺς ὥσπερ τὸν ὄφιν. ποικίλον δὲ διὰ τὴν τῶν ὑδάτων διαφοράν. 304."ἣ δʼ ἔρυτ’ εἰν Ἀρίμοισιν. αἵ τινες ἀτμίδες ἐν τῷ ἔαρι κωλύονται φέρεσθαι κατὰ γῆς. — ἀθάνατος νύμφη, διὰ τὸ μὴ πάντας τσὺς ποταμοὺς τοὺς ἐκ τῶν κατερχομένων γινομένους ὑδάτων ἐκλείπειν, κἄν6 ) ἑνὶ τοῦτο ἐπισυμβῇ. 306. τῇ δὲ Τυφάονα. ταύταις δὲ ταῖς ἀτμίσι, μιχθέντῶν 1. κεφαλὴ Par. κεφαλόν Cas. 5 γεγλυμμένον — τὸ θρεπτικόν κεφάλαιον δὲ P, 2. λέχεται Par. . κeνf. Par. κᾶν καὶ Vat. Cas. 3. ὁ ὄντως Vat. Cas. μιχθέντων f. Par. γεννᾶται καὶ - 4. οὐδενί Vat. Cas. ἢ τῶν Cas. κύνα f. Par. τῶν καταιγιδώδων πνευμάτων γεννᾶται ἡ τῶν βροντῶν καὶ τῶν νεφῶν ὀρόθυνσις, ἤτοι διάγερσις, ἣν τοῦ Γηρυόνου, ἤτοι τοῦ χειμῶνος κύνα καλεῖ. γεννᾶται δὲ καὶ ὁ Κέρβερος, ἤτοι ἡ τοῦ ἀέρος σκότωσις, τοῦ ἡλίου ἐπικρυπτομένου, παρὰ τὸ τοῦ ἀέρος βάρος 1) εἶναι. Ἀίδεω δὲ κύνα. διὰ τὸ σκοτεινὸν τοῦτό φησι. γεννᾶται δὲ καὶ ἡ Ὕδρα, ἤτοι ἡ τῶν ὑδάτων φορά, ἣν 2) ἐξεθρέψατο ὁ ἀὴρ ὁ μαχόμενος, ἤτοι ἐναντίος ὤν, τῷ ἡλίῳ. ὁ μὲν γὰρ ἥλιος φαεινός, ὁ δὲ ἀὴρ σκοτώδης καὶ ἐναντίος τούτου ἐστίν. ἣν Ὕδραν, ἤγουν φορὰν τῶν ὑδάτων (ἥτις3 ) περὶ τὸν ἀέρα συμβαίνειν εἴωθεν), ἐπέσχεν ὁ Ἡρακλῆς, ἤτοι ὁ ἥλιος, ὁ τοῦ ἀέρος ὤν κλέος, ὁ υἱὸς τοῦ Διός, ἤτοι ὁ ὅμοιος τῷ αἰθέρι· πυρώδεις γὰρ ἀμφότεροι. ἐπέσχε δὲ σὺν τῷ Ἰολάῳ, ἤτοι τῷ τοῦ ἀέρος καιρῷ, καθʼ ὃν πάρεστι λάειν καὶ βλέπειν τοὺς λαοὺς τὰ ἴα 4). τῷ ἀρηιφίλῳ, καθʼ ὃν εἰώθασιν οἱ πόλεμοι γίνεσθαι. ἐπέσχε δὲ συνεπινευούσης τῆς Ἀθηνᾶς, ἤτοι τῆς γῆς τῆς πάντα θηλαζούσης, τῆς ἀγελείας, τῆς τὰς ἀγέλας τρεφούσης. 319. ἣ δὲ Χίμαιραν. ἐγέννησε δὲ καὶ τὴν Χίμαιραν, ἤτοι τὸν χειμερινὸν καιρόν, οὗ τρεῖς εἰσι κεφαλαί, ἡ πρὸς τὸ θέρος5 ) ἐγγύτης, ἣν λέοντά φησι διὰ τὸ μετέχειν θερμότητος, ἡ ἀκμὴ τοῦ χειμῶνος, ἣν δράκοντά φησι διὰ τὸ ῥαγδαίαν καταφορὰν γίνεσθαι τῶν ὑδάτων, ἡ μεσότης τοῦ χειμῶνος, ἣν χίμαιραν εἶπε. πνέουσαν6 ) πῦρ διὰ τὸ μᾶλλον ἡμᾶς ἐν ταύτῃ δέεσθαι τοῦ πυρὸς θερμαίνοντος. ἣν ὁ Πήγασος, ἤγουν ὁ ἥλιος, ἀνεῖλε καὶ ὁ Βελλεροφόντης, ἡ δύναμις δηλαδὴ τοῦ ἡλίου, ἡ τὰ φερόμενα βέλη ἀναιροῦσα.